Skip to main content

Full text of "Diōnos Kassiou Kokkēianou Rōmaikē historia"

See other formats


᾿ 


᾿ 


Π]}}}}}} 


ΜΤΏΕΝΕΚ ΠΙΒΆΛΕΥ 


ΗΧ ὑνώδ ὺὑ 


ἨΗΑΒΝΑΚῸ ΟὈΝΙΝΕΒΘΙΤΥ. 


ΠΓΠΙΒΚΑΒΥῪ ΟΕ ΤῊΣ 


(Ιαϑϑιοαὶ 1)ερατγίπηεηζ, 


ΗΑΒΚΝΑΚῸ ΗΑΙ}.. 


" » [5 99 


ΔΙΩ͂ΝΟΣ ΚΑΣΣΙΟΥ ΚΟΚΚΗΙΑΝΟΥ͂ 


ΡΩΜΑΙΚῊΗ ΙΣΊΟΡΙΑ. 


-οΟο....-..-....-.-ἥ 


ΒΙΟΝΙΒ ΟΑΡΒ5Π ΟΟΟΟΒΙΑΝΙ 
ΗΙΒΤΌΟΒΙΑ ΒΟΜΑΝΑ. 


ΟΌΜ ΑΝΝΟΤΑΤΙΟΝΙΒΌΒ 


ΤΒΟΥΙΟῚ ὈΙΝΘΏΟΞΒΕῚΙ. 


“-....----- οὕ... 


ΟῚ. ΤΠ. 


Ξε: 


ΦΊΤΙΡΒΙΛΑΕ.. 
ΙΝ ἈΕΡΙΒΌΒ Β. 6. ΤΕΌΒΝΕΕΙ. 


ΜΟΟΟΟΙΧΙΥ. 


ΓΙΡΒΙΔΑῈ ΤΥΡῚΞΒ Β. α. ΤΕΒΝΕΗΙ. 


ΔΊΩΝΟΣ 
ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ Νά. 


Τοιαύτη τις ἡ ναυμαχία αὐτῶν τῇ δευτέρᾳ τοῦ 
Σεπτεμβρίου ἐγένετο. τοῦτο δὲ οὐκ ἄλλως εἷπον, 
οὐδὲ γὰρ εἴωϑα αὐτὸ ποιεῖν. ἀλλ᾽ ὅτι τότε πρῶτον ὁ 
Καῖσαρ τὸ κράτος πᾶν μόνος ἔσχεν, ὥστε καὶ τὴν 
ἀπαρίϑμησιν τῶν τῆς μοναρχίας αὐτοῦ ἐτῶν ἀπ᾽ 
ἐκείνης τῆς ἡμέρας ἀκριβοῦσϑαι. καὶ ἐπ᾽ αὐτῇ τῷ 
τε ᾿ἡπόλλωνι τῷ ᾿Ακτίῳ τριήρη τε καὶ τετρήρη, τά 
τε ἄλλα τὰ ἑξῆς μέχρι δεκήρους, ἐκ τῶν αἰχμαλώτων 
νεῶν ἀνέϑηκε, καὶ ναὸν μείξω ὠκοδόμησεν, ἀγῶνά 
τέ τινα καὶ γυμνικὸν καὶ μουσικῆς ἱπποδρομίας τε 
πεντετηρικὸν ἱερόν, οὕτω γὰρ τοὺς τὴν σίτησιν ἔχον- 
τας ὀνομάζουσι, κατέδειξεν, ἄκτια αὐτὸν προσαγορεύ- 
σας. πόλιν τέ τινα ἐν τῷ τοῦ στρατοπέδου τόπῳ, 
τοὺς μὲν συναγείρας τοὺς δ᾽ ἀναστήσας τῶν πλησιο- 
χώρων, συνῴκισε, Νικόπολιν ὄνομα αὐτῇ δούς. τό 
τε χωρίον ἐν ᾧ ἐσκήνησε, λίϑοις τε τετραπέδοις ἐκρη- 
πίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις ἐκόσμησεν, ἕδος 
τι ἐν αὐτῷ τοῦ ᾿Απόλλωνος ὑπαίϑριον ἱδρυσάμενος. 

ταῦτα μὲν ὕστερον ἐγένετο, τότε δὲ μέρος μέν 
τι τῶν νεῶν ἐς δίωξιν τοῦ τε ᾿Αντωνίου καὶ τῆς 
Κλεοπάτρας ἔστειλε" καὶ ἐκεῖνοι ἐπεδίωξαν μὲν αὖ- 
τούς, ἐπεὶ δ᾽ οὐκ ἐν καταλήψει ἐφαίνοντο, ἀνεχώρη- 


ἐῷ 


: 


"ὦ 


δαν᾽ ταῖς δὲ λοιπαῖς τὸ τάφρευμα αὐτῶν, μηδενὸο.-- 


ὍΙΟ ΟΑΒΒΊΙΓΙ͂, ΙΙῚ, 


σι 


ἐθ 


ὧϑ 


{- 


» ι,..}1, ΘΟΑΕΒΑΙ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ. 0. 723, 


ἐναντιουμένου δι᾽ ὀλιγότητα, ἔλαβέ. καὶ μετὰ ταῦτα 
καὶ τὸν λοιπὸν στρατὸν ἐς Μακεδονίαν ἀπιόντα κα- 
ταλαβὼν ἀμαχὶ παρεστήσατο. ἤδη δὲ καὶ διέφυγον 
ἄλλοι τὲ καὶ τῶν πρώτων οἱ μὲν Ῥωμαῖοι, πρὸς τὸν 
“Ἀντώνιον, οἱ δ᾽ ἕτεροι οἵ συμμαχήσαντες αὐτῷ οἴκαδε. 
οὐ μέντοι γε καὶ ἀντεπολέμησαν οὗτοί γε ἔτι. τῷ Καί- 
σαρι, ἀλλὰ καϑ' ἡσυχίαν καὶ ἐκεῖνοι καὶ οἵ δῆμοι πάν- 
τες. ὅσοι καὶ πρότερον ἐρωμάιξον, οἵ μὲν εὐϑὺς οἱ δὲ 
καὶ μετὰ τοῦϑ᾽ ὡμολόγησαν. καὶ ὃς τὰς μὲν πόλεις χρη- 
μάτων τε ἐσπράξει καὶ τῆς λοιπῆς ἐς τοὺς πολίτας 
σφῶν ἐν ταῖς ἐκκλησίαις ἐξουσίας παραιρέσει μετὴλ- 
ϑε, τοὺς δὲ δὴ δυνάστας τούς τε βασιλέας τὰ μὲν 
χωρία. ὅσα παρὰ τοῦ ᾿Αντωνίου εἰλήφεσαν. πάντας 
πλὴν τοῦ τε ᾿Αμύντου καὶ τοῦ ᾿άρχελάου ἀφείλετο, 
Φιλοπάτορα δὲ τὸν Ταρκονδιμότου καὶ “υκομήδην 
ἐν μέρει τοῦ Καππαδοκικοῦ Πόντου βασιλεύοντα, 
τὸν τε ᾿Δλέξανδρον τὸν τοῦ Ἰαμβλίχου ἀδελφόν, καὶ 
τῶν δυναστειῶν ἔπαυσε καὶ τοῦτον, ὅτι μισϑὸν 
αὐτὴν τῆς ἐκείνου κατηγορίας εἰλήφει, καὶ ἐς τὰ 
ἐπινίκια παραγαγὼν ἀπέκτεινδ. τὴν δὲ τοῦ “υκο- 
μήδους Μηδείῳ τινὶ ἔδωκεν, ὅτι τούς τὲ Μυσοὺς 
τοὺς ἐν τῇ ᾿Ασίᾳ ἀπὸ τοὺ ᾿ἀντωνίου πρὸ τῆς ναυμα- 
χίας ἀπέστησε, καὶ μετ᾽ αὐτῶν τοῖς ἐν τῇ μερίδι αὐ- 
τοῦ οὖσιν ἐπολέμησε. Κυδωνιάτας δὲ καὶ Παππαίους 
ἐλευϑέρους ἀφῆκεν. ὅτι τινὰ αὐτῷ συνήραντο᾽ καὶ 
τοῖς γε “αππαίοις καὶ τὴν πόλιν ἀνεστῶσαν συγκα- 
τώκισε. τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων τῶν τὲ 
ἄλλων τῶν κορυφαίων τῶν συμπραξάντων τι τῷ ,4ν- 
τωνέῳ πολλοὺς μὲν χρήμασιν ἐξημίωσε, πολλοὺς ὃὲ 
καὶ ἐφόνευσε, καί τινῶν καὶ ἐφείσατο. καὶ ἐν μὲν 
τούτοις ὃ τὲ Σόσιος ἐπιφανὴς ἐγένετο, πολλάκις τὲ 
γὰρ ἀντιπολεμήσας αὐτῷ καὶ τότε φυγὼν καὶ κατα- 


ἃ. ἃ. 728. ι..1. ΘΑΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΝ. 3 


κρυφϑείς, χρόνω τε ὕστερον εὑρεϑείς, ὅμως ἐσώϑη, 
καὶ Μάρκος τις Σικαύρος᾽ ἀδελφός τε γὰρ τοῦ Σἐξ- 
του ὁμομήτριος ὧν καὶ ϑανατωϑῆναι κελευσϑεὶς εἶτα 
διὰ τὴν μητέρα τὴν Μουκίαν ἀφείϑη. τῶν δὲ κο- 
λασϑέντων ᾿Ακύλιοί τὲ Φλώροι καὶ Κουρίων ὄνομα 
μάλιστ᾽ ἔσχον, οὗτος μὲν ὅ τι τοῦ Κουρέωνος ἐκείνου 
τοῦ ποτὲ τῷ ).Καίσαρι τῷ προτέρῳ πολλὰ συναραμέ- 
νου υἱὸς ἦν, οἱ δὲ δὴ Φλώροι ὅτι τὸν ἕτερον τὸν 
λαχόντα κελεύσαντος αὐτοῦ σφαγῆναι ἀμφότεροι. διε- 
φϑάρησαν. ἦσαν μὲν γὰρ πατήρ τε καὶ παῖς" ὡς δ᾽ 
οὗτος πρὶν λαχεῖν αὐτὸς ἑαυτὸν τῷ σφαγεῖ ἑκὼν 
παρέδωκε, περιήλγησέ τε ἐκεῖνος καὶ αὐτοχειρίᾳ αὐτῷ 
ἐπαπέϑανεν. 

οὗτοι μὲν οὖν οὕτως ἀπήλλαξαν, ὁ δ᾽ ὅμιλος τῶν 
᾿Αντωνιείων στρατιωτῶν ἐς τὰ τοῦ Καίσαρος στρα- 
τόπεδα κατετάχϑη, καὶ ἔπειτα τοὺς μὲν πολίτας τοὺς 
ἔξω τῆς ἡλικέας ἀπ᾿ ἀμφοτέρων, μηδὲν μηδενὶ δούς, 
ἐς τὴν Ἰταλίαν ἀπέπεμψε, τοὺς δὲ δὴ λοιποὺς διέ- 
σπειραν᾿ ἐπειδὴ γὰρ ἐν τῇ Σικελίᾳ φοβεροί οἵ μετὰ 
τὴν νίκην ἐγένοντο, ἔδεισε μὴ καὶ αὖθις ᾿ϑορυβή- 
σωσι, καὶ διὰ τοῦτ᾽ ἔσπευσε. πρὶν καὶ ὁτιοῦν ὑποκχε- 
νηϑῆναι, τοὺς μὲν παντελῶς ἐκ τῶν ὅπλων ἀπελάσαι, 
τῶν δὲ τὸ πλῆϑος διασπάσαι. τούς τε ἐξελευϑέρους 
δι᾽ ὑποψίας ἔτι καὶ τότε ἔχων τὴν τετάρτην αὐτοῖς 
ἐσφορὰν ἀφῆκεν. ἣν ἐκ τῶν ,Ἰφοσταχϑέντων σφίσι 
χρημάτων ἐπώφειλον. καὶ οὗτοι μὲν οὐχ ὅτι ἐστέ- 
ρηντό τινῶν ἐμνησικάκουν ἔτι, ἀλλ᾽ ὡς καὶ λαβόντες 
ὅσα μὴ συνεσήνεγκαν ἔχαιρον" οἵ τε ἐν τῷ τεταγμέ:- 
νῷ ἔτι καὶ τότε ὄντες. τὸ μέν τι πρὸς τῶν στρατιάρ- 
χῶν κατεχόμενοι, τὸ δὲ δὴ πλεῖστον τῇ τοῦ Αἰγυπτίου 
πλούτου ἐλπίδι. οὐδὲν ἐνεόχμωσαν᾽ οἱ δὲ δὴ συννι- 
κήσαντες αὐτῷ καὶ τῆς στρατείας ἀφεϑέντες ἤσχαλλον 

1 ἝἜ 


θ 


8ϑ 


ἐφ᾿ 


[5] 


1 01. ΟΛΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ, ἃ, 724, 


ἅτε μηδὲν γέρας εὑρόμενοι, καὶ στασιάξειν οὐκ ἐς 
μακρὰν ἤρξαντο. καίτοι ὁ Καῖσαρ ὑποτοπήσας τε 
αὐτούς, καὶ φοβηϑεὶς μὴ τοῦ Μαικήνου, ᾧ καὶ τότε 
ἥ τε Ῥώμη καὶ ἡ ἡ λοιπὴ Ἰταλία “προσετέτακτο, ατα- 
φρονήσωσιν ὅτι ἱππεὺς ἦν, τὸν ᾿Δγρίππαν ὡς καὶ 
κατ᾽ ἄλλο τι ἐς τὴν Ἰταλίαν ἔπεμψε. καὶ τοσαύτην 
γ᾽ ἐπὶ πάντα καὶ ἐκείνῳ καὶ τῷ Μαικήνα ἐξουσίαν 
ἔδωκεν ὥὦστε σφᾶς καὶ τὰς ἐπιστολάς, ἃς τῇ τε βου- 
λῇ καὶ τοῖς ἄλλοις ἔγραφε, προαναγιγνώσκειν, κἀκ 
τούτου καὶ μεταγράφειν ὅσα. ἐβούλοντο. καὶ διὰ 
τοῦτο καὶ δακτύλιον ἔλαβον παρ᾽ αὐτοῦ, ἵνα ἐπισφρα- 
γίξεσϑαι αὐτὰς ἔχωσι. διπλὴν γὰρ δὴ σφραγῖδα, ἡ 
μάλιστα τότε ἐχρῆτο, ἐπεποίητο, σφίγγα ἐν ἑκατέρᾳ 
ὁμοίαν ἐκτυπώσας. ὕστερον γὰρ τὴν εἰκόνα τὴν 
ἑαυτοῦ ἐγγλύψας ἐκείνῃ τὰ πάντα ἐσημαίνετο. καὶ 
αὐτῇ καὶ οἵ μετὰ ταῦτα αὐτοκράτορες, πλὴν Γάλβου. 
ἐχρήσαντο" οὗτος γὰρ προγονικρ τινι σφραγέσματι, 
κύνα ἐκ πρώρας νεὼς προκύπτοντα ἔχοντι, ἐνόμισεν. 
ἐπέστελλε δὲ καὶ ἐκείνοις καὶ τοῖς ἄλλοις τοῖς πάνυ 
φίλοις, ὁπότε τι δέοιτο δι΄ ἀπορρήτων σφίσι δηλῶσαι, 
τὸ δεύτερον ἀεὶ στοιχεῖον τοῦ τῷ ῥήματι προσήκον- 
τος ἀντ᾽ ἐκείνου ἀντεγγράφων. 

" καὶ ὁ μέν, ὡς οὐδενὸς ἔτι δεινοῦ παρὰ τῶν ἐστρα- 
τευμένων ἐσομένου, τά τε ἐν τῇ Ἑλλάδι διῴκησε καὶ 
τῶν τοῖν ϑεοῖν μυστηρίων μετέλαβεν, ἔς τε τὴν 
᾿Δσίαν κομισϑεὶς καὶ ἐκεῖνα προσκαθέστατο, τά τε 

2 τοῦ ᾿Αντωνίου ἅμα ἐκαραδόκει᾽ οὐ γάρ πω σαφές τι 
ὅπῃ διεπεφεύγει ἐπέπυστο, καὶ παρεσκευάξετο ὡς καὶ 
ἐπ᾽ αὐτὸν ὁρμήσων, ἄν τι ἀκριβώσῃ. ϑορυβησάντων 
δ᾽ αὐτῶν ἐν τούτῳ φανερῶς ἅτε καὶ πολὺ ἀπὸ σφῶν 
ἀπαρτῶντος αὐτοῦ, ἐφοβήϑη μή τι κακὸν προστάτου 

8 τινὸς λαβόμενοι δράσωσι, καὶ διὰ τοῦτ᾽ ᾿Αντώνιον 


οι 


5» 


-Σ 


3, ὺ, 733, 134, Τὼ. 1, ΟΛΕΒΑΒ ΟΟΤΑΥΙΆΝΌΝ, Η᾿ 


μὲν ἄλλοις ἀναξητῆσαι προσέταξεν, αὐτὸς ὃξ ἐς τὴν 
Ἰταλίαν ἠπείχϑη μεσοῦντος τοῦ χειμῶνος ἐν ᾧ τὸ 
τέταρτον “μετὰ “Μάρκου Κράσσου. ἦρχεν᾽ οὗτος γάρ, «. ᾿ 
καίπερ τά τε τοῦ " Σέξτου καὶ τὰ τοῦ ᾿Αντωνίου πράξας," 
τότε μηδὲ στρατηγήσας συνυπάτευσεν αὐτῷ. ἐλθὼν 
δὲ ἐς τὸ Βρεντέσιον οὐκέτι περαιτέρω προυχώρησεν. 
ἐπεὶ γὰρ ἢ τε γερουσία πυϑομένη τὸν πρόσπλουν 4 
αὐτοῦ πᾶσα ἐκεῖδε, πλὴν τῶν τε δημάρχων καὶ στρα- 
τηγῶν δύο κατὰ δόγμα καταμεινάντων, ἀπήντησε, καὶ 
ἡ ἱππὰς τοῦ τε δήμου τὸ πλεῖον καὶ ἕτεροι, οἵ μὲν κατὰ 
πρεσβείας οἱ δὲ ἐθελονταί, πολλοὶ συνῆλθον. οὐκέτ᾽ 
οὐδὲν ὑπ᾽ οὐδενὸς πρός τε τὴν ἄφιξιν αὐτοῦ καὶ 
πρὸς τὴν τῶν πλειόνων σπουδὴν ἐνεοχμώϑη. καὶ γὰρ 
ἐκεῖνοι οἵ μὲν φόβῳ οἱ δὲ ἐλπίσιν οἵ δὲ καὶ μετά- 
πέμπτοι, πρὸς τὸ Βρεντέσιον ἀφίκοντο᾽ καὶ αὐτῶν ὁ 
Καῖσαρ τοῖς μὲν ἄλλοις χρήματα ἔδωκε, τοῖς δὲ διὰ 
παντὸς αὐτῷ συστρατεύσασι καὶ γὴν προσκατένειμε. 
τοὺς γὰρ δήμους τοὺς ἐν τῇ Ἰταλίᾳ τοὺς τὰ τοῦ ᾽4ν- 6 
τωνίου φρονήσαντας ἐξοικίσας τοῖς μὲν στρατιώταις 
τάς τε πόλεις καὶ τὰ χωρία αὐτῶν ἐχαρίσατο, ἐκείνων 
δὲ δὴ τοῖς μὲν πλείοσι τὸ τε Ζίυρράχιον καὶ τοὺς 
Φιλίππους ἄλλα τε ἐποικεῖν ἀντέδωκε, τοῖς δὲ λοι- 
ποῖς ἀργύριον ἀντὶ τῆς χώρας τὸ μὲν ἔνειμε τὸ δ᾽ 
ὑπέσχετο. συχνὰ μὲν γὰρ καὶ ἐκ τῆς νίκης ἐκτή- 
σατο, πολλῶ δὲ ἔτι πλείω ἀνήλισκε. καὶ διὰ τοῦτο 
καὶ προέγραψεν ἐν τῷ πρατηρίῳ τά τε ἑαυτοῦ κτή- 
ματα καὶ τὰ τῶν ἑταίρων, ἵνα ἄν τε πρίασϑαί τι αὖ- 
τῶν ἄν τε καὶ ἀντιλαβεῖν τις ἐθελήσῃ, τοῦτο ποιήσῃ. 
καὶ ἐπράϑη μὲν οὐδέν, οὐδὲ ἀντεδόϑη οὐδέν᾽ τίς γὰρ 
ἂν καὶ ἐτόλμησεν ὁποτερονοῦν αὐτῶν πρᾶξαι; τῆς δὲ δὴ 
ἐπαγγελίας ἀναβολὴν ἐκ τούτου εὐπρεπὴ λαβὼν ὕστε- 
ρον αὐτὴν ἐκ τῶν Αἰγυπτίων λαφύρων ἀπήλλαξε. 


οι 


» 


Η) 


ἐΦ 


γῶ» 


θ 1}. ΟΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΕΘ, ἃ. Ὁ. 724, 


ταῦτά τε οὖν καὶ τὰ ἄλλα τὰ ἐπείγοντα διοική- 
σας, τοῖς τέ τινα ἄδειαν λαβοῦσι καὶ ἐν τῇ Ἰταλία 
διαιτᾶσϑαι, οὐ γὰρ ἐξῆν. δούς. καὶ τὸν δῆμον τὸν 
ἐν τῇ Ῥώμῃ ὑπολειφϑέντα παφέμενος ὅτι μὴ πρὸς 
αὐτὸν ἦλθεν, ἔς τὲ τὴν Ἑλλάδα αὖϑις τριακοστῇ 
μετὰ τὴν ἄφιξιν ἡμέρα ἀπῆρε, καὶ διὰ τοῦ ἰσϑμοῦ 
τοῦ τῆς Πελοποννήσου τὰς ναῦς ὑπὸ τοῦ χειμῶνος 
ὑπερενεγκὼν οὕτω ταχέως ἐς τὴν ᾿Ασίαν ἀνεκομίσϑη, 
ὥστε καὶ τὸν ᾿ἀντώνιον τήν τε Κλεοπάτραν ἑκάτερον 
ἅμα, καὶ ὅτι ἀρωρμήϑη καὶ ὅτι ἐπανῆλθε, μαϑεῖν. 
ὡς γὰρ τότε ἐκ τῆς ναυμαχίας ἔφυγον, μέχρι μὲν 
τῆς Πελοποννήσου ὁμοῦ ἀφίκοντο, ἐντεῦϑεν δὲ τῶν 
συνόντων τινάς. ὅσους ὑπώπτευον, ἀποπέμψαντες. 
πολλοὶ δὲ καὶ ἀκόντων αὐτῶν ἀπεχώρησαν, Κλεο- 
πάτρα μὲν ἐς τὴν Αἴγυπτον, μή τι τῆς συμφορᾶς 
σφῶν προπυϑόμενοι νεωτερίσωσιν, ἠπείχϑη, καὶ 
ὕπως γε καὶ τὸν πρόσπλουν ἀσφαλὴ ποιήσηται, τάς 
τὲ πρώρας ὡς καὶ κεκρατηκυῖα κατέστεψε καὶ ὦδάς 
τινας ἐπινικίους ὑπ᾽ αὐλητῶν ἤδεν᾽ ἐπεὶ δὲ ἐν τῷ 
ἀσφαλεῖ ἐγένετο, πολλοὺς μὲν τῶν πρώτων. ἅτε καὶ 
ἀεί οἱ ἀχϑομένων καὶ τότε ἐπὶ τῇ συμφορᾷ αὐτῆς 


Ὁ ἐπηρμένων, ἐφόνευσε, πολὺν δὲ καὶ πλοῦτον ἔκ τὲ 


θ 


τῶν ἐκείνων κτημάτων καὶ ἐκ τῶν ἄλλων καὶ ὁσίων 
καὶ ϑείων., μηδενὸς μηδὲ τῶν πάνυ ἀβάτων ἱερῶν 
φειδομένη. ἤϑροιξε, δυνάμεις τε ἐξηρτύετο καὶ συμ- 
μαχίας περιεσκόπει, τὸν τε ᾿ἀρμένιον ἀποκτείνασα 
τὴν κεφαλὴν αὐτοῦ τῷ Μήδῳ, ὡς καὶ ἐπικουρήσοντίέ 
σφισι διὰ τοὐτ᾽, ἔπεμψεν. ᾿Αντώνιος δὲ ἔπλευσε μὲν 
ἐς τὴν Διβύην πρός τε Πινάριον Σκάρπον καὶ πρὸς 
τὸ στράτευμα τὸ μετ᾽ αὐτοῦ ἐπὶ τῇ τὴς Αἰγύπτου φυ- 
λακῇ ἐνταῦϑα προσυνειλεγμένον᾽ ἐπεὶ δ᾽ οὔτε προσ- 
δέξεσϑαι αὐτὸν ἔφη, καὶ προσέτι καὶ τοὺς προπεμφ- 


8.0. 724, μι. ΘΑΕΒΑΒ ΟΟΤΑΥΝΙΑΝΌΞΒ. 7 


ϑέντας ὑπ᾽ αὐτοῦ ἔσφαξε, τῶν τε στρατιωτῶν ὧν 
ἦρχεν ἀγανακτήσαντάς τινας ἐπὶ τούτῳ διέφϑειρεν, 
οὕτω δὴ καὶ αὐτὸς ἐς τὴν ᾿Δλεξάνδρειαν μηδὲν πε- 
ράνας ἐκομίσϑη. καὶ τά τε ἄλλα ὡς ἐπὶ ταχεῖ πολέ- 
μῷ παρεσκευάξοντο, καὶ τοὺς υἱεῖς, Κλεοπάτρα μὲν 
Καισαρίωνα, ᾿Αἀντώνιος δὲ '΄ἄντυλλον, ὃν ἐκ τῆς Φου- 
λουέας γεννηθέντα οἷ εἶχεν, ἐς ἐφήβους ἐσέγραψαν, 
ἵν᾽ οἵ τε Αἰγύπτιοι ὡς καὶ ἀνδρός τινος ἤδη βασιλεύ- 
οντὸς ὅσφων προϑυμηϑῶσι. καὶ οἵ ἄλλοι προστάτας 
ἐχείνους, ἄν γέ τι δεινόν σφισι συμβῇ, ἔχοντες καρ- 
τερήσωσι. καὶ τοῖς μὲν μειρακίοις καὶ τοῦτο αἴτιον 
τοῦ ὀλέϑρου ἐγένετο᾽ οὐδετέρου γὰρ αὐτῶν ὁ Καῖ- 
σαρ, ὡς καὶ ἀνδρῶν ὄντων καὶ πρόσχημά τι προστα- 
σίας ἐχόντων, ἐφείσατο ἐκεῖνοι δ᾽ οὖν παρεσκευά- 
ξοντο μὲν ὡς καὶ ἐν τῇ Αἰγύπτῳ καὶ ναυσὶ καὶ 
πεξῷ πολεμήσοντες, καὶ ἐπὶ τούτῳ καὶ τὰ ἔϑνη τὰ 
ὁμόχωρα τούς τε βασιλέας τοὺς φιλίους σφίσι προσπα- 
ρεκάλουν, ἡτοιμάξοντο δ᾽ οὐδὲν ἧττον ὡς καὶ ἐς τὴν 
Ἰβηρίαν, ἄν τι κατεπείξῃ, πλευσόμενοι καὶ τὰ ἐκεῖ 
ἄλλως τε καὶ τῷ πλήϑει τῶν χρημάτων ἀποστήσον- 
τες, ἢ καὶ πρὸς τὴν Ἐρυϑρὰν ϑάλασσαν μεταστησό- 
μενοι. καὶ ὅπως γε ἐπὶ πλεῖστον βουλευόμενοι ταῦτα 
διαλάϑωσιν, ἢ καὶ ἐξαπατήσωσί πῃ τὸν Καίσαρα ἢ 
καὶ δολοφονήσωσιν, ἔστειλάν τινας ἐκείνῳ μὲν λόγους 
ὑπὲρ εἰρήνης, τοῖς δὲ δὴ συνοῦσιν αὐτῷ χρήματα 
φέροντας. κἀν τούτῳ καὶ ἡ Κλεοπάτρα σκῆπτρόν τέ 
τι χρυσοῦν καὶ στέφανον χρυσοῦν τόν τε δίφρον τὸν 
βασιλικόν, κρύφα τοῦ ᾿ἀντωνίου. ὡς καὶ τὴν ἀρχήν 
οἵ δι’ αὐτῶν διδοῦσα ἔπεμψεν, ἵν᾽ ἂν καὶ ἐκεῖνον 
ἐχϑήρῃ. ἀλλ᾽ αὐτήν γε ἐλεήσῃ. ὁ δὲ τὰ μὲν δῶρα 
ἔλαβεν οἰωνὸν ποιούμενος, ἀπεκρίνατο δὲ τῷ μὲν 
᾿ἀντωνίῳ οὐδέν, τῇ δὲ Κλεοπάτρᾳ φανερῶς μὲν ἄλλα 


ὡ- 


τκαι 


ὅ 


Φὺ 


ἐῷ 


ω 


ΓΝ 


ὧι 


[Ὁ 


8 .1}1, ΘΟΑΛΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΒ, ἃ. Ὁ, 724, 


3 Α Α δ κ᾿ - ἰκὴ ᾿ -» 
τε ἀπειλητικὰ καὶ οτι. ἂν τῶν τε ὁπλῶν καὶ τῆς βα- 
σιλείας ἀποστῇ, βουλεύσεται περὶ αὐτῆς ὅσα χρὴ πρᾶ- 
, ἰκὰ Ἁ 3 3 ’ 3 
ξαι, λάϑρᾳ δὲ οὁτι, ἐὰν τὸν ᾿Αἀντώνιον ἀποκτείνῃ, καὶ 
τὴν ἄδειαν αὐτῇ καὶ τὴν ἀρχὴν ἀκέραιον δώσει. 
Ξ “ “- -" 
ἐν ᾧ δὲ ταῦτα ἐγίγνετο, τάς τε ναῦς τὰς ἐν τῷ 


᾿Δφραβικῷ κόλπῳ πρὸς τὸν ἐς τὴν Ἐρυϑρὰν ϑάλασσαν 


πλοῦν ναυπηγηϑείσας οἵ ᾿άράβιοι. πεισϑέντες ὑπὸ 
Κυΐντου 4Διδίου τοῦ τῆς Συρίας ἄρχοντος. κατέπρη- 
σαν. καὶ τὰς ἐπικουρίας καὶ οἵ δῆμοι καὶ οἱ δυνά- 
σται πάντες ἀπηρνήσαντο. καί μοι ϑαυμάσαι ἐπέρ- 
χεται ὅτι ἄλλοι μὲν συχνοί, καίπερ πολλὰ παρ᾽ αὖὐ- 
τῶν εἰληφότες, ἐγκατέλιπόν σφας, οἱ δὲ ἐπὶ ταῖς 
ὁπλομαχίαις, ἐν τοῖς ἀτιμότατα τρεφύμενοι προϑυμίᾳ 
τὲ ἐς αὐτοὺς πλείστῃ ἐχρήσαντο καὶ ἀνδρειότατα 
ἠγωνίσαντο. οὗτοι γὰρ ἐν “Κυξίκῳ πρὸς τοὺς ἐπινι- 
κίους ἀγῶνας, οὖς ἐπὶ τῷ Καίσαρι ἄξειν ἤλπιξον, 
ἀσκούμενοι, τότε ἐπειδὴ τάχιστα τῶν γεγονότων 
ἤσϑοντο, ὥρμησαν ἐς τὴν Αἴγυπτον ὡς καὶ βοηϑή- 
σοντες αὐτοῖς, καὶ πολλὰ μὲν τὸν ᾿μύνταν ἐν τῇ 
Γαλατίᾳ πολλὰ δὲ καὶ τοὺς τοῦ Ταρκονδιμότου παῖ- 
δας ἐν τῇ Κιλικίᾳ, φίλους μέν σφισιν ἐς τὰ μάλιστα 
γενομένους. τότε δὲ πρὸς τὰ παρόντα μεταστᾶντας, 
πολλὰ δὲ καὶ τὸν Ζ4έδιον κωλύοντά σφας τῆς διόδου 
ἔδρασαν. οὐ μέντοι καὶ διαπεσεῖν ἐς τὴν Αἴγυπτον 
ἠδυνήϑησαν., ἀλλ᾽ ἐπειδὴ πανταχόϑεν περιεστοιχί- 
σϑησαν, λόγον μὲν οὐδ᾽ ὡς οὐδένα, καίτοι τοῦ Ζ1ι- 
δίου συχνά σφισιν ὑπισχνουμένου, προσεδέξαντο, 
τὸν ὃὲ “ἀντώνιον μεταπέμψαντες ὡς καὶ ἐν τῇ Συ- 
ρέᾳ ἄμεινον μετ᾽ αὐτοῦ πολεμήσοντες, ἔπειτ᾽ ἐπειδὴ 
ἐκεῖνος μήτ᾽ αὐτὸς ἦλϑε μήτ᾽ ἀγγελίαν τινὰ αὐτοῖς 
ἔπεμψεν, οὕτω δὴ νομίσαντες αὐτὸν ἀπολωλέναι καὶ 
ἄκοντες ὡμολόγησαν ἐπὶ τῷ μηδέποτε μονομαχῆσαι, 


ἃ. 724, 1.11. ΟΛΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΚΒ, 9 


καὶ τήν γε Ζάφνην παρὰ τοῦ Διδέου, τὸ τῶν ᾿4ν- 
τιοχέων προάστειον, ἐνοικεῖν μέχρις ἂν τῷ Καίσαρι 
ταῦτα δηλωϑῇ ἔλαβον. 

καὶ οἵ μὲν ὑπὸ τοῦ Μεσσάλου ὕστερον ἀπατη- 
ϑέντες ἐπέμφϑησαν ἄλλος ἄλλοσε ὡς καὶ ἐς τὰ στρα- 
τόπεδα καταλεχϑησόμενοι, καὶ ἐκ τρόπου δή τινος 
ἐπιτηδείου ἐρϑάρησαν᾽ ᾿ἀντώνιος δὲ καὶ Κλεοπάτρα 
ἀκούσαντες τῶν πρέσβεων τὰ παρὰ τοῦ Καίσαρός 
σφισιν ἐπισταλέντα, ἔπεμψαν αὖϑις, ἡ μὲν χρήματα 
αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φι- 
λίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων. καὶ 
προσέτι καὶ περὶ τῆς συνουσίας τῆς πρὸς τὴν Αἰγυ- 
πτίαν ἀπολογούμενος. ὅσα τε συνηράσϑησαν ποτε 
καὶ ὅσα συνενεανιεύσαντο ἀλλήλοις ἐξαριϑμούμενος. 
καὶ τέλος Πούπλιον Τουρούλλιον βουλευτήν τε ὄντα 
καὶ σφαγέα τοῦ Καίσαρος γεγονότα τότε τε φιλικῶς 
οἱ συνόντα ἐξέδωκεν αὐτῷ, καὶ ἑαυτόν, ἄν γε καὶ 
διὰ τοῦϑ᾽ ἡ Κλεοπάτρα σωϑῇ, καταχρήσεσϑαι ἐπηγ- 
γείλατο. Καῖσαρ δὲ τὸν μὲν Τουρούλλιον ἀπέκτεινε, 
καὶ ἔτυχε γὰρ ἐκ τῆς ἐν Κῷ τοῦ ᾿4σκληπιοῦ ὕλης 
ξύλα ἐς ναυτικὸν κεχοφώς, δέκην τινὰ καὶ τῷ ϑεῷ, 
ὅτι ἐκεῖ ἐδικαιώθη, δοῦναι ἔδοξε, τῷ δ᾽ ᾿Αντωνίῳ 
οὐδὲν οὐδὲ τότε ἀπεκρίνατο. τρέτην τε οὖν πρεσ- 
βείαν ἔστειλε, καὶ τὸν υἱὸν τὸν Ἄντυλλον μετὰ χρυ- 
σίου πολλοῦ αὐτῷ ἔπεμψεν" ὁ δὲ τὰ μὲν χρήματα 
ἔλαβεν, ἐκεῖνον δὲ διὰ κενὴς ἀνταπέστειλε, μηδεμίαν 
ἀπόκρισιν δούς. τῇ ] μέντοι Κλεοπάτρᾳ πολλά, ὥσπερ 
τὸ πρῶτον, οὕτω καὶ τὸ δεύτερον τὸ τὲ τρίτον καὶ 
ἐπηπείλησε καὶ “ὑπέσχετο. φοβηϑεὶς δ᾽ οὖν καὶ ὡς 
ἡ πῶς ἀπογνόντες συγγνώμης παρ᾽ αὐτοῦ τεύξε- 
σϑαι διακαρτερήσωσι. καὶ ἤτοι καὶ καϑ᾽ ἑαυτοὺς πε- 
ριγένωνται,. ἢ καὶ ἐς τὴν Ἰβηρίαν τήν τε Γαλατίαν 


-1 


ἐφ 


φ.- 


μὰ 


10 .Π, ΘΟΛΕΒΑᾺΒ ΟΥΤΑΥΤΆΝΌἊΝ, 8ἃ.ὑ. 724, 


ἀπάρωσιν, ἢ καὶ τὰ χρήματα, ἃ παμπληϑῆ ἤκουεν 
εἶναι, φϑείρωσιν, ἡ γὰρ Κλεοπάτρα πάντα τε αὐτὰ 
ἐς τὸ μνημεῖον, ὃ ἐν τῷ βασιλείω κατεσκεύαζξεν, 
ἠϑροίκει, καὶ πάντα, ἄν γέ τινος καὶ ἐλαχίστου δια- 
μάρτῃ, κατακαύσειν μεϑ᾽ ἑαυτῆς ἠπείλει, Θύρσον 
ἐξελεύϑερον ἑαυτοῦ ἔπεμψεν ἄλλα τε πολλὰ καὶ φι- 
λάνϑρωπα αὐτῇ ἐροῦντα. καὶ ὅτι καὶ ἐρῶν αὐτῆς 
τυγχάνει, εἴ πῶς ἔκ γε τούτου, οἷα ἀξιοῦσα πρὸς 
πάντων ἀνθρώπων ἐρᾶσϑαι,. τὸν τε ᾿ἀντώνιον ἀνα- 
χρήσαιτο καὶ ἑαυτὴν τά τε΄ χρήματα ἀκέραια τηρή- 
σειε. καὶ ἔσχεν οὕτω. 

9 πρὶν δὲ δὴ ταῦτα γίψνεσϑαι, μαϑὼν ὁ ᾿ἀντώνιος 
ὅτι Κορνήλιος Γάλλος τό τε τοῦ Σκάρπου στράτευμα 
παρείληφε καὶ μετ᾽ αὐτῶν τὸ Παραιτόνιον ἐξαίφνης 
παρελϑὼν κατέσχηκεν., ἐς μὲν τὴν Συρίαν. καίτοι 
βουληϑεὶς κατὰ τὴν τῶν μονομάχων μετάπεμψιν ὁρ- 
μῆσαι, οὐκ ἐπορεύϑη, ἐπὶ δὲ ἐκεῖνον ἐχώρησεν ὡς 
μάλιστα μὲν ἀκονιτὶ τοὺς στρατιώτας προσϑησόμενος, 
ἦσαν γὰρ εὔνοιάν τινα αὐτοῦ ἐκ τῆς συστρατείας 
ἔχοντες, εἰ δὲ μή. βίᾳ γε χειρωσόμενος ἅτε καὶ δύ- 
ναμιν πολλὴν καὶ ναυτικὴν καὶ πεζὴν ἐπαγόμενος. 
οὐ μέντοι οὐδὲ διαλεχϑῆναί τι αὐτοῖς ἡδυνήϑη, καί- 
περ πρός τε τὸ τεῖχος προσελθὼν καὶ γεγωνὸν βοή- 
σας᾽ ὁ γὰρ Γάλλος τοὺς σαλπικτὰς συνηχεῖν κελεύ- 
σας οὐδὲν οὐδενὶ ἐσακοῦσαι ἐπέτρεψε. καὶ προσέτι 
καὶ ἐπεκδρομῇ αἰφνιδέῳ ἔπταισε, καὶ μετὰ τοῦτο καὶ 
ταῖς ναυσὶν ἐσφάλη. ἁλύσεις γάρ τινας ὑφύδρους 
νύκτωρ διὰ τοῦ στόματος τοῦ λιμένος ὁ Γάλλος δια- 
τείνας οὐδεμίαν αὐτοῦ φανερὰν φυλακὴν ἐποιήσατο, 
ἀλλὰ καὶ πάνυ ἀδεῶς ἔσω μετὰ καταφρονήματος 
ἐσπλέοντάς σφας περιεῖδεν᾽ ἐπεὶ μέντοι ἔνδον ἐγέ- 
νοντο, τάς τε ἁλύσεις μηχαναῖς ἀνέσπασε, καὶ παν- 


Ο» 


»1 


ἐφ 


ϑ 


νὰ 


8... 724, .11. ΟΛΕΒΑᾺΒ ΟΟΤΑΥΛΙΆΝΌΞΒ. 11 


ταχύϑεν ἅμα τὰς ναὺς αὐτῶν ἔκ τε τῆς γῆς καὶ ἐκ 
τῶν οἰκιιῖν τῆς τε ϑαλάσσης περισχὼν τὰς μὲν κατέ- 
πρησε τὰς δὲ κατεπόντωσε. κἀν τούτῳ καὶ τὸ Πη- 
᾿λούσιον ὁ Καῖσαρ, λόγῳ μὲν κατὰ τὸ ἰσχυρὸν ἔργῳ 
δὲ προδοϑὲν ὑπὸ τῆς Κλεοπάτρας. ἔλαβεν. ἐκείνη 
γὰρ ὡς οὔτε τις ἐβοήϑησέ σφισι καὶ τὸν Καίσαρα 
ἀνανταγώνιστον ὄντα ἤσϑετο, τό τε μέγιστον ἀκού- 
σασὰ τοὺς διὰ τοῦ Θύρσου πεμφϑέντας οἵ λόγους, 
ἐπίστευσεν ὄντως ἐρᾶσϑαι. πρῶτον μὲν ὅτι καὶ ἐβού- 
λετο, ἔπειτα δὲ ὅτι καὶ τὸν πατέρα αὐτοῦ τόν τε ᾽άν- 
τώνιον ὁμοίως ἐδεδούλωτο. κἀκ τούτου οὐχ ὅπως 
τήν τε ἄδειαν καὶ τὴν τῶν “ἰγυπτίων βασιλείαν. 
ἀλλὰ καὶ τὸ τῶν Ῥωμαίων κράτος ἕξειν προσεδόκη- 
ὅε, τό τε Πηλούσιον εὐϑὺς αὐτῷ προήκατο, καὶ 
μετὰ τοῦτο προσελαύνοντι πρὸς τὴν πόλιν ἐκώλυσε 
τοὺς ᾿Δ4λεξανδρέας λάϑρα ἐπεξελθεῖν, ἐπεὶ ὅσον γὲ 
ἀπὸ βοῆς καὶ πάνυ σφᾶς προετρέψατο τοῦτο ποιῆσαι. 
ὁ δ᾽ οὖν ᾿Αντώνιος ἐκ τοῦ Παραιτονίου πρὸς τὴν τοῦ 
Πηλουσίου πύστιν ἐπανελϑὼν προαπήντησε πρὸ τῆς 
᾿Δλεξανδρείας τῷ Καίσαρι, καὶ αὐτὸν κεκμηκότα ἐκ 
τῆς ὁδοιπορίας ὑπολαβὼν τοῖς ἱππεῦσιν ἐνίκησεν. 
ἀναϑαρσήσας τε ἔκ τε τούτου καὶ ὅτι βιβλία ἐς τὸ 
στρατόπεδον αὐτοῦ τοξεύμασιν ἐσέπεμψε πεντακοσίας 
σφίσι καὶ χιλίας δραχμὰς ὑπισχνούμενος, συνέβαλε 
καὶ τῷ πεξῶ καὶ ἡττήϑη᾽ ὁ γὰρ Καῖσαρ αὐτὸς τὰ 
βιβλία ἐϑελοντὴς τοῖς στρατιώταις ἀνέγνω, τόν τε 
᾿Αντώνιον διαβάλλων καὶ ἐκείνους ἔς τε τὴν τῆς προ- 
δοσίας αἰσχύνην καὶ ἐς τὴν ὑπὲρ ἑαυτοῦ προϑυμίαν 
ἀντικαϑιστάς., ὥστε καὶ διὰ τοῦτο αὐτοὺς τῇ τε τῆς 
πείρας ἀγανακτήσει καὶ τῇ τοῦ μὴ ἐθελοκακεῖν ἐν- 
δείξει σπουδάσαι. καὶ ὁ μὲν ἐπειδὴ παρὰ δόξαν ἠλατ- 
τώϑη. πρός τε τὸ ναυτικὸν ἀπέκλινε, καὶ παρεσκευᾶ- 


ὧτ 


9» 


ἐῷ 


ζὡ: 


-- 


φι 


5» 


« 


ωῳ 


ῳ 


12 Ι,.11. ΟΛΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΚ, ἃ.. 724, 


ξετο ὡς καὶ ναυμαχήσων ἢ πάντως γε ἐς τὴν Ἰβηρίαν 
πλευσόμενος᾽ ἰδοῦσα δὲ τοῦϑ᾽ ἡ Κλεοπάτρα τάς τϑ 
ναῦς αὐτομολῆσαι ἐποίησε. καὶ αὐτὴ ἐς τὸ ἠρίον ἐξ- 
αίφνης ἐσεπήδησε. λόγῳ μὲν: ὡς τὸν Καίσαρα φο- 
βουμένη καὶ προδιαφϑεῖραι τρόπον τινὰ ἑαυτὴν βου- 
λομένη, ἔργῳ δὲ καὶ τὸν ᾿ἀντώνιον ἐκεῖσε ἐσελϑεῖν 
προκαλουμένη᾽ ὑπετόπει μὲν γὰρ προδέδοσϑαι, οὐ 
μέντοι καὶ ἐπίστευεν ὑπὸ τοῦ ἔρωτος. ἀλλὰ καὶ μαλ- 
λον ὡς εἰπεῖν ἐκείνην ἢ ἑαυτὸν ἠλέει. ὅπερ που ἡ 
Κλεοπάτρα ἀκριβῶς εἰδυῖα ἤλπισεν ὅτι, ἂν πύϑηται 
αὐτὴν τετελευτηκυῖαν, οὐκ ἐπιβιώσεται, ἀλλὰ παρα- 
χρῆμα ἀποϑανεῖται. καὶ διὰ τοῦτο ἔς τε τὸ μνημεῖον 
σύν τε εὐνούχῳ τινὶ καὶ σὺν ϑεραπαίναις δύο ἐσέ- 
δραμε, καὶ ἐκεῖϑεν ἀγγελέαν αὐτῷ ὡς καὶ ἀπολωλυῖα 
ἔπεμψε. καὶ ὃς ἀκούσας τοῦτο οὐκ ἐμέλλησεν, ἀλλ᾽ 
ἐπαποθανεῖν αὐτῇ ἐπεϑύμησε. καὶ τὸ μὲν πρῶτον 
τῶν παρόντων τινὸς ἐδεήϑη ἵνα αὐτὸν ἀποκτείνῃ" 
ἐπεὶ δὲ ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργά- 
σατο, ξηλῶσαί τε αὐτὸν ἠθέλησε καὶ ἑαυτὸν ἔτρω- 
σε, καὶ ἔπεσέ τε ἐπὶ στόμα καὶ δόξαν τοῖς παροῦ- 
σιν ὡς καὶ τεϑνηκὼς παρέσχε. ϑορύβου τε ἐπὶ τού- 
τῷ γενομένου ἤσϑετό τὲ ἡ Κλεοπάτρα καὶ ὑπερέκυ- 
ψεν ὑπὲρ τοῦ μνημείου" αἱ μὲν γὰρ ϑύραι αὐτοῦ 
συγκλεισϑεῖσαι ἅπαξ οὐκέτ᾽ ἀνοιχϑῆναι ἐκ μηχανή- 
ματός τινος ἐδύναντο, τὰ δ᾽ ἄνω πρὸς τῇ ὀροφῇ οὐ- 
δέπω παντελῶς ἐξείργαστο. ἐντεῦϑεν οὖν ὑπερκύ- 
ψασαν αὐτὴν ἰδόντες τινὲς ἀνεβόησαν ὥστε καὶ τὸν 


3 ’ »" ς , 
᾿Αντώνιον ἐσακούσαι᾽ καὶ ὃς μαϑῶὼν ὅτι περίεστιν, 


ἐξανέστη μὲν ὡς καὶ ξῆσαι δυνάμενος. προχυϑέντος 
δ᾽ αὐτῷ πολλοῦ αἵματος ἀπέγνω τε τὴν σωτηρίαν, 
καὶ ἱκέτευσε τοὺς παρόντας ὅπως πρῦς τὲ τὸ μνῆμα 


8ἃ. ἃ. 734. .11. ΘΑΕΒΛΑᾺ ΟΟΤΑΥΙΑΝΌΣ, 13 


αὐτὸν κομίσωσι καὶ διὰ τῶν σχοινίων τῶν πρὸς τὴν 
ἀνολκὴν τῶν λίϑων κρεμαμένων ἀνιμήσωσι. 

καὶ ὁ μὲν ἐνταῦϑα οὕτως ἐν τοῖς τῆς Κλεοπά- 
τρας κόλποις ἐναπέϑανεν, ἐκείνη δὲ ἐθάρσησε μέν 
πῶς τὸν Καίσαρα, καὶ εὐθὺς αὐτῷ τὸ γεγονὸς ἐδή- 
λωσεν, οὐ μὴν καὶ πάνυ ἐπίστευε μηδὲν κακὸν πεί- 
σεσϑαι. κατεῖχεν οὖν ἑαυτὴν ἔνδον, ἵν᾽ εἰ καὶ διὰ 
μηδὲν ἄλλο σωθείη. τῷ γε φόβῳ τῶν χρημάτων καὶ 
τὴν ἄδειαν καὶ τὴν βασιλείαν ἐκπρίηται. οὕτω που 
καὶ τότε ἐν τηλικαύτῃ συμφορᾷ οὖσα τῆς δυναστείας 
ἐμέμνητο, καὶ μᾶλλόν γε ἕν τε τῷ ὀνόματι καὶ ἐν τῷ 
σχήματι αὐτῆς ἀποθανεῖν ἢ ἰδιωτεύσασα ξὴν ἡρεῖτο. 
ἀμέλει εἶχε μὲν καὶ τὸ πῦρ ἐπὶ τοῖς χρήμασιν, εἶχε 
δὲ καὶ ἀσπίδας ἄλλα τε ἑρπετὰ ἐφ᾽ ἑαυτῇ, προπει- 
φαϑεῖσα αὐτῶν ἐν ἀνθρώποις. ὄντινα τρόπον ἕκα- 
στόν σφων ἀποκτίννυσι. Καῖσαρ δὲ ἐπεϑύμει μὲν 
καὶ τῶν ϑησαυρῶν ἐγκρατὴς γενέσθαι καὶ ἐκείνην 
ξῶσαν τε συλλαβεῖν καὶ ἐς τὰ νικητήρια ἀναγαγεῖν, 
οὐ μέντοι καὶ αὐτὸς πίστιν τινὰ αὐτῇ δοὺς ἀπατεὼν 
δόξαι γεγονέναι ἠϑέλησεν, ἵν᾽ ὡς καὶ αἰχμαλώτῳ καὶ 
ἀκουσίᾳα τρύπον τινὰ χειρωϑείσῃ χρήσηται. καὶ διὰ 
τοῦτ᾽ ἔπεμψε πρὸς αὐτὴν Γάιόν τε Προκουλήιον ἵπ- 
πέα καὶ Ἐπαφρόδιτον ἐξελεύϑερον, ἐντειλάμενός σφι- 
σιν ὅσα καὶ εἰπεῖν καὶ πρᾶξαι ἐχρῆν. καὶ οὕτως ἐκεῖ- 
νοι συμμίξαντες τῇ Κλεοπάτρα καὶ μέτριά τινα δια- 
λεχϑέντες. ἔπειτ᾽ ἐξαίφνης συνήρπασαν αὐτὴν πρίν 
τι ὁμολογηϑῆναι. κἀκ τούτου ἐχποδὼν πάντα ἀφ᾽ 
ὧν ἀποϑανεῖν ἐδύνατο ποιησάμενοι, ἡμέρας μέν τινας 
κατὰ χώραν αὐτῇ τὸ τοῦ ᾿Αντωνίου σῶμα ταριχευ- 
οὔσῃ διατρῖψαι ἐπέτρεψαν, ἔπειτα δὲ ἐς τὰ βασίλεια 
αὐτὴν ἤγαγον, μήτε τῆς ἀκολουϑίας τι μήτε τῆς ϑε- 
ραπείας τῆς συνήϑους οἵ παραλύσαντες, ὅπως ἔτι καὶ 


ὧϑ 


9: 


12 


ἐϑ 


ςυ 


ἀπ 


οι 


14 11, ΘΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΒ, 8. 724, 


μᾶλλον ἐλπίσῃ τε ὅσα ἐβούλετο καὶ μηδὲν κακὸν ἕαυ- 
τὴν δράσῃ. ἀμέλει καὶ ὀφϑῆναι καὶ διαλεχϑῆναί τι 
τῷ Καίσαρι ἐθελήσασα ἐπέτυχε᾽ καὶ ἵνα γε ἐπὶ 
πλεῖον ἀπατηϑῇ, αὐτὸς ἀφίξεσϑαι πρὸς αὐτὴν ὑπέ- 
ὄχετο. οἶκόν τε οὖν ἐχπρεπὴ καὶ κλίνην πολυτελὴ 
παρασκευάσασα, καὶ προσέτι καὶ ἑαυτὴν ἠμελημένως 
πῶς χοσμήσασα, καὶ γὰρ ἐν τῷ πενϑίμῳ σχήματι 
δεινῶς ἐνέπρεπεν, ἐκαϑέξετο ἐπὶ τῆς κλίνης, πολλὰς 
μὲν εἰκόνας τοῦ πατρὸς αὐτοῦ καὶ παντοδαπὰς πα- 
ραϑεμένη. πάσας δὲ τὰς ἐπιστολὰς τὰς παρ᾽ ἐκείνου 
οὗ πεμῳφϑείσας ἐς τὸν κόλπον λαβοῦσα. καὶ μετὰ 
τοῦτο ἐσελθϑόντος τοῦ Καίσαρος ἀνεπήδησέ τε ἠρυ- 
ϑρασμένη. καὶ ἔφη “χαῖρε. ὦ δέσποτα σοὶ μὲν γὰρ 
τοῦτο ϑεὸς ἔδωκεν, ἐμὲ δὲ ἀφείλετο. ἀλλ᾽ ὁρᾷς μέν 
που καὶ αὐτὸς τὸν πατέρα σου τοιοῦτον οἷος πολλά- 
κις πρὸς ἐμὲ ἐσῆλθεν. ἀκούεις δὲ ὅπως τά τε ἄλλα 
ἐτίμησέ μὲ καὶ δὴ καὶ βασιλέδα τῶν Αἰγυπτίων 
ἐποίησεν. ἵνα δ᾽ οὖν τι καὶ αὐτοῦ ἐκείνου περὶ ἐμοῦ 
πύϑῃ, λάβε καὶ ἀνάγνωϑι τὰ γράμματα ἅ μοι αὐτο- 
χειρίᾳ ἐπέστειλε." ταῦτά τε ἅμα ἔλεγε, καὶ πολλὰ 
καὶ ἐρωτικὰ αὐτοῦ ῥήματα ἀνεγίγνωσκε. καὶ τοτὲ 
μὲν ἔκλαε καὶ τὰς ἐπιστολὰς κατεφίλει, τοτὲ δὲ 
πρὸς τὰς εἰκόνας αὐτοῦ προσέπιπτε καὶ ἐκείνας προσε- 
κύνει. τά τε βλέφαρα ἐς τὸν Καίσαρα ἐπενέκλα, 
καὶ ἐμμελῶς ἀνωλοφύρετο, ϑρυπτιχὸν τέ τι προσ- 
εφϑέγγετο, ἄλλοτε μὲν λέγουσα “ποῦ μοι, Καῖσαρ, 
ταὐτά σου τὰ γράμματα," ἄλλοτε δὲ ὅτι “ἀλλ᾽ ἐν 
τούτῳ καὶ σύ μοι ξῇς. εἶτα αὖϑις “εἴϑε σου προ- 
ετεϑνήκειν," καὶ μάλα αὖϑις “ἀλλὰ καὶ τοῦτον ἔχου- 
σα σὲ ἔχω. τοιαύτῃ τινὶ ποικιλίᾳ καὶ τῶν ῥημάτων 
καὶ τῶν σχημάτων ἐχρῆτο, μελιχρὰ ἄττα καὶ προσ- 
βλέπουσα αὐτῷ καὶ λαλοῦσα. ὁ οὖν Καῖσαρ συνέει 


8. ὺ. 724. μι μι. ΘΑΕΒΑΝ ΘΟΤΑΥΙΑΝΌΝ, 1Ὁ 


μὲν αὐτῆς καὶ παϑαινομένης καὶ πληκχτιξομένης, οὐ 
μέντοι καὶ προσεποιεῖτο; ἀλλ᾽ ἐς τὴν γὴν τοὺς ὀφϑαλ- 
μοὺς ἐρείσας τοῦτο μόνον εἶπε, "ἡ ᾿ϑάρσει, ὦ γύναι, 
καὶ ϑυμὸν ἔχε ἀγαϑόν᾽ οὐδὲν “γὰρ κακὸν πείσῃ." 
περιαλγήσασα οὖν ἐκείνη ὅτι μήτε προσεῖδεν αὐτὴν 
μήτε τι ἣ περὶ τῆς βασιλείας ἢ καὶ ἐρωτικὸν τι 
ἐφθέγξατο, πρός τε τὰ γόνατα αὐτοῦ προσέπεσε καὶ 
ἀνακλαύσασα “᾿ζὴν μέν ἔφη, “Καῖσαρ, οὔτε ἐθέλω 
οὔτε δύναμαι᾽ ταύτην δέ σε τὴν χάριν ἐς τὴν τοῦ 
πατρὸς μνήμην αἰτῶ, ἵν᾽ ἐπειδή μὲ ᾿ἀντωνίῳ μετ᾽ 
ἐχεῖνον ὁ δαίμων παρέδωκε, μετ᾽ αὐτοῦ καὶ ἀποϑά- 
νῶ. εἶϑε μὲν γὰρ ἀπωλώλειν εὐϑὺς τότε μετὰ τὸν 
Καίσαρα᾽ ἐπεὶ δέ μοι καὶ τοῦτο παϑεῖν ἐπέπρωτο, 
πέμψον μὲ πρὸς ᾿Αντώνιον, μηδέ μοι τῆς σὺν αὐτῷ 
ταφῆς φϑονήσῃς, ἵν᾽ ὥσπερ δι᾽ ἐκεῖνον ἀποϑνήσκω, 
οὕτω καὶ ἐν ἄδου αὐτῷ συνοικήσω." 

καὶ ἡ μὲν τοιαῦτα ὡς καὶ ἐλεηϑησομένη ἔλεγε, 
Καῖσαρ δὲ πρὸς μὲν ταῦτα οὐδὲν ἀπεκρίνατο, φοβη- 
ϑεὶς δὲ μὴ ἑαυτὴν διαχρήσηται, ϑαρσεῖν τε αὐτῇ αὖ- 
ϑις παρεκελεύσατο, καὶ οὔτε τὴν ϑεραπείαν αὐτῆς 
ἀφείλετο καὶ ἐν ἐπιμελείᾳ αὐτὴν ἐποιεῖτο, ὕπως οἵ 
τὰ ἐπινέκια ἐπιλαμπρύνῃ. τοῦτό τὸ οὖν ὑποτοπή- 
σασα, καὶ μυρίων ϑανάτων χαλεπώτερον αὐτὸ νομίέ- 
σασα εἶναι. ὄντως τε ἀποθανεῖν ἐπεϑύμησε, καὶ 
πολλὰ μὲν τοῦ Καίσαρος, ὅπως τρόπον τινὰ ἀπόλη- 
ται, ἐδεῖτο, πολλὰ δὲ καὶ αὐτὴ ἐμηχανᾶτο. ἐπεὶ δ᾽ 
οὐδὲν ἐπέραινε, μεταγιγνώσκειν τε ἐπλάσατο ὡς καὶ 
ἐλπέδα πολλὴν μὲν καὶ ἐς ἐκεῖνον πολλὴν δὲ καὶ ἐς 
τὴν Λιουίαν ἔχουσα, καὶ ἑκουσία τὲ πλεύσεσϑαι 
ἔλεγε, καὶ κόσμους τινὰς ἀποϑέτους ἐς δῶρα ἡτοι- 
μάξετο, 8[ πως πίστιν ἐκ τούτων μὴ τεϑνήξειν λα- 
βοῦσα ἧττόν τε τηρηϑείη καὶ ἑαυτὴν ἐξεργάσαιτο. ὃ 


Οὺ 


- 


" 


Ε] 


8 


τι 


14 


τῷ 


ςΡ 


16 Χμω}1. ΟΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΞΝ, 8, ἃ, 724. 


καὶ ἐγένετο. ἐπειδὴ γὰρ οἵ τε ἄλλοι καὶ ὁ Ἐπαφρό- 
διτος. ὥὦπερ ἐπετέτραπτο, πιστεύσαντες ταῦϑ᾽ ὡς 
ἀληϑῶς φρονεῖν, τῆς ἀκριβοῦς φυλακῆς ἠμέλησαν, 
παρεσκευάξετο ὅπως ὡς ἀλυπότατα ἀποϑάνῃ. καὶ 
γραμματεῖον. τι, δι᾿ οὗ ἐδεήϑη τοῦ Καίσαρος ἵ ἵνα αὖ- 
τὴν μετὰ τοῦ ᾿Αντωνίου ταφῆναι κελεύσῃ, αὐτῷ τῷ 
Ἐπαφροδίτῳ σεσημασμένον, ὅπως προφάσει τῆς ἀπο- 
κομιδῆς αὐτοῦ ὡς καὶ ἄλλο τι ἔχοντος ἐκποδών οἱ 
γένηται, δοῦσα ἔργου εἴχετο. τήν τε γὰρ ἐσθῆτα τὴν 
περικαλλεστάτην ἐνδῦσα καὶ ἑαυτὴν εὐπρεπέστατα 
εὐθετήσασα, τὸ τε σχῆμα τὸ βασιλικὸν πᾶν ἀναλα- 
βοῦσα. ἀπέθανε. καὶ τὸ μὲν σαφὲς οὐδεὶς οἶδεν ᾧ 
τρόπῳ διεφϑάρη᾽ κεντήματα γὰρ λεπτὰ περὶ τὸν 
βραχίονα αὐτῆς μόνα εὑρέϑη᾽ λέγουσι δὲ οἱ μὲν ὅτι 
ἀσπίδα ἐν ὑδρίᾳ ἢ καὶ ἐν ἄνϑεσί τισιν ,ἐσκομισϑεῖς- 
σάν οἵ προσέϑετο, οἵ δὲ ὅτι βελόνην, ἡ τὰς τρέχας 
ἀνεῖρεν, ἰῷ τινι» δύναμιν τοιαύτην ἔχοντι ὥστε ἄλ- 
λως μὲν μηδὲν τὸ σώμα βλάπτειν, ἂν δ᾽ αἵματος καὶ 
βραχυτάτου ἄψηται, καὶ τάχιστα καὶ ἀλυπότατα αὐτὸ 
φϑείρειν. χρίσασα τέως μὲν αὐτὴν ἐν τῇ κεφαλῇ 
ἐφόρει ὥσπερ εἰώϑει, τότε δὲ προκατανύξασά ᾿ τι τὸν 
βραχίονα ἐς τὸ αἷμα ἐνέβαλεν. οὕτω μέν, ἢ ὅτι ἐγ- 
γύτατα, μετὰ τῶν δύο ϑεραπαινῶν ἀπώλετο" ὃ γὰρ 
εὐνοῦχος ἅμα τῷ συλληφϑῆναι αὐτὴν τοῖς τε ἔρπε- 
τοῖς ἑαυτὸν ἐθελοντὴς παρέδωκε, καὶ δηχϑεὶς ὑπ᾽ 
αὐτῶν ἐς σορὸν προπαρεσκευασμένην οἱ ἐσεπεπηδή- 
κει. ἀκούσας δὲ ὁ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξ- 
ἑπλάγη, καὶ τὸ τε σώμα αὐτῆς εἶδε, καὶ φάρμακα 
αὐτῷ καὶ ψύλλους, εἶ πως ἀνασφήλειε, προσήνεγκεν. 
οἷ ὃὲ δὴ ψύλλοι οὗτοι ἄνδρες μέν εἶσι, γυνὴ γὰρ οὐ 
γίγνεται ψύλλα, δύνανται δὲ πάντα τε ἰὸν παντὸς 
ἑρπετοῦ παραχρῆμα, πρὶν ϑνήσκειν τινά, ἐκμυξᾶν, 


8. 0 2724. Ιω{ω ΘΑΕΒΑᾺΒ ΟΟΤΑΥΝΙΑΝΌΞΒ. 17 


καὶ αὐτοὶ μηδὲν ὑπὸ μηδενὸς αὐτῶν δηχϑέντες βλά- 
σιτεσϑαι. φύονται δὲ ἐξ ἀλλήλων, καὶ δοκιμάξουσι 
᾿ ὔ ὰ 2.» ’ 3 κ 

τὰ γεννηθέντα ἤτοι μὲτ ὀφεῶν που εὐϑὺς ἐιβλη- 
ϑέντα, ἢ καὶ τῶν σπαργάνων αὐτῶν ἐπιβληϑέντων 
σφίσιν" οὔτε γὰρ τῷ παιδίῳ τι λυμαίνονται, καὶ ὑπὸ 
τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσι. τοῦτο μὲν τοιοῦτόν ἐστιν, 

- Α ᾿ ὡ , ’ Ε ΄ 
ὁ δὲ δὴ Καῖσαρ μηδενα τρόπον ἀναβιώσασϑαι τὴν 
Κλεοπάτραν δυνηϑεὶς ἐκείνην μὲν καὶ ἐθαύμασε καὶ 
ἠλέησεν, αὐτὸς δὲ ἰσχυρῶς ἐλυπήϑη ὡς καὶ πάσης 

-τῆς ἐπὶ τῇ νίκῃ δόξης ἐστερημένος. 

᾿Αντώνιος μὲν δὴ καὶ Κλεβοπάτρα, πολλῶν μὲν 

»- -» Ἁ Α ἰν , -" 
τοῖς Αἰγυπτέοις πολλῶν δὲ καὶ τοῖς Ῥωμαίοις κακῶν 
αἴτιοι γενόμενοι, οὕτω τε ἐπολέμησαν καὶ οὕτως ἐτε- 
λεύτησαν, ἔν τε τῷ αὐτῷ τρόπῳ ἐταριχεύϑησαν, κἀν 
τῇ αὐτῇ ϑήκῃ ἐτάφησαν. ἔσχον δὲ τήν τὲ φύσιν τῆς 


ψυχῆς καὶ τὴν τύχην τοῦ βίου τοιάνδε. ὁ μὲν σὑνεϊ- 


ναί τε τὸ δέον οὐδενὸς ἥσσων ἐγένετο καὶ πολλὰ 
ἀφρόνως ἔπραξεν, ἀνδρείᾳ τε ἔν τισι διέπρεψε καὶ 
ὑπὸ δειλίας συχνὰ ἐσφάλη, τῇ τὲ μεγαλοψυχία καὶ 
τῇ δουλοπρεπείᾳ ἐξ ἴσου ἐχρῆτο, καὶ τά τε ἀλλότρια 
ἤρπαξε καὶ τὰ οἰκεῖα προΐετο, ἠλέει τε ἀλόγως συχ- 
νοὺς καὶ ἐκόλαξεν ἀδίκως πλείονας κἀκ τούτων 
ἰσχυρότατός τε ἐξ ἀσϑενεστάτου καὶ πλουσιώτατος 
ἐξ ἀπορωτάτου γενόμενος οὐδετέρου αὐτῶν ἀπώνατο. 
ἀλλὰ καὶ τὸ κράτος τὸ τῶν Ρωμαίων μόνος ἕξειν ἐλ- 
πίσας αὐτὸς ἑαυτὸν ἀπέκτεινε. Κλεοπάτρα δὲ ἄπλη- 
στος μὲν ᾿ἀφροδίτης ἄπληστος δὲ χρημάτων γενομένη. 
καὶ πολλῇ μὲν φιλασιμίᾳ φιλοδόξῳ, πολλῇ δὲ καὶ πε- 
ριφρονήσει ϑρασείᾳ χρησαμένη, τήν τε βασιλείαν 
τὴν τῶν Αἰγυπτίων ὑπ᾽ ἔρωτος ἐκτήσατο. καὶ τὴν 
τῶν Ῥωμαίων λήψεσϑαι δι᾽ αὐτοῦ ἐλπίσασα ταύτης 
τε ἐσφάλη καὶ ἐκείνην προσαπώλεσε, δύο τε ἀνδρῶν 
ὍΙΟ ΟΑΒΒΊΒ, 111 2 


ῶι 


-"- 
“- 


" 


ων 


κα 


[21] 


Φ: 


-ι 


10 


18 {μι μὲ. ΘΛΕΒΑᾺ ΘΟΤΑΥΙΑΝΌΒ. ἃ. α. 724. 


ς ,’ - 3 , 
Ῥωμαίων τῶν καϑ' ἑαυτὴν μεγίστων κατεχράτησε, 


καὶ διὰ τὸν τρίτον ἑαυτὴν κατεχρήσατο. 

οὗτοι μὲν δὴ τοιοῦτοί τε ἐγένοντο καὶ οὕτως 
ἀπήλλαξαν᾽ τῶν δὲ δὴ παίδων αὐτῶν ἄντυλλος μέν, 
καίτοι τήν τὲ τοῦ Καίσαρος ϑυγατέρα ἠγγυημένος 
καὶ ἐς τὸ τοῦ πατρὸς αὐτοῦ ἡρῷον, ὃ ἡ Κλεοπάτρα 
ἐπεποιήκει., καταφυγών, εὐθὺς ἐσφάγη., Καισαρίων 
δὲ ἐς Αἰϑιοπίαν φεύγων κατελήφϑη τὲ ἐν τῇ ὁδῷ 
καὶ διεφρϑάρη. ἡ δὲ Κλεοπάτρα Ἰούβαᾳ τῷ τοῦ ἸΙού- 
βου παιδὶ συνῴκησε᾽ τούτῳ γὰρ ὁ Καῖσαρ τραφέντι 
τὲ ἐν τῇ Ἰταλίᾳ καὶ συστρατευσαμένῳ οἵ ταύτην τε 
καὶ τὴν βασιλείαν τὴν πατρῴαν ἔδωκε, καὶ αὐτοῖς 
καὶ τὸν ᾿Δλέξανδρον καὶ τὸν Πτολεμαῖον ἐχαρίσατο. 
ταῖς τε ἀδελφιδαῖς, ἃς ἐκ τοῦ ᾿Αἀντωνίου ἡ Ὀκταουία 
ἀνήρητό τε καὶ ἐτετρόφει, χρήματα ἀπὸ τῶν πατρῴων 
ἀπένειμξ. καὶ τῷ Ἰούλῳ τῷ τοῦ ᾿ἀντωνίου τῆς τὲ 
Φουλουίας υἱεῖ τοὺς ἐξελευϑέρους αὐτοῦ πάνϑ'᾽ ὅσα 
τελευτῶντάς σφας καταλιπεῖν αὐτῶ κατὰ τοὺς νό- 
μους ἔδει, παραχρῆμα δοῦναι ἐκέλευσε. τῶν τε ἄλ- 
λῶν τῶν τὰ τοῦ ᾿Δντωνίου μέχρι τότε πραξάντων 
τοὺς μὲν ἐκόλασε τοὺς δὲ ἀφῆκεν, ἢ δι᾿ ἑαυτὸν ἢ 
διὰ τοὺς φίλους. ἐπειδή τε συχνοὶ παρ᾽ αὐτῷ καὶ 
δυναστῶν καὶ βασιλέων παῖδες οἱ μὲν ἐφ᾽ ὁμηρδίᾳ 
οἱ δὲ καὶ ἐφ᾽ ὕβρει τρεφόμενοι εὑρέϑησαν, τοὺς μὲν 
οἴκαδε αὐτῶν ἀπέστειλε, τοὺς δὲ ἀλλήλοις συνῴκι- 


ς σεν. ἑτέρους τε κατέσχεν. ὧν ἐγὼ τοὺς μὲν ἄλλους 


8 


ἐάσω, δύο δὲ δὴ μόνον ὀνομαστὶ μνησϑήσομαι᾽ τὴν 
μὲν γὰρ Ἰωτάπην τῷ “Μήδῳ καταφυγόντι μετὰ τὴν 
ἧτταν πρὸς αὐτὸν ἑκὼν ἀπέδωκε, τῷ δ᾽ ᾿ἀρτάξῃ τοὺς 
ἀδελφοὺς καίπερ αἰτήσαντι οὐκ ἔπεμψεν. ὅτι τοὺς 
ὑπολειφϑέντας ἐν τῇ ᾿Δἀρμενίᾳ Ῥωμαίους ἀπεκτόνει. 

περὶ μὲν δὴ τοὺς ἄλλους τοιαῦτα ἐγίγνετο, τῶν 


8. ἃ, 724, :.11. ΘΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΙΙΚ, 19 


δὲ Αἰγυπτίων τῶν τε ᾿4λεξανδρέων πάντων ἐφείσατο 
[κὰ .] 4 ᾿ Ἀ 3 Ἀ χὰ 3 ϑῳω» 

ὥστε μη διολέσαι τινὰ, τὸ μὲν ἀληϑὲς οτι οὐκ ἠξίωσε 
τοσούτους τε αὐτοὺς ὄντας καὶ χρησιμωτάτους τοῖς 
Ῥωμαίοις ἐς πολλὰ ἂν γενομένους ἀνήκεστον τι δρᾶ- 
σαι᾿ πρόφασιν δὲ ὅμως προυβάλλετο τόν τε ϑεὸν τὸν 
Σάραπιν καὶ τὸν ᾿Δ4λέξανδρον τὸν οἰκιστὴν αὐτῶν, 


’ » ᾿ ’ ἕξ - ’ὕ 
καὶ τρίτον ἄρειον τὸν πολίτην, ᾧ που φιλοσοφοῦντί 


τε καὶ συνόντι οἵ ἐχρῆτο. καὶ τόν γε λόγον δι᾽ οὗ 
συνέγνω σφίσιν, ἑλληνιστέ, ὅπως συνῶσιν αὐτοῦ, 
εἶπε. καὶ μετὰ ταῦτα τὸ μὲν τοῦ ᾿4λεξάνδρου σώμα 
εἶδε, καὶ αὐτοῦ καὶ προσήψατο, ὥστε τι τῆς ῥινός, 
ὥς φασι, ϑραυσϑῆναι᾽ τὰ δὲ δὴ τῶν Πτολεμαίων, 
καίτοι τῶν ᾿Δλεξανδρέων σπουδῇ βουληϑέντων αὐτῷ 
δεῖξαι, οὐκ ἐθεάσατο, εἰπὼν ὅτι βασιλέα ἀλλ᾽ οὐ νε- 
χροὺς ἰδεῖν ἐπεθύμησα. κἀκ τῆς αὐτῆς ταύτης αἰτίας 
οὐδὲ τῷ "άπιδι ἐντυχεῖν ἠϑέλησε, λέγων ϑεοὺς ἀλλ᾽ 
οὐχὶ βοῦς προσκυνεῖν εἰϑέσϑαι. ἐκ δὲ τούτου τήν τε 
Αἴγυπτον ὑποτελῆ ἐποίησε καὶ τῷ Γάλλῳ τῷ Κορνη- 
λίῳ ἐπέτρεψε᾽ πρός τὲ γὰρ τὸ πολύανδρον καὶ τῶν 
πόλεων καὶ τῆς χώρας, καὶ πρὸς τὸ ῥάδιον τό τε κοῦ- 
φον τῶν τρόπων αὐτών,. τήν τὲ σιτοπομπίαν καὶ τὰ 
χρήματα. οὐδενὶ βουλευτῇ οὐχ ὅπως ἐγχειρίσαι αὐ- 
τὴν ἐτόλμησεν, ἀλλ᾽ οὐδὲ ἐνεπιδημεῖν αὐτῇ ἐξουσίαν 
ἔδωκεν. ἂν μή τινι αὐτὸς ὀνομαστὶ συγχωρήσῃ. οὐ 
μέντοι οὐδὲ ἐκείνοις βουλεύειν ἐν τῇ Ῥώμῃ ἐφῆκεν. 
ἀλλὰ τοῖς μὲν ἄλλοις ὡς ἑκάστοις, τοῖς δ᾽ ᾿4λεξαν- 
δρεῦσιν ἄνευ βουλευτῶν πολιτεύεσθαι ἐκέλευσε" το- 
σαύτην που νεωτεροποιίαν αὐτῶν κατέγνω. καί σφων 
οὕτω τότε ταχϑέντων τὰ μὲν ἄλλα καὶ νῦν ἰσχυρῶς 
φυλάσσεται, βουλεύουσι δὲ δὴ καὶ ἐν τῇ ᾿4λεξαν- 
δρείᾳ, ἐπὶ Σεουήρου αὐτοκράτορος ἀρξάμενοι, καὶ ἔν 
» ἊΝ 


ΠΡ 


οι 


17 


ἐῷ 


φ΄ι 


ῳὩ 


ὡς 


Ἄ 


20 .11. ΘΑΕΒΑΒ ΟΟΤΑΥΓΑΝΌΞΒ. ἃ. 724, 


τῇ Ῥώμῃ, ἐπ᾽ ᾿Ἄντωνίνου τοῦ υἱέος αὐτοῦ πρῶτον ἐς 
τὴν γερουσίαν ἐσγραφέντες. 

Αἴγυπτος μὲν οὕτως ἐδουλώϑη᾽ πάντες γὰρ οἵ 
ἀντισχόντες αὐτῶν χρόνον τινὰ ἐχειρώϑησαν, ὥς που 
καὶ τὸ δαιμόνιόν σφισιν ἐναργέστατα προέδειξεν. 
σέ τε γὰρ οὐχ ὕπως ὕδατι, ἔνϑα μηδὲ ἐψέκασέ ποτε, 
ἀλλὰ καὶ αἵματι" ταῦτά τε ἅμα ἐκ τῶν νεφῶν ἐξέπι- 
πτὲ καὶ ὅπλα παρεφαίνετο. κτυπήματά τέ τινα ἕτέ- 
ρῶϑι καὶ τυμπάνων καὶ κυμβάλων καὶ βοήματα καὶ 
αὐλῶν καὶ σαλπίγγων ἐγίγνετο, καί τιβ δράκων ὑπερ- 
μεγέϑης ἐξαίφνης. σφίσιν ὀφϑεὶς ἀμήχανον ὅσον ἐξ- 
ἐσύρισε. κἀν τούτῳ καὶ ἀστέρες κομῆται ἑωρῶντο, 
καὶ νεκρῶν εἴδωλα ἐφαντάξετο, τά τὲ ἀγάλματα ἐσκυ-. 
ϑρώπασε, καὶ ὁ πις ὀλοφυρτικόν τι ἐμυκήσατο καὶ 
κατεδάκρυσε. 

ταῦτα μὲν οὕτως ἐγένετο, χρήματα δὲ πολλὰ μὲν 
ἐν τῷ βασιλικῷ εὐρέϑη, πάντα γὰρ ὡς εἰπεῖν καὶ τὰ 
ἐκ τῶν ἁγιωτάτων ἱερῶν ἀναϑήματα ἡ Κλεοπάτρα 
ἀνελομένη συνεπλήϑυσε, τὰ λάφυρα τοῖς Ῥωμαίοις 
ἄνευ τινὸς οἰκείου αὐτῶν μιάσματος, πολλὰ δὲ καὶ 
παρ᾽ ἕκάστου τῶν αἰτιαϑέντων τι ἠϑροίσϑη. καὶ 
χωρὶς οἵ λοιποὶ πάντες, ὅσοι μηδὲν ἴδιον ἔγκλημα 
λαβεῖν ἐδύναντο, τὰ δύο μέρη τῶν οὐσιῶν ἠτήϑησαν. 
καὶ ἀπ᾿ αὐτῶν πάντες μὲν οἷ στρατιῶται τὰ ἐποφει- 
λόμενά σφισιν ἐκομίσαντο, οἵ δὲ δὴ καὶ τότε τῷ Καί- 
σαρι συγγενόμενοι πεντήκοντα καὶ διακοσίας δραχ- 
μάς. ὥστε μὴ διαρπάσαι τὴν πόλιν, προσεπέλαβον. 
τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς 
συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ 
τῶν ἱππέων πάμπολλα ἐδόϑη. τό τε σύμπαν ἢ τὲ 
ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσϑη καὶ τὰ ἱερὰ αὐτῶν 
ἐκοσμήϑη. 


ἃ. ἃ, 124. , 1, ΘΟΑΛΕΒΑΝ ΟΥὐΤΑΥΙΑΝΌΒ, 21 


ὁ δ᾽ οὖν Καῖσαρ ὡς τά τε προειρημένα ἔπραξε, 
καὶ ἈΝ καὶ ἐκεῖ ἐν τῷ τῆς “μάχης χωρίῳ συν- 
ὠκισε, καὶ τὸ ὄνομα καὶ τὸν ἀγῶνα αὐτῇ ὁμοίως τῇ 
προτέρᾳ δούς, τάς τε διώρυχας τὰς μὲν ἐξεκάϑηρε 
τὰς δὲ ἐκ καινῆς διώρυξε, καὶ τἄλλα τὰ προσήκοντα 
προσδιώκησεν, ἔς τὲ τὴν ᾽4σίαν τὸ ἔϑνος διὰ τῆς Συ- 
φίας ἦλϑε. κἀνταῦϑα παρεχείμασε, τά τὲ τῶν ὑπη- 
κύων ὡς ἕκαστα καὶ τὰ τῶν Πάρϑων ἅμα καϑιστά- 
μενος. στασιασάντων γὰρ αὐτῶν καί τινος Τιριδά- 
του τῷ Φραάτῃ ἐπαναστάντος, πρότερον μέν. καὶ 
ἕως ἔτι τὰ τοῦ ᾿ἀντωνίου καὶ μετὰ τὴν ναυμαχίαν 
ἀνϑειστήκει. οὐχ ὅσον οὐ προσέϑετό τῷ αὐτῶν συμ- 
μαχίαν αἰτησάντων, ἀλλ᾽ οὐδὲ ἀπεκρίνατο ἄλλο οὐ- 
δὲν ἢ ὅτι βουλεύσεται, πρόφασιν μὲν ὡς καὶ περὶ 
τὴν Αἴγυπτον ἀσχολίαν ἔχων, ἔργῳ δὲ ἵν᾽ ἐκτρυχω- 
ϑεῖεν ἐν τούτῳ μαχόμενοι πρὸς ἀλλήλους. τότε δὲ 
ἐπειδὴ ὃ τε ᾿ἀντώνιος ἐτελεύτησε, καὶ ἐκείνων ὁ μὲν 
Τιριδάτης ἡττηϑεὶς ἐς τὴν Συρίαν κατέφυγεν. ὁ δὲ 
Φραάτης κρατήσας πρέσβεις ἔπεμψε. τούτοις τὲ φι- 
λικῶς ἐχρημάτισε, καὶ τῷ Τιριδάτῃ βοηϑήσειν μὲν 
οὐχ ὑπέσχετο, διαιτᾶσϑαι δὲ ἐν τῇ Συρίᾳ ἐπέτρεψεν, 
υἱόν τέ τινα τοῦ Φραάτου ἐν εὐεργεσίας μέρει παρ᾽ 
αὐτοῦ λαβὼν ἔς τε τὴν Ῥώμην ἀνήγαγε καὶ ἐν ὁμη- 
ρείᾳ ἐποιήσατο. 

ἐν δὲ τούτῳ καὶ ἔτι πρότερον συχνὰ μὲν καὶ ἐπὶ 
τῇ τῆς ναυμαχίας νίκῃ οὗ ἐν οἴκῳ Ῥωμαῖοι ἐψηφί- 
σαντο. τά τε γὰρ νικητήρια αὐτῷ, ὡς καὶ τῆς Κλεο- 
πάτρας. καὶ ἁψῖδα τροπαιοφύρον ἔν τὲ τῷ Βρεντε- 
σίῳ καὶ ἑτέραν ἐν τῇ Ῥωμαίᾳ ἀγορᾷ ἔδωκαν᾽ τήν τε 


18 


2 


19 


κρηπῖδα τοῦ ἸΙουλιείου ἡρῴου τοῖς τῶν αἰχμαλωτί- 


δὼν νεῶν ἐμβόλοις κοσμηϑῆναι, καὶ πανήγυρίν οἵ 
πεντετηρίδα ἄγεσθαι. ἔν τε τοῖς γενεϑλίοις αὐτοῦ 


μὰ 


ζ9 


. 


29 11. ΘΛΕΘΑΒ ΟΟΤΑΥΙΑΝ 5. δια, 724. 


καὶ ἐν τῇ τῆς ἀγγελίας τῆς νίκης ἡμέρα ἵερομηνίαν 
εἶναι, καὶ ἐς τὴν πόλιν ἐσιόντι αὐτῷ τάς τε ἱερείας 
τὰς ἀειπαρϑένους καὶ τὴν βουλὴν τὸν τὲ δῆμον μετά 
τε τῶν γυναικῶν καὶ μετὰ τῶν τέκνων ἀπαντῆσαι 
ἔγνωσαν. τὰς γὰρ εὐχὰς τάς τε εἰκόνας καὶ τὴν προ- 
εδρίαν καὶ τἄλλα τὰ τοιουτότροπα περιττόν ἐστιν 
ἤδη λέγειν. τὴν μὲν οὖν πρώτην ἐκείνῳ τε ταῦτ᾽ 
ἐψηφίσαντο, καὶ τὰ τοῦ ᾿Αἀντωνίου κοσμήματα τὰ μὲν 
καϑεῖλον τὰ δ᾽ ἀπήλειψαν, τήν τε ἡμέραν ἐν ἡ ἐγε- 
γέννητο μιαρὰν ἐνόμισαν, καὶ τὸ τοῦ Μάρκου πρόσ- 
ρῆμα ἀπεῖπον μηδενὶ τῶν συγγενῶν αὐτοῦ εἶναι. 
ὡς μέντοι καὶ τεϑνεῶτα αὐτὸν ἐπύϑοντο, ἠγγέλϑη δὲ 
τοῦτο Κικέρωνος τοὺ Κικέρωνος παιδὸς ἐν μέρει τοῦ 
ἔτους ὑπατεύοντος. τοῦτό τέ τινες ὡς οὐκ ἀϑεεὶ δὴ 
συμβὰν ἐλάμβανον. ἐπειδήπερ ὁ πατὴρ αὐτοῦ ὑπὸ 
τοῦ ᾿Αντωνίου ὅτι μάλιστα ἐτεϑνήκει, καὶ προσεψη- 
φίσαντο τῷ Καίσαρι καὶ στεφάνους καὶ ἱερομηνίας 
πολλάς, καὶ αὐτῷ καὶ ἕτερα ἐπινίκια ὡς καὶ τῶν 4{- 
γυπτίων ἀγαγεῖν ἔδοσαν᾽ τὸν γὰρ ᾿Αντώνιον καὶ 
τοὺς ἄλλους Ῥωμαίους τοὺς σὺν ἐκείνῳ νικηϑέντας 
οὔτε πρότερον οὔτε τότε, ὡς καὶ ἑορτάζειν σφᾶς ἐπ᾽ 

αὐτοῖς δέον, ὠνόμασαν. τήν τὲ ἡμέραν ἐν ἡ ἡ ᾽άλε- 
ξάνδρεια ἑάλω, ἀγαϑήν τε εἶναι καὶ ἐς τὰ ἔπειτα ἔτη 
ἀρχὴν τῆς ἀπαριϑμήσεως αὐτῶν νομίξεσϑαι, καὶ τὸν 
Καίσαρα τήν τε ἐξουσίαν τὴν τῶν δημάρχων διὰ 
βίου ἔχειν, καὶ τοῖς ἐπιβοωμένοις αὐτὸν καὶ ἐντὸς 
τοῦ πωμηρίου καὶ ἔξω μέχρις ὀγδόου ἡμισταδίου 
ἀμύνειν. ὃ μηδενὶ τῶν δημαρχούντων ἐξῆν. ἔκκλη- 
τόν τε δικάξειν, καὶ ψῆφόν τινα αὐτοῦ ἐν πᾶσι τοῖς 
δικαστηρίοις ὥσπερ ᾿Αϑηνᾶς φέρεσϑαι. τούς τε ἴε- 
θέας καὶ τὰς ἱερείας ἐν ταῖς ὑπέρ τετοῦ δήμου καὶ 
τῆς βουλῆς εὐχαῖς καὶ ὑπὲρ ἐκείνου ὁμοίως εὔχεσϑαι, 


ἃ.ὦ. 1325. ι.. 1. ΟΑΕΒΑΝ ΟΥΤΑΥΙΑΝΙΝ, 29 


καὶ ἐν τοῖς συσσιτίοις οὐχ ὅτι τοῖς κοινοῖς ἀλλὰ καὶ 
τοῖς ἰδίοις πάντας αὐτῷ σπένδειν ἐκέλευσαν. 

τότε μὲν δὴ ταῦτ᾽ ἐγνώσθη, ὑπατεύοντος δ᾽ αὐ- 20 
τοῦ τὸ πέμπτον μετὰ Σέξτου ᾿Ἵπουληίου τά τὲ πραχ- 155 
ϑέντα ὑπ᾽ αὐτοῦ πάντα ἐν αὐτῇ τῇ τοῦ Ἰανουαρίου 
νουμηνίᾳ ὅρκοις ἐβεβαιώσαντο, καὶ ἐπειδὴ καὶ τὰ 
περὶ τῶν Πάρϑων γράμματα ἤλϑεν, ἔς τε τοὺς ὕμνους 
αὐτὸν ἐξ ἴσου τοῖς ϑεοῖς ἐσγράφεσϑαι. καὶ φυλὴν 
Ἰουλίαν ἐπ᾿ αὐτοῦ ἐπονομάξεσϑαι, τῷ τε στεφάνῳ 
αὐτὸν τῷ ἐπινικίῳ διὰ πασῶν τῶν πανηγύρεων χρῆ- 
σϑαι, καὶ τοὺς συννικήσαντάς οἱ βουλευτὰς ἐν περι- 
πορφύροις ἱματίοις τὴν πομπὴν αὐτῷ συμπέμψαι, 
τήν τὲ ἡμέραν ἐν ἡ ἂν ἐς τὴν πόλιν ἐσέλθῃ ϑυσίαις 
τε πανδημὶ ἀγαλϑῆναι καὶ ἱερὰν ἀεὶ ἄγεσϑαι, ἱερέας 
τε αὐτὸν καὶ ὑπὲρ τὸν ἀριϑμόν, ὅσους ἂν ἀεὶ ἐϑε- 
λήσῃ, αἱρεῖσθαι προσκατεστήσαντο᾽ ὅπερ που ἐξ 
ἐκείνου παραδοϑὲν ἐς ἀόριστον ἐπηυξήϑη, ὥστε μη- 
δὲν ἔτι χρῆναί μὲ περὶ τοῦ πλήϑους αὐτῶν ἀκριβο- 
λογεῖσϑαι. ὁ οὖν Καῖσαρ τὰ μὲν ἄλλα πλὴν βρα- 
χέων ἐδέξατο, τὸ δὲ δὴ σύμπαντας αὐτῷ τοὺς ἐν τῇ 
πόλει ὄντας ἀπαντῆσαι παρῃτήσατο ἄντικρυς μὴ 
γενέσθαι. πλεῖστον δὲ ὅμως ὑπὲρ πάντα τὰ ψηφι- 
σϑέντα οἱ ὑπερήσϑη ὅτι τάς τε πύλας τὰς τοῦ Ἰανοῦ 
ὡς καὶ πάντων σφίσι τῶν πολέμων παντελῶς πεπαυ- 
μένων ἔκλεισαν, καὶ τὸ οἰώνισμα τὸ τῆς Ὑγιείας 
ἐποίησαν καὶ γὰρ τότε δι᾿ ἅπερ εἶπον διελέλειπτο. 
ἦσαν μὲν γὰρ ἐν ὅπλοις ἔτι καὶ Τρηούιροι Κελτοὺς 
ἐπαγαγόμενοι καὶ Κάνταβροι καὶ Οὐακκαῖοι καὶ ΄4στυ- 
ρες΄᾽ καὶ οὗτοι μὲν ὑπὸ τοῦ Ταύρου τοῦ Στατιλίου, 
ἐκεῖνοι δὲ ὑπὸ Νωνίου Γάλλου κατεστράφησαν᾽ ἄλλα 
τε ὡς καϑ᾽ ἑκάστους ταραχώδη συχνὰ ἐγίγνετο. ἀλλ᾽ 
ἐπειδὴ μηδὲν μέγα ἀπ᾿ αὐτῶν συνηνέχϑη, οὔτε ἐκεῖ- 


[Ω 


ἴσο 


"-»ὄ 


οι 


Φ: 


.1 


[“ 4] 


[:.] 


2] 


[.»} 


24 ..}1}, ΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΝ. 8.ι.., 720, 


νοι τότε πολεμεῖσθαι ἐνόμιξον οὔτε ἐγὼ ἐπιφανές τι 
περὶ αὐτῶν γράψαι ἔχω. Καῖσαρ δὲ ἐν τούτῳ τά τε 
ἄλλα ἐχρημάτιξε, καὶ τεμένη τῇ τε Ῥώμῃ καὶ τῷ 
πατρὶ τῷ Καίσαρι; ἥρωα αὐτὸν Ἰούλιον ὀνομάσας, 
ἔν τὲ Ἐφέσῳ καὶ ἐν Νικαία γενέσϑαι ἐφήκεν᾽ αὗται 
γὰρ τότε αἷ πόλεις ἔν τε τῇ ᾿Ασίᾳ καὶ ἐν τῇ Βιϑυνίᾳ 
προετετίμηντο. καὶ τούτους μὲν τοῖς Ῥωμαίοις τοῖς 
παρ᾽ αὐτοῖς ἐποικοῦσι τιμᾶν προσέταξε᾽ τοῖς δὲ δὴ 
ξένοις, Ἕλληνας σφας ἐπικαλέσας. ἑαυτῷ τινα, τοῖς 
μὲν ᾿Ασιανοῖς ἐν Περγάμῳ τοῖς δὲ Βιϑυνοῖς ἐν Νι- 
κομηδείᾳ, τεμενίσαι ἐπέτρεψε. καὶ τοὐτ᾽ ἐκεῖϑεν 
ἀρξάμενον καὶ ἐπ᾿ ἄλλων αὐτοκρατόρων οὐ μόνον ἐν 
τοῖς Ἑλληνικοῖς ἔϑνεσιν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις 
ῦσα τῶν Ῥωμαίων ἀκούει, ἐγένετο. ἐν γάρ τοι τῷ 
ἄστει αὐτῷ τῇ τε ἄλλῃ Ἰταλίᾳ οὐκ ἔστιν ὅστις τῶν 
καὶ ἐφ᾽ ὁποσονοῦν λόγου τινὸς ἀξίων ἐτόλμησε τοῦτο 
ποιῆσαν᾽ μεταλλάξασι μέντοι κανταῦϑα τοῖς ὀρϑῶς 
αὐταρχήσασιν ἄλλαι τε ἰσόϑεοι τιμαὶ δέδονται καὶ 
δὴ καὶ ἡρῷα ποιεῖται. 

ταῦτα μὲν ἐν τῷ χειμῶνι ἐγένετο, καὶ ἔλαβον 
καὶ οἱ Περγαμηνοὶ τὸν ᾿ἀγῶνα ἱερὸν ὠνομασμένον 
ἐπὶ τῇ τοῦ ναοῦ αὐτοῦ τιμῇ ποιεῖν. τοῦ δὲ δὴ ϑέ- 
ρους ἔς τε τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν ὁ Καῖσαρ 
ἐπεραιώϑη, καὶ αὐτοῦ ἐς τὴν πόλιν ἐσελϑόντος οἵ τὲ 
ἄλλοι ἔϑυσαν, ὥσπερ εἴρηται, καὶ ὁ ὕπατος Οὐαλέριος 
Ποτῖτος᾽ ἐκεῖνος μὲν γὰρ. καὶ τοῦτο πᾶν τὸ ἔτος, 
ὥσπερ καὶ τὰ δύο τὰ πρότερα, ὑπάτευσε, τὸν δὲ 
δὴ Σέξτον ὁ ο Ποτῖτος διεδέξατο. οὗτος οὖν δημοσία 
καὶ αὐτὸς ὑπέρ τε τοῦ δήμου καὶ ὑπὲρ τῆς βουλῆς 
ἐπὶ τῇ τοῦ Καίσαρος ἀφίξει ᾿ἐβουϑύτησεν᾽ ὃ μήπω 
πρότερον ἐπὶ μηδενὸς ἄλλου ἐγεγόνει. μετὰ δὲ τοῦτο 
τούς τε ὑποστρατήγους καὶ ἐπήνεσε καὶ ἐτίμησεν 


ω..}. ΘΛΕΒΑΒ ΟΟΤΑΥΙΑΝΙΝ, 20 


ὩΣ 
- 
“ἢ 
τῷ 
ὅπ 


ὥσπερ εἴϑιστο. καὶ τὸν τε ᾿Αἀγρίππαν ἄλλοις τέ τισι 
καὶ σημείῳ κυανοειδεῖ ναυκρατητικῷ προδσεπεσέμνυνε, 
καὶ τοῖς στρατιώταις ἔδωκέ τινα τῷ τε δήμῳ καϑ᾽ 
ἑχατὸν δραχμάς, προτέροις μὲν τοῖς ἐς ἄνδρας τελοῦ- 
σιν. ἔπειτα δὲ καὶ τοῖς παισὶ διὰ τὸν Μάρκελλον τὸν 
ἀδελφιδοῦν, διένειμε. καὶ ἐπέ τὲ τούτοις, καὶ ὅτι 
παρὰ τῶν πόλεων τῶν ἐν τῇ Ἰταλίᾳ τὸ χρυσίον τὸ 
τοῖς στεφάνοις προσῆκον οὐκ ἐδέξατο, καὶ ὅτι καὶ 
πάντα ἅ τε αὐτὸς ὠφειλέ τισιν ἀπέδωκε, καὶ ἃ οἵ 
ἄλλοι ἐπώφειλον οὐκ ἐσέπραξεν, ὥσπερ εἶνηται, τῶν 
τε δυσχερῶν πάντων οἱ Ῥωμαῖοι ἐπελάϑοντο, καὶ τὰ 
ἐπινίκια αὐτοῦ ἡδέως ὡς καὶ ἀλλοφύλων ἁπάντων 
τῶν ἡττηϑέντων ὄντων εἶδον᾽ τοσοῦτον γὰρ τὸ πλῆ- 
ϑος τῶν χρημάτων διὰ πάσης ὁμοίως τῆς πόλεως 
ἐχώρησεν ὥστε τὰ μὲν χτήματα ἐπιτιμηϑῆναι. τὰ δὲ 
δανείσματα ἀγαπητῶς ἐπὶ δραχμῇ πρότερον ὄντα τότε 
ἐπὶ τῷ τριτημορέῳ αὐτῆς γενέσϑαι. ἑώρτασε δὲ τῇ 
μὲν πρώτῃ ἡμέρᾳ τά τε τῶν Παννονίων καὶ τὰ τῶν 
Δελματῶώῶν. τῆς τε Ἰαπυδίας καὶ τῶν προσχώρων 
σφίσι, Κελτῶν τὲ καὶ Γαλατῶν τινων. Γάιος γὰρ 
Καρίνας τούς τε Μορίνους καὶ ἄλλους τινὰς συνε- 
παναστάντας αὐτοῖς ἐχειρώσατο. καὶ τοὺς Σουήβους 
τὸν Ῥῆνον ἐπὶ πολέμῳ διαβάντας ἀπεώσατο᾽ καὶ 
διὰ ταῦτα ἤγαγε μὲν καὶ ἐκεῖνος τὰ νικητήρια, καί- 
τοι τοῦ τὲ πατρὸς αὐτοῦ ὑπὸ τοῦ Σύλλου ϑανατω- 
ϑέντος. καὶ αὐτὸς ἄρξαι ποτὲ μετὰ τῶν ἄλλων τῶν 
ὁμοίων οἱ κωλυϑείς, ἤγαγε δὲ καὶ ὁ Καῖσαρ, ἐπειδὴ 
ἡ ἀναφορὰ τῆς νίκης τῇ αὐτοκράτορι αὐτοῦ ἀρχῇ 
προσήκουσα ἦν. ἐν μὲν οὖν τῇ πρώτῃ ἡμέρᾳ ταῦτα 
διεωρτάσϑη, ἐν δὲ τῇ δευτέρᾳ ἡ πρὸς τῷ ᾿Δκτίῳ ναυ- 
χρατέα, κἀν τῇ τρίτῃ ἡ τῆς Αἰγύπτου καταστροφή. 
ἐπιφανεῖς μὲν δὴ καὶ αἱ ἄλλαι πομπαὶ διὰ τὰ ἀπ᾽ 


ϑ 


“ 


σι 


[2 


Ἷ 


20 ωι11, ΘΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΒ, 8. , 725. 


αὐτῆς λάφυρα ἐγένοντο, τοσαῦτα γὰρ ἠϑροίσϑη ὥστε 
πάσαις ἐπαρκέσαι, πολυτελεστάτη δ᾽ οὖν καὶ ἀξιοπρε- 
πεστάτη αὕτη ἡ Αἰγυπτία. τά τε γὰρ ἄλλα καὶ ἡ 
Κλεοπάτρα ἐπὶ κλίνης ἐν τῷ τοῦ ϑανάτου μιμήματι 
παρεκομίσϑη. ὥστε τρόπον τινὰ καὶ ἐκείνην μετά τε 
τῶν ἄλλων αἰχμαλώτων καὶ μετὰ τοῦ ᾿Δ4λεξανδρου 
τοῦ καὶ Ἡλίου. τῆς τε Κλεοπάτρας τῆς καὶ Σελήνης, 
τῶν τέκνων, ὡς πομπεῖον ὀφϑῆναι. μετὰ δὲ δὴ 
τοῦτο ὁ Καῖσαρ ἐφ᾽ ἅπασιν αὐτοῖς ἐσελάσας τὰ μὲν 
ἄλλα κατὰ τὸ νομιξόμενον ἔπραξε, τὸν δὲ δὴ συνύ- 
πατον τούς τε λοιποὺς ἄρχοντας περιεῖδε παρὰ τὸ 
καϑεστηκὸς ἐπισπομένους οἱ μετὰ τῶν λοιπῶν βου- 
λευτῶν τῶν συννενικηκότων᾽ εἰώϑεσαν γὰρ οἱ μὲν 
ἡγεῖσθαι οἱ δὲ ἐφέπεσϑαι. 
22 ἐπεὶ δὲ ταῦτα διετέλεσε, τό τε ᾿Αϑήναιον τὸ 
Χαλκιδικὸν ὠνομασμένον καὶ τὸ βουλευτήριον τὸ 
᾿Ἰουλίειον, τὸ ἐπὶ τῇ τοῦ πατρὸς αὐτοῦ τιμῇ γενόμε- 
νον, καϑιέρωσεν. ἐνέστησε δὲ ἐς αὐτὸ τὸ ἄγαλμα τὸ 
τῆς Νίχης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς ἔοικεν, ὅτι παρ᾽ 
2 αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο᾽ ἦν δὲ δὴ τῶν Ταραντί- 
νῶν, καὶ ἐκεῖϑεν ἐς τὴν Ῥώμην κομισϑὲν ἔν τε τῷ 
συνεδρίῳ ἱδρύϑη καὶ Αἰγυπτίοις λαφύροις ἐκοσμήϑη; 
καὶ τοῦτο καὶ τῷ τοῦ Ἰουλίου ἡφρῴῳ ὁσιωϑέντι τότε 
8 ὑπῆρξε" συχνὰ γὰρ καὶ ἐς ἐκεῖνο ἀνετέϑη, καὶ ἕτερα 
τῷ τε 4΄ιὶ τῷ Καπιτωλίῳ καὶ τῇ Ἥρᾳ τῇ τε᾿ ϑηνᾷ 
ἱερώϑη, πάντων τῶν πρότερον ἐνταῦϑα ἀνακεῖσϑαι 
δοχούντων ἢ καὶ ἔτι κειμένων ἐκ δόγματος τότε κα- 
ϑαιρεϑέντων ὡς καὶ μεμιαμμένων. καὶ οὕτως ἡ Κλεο- 
πάτρα καίπερ καὶ ἡττηϑεῖσα καὶ ἁλοῦσα ἐδοξάσϑη, 
ὅτι τά τε κοσμήματα αὐτῆς ἐν τοῖς ἱεροῖς ἡμῶν ἀνά- 
4 κειται καὶ αὐτὴ ἐν τῷ Αφροδισίῳ χρυσῆ ὁρᾶται. ἐν 
δ᾽ οὖν τῇ τοῦ ἡρῴου ὁσιώσει ἀγῶνές τε παντοδαποὶ 


οω 


[9 


ἃ. ἃ, 725, .11. ΘΟΑΕΒΑΚ ΟΟΤΑΥΙΑΝΌΝ, 27 


ἐγένοντο, καὶ τὴν Τροίαν εὐπατρίδαι παῖδες ἵππευ- 
σαν, ἄνδρες τε ἐκ τῶν ὁμοίων σφίσιν ἐπί τε κελήτων 
καὶ ἐπὶ συνωρί ἔδων τῶν τε τεϑρίππων ἀντηγωνίσαντο, 
Κυιντός τέ τις Οὐιτέλλιος βουλευτὴς ἐμονομάχησε. 
καὶ ϑηρία καὶ βοτὰ ἄλλα τε παμπληϑῆὴ καὶ ῥινόκερως 
ἵππος τε ποτάμιος, πρῶτον τότε ἐν τῇ Ῥώμῃ ὀφϑέντα. 
ἐσφάγη. καὶ ὃ μὲν ἵππος ὁποῖός ἐστι πολλοῖς τε 
εἴρηται καὶ πολὺ πλείοσιν ἑώραται᾽ ὁ δὲ δὴ δινόκε- 
ρῶς τὰ μὲν ἄλλα ἐλέφαντί πῃ προσέοικε, κέρας δέ τι 
κατ᾽ αὐτὴν τὴν ῥῖνα ἔχει, καὶ διὰ τοῦτο οὕτω κέκλη- 
τι. ταῦτά τε οὖν ἐσήχϑη, καὶ ἀϑρόοι πρὸς ἀλλήλους 
Δακοί τε καὶ Σουῆβοι ἐμαχέσαντο. εἰσὶ δὲ οὗτοι 
μὲν Κελτοί, ἐκεῖνοι δὲ δὴ Σκύϑαι τρόπον τινά καὶ 
οἱ μὲν πέραν τοῦ Ῥήνου, ὥς γε τἀκριβὲς εἰπεῖν, πολ- 
λοὶ γὰρ καὶ ἄλλοι τοῦ τῶν Σουήβων ὀνόματος ἄντι- 
ποιοῦνται, οἵ δὲ ἐπ᾽ ἀμφότερα τοῦ Ἴστρου νέμονται, 
ἀλλ᾽ οἵ μὲν ἐπὶ τάδε αὐτοῦ καὶ πρὸς τῇ Τριβαλλικῇ 
οἰχοῦντες ἔς τε τὸν τῆς Μυσίας νομὸν τελοῦσι καὶ 
Μυσοί, πλὴν παρὰ τοῖς πάνυ ἐπιχωρίοις, ὀνομάξον- 
ται: οἱ δὲ ἐπέκεινα Ζακοὶ κέκληνται, εἶτε δὴ Γέται 
τινὲς εἴτε καὶ Θρᾷκες τοῦ Ζακικοῦ ,γένους τοῦ τὴν 
Ῥοδόπην ποτὲ ἐποικήσαντος ὄντες. οὗτοι οὖν οἱ Δακοὶ 
ἐπρεσβεύσαντο μὲν πρὸ τοῦ χρόνου τούτου πρὸς τὸν 
Καίσαρα, ὡς δ᾽ οὐδενὸς ὧν ἐδέοντο ἔτυχον. ἀπέκλι- 
ναν πρὸς τὸν ᾿Αἀντώνιον, καὶ ἐκεῖνον μὲν οὐδὲν μέγα 
ὠφέλησαν στασιάσαντες ἐν ἀλλήλοις, ἁλόντες δὲ ἐκ 
τούτου τινὲς ἔπειτα τοῖς Σουήβοις συνεβλήϑησαν. 
ἐγένετο δὲ ἡ ϑεωρία ἅπασα ἐπὶ πολλάς, ὥσπερ εἰκὸς 
ἦν, ἡμέρας, οὐδὲ διέλιπε καίτοι τοῦ Καίσαρος ἀρρω- 
στήσαντος, ἀλλὰ καὶ ἀπόντος αὐτοῦ δι᾿ ἑτέρων ἐποιή- 
ϑη. καὶ ἐν αὐταῖς οἵ βουλευταὶ μίαν τινὰ ὡς ἕκαστοι 
ἡμέραν ἐν τοῖς τῶν οἰκιῶν σφων προϑύροις εἵστια- 


ὧν 


ὧν 


“ 


2 


- 


25 


ἐῷ 


Ω 


ον 


ὧν 


28 0.1... ΘΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΣ, 8. ἢ. 720, 


ϑησαν, οὐκ οἶδ᾽ ὅϑεν ἐς τοῦτο προαχϑέντες᾽ οὐ γὰρ 
παραδέδοται. 
τότε μὲν δὴ ταῦϑ᾽ οὕτως ἐπράχϑη. τοῦ δὲ δὴ 
Καίσαρος τὸ τέταρτον ἔτι ὑπατεύοντος ὁ Ταῦρος. ὃ 
Στατίλιος ϑέατρον τι ἐν τῷ ᾿ἡρείῳ πεδίῳ κυνηγετικὸν 
λίέϑινον καὶ ἐξεποίησε τοῖς ἑαυτοῦ τέλεσι καὶ καϑιέρω- 
σεν ὁπλομαχίᾳ, καὶ διὰ τοῦτο στρατηγὸν ἕνα παρὰ 
τοῦ δήμου κατ᾽ ἔτος αἱρεῖσθαι ἐλάμβανε. 
κατὰ δὲ δὴ τοὺς αὐτοὺς τούτους χρόνους ἐν οἷς 
ταῦτ᾽ ἐγίγνετο, ὁ Κράσσος ὁ Μάρκος ἔς τε τὴν Μα- 
κεδονίαν καὶ ἐς τὴν Ἑλλάδα πεμφϑεὶς τοῖς τε Ζακοῖς 
καὶ τοῖς Βαστάρναις ἐπολέμησε. καὶ περὶ μὲν ἐκεί- 
νῶν, οἵτινές τέ εἰσι καὶ διὰ τέ ἐπολεμώϑησαν, εἴρη- 
ται Βαστάρναι δὲ Σκύϑαι τε ἀκριβῶς νενομέδαται, 
καὶ τότε τὸν Ἴστρον διαβάντες τήν τε Μυσίαν τὴν 
κατ᾽ ἀντιπέρας σφῶν καὶ μετὰ τοῦτο καὶ Τριβαλλοὺς 
ὁμόρους αὐτῇ ὄντας τούς τὲ “αρδάνους ἐν τῇ χώρᾳ 
τῇ ἐκείνων οἰκοῦντας ἐχειρώσαντο. τέως μὲν οὖν 
ταῦτ᾽ ἐποίουν, οὐδέν σφισι πρᾶγμα πρὸς τοὺς Ῥω- 
μαίους ἦν᾽ ἐπεὶ ὃὲ τόν τε Αἷμον ὑπερέβησαν καὶ 
τὴν Θράκην τὴν “:ενϑελητῶν ἔνσπονδον αὐτοῖς οὐὖ- 
σαν κατέδραμον. ἐνταῦϑα ὁ Κράσσος τὸ μέν τι τῷ 
Σιτᾷ τῷ τῶν Ζενθελητῶν βασιλεῖ τυφλῷ ὄντι ἀμύ- 
νῶν, τὸ δὲ δὴ πλεῖστον περὶ τῇ “Μακεδονέᾳ φοβηϑεὶς 
ἀντεπῆλϑέ σφισι, καὶ αὐτοὺς ἐκ τῆς προσύδου μόνης 
καταπλήξας ἐξέωσεν ἀμαχὶ ἐκ τῆς χώρας. κἀκ τούτου 
οἴκαδε ἀναχωροῦντας ἐπιδιώκων τήν τε Σεγετικὴν 
καλουμένην προσεποιήσατο καὶ ἐς τὴν Μυσίέδα ἐνέ- 
βαλε, καὶ τήν τε χώραν σφῶν ἐκάκωσε καὶ πρὸς τεῖ- 
χύός τι καρτερὸν προσελάσας τοῖς μὲν προδρόμοις 
ἔπταισε, μόνους γὰρ αὐτοὺς οἵ Μυσοὶ οἰηϑέντες εἶναι 
ἐπέξοδον ἐποιήσαντο. προσβοηϑήσας δέ σφισι παντὶ 


8. τι. 720. . 81, ΘΟΑΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΝ. 20 


τῷ λοιπῷ στρατεύματι καὶ ἀνέχοψεν αὐτοὺς καὶ 
προσεδρεύσας ἐξεῖλε. πράσσοντος ὃὲ αὐτοῦ ταῦτα 
οἵ Βαστάρναι τῆς τε φυγῆς ἐπέσχον καὶ πρὸς τῷ 


Κέδρῳ ποταμῷ κατέμειναν, περιορώμενοι τὰ γενησό-᾿ 


μενα. ἐπειδή τε νικήσας τοὺς Μυσοὺς καὶ ἐπ᾽ ἐκεί- 
νους ὥρμησε, πρέσβεις ἔπεμψαν ἀπαγορεύοντες αὐτῷ 
μὴ διώκειν σφᾶς. ὡς οὐδὲν τοὺς Ῥωμαίους ἠδικη- 
κότες. καὶ αὐτοὺς ὁ Κράσσος κατασχὼν ὡς καὶ τῇ 
ὑστεραίᾳ τὴν ἀπόκρισιν δώσων, τά τε͵ ἄλλα ἐφιλο- 
φρονήσατο καὶ κατεμέϑυσεν ὥστε πάντα τὰ βουλεύ- 
ματα αὐτῶν ἐχμαϑεῖν᾽ ἀπλήστως τε γὰρ ἐμφορεῖται 
πᾶν τὸ Σκυϑικὸν φῦλον οἴνου, καὶ ὑπερχκορὲς αὐτοῦ 
ταχὺ γίγνεται. Κράσσος δὲ ἐν τούτῳ τῆς νυκτὸς ἐς 
ὕλην τινὰ προχωρήσας, καὶ προσκόπους πρὸ αὐτῆς 
καταστήσας, ἀνέπαυσέ τε τὸ στράτευμα. καὶ μετὰ 
τοῦτο τῶν Βασταρνῶν μόνους τε ἐκείνους εἶναι νομι- 
σάντων καὶ ἐπιδραμόντων σφίσιν, ἔς τε τὰ λάσια 
ἀναχωροῦσιν ἐπακολουϑησάντων., πολλοὺς μὲν ἐν- 
ταῦϑα πολλοὺς δὲ καὶ φυγόντας ἔφϑειρεν᾽ ὑπό τε 
γὰρ τῶν ἁμαξῶν κατόπιν αὐτοῖς οὐσῶν ἐνεποδίσϑη- 
σαν. καὶ προσέτι καὶ τοὺς παῖδας τάς τὸ γυναῖκας 
σῶσαι ἐθελήσαντες ἔπταισαν. καὶ τόν γε βασιλέα 
αὐτῶν 4έλδωνα αὐτὸς ὁ Κράσσος ἀπέκτεινε κἂν 
τὰ σκῦλα αὐτοῦ τῷ Φερετρίῳ Ζιὶ ὡς καὶ ὀπῖμα ἀνέ- 
ϑηκεν, εἴπερ αὐτοκράτωρ στρατηγὸς ἐγεγόνει. ἐκεῖνά 
τε οὖν οὕτως ἐπράχϑη, καὶ οἱ λοιποὶ οἵ μὲν ἐς ἄλσος 
τι καταφυγόντες περιεπρήσϑησαν, οἱ δὲ ἐς τεῖχός τι 
ἐσπηδήσαντες ἐξῃρέϑησαν. ἄλλοι ἐς τὸν Ἴστρον ἐμ- 
πεσόντες, ἄλλοι κατὰ τὴν χώραν σκεδασϑέντες ἐφϑα- 
ρησαν. περιλειφϑέντων δ᾽ οὖν καὶ ὥς τινων, καὶ 
χωρίον ἰσχυρὸν καταλαβόντων, ἡμέρας μέν τινας 
μάτην σφίσιν ὁ Κράσσος προσήδρευσεν, ἔπειτα Ῥώ- 


24 


ἐῶ 


.- 


δ 


ῦ 


Ἷ 


20 


2 


9 


90 1:11. ΟΑΛΕΒΑᾺΒ ΟΟΤΑΥΝΙΑΝΌΚΒ, ἃ. ἃ, 720, 


λου οἱ Γετῶν τινων βασιλέως ἐπικουρήσαντος ἐξεῖλεν 
αὐτούς. καὶ ὃ τε Ῥώλης πρὸς τὸν Καίσαρα ἐλϑὼν 
φίλος τε ἐπὶ τούτῳ καὶ σύμμαχος αὐτοῦ ἐνομέίσϑη, 
καὶ οἱ αἰχμάλωτοι τοῖς στρατιώταις διεδόϑησαν. 
πράξας δὲ ταῦτα ὁ Κράσσος ἐπὶ τοὺς Μυσοὺς 
ἐτράπετο. καὶ τὰ μὲν πείϑων τινὰς τὰ δὲ ἐκφοβῶν 
τὰ δὲ καὶ βιαξόμενος, πάντας μὲν πλὴν πάνυ ὀλίγων, 
ἐπιπόνως δὲ δὴ καὶ ἐπικινδύνως κατεστρέψατο. καὶ 
τότε μέν, χειμὼν γὰρ ἦν, ἐς τὴν φιλίαν ἀνεχώρησε, 
πολλὰ μὲν ὑπὸ τοῦ ψύχους πολλῷ δὲ ἔτι πλείω ὑπὸ 
τῶν Θρᾳκῶν, δι᾿’ ὧν ὡς φίλων ἐπανήει. παϑών᾽ 
ὄϑενπερ γνώμην ἔσχεν ἀρκεσϑῆναι τοῖς κατειργασμέ- 
νοις. καὶ γὰρ καὶ ϑυσίαι καὶ νικητήρια οὐχ ὅτι τῷ 
Καίσαρι ἀλλὰ καὶ ἐκείνῳ ἐψηφίσϑη᾽ οὐ μέντοι καὶ 
τὸ τοῦ αὐτοκράτορος ὄνομα; ὥς γέ τινές φασιν. ἔλα- 
βεν, ἀλλ᾽ ὁ Καῖσαρ μόνος αὐτὸ προσέϑετο. ἐπεὶ δὲ 
οὗ Βαστάρναι ταῖς τε συμφοραῖς ἀχϑύμενοι., καὶ μη- 
κέτ᾽ αὐτὸν ἐπιστρατεύσειν σφίσι πυϑόμενοι. πρός τε 


τοὺς ΖΙενϑελήτας καὶ πρὸς τὸν Σιτᾶν αὖϑις ὡς καὶ 


νῴα 


πὰ 


αἰτιώτατον αὐτοῖς τῶν κακῶν γεγονότα ἐτράποντο, 
οὕτω καὶ ἄκων ἐξανέστη, καὶ σπουδῇ χωρήσας ἀνέλ- 
πιστὸς τε αὐτοῖς ἐπέπεσε, καὶ κρατήσας σπονδὰς 
ὁποίας ἠϑέλησεν ἔδωκεν. ὡς δ᾽ ἅπαξ τῶν ὅπλων αὖϑις 
ΤΥ ἤ 3 Υ͂ Ἀ - Ἁ 

ἡψατο, ἐπεϑυμησεν ἀμυνασϑαι τοὺς Θρᾶκας τους ἐν 
τῇ ἀνακομιδῇ τῇ ἐκ τῆς Μυσίας λυπήσαντας αὐτόν" 
καὶ γὰρ τότε χωρία τε ἐντειχιξόμενοι καὶ πολεμησεί- 
οντες ἠγγέλλοντο. καί σφῶν Μαίδους μὲν καὶ Σερ- 
δοὺς μάχαις τε κατακρατῶν, καὶ τὰς χεῖρας τῶν 
ἁλισχομένων ἀποτέμνων. οὐκ ἀπόνως μέν, ἐχειρώ- 

3 “ι΄ Α 5.» Ἁ -» “ΠΘΘΌΣ -» 

σατο δ᾽ οὐν᾽ τὰ ὃ ἄλλα πλὴν τῆς τῶν Οδρυσῶν 
γῆς κατέδραμε. τούτων γάρ, ὅτι τῷ τὲ ΖΙιονύσῳ πρόσ- 
κεινται καὶ τότε ἄνευ τῶν ὅπλων ἀπήντησαν οἵ, 


ἃ. αι. 720, ι..}}1. ΟἈΑΕΒΑΒ ΟΥὐΤΑΥΙΑΝΙΒ, 91 


ἐφείσατο᾽ καὶ αὐτοῖς καὶ τὴν χώραν ἐν ἡ καὶ τὸν. 
ϑεὸν ἀγάλλουσιν ἐχαρίσατο, Βησσοὺς τοὺς κατέχον- 
τας αὐτὴν ἀφελόμενος. 

πράσσοντα δὲ αὐτὸν ταῦτα ὁ Ῥώλης Ζάπυγι 26 
Γετῶν τινῶν καὶ αὐτῷ βασιλεῖ πολεμωϑεὶς μετεπέμ- 
ψατο᾽ καὶ ὃς ἐπικονρήσας οἱ τήν τε ἵππον τῶν ἐναν- 
τίων ἐς τοὺς πεζοὺς ἐσήραξε, καὶ συμφοβήσας ἐκ 
τούτου καὶ ἐκείνους μάχην μὲν οὐδεμέαν ἔτ᾽ ἐποιή- 
σατο, φόνον δὲ δὴ φευγόντων ἑκατέρων πολὺν εἰργά- 
σατο. καὶ μετὰ τοῦτο τὸν “]ἄἀπυγὰ πρὸς φρούριόν 
τι καταφυγόντα ἀπολαβὼν ἐπολιόρκει᾽ κἀν τῇ προσε- 
δρείᾳ ἑλληνιστί τις αὐτὸν ἀπὸ τοῦ τείχους ἀσπασά- 
μενος ἔς τε λόγους οἵ ἦλϑε καὶ προδοσίαν συνέϑετο. 
ἁλισκόμενοι οὖν οὕτως οἱ βάρβαροι ἐπ᾽ ἀλλήλους 
ὥρμησαν. καὶ ὃ τὲ “Ιάπυξ ἀπέϑανε καὶ ἄλλοι πολλοί. 
τὸν μέντοι ἀδελφὸν αὐτοῦ ξωγρήσας ὁ Κράσσος οὐχ 
ὅτι τι κακὸν ἔδρασεν, ἀλλὰ καὶ ἀφῆκε. ποιήσας δὲ 53 
ταῦτα ἐπὶ τὸ σπήλαιον τὴν Κεῖριν καλουμένην ἐστρα- 
τεύυσατο᾽ τοῦτο γὰρ μέγιστόν τὲ ἅμα καὶ ἐχυρώτατον 
οὕτως ὃν ὡς καὶ τοὺς Τιτᾶνας ἐς αὐτὸ μετὰ τὴν 
ἧτταν τὴν ὑπὸ τῶν ϑεῶν δή σφισι γενομένην συγκα- 
ταφυγεῖν μυϑεύεσϑαι, καταλαβόντες οἵ ἐπιχώριοι 
πλήϑει πολλῷ τά τὲ ἄλλα τὰ τιμιώτατα καὶ τὰς ἀγέ- 
λας ἐς αὐτὸ πάσας ἐσεκομίσαντο. ὁ οὖν Κράσσος τά 
τε στόμια αὐτοῦ πάντα σκολιὰ καὶ δυσδιερεύνητα ὄντα 
ἀναξητήσας ἀπῳκοδόμησε, κἀκ τούτου κἀκείνους λι- 
μῷ κατεστρέψατο. ὡς δὲ ταῦτα αὐτῷ προεχώρησεν, 
οὐδὲ τῶν ἄλλων Γετῶν. καίπερ μηδὲν τῷ 4άπυγι 
προσηκόντων, ἀπέσχετο, ἀλλ᾽ ἐπὶ Γένουκλα τὸ εὐερ- 
χέστατον τῆς Ζυραξου ὁ ἀρχῆς τεῖχος ἤλϑεν, ὅτι τὰ δη- 
μεῖα, ἃ τοῦ ᾿Αντωνίου τοῦ Γαΐου οἵ Βαστάρναι πρὸς 
τῇ τῶν Ἰστριανῶν πόλει ἀφήρηντο, ἐνταῦϑα ἤκουεν 


ἐφ 


"- 


σι 


Φ5 


21 


τῷ 


32 081. ΘΑΕΒΑΙ ΟΟΤΑΥΓΑΝΌΒ, ἃ. ἃ. 725, 


ὄντα᾽ καὶ αὐτὸ πεξῇ τε ἅμα καὶ διὰ τοῦ Ἴστρου. 
πρὸς γὰρ τῷ ὕδατι ἐπεπόλιστο, προσβαλὼν οὐκ ἐν 
πολλῷ μὲν χρόνῳ, σὺν πολλῷ δὲ δὴ πόνῳ, καίτοι 
τοῦ Ζυράξου μὴ παρόντος. εἷλεν. ἐκεῖνος γὰρ ὡς 
τάχιστα τῆς ὁρμὴς αὐτοῦ ἤσϑετο, πρός τε τοὺς Σχύ- 
ϑας ἐπὶ συμμαχίαν μετὰ τῶν χρημάτων ἀπῆρε, καὶ 
οὐχ ἔφϑη ἀνακομισϑείς. 

ταῦτα μὲν ἐν Γέταις ἔπραξε, τῶν δὲ δὴ Μυσῶν 
τοὺς μὲν ἐκ τῶν κεχειρωμένων ἐπαναστάντας δι᾽ ἕτέ- 
ρῶν ἀνεχτήσατο, ἐπὶ δὲ ᾿“ρτακίους ἄλλους τέ τινας 
οὔϑ᾽ ἁλόντας ποτὲ οὔτ᾽ αὖ προσχωρησαί οἵ ἐϑέλον- 
τας, καὶ αὐτούς τὲ μέγιστον ἐπὶ τούτῳ φρονοῦντας 
καὶ τοῖς ἄλλοις ὀργήν τε ἅμα καὶ νεωτερισμὸν ἐμποι- 
οὔντας, αὐτός τε ἐπεστράτευσε, καί σφας τὰ μὲν 
βίᾳ, δράσαντας οὐκ ὀλίγα, τὰ δὲ καὶ φόβῳ τῶν ἁλι- 
σχομένων προσηγάγετο. 

ταῦτα μὲν ἐν χρόνῳ ἐγένετο, γράφω δὲ τά τε 
ἄλλα ὥς που παραδέδοται. καὶ αὐτὰ τὰ ὀνόματα. τὸ 
μὲν γὰρ πάλαι Μυσοί τε καὶ Γέται πᾶσαν τὴν με- 
ταξὺ τοῦ τε Αἵμου καὶ τοῦ Ἴστρου οὖσαν ἐνέμοντο, 
προϊόντος δὲ τοῦ χρόνου καὶ ἐς ἄλλα τινὲς αὐτῶν 
ὀνόματα μετέβαλον, καὶ μετὰ ταῦτ᾽ ἐς τὸ τῆς Μυσίας 
ὄνομα πάνϑ' ὅσα ὁ Σαοῦος ἐς τὸν Ἴστρον ἐμβάλλων. 
ὑπέρ τε τῆς 4Δελματίας καὶ ὑπὲρ τῆς Μακεδονίας 
τῆς τε Θράκης, ἀπὸ τῆς Παννονίας ἀφορίξει, συγκε- 
χώρηκε. καὶ ἔστιν ἐν αὐτοῖς ἄλλα τὲ ἔϑνη πολλὰ 
καὶ οἱ Τριβαλλοί ποτε προσαγορευϑέντες, οἵ τὲ Ζ6ρ- 
δανοι καὶ νῦν οὕτω καλούμενοι. 


ΔΠΩΝΟΣ 
ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑ͂Σ ΝΒ. 


Ταῦτα μὲν ἔν τε τῇ βασιλείᾳ καὶ ἐν τῇ δημο- 
κρατίᾳ ταῖς τϑ δυναστείαις, πέντε τε καὶ εἴκοσι καὶ 
ἑπτακοσίοις ἔτεσι. καὶ ἔπραξαν οἵ Ῥωμαῖοι καὶ ἔπα- 
ϑον᾽ ἐκ δὲ τούτου μοναρχεῖσϑαι αὖϑις ἀκριβῶς 
ἤρξαντο, καίτοι τοῦ Καίσαρος βουλευσαμένου τά τε 
ὅπλα καταϑέσϑαι καὶ τὰ πράγματα τῇ τε γερουσίᾳ 
καὶ τῷ δήμῳ ἐπιτρέψαι. ἐποιήσατο δὲ τὴν διάγνω- 
σιν μετά τε τοῦ ᾿Δἡγρίππου καὶ μετὰ τοῦ Μαικήνου, 
τούτοις γὰρ πάντα τὰ ἀπόρρητα ἀνεκοίνου, καὶ αὐτῷ 
ὁ “Ἵγρίππας πρότερος εἶπε τοιάδε. 

μὴ ϑαυμάσῃς, ὦ Καῖσαρ, εἰ μέλλω δε ἀποτρέ: 
πεῖν ἀπὸ τῆς μοναρχίας ; καίπερ πολλὰ καὶ ἀγαϑὰ 
ἀπολαύσας ἂν ἀπ᾿ αὐτῆς σοῦ γε αὐτὴν ἔχοντος. εἰ 
μὲν γὰρ καὶ σοὶ ὠφέλιμος γενήσεσϑαι ἔμελλε, καὶ 
πάνυ ἂν αὐτὴν ἐσπούδασα᾽ ἐπειδὴ δ᾽ οὐδὲν ὅμοιον 
τοῖς τε αὐταρχοῦσι καὶ τοῖς φίλοις σφῶν παρέχεται, 
ἀλλ᾽ οἵ μὲν καὶ ἀνεπιφϑόνως καὶ ἀκινδύνως πάνϑ'᾽ 
ὅσα ἐθέλουσι καρποῦνται. τοῖς δὲ καὶ φϑόνοι καὶ 
κίνδυνοι συμβαίνουσιν, οὐ τὸ ἐμαυτοῦ ἴδιον, ὥσπερ 
οὐδ᾽ ἐν τοῖς ἄλλοις, ἀλλὰ τὸ σὸν τὸ τε κοινὸν προΐ- 
δέσϑαι ἐδικαίωσα. σκεψώμεθα δὲ καϑ᾿ ἡσυχίαν 
πάντα τὰ προσόντα αὐτῇ, καὶ ὅπῃ ποτ᾽ ἂν ὁ λογι- 
σμὸς ἡμᾶς ἀγάγῃ τραπώμεϑα᾽ οὐ γάρ που καὶ, ἐξ 


ὍΙΟ ΟΑΞΒΒΙσΒ., ΙΠἹ, ϑ 


ἐϑ 


ἐφ 


[] 


[5] 


ζι 


[5] 


“1 


ϑ 


24 Ι,.. 11. ΘΑΕΘΑᾺΒ ΟΟΤΑΥΙΑΝυϑ.., ἃ. ἃ. 725. 


ἅπαντος τρόπου φήσει τις δεῖν ἡμᾶς ἐλέσϑαι , αὐτήν, 
κἂν μὴ λυσιτελοῦσα ἧ. εἰ δὲ μή. δόξομεν ἤτοι τῆς 
τε εὐπραγίας ἡττῆσϑαι καὶ ὑπὸ τῶν κατωρϑωμένων 
ἐκπεφρονηκέναι. ἢ καὶ πάλαι αὐτῆς ἐφιέμενοι τόν τὲ 
πατέρα καὶ τὴν ἐς αὐτὸν εὐσέβειαν ἐσκήφϑαι καὶ 
τὸν δῆμον τήν τε γερουσίαν προβεβλῆσϑαι, οὐχ ἵνα 
αὐτοὺς τῶν ἐπιβουλευσάντων σφίσιν ἀπαλλάξωμεν, 
ἀλλ᾽ ἵνα ἑαυτοῖς δουλωσώμεϑα. ἕκάτερον δὲ ὑπαί- 
τιον. τίς μὲν γὰρ οὐκ ἂν ἀγανακτήσειεν ἄλλα μὲν 
ὁρῶν ἡμᾶς εἰρηκότας, ἄλλα δ᾽ αἰσθανόμενος πεφρο- 
νηκότας; πῶς δ᾽ οὐκ ἂν μᾶλλον νῦν μισήσειεν ἡμᾶς 
ἢ εἰ κατ᾽ ἀρχὰς εὐθὺς τήν τε ἐπιϑυμίαν ἀπεγυμνώ- 
σαμὲν καὶ ἐπὶ τὴν μοναρχίαν ἄντικρυς ὡρμήσαμεν; 
τὸ μὲν γὰρ βίαιόν τι τολμᾶν προσήκειν πῶς τῇ τῶν 
ἀνθρώπων φύσει. κἂν πλεονεκτικὸν εἶναι δοκῇ, πε- 
πίστευται᾽ πᾶς γὰρ ὁ προφέρων ἔν τινι πλέον ἀξιοῖ 
τοῦ καταδεεστέρου ἔχειν, καὶ κατορϑῶώσας τέ τι ἐς 
τὴν τῆς ψυχῆς ἰσχὺν ἀναφέρεται. καὶ διαμαρτών 
τινος τῇ τοῦ δαιμονίου φορᾷ προστέϑεται. ὁ δὲ ἐξ 
ἐπιβουλῆς καὶ κακουργίας τοιοῦτόν τι ποιῶν πρῶτον 
μὲν δολερὸς καὶ σκολιὸς καὶ κακοήϑης καὶ κακότροπος 
εἶναι νομίξεται, ἅπερ εὖ οἶδ᾽ ὅτι περὶ σοῦ οὐδένα 
ἂν ὑπομείνειας εἰπεῖν ἢ φρονῆσαι, οὐδ᾽ εἰ πάσης ἐκ 
τούτου τῆς οἰκουμένης ἄρξειας᾽ ἔπειτα δὲ καὶ κατορ- 
ϑώσας ἄδικον τὴν πλεονεξίαν πεποιῆσθαι καὶ σφα- 
λεὶς δικαίαν τὴν κακοπραγίαν εἰληφέναι δοκεῖ. τού- 
του δὲ δὴ οὕτως ἔχοντος, οὐδὲν ἂν ἧττον ἐπικαλέσειέ 
τις ἡμῖν καὶ εἰ μηδὲν τοιοῦτον ἀπὸ πρώτης ἐνθυμη- 
ϑέντες ἔπειτα νῦν ἐπιϑυμήσαιμεν αὐτοῦ. τὸ γάρ τοι 
τῶν τὲ παρόντων νικᾶσϑαι καὶ μήτε ἑαυτοὺς κατέ- 
χειν τοῖς τὲ παρὰ τῆς τύχης δοϑεῖσι μὴ καλῶς χρῆ- 
σϑαι πολὺ χεῖρόν ἐστι τοῦ ἐκ κακοπραγίας ἀδικεῖν 


ἃ... 726. 1.1. ΘΑΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΝ, 90 


τινα οἵ μὲν γὰρ ὑπ᾽ αὐτῶν τῶν συμφορῶν πολλά- : 
κις ἀναγκάζονται πρὸς τὴν τοῦ συμφέροντός σφισι 
χρείαν καὶ ἄκοντες πλημμελεῖν. οἵ δ᾽ ἐθελονταὶ 
ἀκράτορες ἑαυτῶν καὶ παρὰ τὸ λυσιτελοῦν γίγνονται. 
τοὺς δὲ δὴ μήϑ'᾽ ἁπλότητά τινα ἐν τῇ ψυχῇ ἔχοντας 
μήτε τὰ δοϑέντα σφίσιν ἀγαϑὰ μετριάσαι δυναμέ- 
νους πῶς ἂν τις προσδοχήσειεν ἤτοι τῶν ἄλλων 
καλῶς ἡγεμονεύσειν ἢ ταῖς συμφοραῖς ὀρϑῶς χρήσε- 
σϑαι; ὡς οὖν μηδέτερον αὐτῶν πεπονθότες, μηδ᾽ 
ἀλόγως τι πρᾶξαι ἐπιϑυμοῦντες. ἀλλ᾽ ὅ,τι ποτ᾽ ἂν 
βουλευσαμένοις ἡμῖν ἄριστον φανῇ τοῦϑ'᾽ αἵρησό- 
μξνοι, τὴν διάγνωσιν αὐτοῦ ποιησώμεϑα. λέξω δὲ 
μετὰ παρρησίας᾽ οὔτε γὰρ αὐτὸς ἄλλως ἂν τι εἰπεῖν 
δυναίμην, οὔτε σοὶ σύνοιδα τὰ ψευδῆ μετὰ κολακείας 
ἡδέως ἀκούοντι. 

ἡ μὲν τοίνυν ἰσονομία τό τε πρόσρημα εὐώνυ- 4 
μον καὶ τὸ ἔργον δικαιότατον ἔχει. τήν τε γὰρ φύ- 
σιν τὴν αὐτήν τινας εἰληχότας καὶ ὁμοφύλους ἀλ- 
λήλοις ὄντας. ἔν τε τοῖς αὐτοῖς ἤϑεσι τεϑραμμένους 
καὶ ἐν τοῖς ὁμοίοις νόμοις πεπαιδευμένους. καὶ κοι- 3 
νὴν καὶ τὴν τῶν σωμάτων καὶ τὴν τῶν ψυχῶν χρὴ- 
σιν τῇ πατρίδι παρέχοντας. πὼς μὲν οὐ δίκαιον καὶ 
τἄλλα πάντα κοινοῦσϑαι, πῶς δ᾽ οὐκ ἄριστον ἐν μη- 
δενὶ πλὴν ἀπ᾿ ἀρετῆς προτιμᾶσϑαι; ἤ τε γὰρ ἰσογο- 
νία ἰσομοιρίας ὀριγνᾶται. καὶ τυχοῦσα μὲν αὐτῆς 
χαίρει. διαμαρτοῦσα δὲ ἄχϑεται᾽ καὶ τὸ ἀνθρώπειον 
πᾶν, ἅτε ἔκ τε ϑεῶν γεγονὸς καὶ ἐς ϑεοὺς ἀνῆξον, 
ἄνω βλέπει, καὶ οὔτε ἐθέλει ὑπὸ τοῦ αὐτοῦ διὰ παν- 
τὸς ἄρχεσϑαι, οὔϑ᾽ ὑπομένει τῶν μὲν πόνων καὶ 4 
τῶν κινδύνων τῶν τε δαπανημάτων μετέχον, τῆς δὲ 
κοινωνίας τῶν κρειττόνων στερόμενον, ἀλλὰ κἂν 
ἀναγκασϑῇ τι τοιοῦτον ὑποστῆναι, μισεῖ τὸ βεβιασ- 

4 


ων 


ω- 


σι 


ὧ5 


“1 


[4] 


ἐφ 


90 0.8. ΟΛΕΒΑᾺ ΘΟΤΑΥΙΆΝΌΚΒ. ἃ... 126. 


μένον. κἂν καιροῦ λάβηται. τιμωρεῖται τὸ μεμιση- 
μένον. ἄρχειν τε γὰρ πάντες ἀξιοῦσι, καὶ διὰ τοῦτο 
καὶ ἄρχεσϑαι ἐν τῷ μέρεν ὑπομένουσι᾽ καὶ πλεονε- 
κτεῖσϑαι οὐκ ἐθέλουσι, καὶ διὰ τοῦτο οὐδ᾽ αὐτοὶ πλεο- 
νεκτεῖν ἀναγκάζονται. ταῖς τὲ τιμαῖς ταῖς παρὰ τῶν 
ὁμοτίμων χαίρουσι, καὶ τὰς τιμωρίας τὰς ἐκ τῶν 
νόμων ἐπαινοῦσι. κἂν οὕτω πολιτεύωνται, χοινὰ 
μὲν τἀγαϑὰ κοινὰ δὲ καὶ τὰ ἐναντία νομίζοντες εἶναι," 
οὔτε τι κακὸν οὐδενὶ τῶν πολιτῶν γίγνεσθαι βού- 
λονται. καὶ πάντα τὰ κρείττω πᾶσιν αὐτοῖς συνεύ- 
χονται. καὶ ἄν τέ τις αὐτὸς ἀρετήν τινα ἔχῃ. καὶ 
προφαίνει αὐτὴν προχείρως καὶ ἀσκεῖ προϑύμως καὶ 
ἐπιδείκνυσιν ἀσμενέστατα, ἄν τε καὶ ἐν ἑτέρῳ ἴδῃ, 
καὶ προάγει ἑτοίμως καὶ συναύξει σπουδαίως καὶ 
τιμᾷ λαμπρότατα. καὶ μέντοι κἂν κακύνηταί τις, 
πᾶς αὐτὸν μισεῖ, κἂν δυστυχῇ, πᾶς ἐλεεῖ, κοινὴν τῆς 
πόλεως καὶ τὴν ξημίαν καὶ τὴν αἰσχύνην τὴν ἀπ᾽ 
αὐτῶν εἶναι νομίξων. 

αὕτη μὲν ἡ τῶν δήμων κατάστασις, ἐν δὲ δὴ 
ταῖς τυραννίσι πάντα τἀναντία συμβαίνει. καὶ τὰ 
μὲν πολλὰ τί δεῖ μηκύνειν λέγοντα; τὸ δὲ δὴ κεφά- 
λαιον, χρηστὸν μὲν οὐδεὶς οὐδὲν οὔτ᾽ εἰδέναι οὔτ᾽ 
ἔχειν δοκεῖν βούλεται. πολέμιον γὰρ αὐτῷ πᾶν ἐπὶ 
τούτῳ τὸ κρατοῦν ὡς πλήϑει γίγνεται, τὸν δὲ ἐκείνου 
τις τρόπον κανόνα τοῦ βίου ποιησάμενος, ὅ,τι ποτ᾽ 
ἂν ἐλπίσῃ δι᾽ αὐτοῦ πλεονεκτήσας ἀκινδύνως κερδα- 
νεῖν, μετέρχεται. καὶ διὰ τοῦϑ᾽ οἵ πλείους σφῶν τό 
τε καϑ' ἑαυτοὺς μόνον σπεύδουσι καὶ πάντας τοὺς 
ἄλλους μισοῦσι. τάς τε εὐπραγίας αὐτῶν οἰκείας ξη- 
μίας καὶ τὰς συμφορὰς ἴδια κέρδη ποιούμενοι. 


ὅ, ἃ, ὅ, αὐτοὺς μόνον ἀβαπο δ ο, 30, 4, γενόμενοι Θχοῖᾷο- 
γαπὺ ἱπ σοαϊος γ᾽ ηοίο. 


ἃ. , 720. ε1ῃ. ΘΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΚΒ, 97 


τοιούτων δὲ δὴ τούτων ὄντων οὐχ ὁρῶ τί ποτ᾽ ἂν 
εἰκότως ἐπάρειέ δε μοναρχῆσαι ἐπιϑυμῆσαι. πρὸς γὰρ 
τῷ τοῖς δήμοις χαλεπὸν εἶναι τὸ πολίτευμα, πολὺ δυσ- 
χερέστερον αὐτῷ σοι γένοιτο ἄν. ἢ οὐχ ὁρᾷς ὅπως ἤ 
τε πόλις καὶ τὰ πράγματα αὐτῆς ἔτι καὶ νῦν ταράτ- 
τεται; καὶ χαλεπὸν μέν ἐστι τὸ τὸν ὅμιλον ἡμῶν, 
τοσούτοις ἔτεσιν ἐν ἐλευϑερίᾳ βεβιωκότα, καταλῦσαι, 
χαλεπὸν δὲ καὶ τὸ τοὺς συμμάχους τούς. τε ὑπηκόους, 
τοὺς μὲν ἀπὸ παλαιοῦ δημοχρατουμένους τοὺς δ᾽ 
ὑφ᾽ ἡμῶν αὐτῶν ἠλευϑερωμένους, ἐς δουλείαν αὖϑις 
καταστῆσαι, τοσούτων πέριξ πολεμίων ἡμῖν προσοίει- 
μένων. 

καὶ ἵνα γε ἀπὸ πρώτου τοῦ βραχυτάτου ἄρξωμαι, 
χρήματά σοι πολλὰ καὶ πανταχόϑεν ἀναγκαῖον ἔσται 
πορίζειν" ἀδύνατον γὰρ τὰς νῦν οὔσας προσόδους 
πρός τε τἄλλα καὶ πρὸς τὴν τῶν στρατιωτῶν τροφὴν 
ἐξαρκέσαι. τοῦτο δὲ ἔστι μὲν καὶ ἐν ταῖς δημοκρα- 
τίαις᾽ οὐ γὰρ οἷόν τε πολιτείαν τινὰ ἄνευ δαπάνης 
συστῆναι. ἀλλ᾽ ἐν μὲν ἐκείναις μάλιστα μὲν ἑκόντες 
πολλοὶ πολλὰ ἐπιδιδόασιν. ἐν φιλοτιμίας μέρει τὸ 
πρᾶγμα ποιούμενοι καὶ τιμὰς ἀντ᾽ αὐτῶν ἀξίας ἀντι- 
λαμβάνοντες᾽ ἂν δέ που καὶ ἀναγκαῖαι παρὰ πάντων 
ἐσφοραὶ γένωνται. ἑαυτούς τὸ πείϑοντες καὶ ὑπὲρ 
ἑαυτῶν συντελοῦντες ἀνέχονται. ἐν δὲ δὴ ταῖς δυ- 
ναστείαις τό τε ἄρχον πάντες μόνον ὡς καὶ ὑπερ- 
πλουτοῦν ἀξιοῦσι δαπανᾶσϑαι, τὰς μὲν προσόδους 
αὐτοῦ ἑτοίμως ἐξερευνώμενοι, τὰ δ᾽ ἀναλώματα οὐ- 
κέϑ᾽ ὁμοίως ἐκλογιξόμενοι᾽ καὶ οὔτ᾽ ἰδίᾳ ἡδέως ῇ 
καὶ ἕχόντες ἐπιδιδόασί τι, οὔτε τὰς κοινὰς συντελείας 
αὐϑαιρέτους ποιοῦνται. ἐκεῖνο μὲν γὰρ οὔτ᾽ ἂν ἐϑε- 
λήσειέ τις, οὐδὲ γὰρ οὐδ᾽ ὁμολογήσειεν ἂν ῥαδίως 
πλουτεῖν, οὔτε συμφέρει τῷ κρατοῦντι γίγνεσθαι" 


ϑ 


μαι 


ἐφ 


ἀῷ 


ε 


38 {1}. ΟΛΕΒΑᾺ ΟΟΤΑΛΙΑΝΌΞ. 8. ὕ, 725. 


αὐτίκα γὰρ ἂν δόξαν παρὰ τοῖς πολλοῖς ὡς καὶ φι- 
λόπολις ἔχων ὀγκωϑείη καὶ νεωτερίσειδ. τὸ δ᾽ ἔτε- 
ρον πᾶνυ τοὺς πολλοὺς βαρύνει, καὶ μάλισϑ'᾽ ὅτι τὴν 
μὲν ξημίαν αὐτοὶ ὑπομένουσι, τὸ δὲ δὴ κέρδος ἕτεροι 
ὅ λαμβάνουσιν. ἐν μὲν γὰρ ταῖς δημοχρατίαις καὶ 
στρατεύονται ὡς πλήϑει οἵ τὰ χρήματα συνεσφέρον- 
τες, ὥστε τρόπον τινὰ αὖϑις αὐτὰ ἀπολαμβάνουσιν᾽ 
ἐν δὲ ταῖς μοναρχίαις ἄλλοι μὲν ὡς τὸ πολὺ καὶ 
γεωργοῦσι καὶ δημιουργοῦσι καὶ ναυτίλλονται καὶ 
πολιτεύονται, παρ᾽ ὧνπερ καὶ αἵ λήψεις μάλιστα 
γίγνονται. ἄλλοι δὲ τὰ ὅπλα ἔχουσι καὶ τὸν μισϑὸν 
φέρουσιν. 
Ἵ ὃν μὲν δὴ τοῦτο τοιοῦτον ὃν πράγματά σοι παρέ- 
ξει, ἕτερον δὲ ἐκεῖνο. πάντως μέν τινα δεῖ δίκην 
τὸν ἀεὶ κακουργοῦντα διδόναι οὔτε γὰρ ἐκ νουϑε- 
σίας οὔτε ἐκ παραδειγμάτων οἵ πολλοὶ σωφρονίξονται., 
ἀλλὰ ἀνάγκη πᾶσα αὐτοὺς καὶ ἀτιμέᾳ καὶ φυγῇ καὶ 
ϑανάτῳ ξημιοῦσϑαι, οἷα ἔν τε ἀσχῇ τηλικαύτῃ καὶ 
ἐν πλήϑει ἀνθρώπων τοσούτῳ, ἄλλως τε καὶ ἐν με- 
ταβολῇ πολιτείας, φιλεῖ συμβαίνειν. τούτοις δ᾽ ἂν 
μὲν ἑτέρους δικαστὰς καϑίέξῃς, ἀπολύοιντό τε ἂν 
διασπευδόμενοι. καὶ μάλιστα ὅσους ἂν ἐχϑραίνειν 
νομισϑῇς᾽ καὶ γὰρ προσποίησίν τινα ἐξουσίας οὗ 
δικάζοντες λαμβάνουσιν, ὅταν τι παρὰ τὸ δοκοῦν 
τῷ κρατοῦντι ποιήσωσι᾽ κἂν ἄρα τινὲς ἁλίσκωνται, 
διὰ σὲ δόξουσιν ἐκ κατασκευάσματος κατεψηφέσϑαι. 
ἂν δ᾽ αὐτὸς δικάξης, πολλοὺς ἀναγκασϑήσῃ καὶ τῶν 
ὁμοτέμων κολάξειν, τοῦτο δὲ οὐκ εὐτυχές, καὶ πάν- 
τῶς τινὰς αὐτῶν ὀργῇ μᾶλλον ἢ δικαιώσει δόξεις 
εὐθύνειν᾽ τοὺς γὰρ βιάξεσϑαι δυναμένους οὐδεὶς 
δικάξοντας δικαιοπραγεῖν πιστεύει, ἀλλ᾽ οἴονται πάν- 
τες αὐτοὺς σχῆμα καὶ σκιαγραφίαν πολιτείας αἰσχύνῃ 


τὸ 


ὡ- 


ΠΝ 


8.... 725. .}}. ΘΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΙΝ, 99 


πρὸ τῆς ἀληϑείας προπεταννύντας. ὀνόματι ἐννόμου 
δικαστηρίου τὴν ἑαυτῶν ἐπιϑυμίαν ἀποπιμπλᾶναι. 
ἐν μὲν οὖν ταῖς μοναρχίαις ταῦϑ᾽ οὕτω γίγνεται" ἐν 
δὲ δὴ ταῖς δημοκρατίαις, ἂν τ᾽ ἰδίᾳ τις ἀδικεῖν αἰ- 
τίαν λάβῃ, ἰδίαν δίκην παρὰ δικασταῖς ἴσοις φεύγει, 
ἄν τε δημοσίᾳ, καὶ ἐκείνῳ δικασταὶ καϑέξουσιν ἐκ 
τῶν ὁμοίων οὗς ἂν ὁ κλῆρος ἀποδείξῃ, ὥστε ῥᾷον τὰ 
ἀποβαίνοντα ἀπ᾽ αὐτῶν τοὺς ἀνθρώπους φέρειν, 
μήτ᾽ ἰσχύι δικαστοῦ μήτε χάριτι ἀναγκασϑῆναι νο- 
μίξοντάς τι πεπονθέναι. 

ἔτι τοίνυν πολλοὶ χωρὶς τῶν τι ἀδικούντων, οἵ 8 
μὲν γένει οἱ δὲ πλούτῳ οἵ δὲ ἑτέρῳ τινὶ ἐπαιρόμενοι, 
ἄλλως μὲν οὐ κακοὶ ἄνδρες. τῇ δὲ δὴ προαιρέσει τῇ 
τῆς μοναρχίας ἐναντίοι φύονται" καὶ αὐτοὺς οὔτ᾽ 
αὔξεσϑαί τις ἐῶν ἀσφαλῶς δύναται ξῆν, οὔτ᾽ αὖ κο- 
λούειν ἐπιχειρῶν δικαίως τοῦτο ποιεῖν. τί ποτ᾽ οὖν 
τούτοις χρήσῃ; πῶς αὐτοὺς μεταχειρίσῃ; ἂν μὲν γὰρ 
τά τὸ γένη σφῶν καϑέλῃς καὶ τοὺς πλούτους ἐλατ- 
τώσῃς τά τε φρονήματα ταπεινώσῃς, οὐδεμίαν ἂν 
εὔνοιαν παρὰ τῶν ἀρχομένων λάβοις" πῶς γάρ, εἰ 
μήτε γεννηϑῆναί τῷ καλῶς μήτε πλουτῆσαι δικαίως 
μήτ᾽ ἰσχυρῷ μήτ᾽ ἀνδρείῳ μήτε συνετῷ γενέσϑαι 
ἐξείη; ἂν δὲ ἐάσῃς ταῦϑ'᾽ ὡς ἕκαστα αὔξειν, οὐκ ἂν 3 
ῥαδίως αὐτὰ διάϑοιο. καὶ γὰρ εἰ αὐτὸς μόνος καὶ 
πρὸς τὸ τὰ πολιτικὰ καὶ πρὸς τὸ τὰ πολεμικὰ καλῶς 
καὶ κατὰ καιρὸν πράττειν ἐξήρκεις, καὶ μηδενὸς συν- 
εργοῦ πρὸς μηδὲν αὐτῶν ἔχρῃξες, ἕτερος ἂν ἣν λ6- 
γος νῦν δὲ πᾶσά σε ἀνάγκη συναγωνιστὰς πολλούς, 4 
ἅτε τοσαύτης οἰκουμένης ἄρχοντα, ἔχειν, καὶ προσή- 
κει που πάντας αὐτοὺς καὶ ἀνδρείους καὶ φρονίμους 
εἶναι. οὐκοῦν ἂν μὲν τοιούτοις τισὶ τά τε στρατεύ- 
ματα καὶ τὰς ἀρχὰς ἐγχειρίξῃς, κίνδυνος ἔσται καὶ 


ι 


40 ..111, ΟΛΕΒΑΚ ΟΟΡΑΥΙΑΝΌΝ. ἃ. Ὁ. 72ὅ. 


ὅ σοὶ καὶ τῇ πολιτεία καταλυϑῆναι᾽ οὐ γὰρ ἔστιν οὔτ᾽ 
ἄνευ φρονήματος ἀξιόλογον ἄνδρα φῦναι, οὔτ᾽ αὖ 
φρόνημα μέγα λαβεῖν ἐκ δουλοπρεποῦς ἐπιτηδεύ- 
σεως, οὐ μὴν οὐδὲ φρονηματίαν γενόμενον μὴ οὐκ 
ἐλευϑερίας ἐπιϑυμῆσαι καὶ πᾶν τὸ δεσπόζον μισῆσαι. 
ἂν δὲ δὴ τούτοις μὲν μηδὲν ἐπιτρέπῃς, τοῖς δὲ δὴ 
φαύλοις καὶ τοῖς τυχοῦσι τὰ πράγματα προστάσσῃς, 
τάχιστα μὲν ἂν ὀργὴν παρ᾽ ἐκείνων ὡς ἀπιστουμέ- 
νῶν λάβοις. τάχιστα δ᾽ ἂν ἐν τοῖς μεγίστοις πταί- 
δειας. τέ μὲν γὰρ ἂν ἀγαϑὸν ἀμαϑὴς ἢ ἀγενὴς ἄν- 
ϑρωπος ἐργάσαιτο; τίς δ᾽ οὐκ ἂν καταφρονήσειεν 
αὐτοῦ τῶν πολεμίων; τίς δ᾽ ἂν πειϑαρχήσειέν οἵ 
τῶν συμμάχων; τίς δ᾽ οὐκ ἂν καὶ αὐτῶν τῶν στρα- 
τιωτῶν ἀπαξιώσειεν ὑπὸ τοιούτου τινὸς ἄρχεσϑαι; 
καὶ μὴν ὅσα ἐκ τούτου κακὰ γίγνεσθαι πέφυκε, τὰ 
μὲν ἄλλα οὐδὲν δέομαί σοι σαφῶς εἰδότι διηγεῖσϑαι, 
ἐκεῖνο δὲ δὴ μόνον ἀναγκαίως ἐρῶ. ὅτι ἂν μὲν μη- 
δὲν δέον ὁ τοιοῦτος πράττῃ. πολὺ πλείω ἄν σε τῶν 
πολεμίων βλάψειεν, ἂν δέ τι τῶν προσηκόντων ποιῇ, 
καὶ αὐτὸς ἄν σοι φοβερὸς ἐκφρονήσας ὑπ᾽ ἀπαιδευ- 
σίας γένοιτο. 

9 οὐ μέντοι καὶ ταῖς δημοκρατίαις τοιοῦτό τι πρόσ- 
ἐστιν, ἀλλ᾽ ὅσῳ ἂν πλείους καὶ πλουτῶσι καὶ ἀνδρέ- 
ξωνται, τόσῳ μᾶλλον αὐτοί τε φιλοτιμοῦνται καὶ τὴν 
πόλιν αὔξουσι, καί σφισι καὶ ἐκείνη κέχρηται καὶ χαέ- 
ρει, πλὴν ἄν τις τυραννίδος ἐπιϑυμήσῃ᾽ τοῦτον γὰρ 

2 ἰσχυρῶς κολάζουσι. καὶ ὅτι ταῦϑ'᾽ οὕτως ἔχει καὶ 
πολλῳ κρείττους αἷ δημοκρατίαι τῶν μοναρχιῶν εἰσι. 
δηλοῖ μὲν καὶ τὸ Ἑλληνικόν᾽ τέως μὲν γὰρ οὕτως 
ἐπολιτεύοντο, οὐδὲν μέγα κατέπραξαν, ἐπειδὴ δὲ ἐκεί- 

ϑνῶς ξὴν ἤρξαντο, ὀνομαστότατοι ἐγένοντο᾽ δηλοῖ δὲ 
καὶ τὰ τῶν ἄλλων ἀνθρώπων, ὧν οἱ μὲν ἐν τυραν- 


τ 


- 


ο 


ἃ. ἃ. 720. . 8}. ΟΛΕΒΛΑᾺΒ ΟΥὐΤΑΥΙΑΝΒ. 41 


νέίσι καὶ νῦν ἔτι διαγόμενοι ἀεέ τε δουλεύουσι καὶ 
ἀεὶ τοῖς ἄρχουσιν ἐπιβουλεύουσιν, οἱ δὲ δὴ προστα- 


τείαις ἐπετησίοις ἢ καὶ ἐπὶ πλείω τινὰ χρύνον χρώ- 


μενοι καὶ ἐλεύϑεροι καὶ αὐτόνομοι διατελοῦσιν ὄντες. 
ἀλλὰ τέ δεῖ ἡμᾶς ἀλλοτρίοις παραδείγμασιν οἰκεῖα 
ἔχοντας χρῆσϑαι; ἡμεῖς γὰρ αὐτοὶ οἵ Ῥωμαῖοι ἄλλως 
τὸ πρῶτον πολιτευόμενοι, ἔπειτα ἐπειδὴ πολλὰ καὶ 
δεινὰ ἐπάσχομεν. τῆς τε ἐλευϑερίας ἐπεϑυμήσαμεν 
καὶ λαβόντες αὐτὴν πρὸς τοσοῦτον ὄγκον προήλϑο- 


μὲν, οὐκ ἄλλοις τισὶν ἢ τοῖς ἐκ τῆς δημοκρατίας ἀγα-Ὶ 


ϑοῖς ἰσχύσαντες. ἐξ ὧν ἥ τε γερουσία προεβούλευε 
καὶ ὁ δῆμος ἐπεκύρου τό τε στρατευόμενον προεϑυ- 
μεῖτο καὶ τὸ στρατηγοῦν ἐφιλοτιμεῖτο᾽ ὧν οὐδὲν ἂν 
ἐν τυραννίδι πραχϑείη. ἀμέλει τοσοῦτον αὐτῆς διὰ 
ταῦτα μῖσος οἵ πάλαι Ῥωμαῖοι ἔσχον ὥστε καὶ ἐπά- 
ρατον τὸ πολίτευμα ποιήσασθαι. 

χωρὶς δὲ τούτων, εἰ δεῖ τι καὶ περὶ τῶν ἰδίᾳ σοὶ 
αὐτῷ συμφερόντων εἰπεῖν, πῶς μὲν ἂν ὑπομείνειας 
τοσαῦτα καὶ μεϑ᾽ ἡμέραν καὶ νύχτωρ διοικῶν, πῶς 
δ᾽ ἂν μὴ ὑγιαίνων ἐξαρκέσειας ; τίνος δ᾽ ἂν τῶν ἀγα- 
ϑῶν τῶν ἀνθρωπίνων ἀπολαύσειας., πῶς δ᾽ ἂν στε- 
ύμενος αὐτῶν εὐδαιμονήσειας ; τίνι δ᾽ ἂν ἀκριβῶς 
ἡσϑείης, πότε δ᾽ οὐκ ἂν ἰσχυρῶς λυπηϑείης ; πᾶσα 
γὰρ ἀνάγκη τὸν τηλικαύτην ἀρχὴν ἔχοντα καὶ φρον- 
τέξειν πολλὰ καὶ δεδιέναι πολλά, καὶ τῶν μὲν ἡδί- 
στων ἐλάχιστα ἀπολαύειν, τὰ δὲ δυσχερέστατα ἀεὶ 
καὶ πανταχοῦ καὶ ἀκούειν καὶ ὁρᾶν καὶ ποιεῖν καὶ 
πάσχειν. ὅϑεν, οἶμαι, καὶ Ἕλληνες καὶ βάρβαροί τι- 
νες οὐδὲ διδομένας σφίσι βασιλείας ἐδέξαντο. 

ταῦτ᾽ οὖν προϊδόμενος προβούλευσαι πρὶν ἐν 
αὐτοῖς γενέσθαι" αἰσχρὸν γάρ, μᾶλλον δὲ καὶ ἀδύ- 
νατὸν ἐστι παρακύψαντά τινα ἅπαξ ἐς αὐτὰ ἀναδύ- 


- 


ψι 


ἐφῷ 


ΩΦ 


Ὡ» 


11 


Ὁ] 


[ΠῚ 


12 


42 [,. 111. ΠΛΕΦΑΚ ὈΟΤΑΥΙΑΝυῦσ. ΞΟ δια. 7525. 


ψαι. μηδέ σε ἐξαπατήσῃ μήτε τὸ μέγεϑος τῆς ἐξου- 
σίας μήϑ'᾽ ἡ περιουσία τῶν κτημάτων. μὴ τὸ στῖφος 
τῶν σωματοφυλάκων, μὴ ὁ ὄχλος τῶν ϑεραπευόντων. 
οἵ τὲ γὰρ πολὺ δυνάμενοι πολλὰ πράγματα ἔχουσι, 
καὶ οὗ συχνὰ κεχτημένοι συχνὰ ἀναλίσκειν ἀναγκά- 
ξονται. τά τε πλήϑη τῶν δορυφόρων διὰ τὰ πλήϑη 
τῶν ἐπιβουλευόντων ἀϑροίξεται, καὶ οἵ κολακεύοντες 
ἐπιτρίψειαν ἄν τινα μᾶλλον ἢ σώσειαν. ὥσϑ᾽ ἕνεκα 
μὲν τούτων οὐδ᾽ ἂν εἷς εὖ φρονῶν αὐταρχῆσαι ἐπι- 
ϑυμήσειεν᾽ εἰ δ᾽ ὅτι καὶ πλουτίξειν καὶ σώξειν τι- 
.» Α - ι » » - , 
νας ἄλλα τὲ πολλὰ καὶ ἀγαϑα δρὰν οἵ τοιοῦτοι δυ- 
νανται. καὶ νὴ Δία καὶ ὑβρίξειν σφίσι καὶ κακῶς 
τι Ἃ Ν , ᾽ ᾿ -» 
ποιεῖν ον ἂν ἐϑελησῶσιν ἔξεστιν. ἀξίαν τις διὰ ταῦτα 
σπουδῆς τὴν τυραννίδα εἷναι νομίζει. τοῦ παντὸς 
ἁμαρτάνει. τὸ μὲν γὰρ ἀσελγαίνειν καὶ κακόν τι 
“Α" ς ᾿ Α,. ὃ ᾿ Α 
ποιεῖν οὐϑ' ὡς αἰσχρὰ οὐϑ' ὡς σφαλερὰ καὶ μεμιδη- 
’ Ἀ -" Ἁ 3 ἤ 
μένα καὶ πρὸς ϑεῶν καὶ πρὸς ἀνθρώπων ἐστί, δέο- 
: "» νι» » » 3" Ἢ 
μαΐί δοι λέγειν᾽ οὔτε γὰρ ἄλλως τοιοῦτος εἷ, οὔτ᾽ αν 
διὰ ταῦτα μοναρχῆσαι ἕλοιο. προήρημαί τε ἐγὼ νῦν 
οὐ πάνϑ᾽ ὅσα ἄν τις κακῶς τὸ πρᾶγμα μεταχειριξό- 
μενος ἐξεργάσαιτο εἰπεῖν. ἀλλ᾽ ὅσα καὶ οἵ πάνυ ἄρι- 
στα αὐτῷ χρώμενοι καὶ ποιεῖν καὶ πάσχειν ἀναγκά- 
ἕονται. τὸ δ᾽ ἕτερον. τό τινα ἀφϑόνως εὐεργετεῖν 
" 3. Ρ [ ; 5 “ τὰ Π ’ ’ 
ἔχειν, ἀξιοσπουδαστον μὲν, ἀλλ ἐν μὲν ἰδιώτῃ γιγνο- 
μενον καὶ καλὸν καὶ σεμνὸν καὶ εὐκλεὲς καὶ ἀσφα- 
λές ἐστιν, ἐν δὲ δὴ ταῖς μοναρχίαις πρῶτον μὲν οὐκ 
ἀντάξιον τῶν ἄλλων τῶν ἀτοπωτέρων, ὥστε τινὰ δι᾽ 
3 “ - δ ,ὔ μ Α 
ἐκεῖνα καὶ τοῦτο ἐλέσϑαι. ἀλλῶς τὸ καὶ μέλλοντα τὴν 
μὲν ἐκ τούτου ἀπόλαυσιν ἑτέροις δώσειν τὴν δὲ ἐξ 
, , 3 ’ 53.» Ρ' 3 5.» Ὁ - 
ἐχείνων ἀηδίαν αὐτὸν ἕξειν, ἔπειτα δ᾽ οὐδ᾽ ἁπλουν, 
ὡς τις οἴεται. οὔτε γὰρ ἂν πᾶσι τοῖς δεομένοις τινὸς 
ἐπαρκέσειέ τις. οἵ μὲν γὰρ ἀξιοῦντές τι παρ᾽ αὐτοῦ 


8ἃ. ἃ. 720, .Μ11. ΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΝ. 43 


λαμβάνειν πάντες ὡς εἰπεῖν εἰσιν ἄνϑρωποι. κἂν μη- 
δεμία εὐϑυς εὐεργεσία αὐτοῖς ὀφείληται" πᾶς γάρ 
τις φύσει καὶ αὐτὸς ἑαυτῷ ἀρέσκει, καγαϑόν τι ἐπαυ- 
ρέσϑαι παρὰ τοῦ δοῦναι δυναμένου βούλεται᾽ ἃ δὲ 
ἐνδέχεται αὐτοὶς δίδοσϑαι, τιμάς τε καὶ ἀρχὰς λέγω, 
καὶ ἔστιν ὅτε καὶ χρήματα, πάνυ ἂν εὐαρίϑμητα ὡς 
πρὸς τοσοῦτον πλῆϑος εὑρεϑείη. τούτου τε οὕτως 
ἔχοντος ἔχϑος ἂν αὐτῷ παρὰ τῶν διαμαρτανόντων 
ὧν χρήξουσι μᾶλλον ἢ φιλία παρὰ τῶν τυγχανόντων 
ὑπάρξειεν. οἷ μὲν γάρ, ὡς καὶ ὀφειλόμενόν τι λαμ- 
βάνοντες. οὔτ᾽ ἄλλως μεγάλην οἴονται δεῖν τῷ δι- 
δόντι αὐτὸ χάριν ἔχειν, ἅτε μηδὲν παρὰ δόξαν εὑρι- 
σκόμενοι καὶ προσέτι καὶ ὀκνοῦσι τοῦτο ποιεῖν ἵνα 
μὴ καὶ ἀναξίους ἐν τούτῳ σφᾶς τοῦ καλῶς πάσχειν 
ἀποφήνωσιν᾽ οἵ δὲ ὧν ἐλπίξουσιν ἀ ἀτυχοῦντες. λυποὺῦν- 
ται κατ᾽ ἀμφότερα, τοῦτο μὲν ὡς οἰκείου τινὸς στερι- 
σχόμενοι πάντες γὰρ ἔχειν ἤδη νομίξουσιν ὧν ἂν 
ἐπιϑυμήσωσι, τοῦτο δὲ ὡς καὶ αὐτοὶ ἑαυτῶν ἀδικίαν 
τινὰ “καταγιγνώσκοντες, ἂμ ῥᾳδίως ἐπὶ τῷ μὴ τυχεῖν 
ὧν ἂν προσδοκήσωσι φέρωσι. καὶ γὰρ ὁ ὀρϑῶς δι- 
δοὺς τὰ τοιαῦτα τὸ τε κατ᾽ ἀξίαν ἑκάστου δῆλον ὑτι 
πρὸ πάντων προσκοπεῖ, καὶ τοὺς μὲν τιμᾷ τοὺς δὲ 
παρορᾷ, ὥστε καὶ ἐκ τῆς ἐκείνου γνώμης τοῖς μὲν 
φρόνημα τοῖς δ᾽ ἀγανάκτησιν ὑπ᾽ αὐτοῦ τοῦ συνει- 
δότος σφῶν προσγίγνεσϑαι. ὡς ἄν γέ τις τοῦτ᾽ εὐ- 
λαβούμενος ἀνωμάλως αὐτὰ διανέμειν ἐθελήσῃ. τὸ 
σύμπαν ἁμαρτήσεται" οἵ τὲ γὰρ πονηροὶ παρὰ τὸ 
προσῆκον τιμώμενοι χείρους ἄν, ἤτοι καὶ ἐπαινεῖς- 
σϑαι ὡς ἀγαϑοὶ ἢ πάντως γε ϑεραπεύεσϑαι ὡς φο- 
βεροὶ δοκοῦντες; γίγνοιντο, καὶ οἱ χρηστοὶ μηδὲν 
πλεῖον αὐτῶν εὑρισκόμενοι, ἀλλ᾽ ἐξ ἴσου σφίσιν ἀγό- 
μενοι, μᾶλλον ἂν ἐκ τῆς πρὸς ἐκείνους ἰσομοιρίας 


οι 


φ- 


41 1}. ΘΟΑΕΒΑΕ ΟΟΤΑΥΙΑΝΌΝ. ἃ. ἃ, 720, 


ΜΕ Ἵ -" 3 ᾿" 3 “΄ ’ 
λυποῖντο ἢ τῷ καὶ αὐτοί τινος ἀξιοῦσθαι χαίροιεν, 


Ψ ἤ 7 - ’ -“ 
τ κακ τούτου τήν τε ἐπιτήδευσιν τῶν κρειττόνων ἐῴῷεν 


18 


ἂν καὶ τὴν ξήλωσιν τῶν χειρόνων μετέρχοιντο. καὶ 
οὕτω κἂν ἐξ αὐτῶν τῶν τιμῶν οὔϑ᾽ οἱ διδόντες αὖ- 
τὰς ἀγαϑόν τι καρποῖντο καὶ οἵ λαμβάνοντες κακίους 
γίγνοιντο. ὥστε σοι τοῦτο, ὃ μάλιστα ἂν τισιν ἐν ταῖς 
μοναρχίαις ἀρέσειε, δυσμεταχειριστότατον συμβῆναι. 

ταῦτά τε οὖν καὶ τἄλλα ἃ μικρῷ πρόσϑεν εἶπον 
ἐνθυμηϑεὶς φρόνησον ἕως ἔξεστί σοι, καὶ ἀπόδος τῷ 
δήμῳ καὶ τὰ ὅπλα καὶ τὰ ἔϑνη καὶ τὰς ἀρχὰς καὶ τὰ 
χρήματα. ἂν μὲν γὰρ ἤδη τε καὶ ἑκὼν αὐτὸ ποιήσῃς, 
ἐνδοξοτατός τε ἅμα ἀνθρώπων ἔσῃ καὶ ἀσφαλέστα- 
τος. ἂν δ᾽ ἀναμείνῃς βίαν τινά σοι προσαχϑῆναι, 


, }» ᾿ " ’ ἥ ; 
2 τὰχ ἂν τι δεινὸν μετὰ κακοδοξίας παϑοις. τεκμη- 


9 


Εἰ 


ὃ 


ριον δέ, Μάριος μὲν καὶ Σύλλας καὶ Μέτελλος. καὶ 
Πομπήιος τὸ πρῶτον. ἐν κράτει τῶν πραγμάτων γε- 
νόμενοι οὔτ᾽ ἠϑέλησαν δυναστεῦσαι οὔτ᾽ ἔπαϑον 
παρὰ τοῦτο δεινὸν οὐδέν᾽ Κίννας δὲ δὴ καὶ Κάρ- 
βων, ὅ τε Μάριος ὁ ἕτερος καὶ ὁ Σερτώριος, ὃ τὸ 
Πομπήιος αὐτὸς μετὰ ταῦτα, τῆς δυναστείας ἐπιϑυ- 
μήσαντες κακῶς ἀπώλοντο. δυσχερὲς γάρ ἐστι τὴν 
πόλιν ταύτην, τοσούτοις τε ἔτεσι δεδημοκρατημένην 
καὶ τοσούτων ἀνθρώπων ἄρχουσαν. δουλεῦσαί τινι 
ἐθελῆσαι. καὶ ἀκούεις μὲν ὅτι τὸν Κάμιλλον ὑπερώ- 
ρισαν, ἐπειδὴ λευκοῖς ἵπποις ἐς τὰ ἐπινίκια ἐχρή- 
σατο, ἀκούεις δὲ ὅτι τὸν Σκιπίωνα κατέλυσαν, ἐπει- 
δή τινα πλεονεξίαν αὐτοῦ κατέγνωσαν. μέμνησαι δὲ 
ὅπως τῷ πατρί σου προσηνέχϑησαν, ὅτι τινὰ ὑπο- 
ψίαν ἐς αὐτὸν μοναρχίας ἔσχον. καίτοι τούτων μὲν 
ἀμείνους ἄνδρες οὐδένες ἄλλοι γεγόνασιν. 

οὐ μέντοι καὶ ἁπλῶς οὕτω συμβουλεύω σοι τὴν 
ἀρχὴν ἀφεῖναι, ἀλλὰ πάντα τὰ συμφέροντα τῷ δη- 


ἃ. ἃ. 720. :,.}}1. ΟΛΕΒΑΝ ΟΥΤΑΥΙΑΝΙΚΒ. 45 


μοσίῳ προπρᾶξαι καὶ δόγμασι καὶ νόμοις ἃ προσήκει 
κατακλεῖσαι, καϑάπερ που καὶ ὁ Σύλλας ἐποίησε" 
καὶ γὰρ εἴ τινα αὐτῶν μετὰ ταῦτα ἀνετράπη, ἀλλὰ 
τά γε πλείω καὶ μείξω διαμένει. καὶ μὴ εἴπῃς ὅτι 
καὶ ὡς στασιάασουσί τινες, ἵνα μὴ καὶ ἐγὼ αὖϑις εἴπω 
ὅτι πολλῷ μᾶλλον οὐκ ἂν ἀνάσχοιντο μοναρχούμενοι. 
ὡς εἴγε πάνϑ᾽ ὅσα ἐνδέχεταί τισι συνενεχϑῆναι προ- 
σκοποίμεϑα, ἀλογώτατα ἂν τὰς διχοστασίας τὰς ἐκ 
τῆς δημοκρατίας συμβαινούσας φοβηϑείημεν ἃ αν μᾶλ- 
λον ἢ τὰς τυραννίδας τὰς ἐκ τῆς μογαρχίας ἔκφυο- 
μένας. περὶ ὧν τῆς δεινότητος οὐδὲ ἐπεχείρησά τι 
εἰπεῖν᾽ οὐ γὰρ δὴ καὶ καταδραμεῖν ἄλλως εὐκατη- 
γόρητον οὕτω πρᾶγμα ἠϑέλησα, ἀλλὰ δεῖξαί σοι τοῦϑ᾽ 
ὅτι τοιοῦτον ἐστι τῇ φύσει ὧστε μηδὲ τοὺς χρηστοὺς 
ἄνδρας .. " 

δόνς οὔτε πεῖσαί τι ῥᾳδίως ὑπὸ παρρησίας τοὺς οὐχ 
ὁμοίους δύνανται, κἂν ταῖς πράξεσιν ἅ ἅτε μὴ ὁμογνῶ- 
μονούντων σφῶν κατορϑοῦσιν. ὥστε εἴ τι κήδῃ τῆς 
πατρίδος, ὑπὲρ ἡ ἧς τοσούτους πολέμους πεπολέμηκας, 
ὑπὲρ ἧς καὶ τὴν ψυχὴν ἡδέως ὁ ἂν ἐπιδοίης, μεταρ- 
ούϑμισον αὐτὴν καὶ κατακόσμησον πρὸς τὸ ᾿ σωφρο- 
νέστερον. τὸ γὰρ ἐξεῖναί τισι πάνϑ᾽ ἁπλῶς ὅσα βού- 
λονται καὶ ποιεῖν καὶ λέγειν, ἂν μὲν ἐπὶ τῶν εὖ φρο- 
νούντων ἐξετάξζῃης. εὐδαιμονίας ἅπασιν αἴτιον γίγνε- 
ται. ἂν δὲ ἐπὶ τῶν ἀνυήτων, συμφορᾶς" καὶ διὰ 
τοῦτο ὁ μὲν τοῖς τοιούτοις τὴν ἐξουσίαν διδοὺς παιδὲ 
δή τινι καὶ μαινομένῳ ξίφος ὀρέγει. ὁ δ᾽ ἐκείνοις τά 
τε ἄλλα καὶ αὐτοὺς τούτους καὶ μὴ βουλομένους σώ- 
ξει. διόπερ καὶ σὲ ἀξιῶ μὴ πρὸς τὰς εὐπρεπείας τῶν 
ὀνομάτων ἀποβλέψαντα ἀπατηϑῆναι, ἀλλὰ τὰ γιγνό- 
μενα ἐξ αὐτῶν προσκοπήσαντα τήν τὲ ϑρασύτητα 
τοῦ ὁμίλου παῦσαι καὶ τὴν διοίκησιν τῶν κοινῶν 


φ» 


ἐϑ 


8 


ΓΝ 


ὧι 


1ὅ 


ἐφ 


ς: 


ἠἦ 


4θ .1}}.. ΘΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΝ, 8... 720. 


ἑαυτῷ τε καὶ τοῖς ἄλλοις τοῖς ἀρέστοις προσϑ εἴναι, 
ἵνα βουλεύωσι μὲν οἵ φρονιμώτατοι. ἄρχωσι δὲ οἱ 
στρατηγικώτατοι, στρατεύωνται δὲ καὶ μισϑοφορώσιν 
οἵ τε ἰσχυρότατοι καὶ οἵ πενέστατοι. οὕτω γὰρ τά τε 
ἐπιβάλλοντά σφισιν ἕκαστοι προϑύμως ποιοῦντες, 
καὶ τὰς ὠφελείας ἀλλήλοις ἑτοίμως ἀντιδιδόντες, 
οὔτε τῶν ἐλαττωμάτων, ἐν οἷς καταδέουσέ τινων, 
ἐπαισϑήσονται, καὶ τὴν δημοκρατίαν τὴν ἀληϑὴ τήν 
τε ἐλευϑερίαν τὴν ἀσφαλὴ κτήσονται" ἐκείνη μὲν 
γὰρ ἡ τοῦ ὄχλου ἐλευϑερία τοῦ τε βελτίστου δουλεία 
πικροτάτη γίγνεται καὶ κοινὸν ἀμφοῖν ὄλεϑρον φέ- 
θέν, αὕτη δὲ τὸ τε σῶφρον πανταχοῦ προτιμῶσα καὶ 
τὸ ἴσον ἅπασι κατὰ τὴν ἀξίαν ἀπονέμουσα πάντας 
ὁμοίως εὐδαίμονας τοὺς χρωμένους αὐτῇ ποιεῖ. μὴ 
γάρ τοι οἰηϑῆς ὅτι τυραννῆσαί σοι, τόν τε δῆμον καὶ 
τὴν βουλὴν δουλωσαμένῳ, παραινῶ. τοῦτο μὲν γὰρ 
οὔτ᾽ ἂν ἐγώ ποτε εἰπεῖν οὔτ᾽ ἂν σὺ πρᾶξαι τολμή- 
σειας᾽ ἐκεῖνα δὲ δὴ καὶ καλὰ καὶ χρήσιμα καὶ σοὶ 
καὶ τῇ πόλει γένοιτο ἄν, τό τὲ πάντα τὰ προσήκοντα 
αὐτόν σε μετὰ τῶν ἀρίστων ἀνδρῶν νομοϑετεῖν, μη- 
δενὸς τῶν πολλῶν μήτ᾽ ἀντιλέγοντος αὐτοῖς, μήτ᾽ 
ἐναντιουμένου. καὶ τὸ τοὺς πολέμους πρὸς τὰ ὑμέ- 
τερα βουλεύματα διοικεῖσθαι, πάντων αὐτίχα τῶν 
ἄλλων τὸ κελευόμενον ποιούντων, τὸ τὲ τὰς τῶν ἄρ- 
χόντων αἱρέσεις ἐφ᾽ ὑμῖν εἶναι; καὶ τὸ τὰς τιμὰς τάς 
τε τιμωρίας ὑμᾶς ὁρίξειν, ἵνα καὶ νόμος εὐϑὺς ῇ πᾶν 
ὅ,τι ἂν βουλευσαμένῳ σοι μετὰ τῶν ὁμοτίμων ἀρέσῃ, 
καὶ οἵ πολέμιοι χρύφα καὶ κατὰ καιρὸν πολεμῶνται, 
οἵ τέ τι ἐγχειριξόμενοι ἀπ᾿ ἀρετῆς ἀλλὰ μὴ κλήρῳ 
καὶ σπουδαρχίᾳ ἀποδεικνύωνται, καὶ οἱ μὲν ἀγαϑοὶ 
ἄνευ φϑόνου τιμῶνται. οἵ δὲ κακοὶ ἄνευ συστάσεως 
κολάξωνται. οὕτω γὰρ ἂν μάλιστα τά τε πραττόμενα 


ἃ. ἃ. 720, 1}, ΘΟΑΕΒΑᾺ ΟΟΤΑΥΙΆΝΟΌΝ, 47 


ὀρϑῶς διοικηϑείη. μήτε ἐς τὸ κοινὸν ἀναφερόμενα 
μήτε ἐν τῷ φανερῷ βουλευόμενα μήτε τοῖς παρακε- 
λευστοῖς ἐπιτρεπόμενα μήτε ἐκ φιλοτιμίας κινδυνευό- 
μενα, καὶ τῶν ὑπαρχόντων ἡμῖν ἀγαϑῶν ἡδέως ἀπο- 
λαύσαιμεν, μήτε πολέμους ἐπικινδύνους μήτε στάσεις 
ἀνοσίας ποιούμενοι. ταῦτα γὰρ πᾶσα μὲν δημοκρα- 
τία ἔχει" οἵ γὰρ δυνατώτεροι, τῶν τὲ πρωτείων ὀρε- 
γόμενοι καὶ τοὺς ἀσϑενεστέρους μισϑούμενοι, πάντα 
ἄνω καὶ κάτω φύρουσι᾽ πλεῖστα δὲ δὴ παρ᾽ ἡμῖν 
γέγονε, καὶ οὐκ ἔστιν ὅπως ἄλλως παύσεται. τεκμή- 
ριον δέ, πάμπολυς ἐξ οὗ χρόνος καὶ πολεμοῦμεν καὶ 
στασιάξομεν. αἴτιον δὲ τό τὲ πλῆϑος τῶν ἀνθρώπων 
καὶ τὸ μέγεϑος τῶν πραγμάτων᾽ ἐκεῖνοί τε γὰρ παν- 
τοδαποὶ καὶ τὰ γένη καὶ τὰς φύσεις ὄντες καὶ ποικί- 
λας καὶ τὰς ὀργὰς καὶ τὰς ἐπιϑυμίας ἔχουσι, καὶ 
ταῦτα ἐς τοσοῦτον προῆκται ὥστε καὶ πάνυ δυσχερῶς 
ἂν διοικηϑῆναι. καὶ ὅτι ταῦτα ἀληϑὴῆ λέγω μαρτυ- 
ρεῖ τὰ γεγονότα. τέως μὲν γὰρ οὔτε πολλοὶ ἦμεν 
οὔτε μεγάλῳ τινὶ τῶν πλησιοχώρων διεφέρομεν. κα- 
λῶς τε ἐπολιτευόμεϑα καὶ πᾶσαν ὀλίγου τὴν Ἰταλίαν 
κατεστρεψάμεϑα᾽ ἀφ᾽ οὗ δὲ ἔξω αὐτῆς ἐξήχϑημεν, 
καὶ ἐπὶ πολλὰς καὶ τῶν ἠπείρων καὶ τῶν νήσων ἐπε- 
ραιώϑημεν, καὶ πᾶσαν μὲν τὴν ϑάλασσαν πᾶσαν δὲ 
τὴν γὴν καὶ τοῦ ὀνόματος καὶ τῆς δυνάμεως ἡμῶν 
ἐνεπλήσαμεν, οὐδενὸς χρηστοῦ μετεσχήκαμεν., ἀλλὰ 
τὸ μὲν πρῶτον οἴκοι καὶ ἐντὸς τοῦ τείχους κατὰ συ- 
στάσεις ἐστασιάσαμεν., ἔπειτα δὲ καὶ ἐς τὰ στρατό- 
πεδὰα τὸ νύσημα τοῦτο προηγάγομεν. καὶ διὰ ταῦτα 
ἡ πόλις ἡμῶν, ὥσπερ ὁλκὰς μεγάλη καὶ πλήρης ὄχλου 
παντοδαποῦ χωρὶς κυβερνήτου, πολλὰς ἤδη γενεὰς 
ἐν κλύδωνι πολλῷ φερομένη σαλεύει τὲ καὶ ἄττει 
δεῦρο κἀκεῖσε. καϑάπερ ἀνερμάτιστος οὖσα. μήτ᾽ 


θ 


ἐφ 


48 ψ. 111.. ΟΛΕΒΑΚ ΟΟΤΑΥΙΑΝΙ. ἀνα, 125. 


4 οὖν χειμαξομένην ἔτ᾽ αὐτὴν περιέδης, ὁρᾷς γὰρ ὡς 


11 


"3 


ΠΩΣ 


ὑπέραντλός ἐστι, μήτε περὶ ἕρμα περιρραγῆναι ἐάσῃς, 
σαϑρὰ γάρ ἐστι καὶ οὐδένα ἔτι χρόνον ἀντισχεῖν δυ- 
; κι ἈΠ] 3 , ᾿ μ ΣΝ 

νήσεται᾽ αλλ ἐπειδήπερ οἵ ϑεοὶ ἐλεήσαντες αὐτὴν 
καὶ ἐπιγνώμονά σε καὶ ἐπιστάτην αὐτῆς ἐπέστησαν, 
μὴ προδῷς τὴν πατρίδα, ἵν᾽ ὥσπερ νῦν διὰ σὲ μι- 
κρὸν ἀναπέπνευκεν, οὕτω καὶ τὸν λοιπὸν αἰῶνα μετ᾽ 
ἀσφαλείας διάγῃ. 

[κὴ Ξ3 3 " - 

ὅτι μὲν οὖν ὀρϑῶς σοι παραινῶ, μοναρχεῖσϑαι 
τὸν δῆμον ἀξιῶν, πάλαι σε ἡγοῦμαι πεπεῖσϑαι" τού- 
του δὲ δὴ οὕτως ἔχοντος καὶ ἑτοίμως καὶ προϑύμως 
τὴν προστασίαν αὐτοῦ ἀνάδεξαι, μάλλον δὲ μὴ πρόῃ. 
οὐδὲ γὰρ οὐδ᾽ ὑπὲρ τοῦ λαβεῖν τι βουλευόμεϑα, ἀλλ᾽ 
ἱπὲρ τοῦ μὴ ἀπολέσαι καὶ προσέτι καὶ κινδυνεῦσαι. 
τίς γάρ σου φείσεται, ἂν τε ἐς τὸν δῆμον τὰ πραάγ- 
ματ᾽ ἀνώσῃς. ἂν τε καὶ ἑτέρῳ τινὶ ἐπιτρέψῃς. παυ- 
πόλλων μὲν ὄντων τῶν ὑπὸ σοῦ λελυπημένων, πάν- 
τῶν δ᾽ ὡς εἰπεῖν τῆς μοναρχίας ἀντιποιησομένων, 
ὧν οὐδεὶς οὔτε μὴ ἀμύνασϑαί σε ἐφ᾽ οἷς πεποίηκας 

»} } Β - ’ ’ , 

οὔτ᾽ ἀντίπαλον υπολιπέσϑαι ἐθελήσει; τεκμήριον δὲ 
ὅτι καὶ ὁ Πομπήιος ἐκστὰς τῆς δυναστείας καὶ κατε- 


φρονήϑη καὶ ἐπεβουλεύϑη. κἀκ τούτου μηκέτ᾽ αὐ- 


τὴν ἀναλαβεῖν δυνηϑεὶς ἐφθάρη. καὶ ὁ Καῖσαρ ὃ 
πατὴρ ὁ σὸς τὸ αὐτὸ τοῦτο ποιῆσαι ἐθελήσας προ- 
απώλετο. πάντως δ᾽ ἂν καὶ ὁ Μάριος καὶ ὁ Σύλλας 
ὅμοια αὐτοῖς ἐπεπόνϑεσαν, εἰ μὴ προετεϑνήκεσαν. 
καίτοι τὸν Σύλλαν φασί τινες αὐτὸ τοῦτο φοβηϑέντα 
φϑῆναι καὶ ἑαυτὸν ἀναχρήσασϑαι᾽" συχνὰ γοῦν τῶν 
νομοϑετηϑέντων ὑπ᾽ αὐτοῦ ξῶντος ἔτ᾽ αὐτοῦ λύεσϑαι 
ἤρξατο. ὥστε καὶ σὺ πολλοὺς μὲν Μεπέδους, πολλοὺς 
δὲ Σερτωρίους, Βρούτους, Κασσίους γενήσεσϑαί σοι 
προσδόκα. 


ἃ. ἃ, 12ὅ. Τ[,. 11. ΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΧΙΒ. 49 


ταῦτά τε οὖν ἰδὼν καὶ τἄλλα πάντα λογισάμενος, 
μὴ πρόῃ καὶ σεαυτὸν καὶ τὴν πατρέδα, ἵνα μὴ δόξῃς 
τισὶν ἐθελούσιος τῆς ἀρχῆς ἐφεῖσϑαι. πρῶτον μὲν 
γάρ, ἂν καὶ τοῦτό τις ὑποπτεύσῃ. οὔτ᾽ ἀπὸ τοῦ ἀν- 
ϑρωπείου τρόπου τὸ ἐπιϑυμημά ἐστι. καὶ καλὸς ὁ 
κίνδυνος αὐτοῦ᾽ ἔπειτα δὲ τίς οὐκ οἷδε τὴν ἀνάγκην 
ὑφ᾽ ἧς ἐς τὰ πράγματα ταῦτα προήχϑης ; ὥστε εἴπερ 
τι αἰτίαμα αὐτῆς ἐστι, τοῖς τοῦ πατρός σου σφα- 
γεῦσι δικαιότατα ἄν τις αὐτὸ ἐγκαλέσειεν᾽ εἰ γὰρ 
ἐκεῖνοι μήτ᾽ ἀδίκως μήτ᾽ οἰκτρῶς οὕτως αὐτὸν ἀπε- 
κτόνεσαν, οὔτ᾽ ἂν τὰ ὅπλα ἀντήρω, οὔτ᾽ ἂν τὰ 
στρατεύματα συνελέξω, οὔτ᾽ ἂν ᾿ἀντωνίῳ καὶ “επί- 
δῷ συνέϑου, οὔτ᾽ ἂν αὐτοὺς ἐκείνους ἠμύνω. καὶ 
ὅτι μὲν ὀρϑῶς καὶ δικαίως πάντα ταῦτα ἐποίησας 
οὐδεὶς ἀγνοεῖ᾽ εἰ δ᾽ οὖν τι καὶ πεπλημμέληται, ἀλλ᾽ 
οὔτι καὶ μεταϑέσϑαι ἔτ᾽ ἀσφαλῶς δυνάμεϑα. ὥστε 
καὶ ἡμῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως πεισϑῶμεν 
τῇ τύχῃ τῇ τὴν μοναρχίαν σοι διδούσῃ. καὶ χάριν 
γε μεγάλην αὐτῇ ἔχωμεν, ὅτι μὴ μόνον τῶν κακῶν 
τῶν ἐμφυλίων ἀπέλυσεν ἡμᾶς. ἀλλὰ καὶ τὴν κατά- 
στασιν τῆς πολιτείας ἐπὶ σοὶ πεποίηται, ἵν᾽ ἐπιμελη- 
ϑεὶς αὐτῆς ὥσπερ προσήκει. δείξῃς ἅπασιν ἀνθρώ- 
ποις ὅτι ἐκεῖνα μὲν ἄλλοι καὶ ἐτάραξαν καὶ ἐκακούρ- 
γησαν, σὺ δὲ δὴ χρηστὸς εἶ. 

καὶ μή μοι τὸ μέγεϑος τῆς ἀρχῆς φοβηϑῇς. ὅσῳ 
τὲ γὰρ πλείων ὑπάρχει, τόσῳ πλείω καὶ τὰ σώξοντα 
ἔχει, καὶ μακρῷ τὸ φυλάξαι τι τοῦ χτήσασϑαι δᾶόν 
ἐστι πρὸς μὲν γὰρ τὸ τἀλλότρια προσποιήσασϑαι 
καὶ πόνων καὶ κινδύνων δεῖ, πρὸς δὲ τὸ τὰ ὑπάρ- 
χονταὰ σῶσαι βραχεῖα φροντὶς ἀρκεῖ. μὴ μέντοι μηδὲ 
δείσῃς ὅτι οὐχὶ καὶ ἀσφαλέστατα ἐν αὐτῇ βιώσῃ καὶ 
πάντων τῶν ἐν ἀνθρώποις ἀγαϑῶν ἀπολαύσεις, ἄν 

ὉΙΟ ΟΑΒΒΙΌΒ, Ι11Ὶ 4 


φ: 


ὔι 


7 


19 


ἐφ 


ζ 


μόνας. 


σι 


50 111. ΟΛΕΒΑΙ ΟΟΤΑΥΙΆΝΌΞΒ. ἃ. ἃ, 725, 


γξε ἐθελήσῃς αὐτὴν ὡς παραινέσω σοι διοικῆσαι. καί 
με μὴ νομίσῃς ἀπαρτᾶν ἀπὸ τῆς παφούσης ὑποϑέ- 
σεως τὸν λόγον, ἂν ἐπὶ πλεῖον σοι περὶ αὐτῆς δια- 
λεχϑῶ᾽ οὐ γάρ που καὶ ὑπ᾽ ἀδολεσχίας τινὸς ἄλλως 
τοῦτο ποιήσω, ἀλλ᾽ ἵνα ἀκριβῶς καταμάϑης ὅτι καὶ 
δυνατὸν καὶ ῥάδιον τῷ γε ἔμφρονι τὸ καὶ καλῶς καὶ 
ἀκινδύνως ἄρξαι ἐστί. 

φημὶ τοίνυν χρῆναί σε κατὰ πρώτας εὐϑὺς τὸ 
βουλευτικὸν πᾶν καὶ φυλοκρινῆσαι καὶ διαλέξαι, 
ἐπειδή τινες οὐκ ἐπιτήδειοι διὰ τὰς στάσεις βεβου- 
λεύκασι, καὶ τοὺς μὲν ἀρετήν τινα αὐτῶν ἔχοντας 
κατασχεῖν, τοὺς δὲ λοιποὺς ἀπαλεῖψαι. μὴ μέντοι καὶ 
διὰ πενίαν τινὰ ἀγαθόν γε ἄνδρα ὄντα ἀπαλλάξῃς, 
ἀλλὰ καὶ χρήματα αὐτῷ τὰ ἀναγκαῖα δός. ἀντὶ δὲ 
δὴ τῶν ἄλλων τούς τε γενναιοτάτους καὶ τοὺς ἀρέ- 
στους τούς τε πλουσιωτάτους ἀντεσάγαγε. μὴ μόνον 
ἐκ τῆς Ἰταλίας, ἀλλὰ καὶ παρὰ τῶν συμμάχων τῶν 
τε ὑπηκόων ἐπιλεξάμενος οὕτω γὰρ σύ τε πολλοῖς 
συνεργοῖς χρήσῃ, καὶ τοὺς κορυφαίους ἐξ ἁπάντων 
τῶν ἐθνῶν ἐν ἀσφαλεῖ ποιήσῃ. καὶ οὔτε ἐκεῖνα νεο- 
χμώσει τι μηδένα ἐλλόγιμον προστάτην ἔχοντα, καὶ 
οἵ πρωτεύοντες παρ᾽ αὐτοῖς φιλήσουσέ σε. ἅτε καὶ 
κοινωνοί σοι τῆς ἀρχῆς γεγονότες. τὰ δὲ αὐτὰ ταῦτα 
καὶ ἐπὶ τῶν ἱππέων ποίησον. τοὺς γὰρ τὰ δευτερεῖα 
ἑχασταχόϑι καὶ γένει καὶ ἀρετῇ καὶ πλούτῳ φερομέ- 
γους ἐς τὴν ἱππάδα κατάλεξον. τοσούτους ἑκατέρους 
ἀντεγγράψας ὁπόσοι ποτ᾽ ἂν ἀρέσωσί σε, μηδὲν περὶ 
τοῦ πλήϑους αὐτῶν ἀκριβολογούμενος᾽ ὅσῳ γὰρ ἂν 
πλείους εὐδόκιμοι ἄνδρες συνῶσί σοι, τοσούτῳ ῥᾷον 
αὐτὸς τε ἐν δέοντι πάντα διοικήσεις, καὶ τοὺς ἀρχο- 
μένους πείσεις ὅτι οὔτε ὡς δούλοις σφίσιν οὔϑ᾽ ὡς 
χείροσί πῃ ἡμῶν οὖσι χρῇ, ἀλλὰ τά τε ἄλλα ἀγαϑὰ 


8... 728. 0 8}}, ΟΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΝ, 51 


πάντα τὰ ὑπάρχοντα ἡμῖν καὶ τὴν ἡγεμονίαν αὐτοῖς 
κοινοῖ. ὅπως ὡς οἰκείαν αὐτὴν σπουδάξωσι. καὶ το- 
σοῦτόν γε δέω τοὔῦϑ᾽ ὡς οὐκ ὀρϑῶς εἰρημένον ἀνα- 
ϑέσϑαι, ὥστε καὶ τῆς πολιτείας πᾶσί σφισι μεταδο- 
ϑήναέξ φημι δεῖν, ἵνα καὶ ταύτης ἰδομοιροῦντες πι- 
στοὶ σύμμαχοι ἡμῖν ὦσιν, ὥσπερ τινὰ μίαν τὴν ἡμε- 
τέραν πόλιν οἰκοῦντες, καὶ ταύτην μὲν ὄντως πόλιν, 
τὰ δὲ δὴ σφέτερα ἀγροὺς καὶ κώμας νομέξοντες 
εἶναι. 

ἀλλὰ περὶ μὲν τούτου αὖϑις ἀκριβέστερον σκε- 
ψόμεϑα ἃ χρὴ πρᾶξαι, ἵνα μὴ καὶ πάντα ἀϑρόα αὖὐ- 
τοῖς χαρισώμεθα᾽ καταλέγεσθαι δὲ χρὴ ἐς μὲν τὴν 
ἱππάδα ὀχτωκαιδεκέτεις, ἐν γὰρ ταύτῃ τῇ ἡλικίᾳ μά- 
λιστα ἢ τε τῶν σωμάτων αὐτῶν εὐεξία καὶ ἡ τῶν 
ψυχῶν ἐπιτηδειότης διαφαίνεται, ἐς δὲ τὸ συνέδριον 
πεντεκαιεικοσιέτεις᾽ πῶς γὰρ οὐκ αἰσχρὸν καὶ σφα- 
λερόν ἐστι τὰ μὲν οἰκεῖα μηδενὶ πρὸ ταύτης τῆς ἡλι- 
κίας ἐπιτρέπεσϑαι, τὰ δὲ δημόσια καὶ νεωτέροις τι- 
σὺν ἐγχειρέξζεσϑαι; ταμιεύσαντές τε καὶ ἀγορανομή- 
σαντες ἢ δημαρχήσαντες στρατηγείτωσαν, τριακον- 
τοῦται γενόμενοι. ταῦτας τὲ γὰρ τὰς ἀρχὰς καὶ τὰς 
τῶν ὑπάτων μόνας οἴκοι, τῆς τὸ τῶν πατρίων μνή- 
μης ἕνεκα καὶ τοῦ μὴ παντελῶς τὴν πολιτείαν με- 
ταλλάττειν δοκεῖν, ἀποδεικνύναι σέ φημι χρῆναι. 
αὐτὸς μέντοι σὺ πάντας αὐτοὺς αἱροῦ. καὶ μήτε ἐπὶ 
τῷ πλήϑει ἢ καὶ τῷ δήμῳ ἔτι τινὰ αὐτῶν ποιήσῃ, 
στασιάσουσι γάρ, μήτε ἐπὶ τῷ συνεδρίῳ, διασπου- 
δάσονται γάρ. μὴ μέντοι καὶ τὰς δυνάμεις σφῶν τὰς 
ἀρχαίας τηρήσῃς, ἵνα μὴ τὰ αὐτὰ αὖϑις γένηται, 
ἀλλὰ τὴν μὲν τιμὴν φύλαξον, τῆς δ᾽ ἰσχύος παρά- 
λυσον τοσοῦτον ὅσον μήτε τοῦ ἀξιώματός τι αὐτῶν 
ἀφαιρήσει καὶ τοῖς νεωτερίσαι τι ἐθελήσουσι μὴ ἐπι- 

ἀ 


θ 


20 


ἐφ 


ω 


Ω1 


ὠ 


2 μι 11. ΟΑΛΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΞΒ, 8... 725. 


τρέψει. ἔσται δὲ τοῦτο, ἂν τά τε ἄλλα καὶ ἐνδήμους 
αὐτοὺς ἀποφήνῃς, καὶ μήτε ἐν τῷ τῆς ἀρχῆς καιρῷ 
ὅπλα τινὶ αὐτῶν ἐγχειρίσῃς μήτε εὐθύς. ἀλλὰ χρό- 
ψου διελθόντος, ὅσον ἂν αὐτάρκη ἑκάστῳ σφῶν νο- 
μίσῃς εἶναι. οὕτω γὰρ οὔτε τινὲς νεοχμώσουσι, στρα- 
τοπέδων κύριοι ἐν τῷ τῶν ὀνομάτων φρονήματι γε- 
νόμενοι. καὶ χρόνον τινὰ ἰδιωτεύσαντες πεπανϑή- 
όονται. καὶ οὗτοι μὲν τάς τε πανηγύρεις, οἵ γε καὶ 
προσήκοντές σφισιν, ἐπιτελείτωσαν. καὶ τὰς δίκας 
πάντες ὡς ἕκαστοι, πλὴν τῶν φονικῶν, ἐν τῷ τῆς 
ἐνδήμου ἀρχῆς χρόνῳ δικαξέτωσαν" συναγέσϑω μὲν 
γὰρ δικαστήρια καὶ ἐκ τῶν ἄλλων βουλευτῶν τῶν τε 
ἵππέων, τὸ δ᾽ ὅλον ἐς ἐκείνους ἀνακείσϑω. πολίαρ- 
χος δὲ δή τις ἔκ τὲ τῶν προηχόντων καὶ ἐκ τῶν 
πάντα τὰ καϑήκοντα προπεπολιτευμένων ἀποδεικνύ- 
σϑω. οὐχ ἵνα ἀποδημησάντων που τῶν ὑπάτων ἄρχῃ. 
ἀλλ᾽ ἵνα τά τε ἄλλα ἀεὶ τῆς πόλεως προστατῇ. καὶ 
τὰς δίκας τάς τε παρὰ πάντων ὧν εἶπον ἀρχόντων 
ἐφεσίμους τε καὶ ἀναπομπίμους καὶ τὰς τοῦ ϑανά- 
του τοῖς τε ἐν τῇ πόλει. πλὴν ὧν ἂν εἴπω, καὶ τοῖς 
ἔξω αὐτῆς μέχρι πεντήκοντα καὶ ἑπτακοσίων σταδίων 
οἰκοῦσι κρίνῃ. ἕτερός τέ τις ἐκ τῶν ὁμοίων καὶ αὐ- 
τὸς αἱρείσϑω ὥστε τά τε γένη καὶ τὰς οὐσίας τούς 
τε τρόπους καὶ τῶν βουλευτῶν καὶ τῶν ἵππέων, 
ἀνδρῶν τε ὁμοίως καὶ παίδων γυναικῶν τε τῶν 
προσηχουσῶν αὐτοῖς, ἐξετάξειν τε καὶ ἐπισκοπεῖν, 
καὶ τὰ μὲν αὐτὸς ἐπανορϑοῦν ὅσα μήτε τινὸς τιμω- 
ρέας ἄξιά ἐστι καὶ παρορώμενα πολλῶν καὶ μεγάλων 
κακῶν αἴτια γίγνεται, τὰ δὲ δὴ μείξω σοὶ ἐπικοινοῦ- 


4, 6. ματι] Ηοο γυγϑὰβ ᾿ποῖρὶῦ οοᾶοχ Ὑ μη οῦι5 Ροβὺ δου μ δ 1 
ο. ὃ, ἃ ποἰαΐϑμι. 


᾿,. Ὁ, 1525, Ι.1}}1. ΟΑΛΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΝ, 99 


σϑαι. βουλευτῇ γάρ τινι, καὶ τῷ γε ἀρέστῳ μετὰ τὸν 
πολέαρχον., μᾶλλον ἤ τινι τῶν ἱππέων προστετάχϑαι 
τοῦτο δεῖ. καὶ τό γε ὄνομα ἀπὸ τῆς σῆς τιμαρχίας, 
πάντως γάρ δε προεστάναι τῶν τιμήσεων προσήκει, 
εἰκότως ἂν λάβοι. ὥστε ὑποτιμητὴς καλεῖσϑαι. ἀρ- 
χέτωσαν δὲ δὴ οἱ δύο οὗτοι διὰ βίου, ἄν γε δὴ μὴ 
κακυνϑῇ τις αὐτῶν τρόπον τινὰ ἢ καὶ νοσώδης ῇ 
καὶ ὑπεργήρως γένηται. ἐκ μὲν γὰρ τῆς χρονίου ἀφ- 
χῆς οὐδὲν ἂν δεινόν, ἅτε ὁ μὲν παντελῶς ἄοπλος ὦν, 
ὁ δ᾽ ὀλίγους τε στρατιώτας ἔχων καὶ ἐν τοῖς σοῖς 
ὀφθαλμοῖς τὸ πλεῖστον ἄρχων, ἐργάσαιντο᾽ ἐκ δὲ δὴ 
τοῦ ἑτέρου καὶ ὀκνήσειαν ἂν προσκροῦσαί τινι καὶ 
φοβηϑεῖεν ἐρρωμένως τι πρᾶξαι, τήν τε ἑαυτῶν ἰδιω- 
τείαν καὶ τὴν ἄλλων τινῶν δυναστείαν προορώμενοι. 
καὶ μισϑόν γέ τινα φερέτωσαν καὶ τῆς ἀσχολίας 
ἕνεκα καὶ τῆς ἀξιώσεως. 

περὶ μὲν δὴ τούτων ταύτην σοι τὴν γνώμην δίέ- 
δωῶμι, οἱ δὲ δὴ στρατηγήσαντες ἀρχέτωσαάν τινα ἀρ- 
χὴν ἐν τοῖς ὑπηκόοις πρὶν γὰρ στρατηγῆσαί σφας 
οὐχ ἡγοῦμαι δεῖν τοῦτο γίγνεσϑαι. ἐκεῖνοι δ᾽ ὑπο- 
στρατηγείτωσαν οἷς ἂν εἴπω, καὶ ἅπαξ καὶ δεύτερον" 
εἶϑ᾽ οὕτως ὑπατευέτωσαν, ἄν γε καὶ ὀρϑῶς διάρ- 
ξωσι. καὶ μετὰ ταῦτα τὰς μείξους ἡγεμονίας λαμβα- 
νέτωσαν. ὧδε γὰρ συμβουλεύω σοι διατάξαι. τήν τε 
Ἰταλίαν πᾶσαν τὴν ὑπὲρ πεντήκοντα καὶ ἑπτακοσίους 
ἀπὸ τῆς πόλεως σταδίους οὖσαν, καὶ τἄλλα πάντα τά 
τε ἐν ταῖς νήσοις καὶ τὰ ἐν ταῖς ἠπείροις ὁμολο- 
γοῦντα ἡμῖν, κατάνειμον ἕκασταχόϑι κατά τε γένη 
καὶ ἔϑνη, τάς τε πόλεις ἁπάσας. ὅσας γε καὶ αὕταρ- 
κές ἐστιν ὑφ᾽ ἑνὸς ἀνδρὸς αὐτοτελοῦς ἄρχεσϑαι" 


φὺ 


- 


χἀνταῦϑα στρατιώτας ἐγκατάστησον, καὶ ἄρχοντας 2 


2 - 6 - 
χαϑ' ἑκάστους ἕνα μὲν ἐκ τῶν ὑπατευκότων ἐπὶ πᾶσι 


84 Π. 8}. ΘΟΑΕΒΑΚ ΟΟΤΑΥΙΑΝΌΣ, διυ. 125, 


πέμπε, δύο δὲ ἐκ τῶν ἐστρατηγηκότων, τὸν μὲν ἄρτι 
ἐκ τῆς πόλεως ἐξιόντα, καὶ αὐτῷ τά τε ἰδιωτικὰ πράγ- 
ματα καὶ ἡ τῶν ἐπιτηδείων παρασκευὴ προσκείσϑω., 
τὸν δὲ ἐκ τῶν τοῦτο πεποιηκότων, ὃς τά τε κοινὰ 
τῶν πόλεων διοικήσει καὶ τῶν στρατιωτῶν ἄρξει, 
8 πλὴν ὅσα ἀτιμίας ἢ ϑανάτου ἔχεται. ταῦτα γὰρ ἐς 
μόνον τὸν ὑπατευκότα ἄρχοντα ἀνηκέτω, πλὴν περί 
τε τῶν ἑχατοντάρχων τῶν ἐν τοῖς καταλόγοις ὄντων 
καὶ περὶ τῶν ἰδιωτῶν τῶν παρ᾽ ἑκάστοις πρώτων᾽ 
τούτους γὰρ δὴ ἑκατέρους μηδενὶ ἄλλῳ κολάξειν ἐπι- 
τφέψῃς, ἵνα μὴ οὕτω τινὰ αὐτῶν φοβῶνται ὥστε ποτὲ 
4 καὶ κατὰ σοῦ τι πρᾶξαι. ὃ δ᾽ εἶπον. ὅτι τὸν ἕτερον 
τῶν ἐστρατηγηκότων ἐπὶ τοῖς στρατιώταις ἐπιτετά- 
χϑαι δεῖ, τοιοῦτόν ἐστιν. ἂν μὲν ὀλίγοι τινὲς ἐν ξε- 
νικοῖς τείχεσιν ἢ καὶ ἐν ἑνὶ πολιτικῷ στρατεύωνται. 
καλῶς ἔχει τοῦτο γίγνεσθαι ἂν δὲ δύο πολιτικὰ 
στρατεύματα ἐν ταὐτῷ ἔϑνει χειμάξζῃ, πλείω γὰρ τού- 
τῶν οὐκ ἂν συμβουλεύσαιμέί σοι τῷ αὐτῷ ἄρχοντι 
ἐπιτρέψαι, δεήσει που τοὺς δύο τοὺς ἐστρατηγηκότας 
5 καὶ ἐκείνων, ἰδίᾳ ἑκατέρου, καὶ τῶν ἄλλων τῶν τὲ 
πολιτικῶν καὶ τῶν ἰδιωτικῶν ὁμοίως προΐστασϑαι. 
ὁ δ᾽ οὖν ὑπατευκὼς ταῦτά τε... καὶ προσέτι καὶ 
τὰς δίκας τάς τε ἐκκλήτους καὶ τὰς ἀναπομπίμους 
τὰς ἀπὸ τῶν στρατηγῶν αὐτῷ φοιτώσας κρινέτω. 
86 χαὶ μὴ ϑαυμάσῃς εἰ καὶ τὴν Ἰταλίαν τοιαῦτα μέρη 
νεῖμαί σοι παραινῶ" πολλή τὲ γὰρ καὶ πολυάνϑρω- 
πος οὖσα ἀδύνατός ἐστιν ὑπὸ τῶν ἐν τῷ ἄστει ἀρ- 
χόντων καλῶς διοικεῖσθαι. δεῖ γὰρ τοῖς τε δήμοις 
τὸν ἄρχοντα ἀεὶ παρεῖναι καὶ τοῖς ἄρχουσι τὰ δὺυ- 
νατὰ προστάσσεσϑαι. 
28 λαμβανέτωσαν. δὲ μισϑὸν πάντες οὗτοι οἵ τὰς 
ἔξω τῆς πόλεως ἀρχὰς ἐπιτρεπόμενοι, πλείω μὲν οἵ 


ἃ... 725. [{1Π|. ΘΑΕΒΑΚΝ ΟΟΓΑΥΙΑΝῦΘ. δὅ 


μείξους, ἐλάττω δὲ οἱ καταδεέστεροι, μέσον δὲ οἷ μέ- 
σοι᾿ οὔτε γὰρ ἀπὸ τῶν οἰκείων οἷον τέ ἐστιν αὐτοὺς 
ἐν τῇ ἀλλοτρίᾳ ἀποξῆν, οὔτ᾽ ἀορέστῳ. καὶ ἀσταϑμήτῳ 
ἀναλώματι ὥσπερ νῦν χρῆσϑαι. καὶ ἀρχέτωσαν μήτε 
ἔλαττον ἐτῶν τριῶν, εἰ μή τις ἀδικήσειέ τι. μήτε 
πλεῖον πέντε. τὸ μὲν ὅτι αἷ ἐνιαύσιοι καὶ ὀλιγοχρό- 
νιον ἀρχαὶ διδάξασαί τινας τὰ ἀναγκαῖα ἀποπέμπουσι 
πρίν τι αὐτῶν ἀποδειχϑῆναι, τὸ δὲ ὅτι αἴ μακρότε- 
θαι καὶ πολυχρονιώτεραι ἐπαίρουσί πὼς πολλοὺς καὶ 
ἐς νεωτεροποιίαν ἐξάγουσι. διόπερ οὐδ᾽ ἐπαλλήλους 
τὰς μείζους ἡγεμονίας οἶμαί τισι προσήκειν δέδοσθϑαι. 
οὔτε γὰρ διαφέρει τι ἄν τε ἐν τῷ αὐτῷ ἔϑνει ἄν τε 
καὶ ἐν πλείοσιν ἐφεξῆς ἐπὶ μακρότερον τοῦ δέοντος 
ἄρχωσι" καὶ ἀμείνονες γίγνονται, ἐπειδὰν διαλίπωσι 
τέ τινα χρόνον καὶ οἴκαδε ἐπανέλθωσι καὶ ἰδιωτεύ- 
σῶωσι. 

ο΄ τοὺς μὲν δὴ βουλευτὰς ταῦτά τε καὶ οὕτω δι- 
ἕπειν φημὶ χρῆναι, τῶν δὲ δὴ ἱππέων δύο τοὺς ἀρί- 
στους τῆς περὶ σὲ φρουρᾶς ἄρχειν᾽ τὸ τε γὰρ ἕνὶ 
ἀνδρὶ αὐτὴν ἐπιτρέπεσϑαι σφαλερὸν καὶ τὸ πλείοσι 
ταραχωδές ἐστι. δύο τε οὖν ἔστωσαν οἵ ἔπαρχοι οὕτοι, 
“ } Ἢ « ἔ Φφ. ὦ »" , 

ἵν ἂν καὶ ὁ ἕτερος αὐτῶν ἐπαίσϑηταί τι τῷ σώματι, 
μήτι γε καὶ ἐνδεὴς τοῦ φυλάξοντός σὲ εἴης" καὶ 
καϑιστάσϑωσαν ἐκ τῶν πολλάκις τε ἐστρατευμένων 
καὶ πολλὰ καὶ ἄλλα διωκηκότων. ἀρχέτωσαν δὲ δὴ 
τῶν τε δορυφόρων καὶ τῶν λοιπῶν στρατιωτῶν τῶν 
ἐν τῇ Ἰταλίᾳ πάντων, ὥστε καὶ ϑανατοῦν τοὺς ἀδὲ- 
κοῦντας αὐτῶν πλὴν τῶν τε ἑκατοντάρχων καὶ τῶν 
ἄλλων τῶν τοῖς ἐκ τοῦ βουλευτικοῦ ἄρχουσι προστε- 
ταγμένων. τούτους μὲν γὰρ αὐτοὶ ἐκεῖνοι δικαιού- 
τῶσαν, ἵνα ἀπροφασίστως σφίσι χρῆσϑαι, ἅτε καὶ 
κολάσαι καὶ τιμῆσαί σφας ἐξουσίαν ἔχοντες, δύνων- 


24 


2 


9 


δ, 


0. . 8}. ΘΟΑΕΒΑΙ ΟΘΟΤΑΥΙΑΝΌΒ,. ἃ. ἃ, 725. 


ται τῶν δ᾽ ἄλλων τῶν ἐν τῇ Ἰταλίᾳ στρατιωτῶν οἵ 
ἔπαρχοι ἐκεῖνοι προστατείτωσαν, ὑπάρχους ἔχοντες, 
καὶ προσέτι καὶ τῶν Καισαρείων τῶν τε ἐν τῇ θερα- 
πείᾳ σου ὄντων καὶ τῶν ἄλλων τῶν λόγου τινὸς 
5 ἀξίων. ταῦτα γὰρ καὶ προσήκοντα καὶ αὐτάρκη αὖ- 
τοῖς διάγεσϑαι, ἵνα μὴ καὶ πλείω πράγματα ὧν κα- 
λῶς φέρειν δυνήσονται ἐπιταχϑέντες ἄσχολον πρὸς 
τὰ ἀναγκαῖα ἢ καὶ ἀδύνατοι πάντων αὐτῶν προΐστα- 
ὁ σϑᾶι γένωνται. καὶ οὗτοι μὲν διὰ βίου, ὥσπερ που 
καὶ ὁ πολίαρχος ὅ 8᾽ ὑποτιμητής, τὴν ἀρχὴν ἐχέτω- 
δσαν᾽ νυκχτοφύλαξ δὲ ἕτερος, καὶ ἐπὶ τοῦ σίτου τῆς 
τὲ ἀγορᾶς τῆς λοιπῆς ἕτερος ἔκ τε τῶν ἱππέων τῶν 
πρώτων μετ᾽ ἐκείνους καὶ ἐς τακτὸν χρόνον ἀπο- 
δεικνύσϑωσαν. καϑάπερ οἵ ἐκ τοῦ βουλευτικοῦ προ- 
Ὁ χειριξύμενοι. τάς τὸ διοικήσεις τῶν χρημάτων, τῶν 
τε τοῦ δήμου καὶ τῶν τῆς ἀρχῆς λέγω; καὶ τὰς ἐν 
τῇ Ρωμῃ τῇ τὲ ἄλλῃ Ιταλίᾳ καὶ τὰς ἔξω πάσας οἵ 
2 ἱππεῖς διαχειριξέτωσαν. καὶ μισϑὸν οὗτοί τε καὶ οἵ 
ἄλλοι πάντες οἵ ἐκ τοῦ αὐτοῦ τέλους διοικοῦντές τι, 
οἷ μὲν πλείονα οἱ δὲ ἐλάττονα, πρός τε τὸ ἀξέωμα 
8 καὶ πρὸς τὸ μέγεϑος τῆς πράξεως φερέτωσαν, τοῦτο 
μὲν ὅτι οὐχ οἷόν τέ ἐστιν αὐτούς, ἅτε καὶ πενεστέρους 
τῶν βουλευτῶν ὄντας, ἀπὸ τῶν.οἰκείων. οὐδὲ ἐν τῇ 
Ῥώμῃ τι πράττοντας. ἀναλίσκειν, ἐκεῖνο δὲ ὅτι μήτε 
δυνατὸν μήτε συμφέρον ἐστί σοι τοὺς αὐτοὺς τῶν 
τε δυνάμεων καὶ τῶν χρημάτων κυρίους γίγνεσϑαι. 
4 πρὸς δ᾽ ἔτι καὶ καλῶς ἔχει διὰ πλειόνων πάντα τὰ 
τῇ ἀρχῇ προσήκοντα διάγεσϑαι, ὅπως καὶ ὠφελώνται 
ἅμα συχνοὶ καὶ ἔμπειροι τῶν πραγμάτων γίγνωνται" 
οὕτω γὰρ οἵ τε ἀρχόμενοι μᾶλλον εὐνοήσουσί σοι; 
πολυειδὴ ἀπόλαυσιν τῶν κοινῶν ἀγαϑῶν καρπού- 
μενοι, καὶ σὺ ἀφϑονώτατα τοῖς ἀεὶ ἀρίστοις πρὸς 


4, ἃ, 7525. Ι,. 111. ΟΑΈΘΑΙ ΟΟΤΑΥΙΆΝΟΘ. 57 


πάντα τὰ ἀναγκαῖα χρήσῃ. ἀπόχρη δὲ ἐν μὲν τῇ ς 


πόλει καϑ᾽ ἕκαστον χρηματίσεως εἶδος, ἔξω δὲ καϑ' 
ἕκαστον ἔϑνος. εἷς τις ἐκ τῶν ἱππέων. ὑπομείονας 
ὕσους ἂν ἡ χρεία ἀπαιτῇ ἔκ τε τῶν ἱππέων καὶ ἐκ 
τῶν ἐξελευϑέρων σου ἔχων᾽ δεῖ γὰρ καὶ τοιούτους 
τινὰς συξευγνύναι σφίσιν, ἵνα ἥ τε ϑεραπεία σου 
ἀϑλόν τι ἀρετῆς ἔχῃ, καὶ σὺ μὴ ἀπορῇς παρ᾽ ὧν καὶ 
ἀκόντων τὴν ἀλήϑειαν, ἄν γέ τι πλημμεληϑῆ. μαϑεῖν 
δυνήσῃ. ὅστις δ᾽ ἂν τῶν ἱππέων διὰ πολλῶν διεξελ- 
ϑὼν ἐλλόγιμος ὥστε καὶ βουλεῦσαι γένηται. μηδὲν 
αὐτὸν ἡ ἡλικέα ἐμποδιξέτω πρὸς τὸ μὴ οὐ καὶ ἐς τὸ 
συνέδριον καταλεχϑῆναι. ἀλλ᾽ ἐσγραφέσθϑωσαν καὶ 
ἐξ ἐκείνων, κἂν λελοχαγηκότες τινὲς ἐν τοῖς πολι- 
τικοῖς στρατοπέδοις ὦσι. πλὴν τῶν ἐν τῷ τεταγμένῳ 
ἐστρατευμένων. τούτων μὲν γὰρ τῶν καὶ φορμοφο- 
ρησάντων καὶ λαρκοφορησάντων καὶ αἰσχρὸν καὶ 
ἐπονειδιστόν ἐστιν ἐν τῷ βουλευτικῷ τινας ἐξετάξε- 
σϑαι᾿ ἐκ δὲ δὴ τῶν ἀπ᾽ ἀρχῆς ἑκατονταρχησάντων 
οὐδὲν κωλύει τοὺς ἐλλογιμωτάτους αὐτοῦ μεταλαμ- 
βάνειν. 

περὶ μὲν οὖν τῶν βουλευτῶν τῶν τε ἱππέων 
ταῦτά σοι συμβουλεύειν ἔχω. καὶ νὴ Ζέα καὶ ἐκεῖνα, 
ἵνα ἕως τε ἔτι παῖδές εἰσιν, ἐς τὰ διδασκαλεῖα συμ- 
φοιτῶσι, καὶ ἐπειδὰν ἐς μειράκια ἐκβάλωσιν. ἐπέ τε 
τοὺς ἵππους καὶ ἐπὶ τὰ ὅπλα τρέπωνται, διδασκάλους 
ἑκατέρων δημοσιεύοντας ἐμμίσϑους ἔχοντες. οὕτω 
γὰρ εὐϑὺς ἐκ παίδων πάνϑ'᾽ ὅσα χρὴ ἄνδρας αὐτοὺς 
γενομένους ἐπιτελεῖν καὶ μαϑόντες καὶ μελετήσαντες 
ἐπιτηδειότεροί σοι πρὸς πᾶν ἔργον γενήσονται. τὸν 


γὰρ ἄρχοντα τὸν ἄριστον, οὐ τέ τι ὄφελός ἐστι, δεῖ 


Ἂ 4 ; Ἀ ’ ᾽ κι ’ ΞΘ 2 Ἁ 
μὴ μόνον αὐτὸν πάνϑ᾽ ἃ προσήκει ποιεῖν, ἀλλὰ καὶ 
τῶν ἄλλων, ὅπως ὅτι βέλτιστοι γίγνωνται, προνοεῖν. 


φ» 


-. 


ἐφ 


58 [μω1}. ΘΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΆΝΈΕΝ. 8... 725. 


- ,", ε)}γὮγν » Π Ἃ ͵ἢ 3 . » 
8 τοῦτο ὃ υπαάρξειεν ἂν σοι οὐκ ἂν ἑἐασας αὕτους οσὰ 


ΓΣῚ 


[.. 


“- 


ο 


βούλοντανσ“πράττειν, ἔπειτ᾽ ἐπιτιμᾶς τοῖς ἁμαρτάνου- 
σιν, ἀλλ᾽ ἂν πρίν τι πλημμελεῖσϑαι, προδιδάσκῃς 
πάνϑ᾽ ὅσα ἀσκήσαντες χρησιμώτεροι καὶ ἑαυτοῖς 
καὶ σοὶ γενήσονται. καὶ μηδενί γε τὸ παράπαν πρό- 
φασιν παρέχης, μήτε διὰ πλοῦτον μήτε δι᾽ εὐγένειαν 
μήτε δι᾽ ἄλλο τι ἀρετῆς ἐχόμενον, ῥαϑυμίαν ἢ μα- 
λακίαν ἢ καὶ ἐπιτήδευσίν τινα κίβδηλον προσποιεῖ- 
σϑαι. πολλοὶ γὰρ φοβούμενοι μὴ καὶ διὰ τοιοῦτό τι 
καὶ φϑονηϑώῶσι καὶ κινδυνεύσωσι, πολλὰ καὶ ἀνάξια 
ἑαυτῶν ποιοῦσιν ὡς καὶ ἀσφαλέστερον ἀπ᾿ αὐτῶν 
βιωσόμενοι᾽ κἀκ τούτου ἐκεῖνοι μὲν ἐλεοῦνται ὡς 
καὶ αὐτὸ τοῦτο ἀδικούμενοι, τὸ μὴ δοκεῖν ἐξεῖναί 
σφισιν ὀρϑώς ξῆν, τῷ δ᾽ ἄρχοντι αὐτῶν καὶ ξημία 
ἅμα ἀγαϑῶν ἀνδρῶν στερομένῳ καὶ κακοδοξία τῆς 
αἰτιάσεως συμβαίνει. μήτ᾽ οὖν περιίδῃς ποτὲ τοῦτο 
πραχϑέν, μήτ᾽ αὖ δείσῃς ὅτι τραφείς τέ τις καὶ παι- 
δευϑεὶς ὡς ἐγὼ λέγω νεώτερόν τι τολμήσει. πᾶν γὰρ 
τοὐναντίον τούς τε ἀμαϑεῖς καὶ τοὺς ἀσελγεῖς ὑπο- 
τοπεῖν δεῖ᾽ οἵ μὲν γὰρ τοιοῦτοι πάντα ἁπλῶς καὶ τὰ 
αἴσχιστα καὶ τὰ δεινότατα, πρῶτον μὲν ἐς σφᾶς αὖὐ- 
τοὺς ἔπειτα δὲ καὶ ἐς τοὺς ἄλλους, ῥαδίως ποιεῖν 
προάγονται, οἵ δὲ δὴ καλῶς τραφέντες τε καὶ παι- 
δευϑέντες οὔτ᾽ ἄλλον τινὰ ἀδικεῖν προαιροῦνται. καὶ 
πάντων ἥκιστα τὸν τῆς τὲ τροφῆς καὶ τῆς παιδείας 
αὐτῶν ἐπιμεληϑέντα. ἂν δ᾽ οὖν τις καὶ κακὸς καὶ 
ἀχάριστος γένηται, μηδὲν αὐτῷ τοιοῦτον ἐπιτρέψῃς 
ἐξ οὗ δεινόν τι δρᾶσαι δυνήσεται. κίζν γὲ καὶ ὡς 
νεοχμώσῃ τί" καὶ ἐλεγχϑήτω καὶ κολασϑήτω. μὴ 
γὰρ δὴ φοβηϑῇς ὅ τι σὲ αἰτιάσεταί τι ἐπὶ τούτῳ. ἄν 
γὲ πάνϑ᾽ ὅσα εἴρηκα πράττῃς. σὺ μὲν γὰρ οὐδὲν 
ἁμαρτήσῃ τὸν ἀδικήσαντα τιμωρησάμενος, ὥσπερ 


ἃ. ἃ. 725. μι Μῃ|. ΘΟΛΑΕΒΑΒ ΓΟΤΑΨΙΑΝΌΞΒ, 59 
ἥν, 


οὐδὲ ὁ ἰατρὸς καύσας τινὰ καὶ τεμών᾽ ἐκεῖνον δὲ 
δὴ πάντες δικαιώσουσιν, ὅτι καὶ τροφῆς καὶ παιδείας 
τῆς αὐτῆς τοῖς ἄλλοις μετασχὼν ἐπεβούλευσέ σοι. 
περὶ μὲν οὖν τοὺς βουλευτὰς τούς τὲ ἱππέας 
ταῦτα γιγνέσϑθω᾽ τοὺς δὲ δὴ στρατιώτας ἀϑανάτους, 
ἔκ τε τῶν πολιτῶν κἀκ, τῶν ὑπηκόων τῶν τε συμ- 
μάχων, τῇ μὲν πλείους τῇ δὲ ἐλάττους, καϑ᾽ ἕκαστον 
ἔϑνος, ὅπως ἂν ἡ χρεία τῶν πραγμάτων ἀπαιτῇ, τρέ- 
φεϑαι προσήκει, καὶ αὐτοὺς ἀεί τε ἐν τοῖς ὅπλοις 
εἶναι καὶ τὴν ἄσκησιν τῶν πολεμικῶν διὰ παντὸς 
ποιεῖσϑαι δεῖ, χειμάδιά τε ἐν τοῖς ἐπικαιροτάτοις 
χωρίοις κατεσκευασμένους καὶ χρόνον τακτὸν στρα- 
τευομένους, ὥστε τι αὐτοῖς καὶ πρὸ τοῦ γήρως τῆς 
ἡλικίας περιεῖναι. οὔτε γὰρ ἐπὶ τῶν καιρῶν βοη- 
ϑείαις τισὶν ἔτι χρῆσϑαι δυνάμεϑα, αὐτοί τε τοσοῦ- 
τον ἀπὸ τῶν τῆς ἀρχῆς ἐσχατιῶὼν ἀπηρτημένοι καὶ 
πολεμίους ἑκασταχόϑι προσοικοῦντας ἔχοντες ἄν τε 
ἐπιτρέψωμεν πᾶσι τοῖς ἐν τῇ ἡλικία οὖσι καὶ τὰ ὅπλα 
κεκτῆσϑαι καὶ τὰ ἐμπολέμια ἀσκεῖν. στάσεις καὶ πό- 
λεμοι ἀπ᾽ αὐτῶν ἐμφύλιοι ἀεὶ γενήσονται. καὶ μέν- 
τοι κἂν κωλύσαντές σφας ταῦτα ποιεῖν ἔπειτα συμ- 
μαχέας τινὸς παρ᾽ αὐτῶν δεηϑῶμεν,. κινδυνεύσομεν 
ἀπείροις τε καὶ ἀγυμνάστοις στρατιώταις ἀεὶ χρώ- 
μενοι. διὰ μὲν δὴ ταῦτα γνώμην ποιοῦμαι τοὺς μὲν 
ἄλλους πάντας ἄνευ τε ὕπλων καὶ ἄνευ τειχῶν ξῆν, 
τοὺς δὲ ἐρρωμενεστάτους καὶ βίου μάλιστα δεομένους 
καταλέγεσϑαί τε καὶ ἀσκεῖν. αὐτοί τε γὰρ ἄμεινον 
πολεμήσουσι τούτῳ μόνῳ τῷ ἔργῳ σχολάξοντες, καὶ 
οὗ λοιποὶ ῥᾷον γεωργήσουσι καὶ ναυτιλοῦνται τά τε 
ἄλλα τὰ τῇ εἰρήνῃ προσήκοντα πράξουσι μήτε ἐκβοη- 
ϑεῖν ἀναγκαξόμενοι καὶ προφύλακάς σφῶν ἑτέρους 
ἔχοντες. τό τὲ ἀκμαιότατον καὶ ἰσχυρότατον καὶ ἐκ 


27 


ϑ 


-“- 


πὰ 


28 


ἐϑ 


φ 


πν 


σι 


4: 


600 1}. ΘΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΕΣ, 8. Ὁ, 725, 


λῃστείας μάλιστα ζὴν ἀναγκαξόμενον ἀλύπως τραφή- 
σεται, καὶ τὸ λοιπὸν πᾶν ἀκινδύνως βιώσεται. 

πόϑεν οὖν χρήματα καὶ ἐς τούτους καὶ ἐς τὰ 
ἄλλα τὰ ἀναγκαίως ἀναλωϑησόμενα ἔσται; ἐγὼ καὶ 
τοῦτο διδάξω. σμικρὸν ἐκεῖνο ὑπειπών, ὅτι κἂν δη- 
μοκρατηϑῶμεν, πάντως που χρημάτων δεησόμεθα" 
οὐ γὰρ οἷόν τε οὔτ᾽ ἄνευ στρατιωτῶν ἡμᾶς σώξεσϑαι 
οὔτ᾽ ἀμισϑί τινας στρατεύεσθαι. μὴ οὖν ὡς καὶ τῇ 
μοναρχίᾳ μόνῃ τῆς [ἀναγκαίας] τῶν χρημάτων ἀϑροίύ- 
σεως προσηκούσης βαρυνώμεϑα, μηδὲ δι᾿ αὐτὴν καὶ 
ἀπ᾽ ἐκείνης ἀποτρεπώμεϑα, ἀλλ᾽ ὡς καὶ πάντως 
ἀναγκαῖον ὃν ἡμῖν, ὅπως ποτ᾽ ἂν πολιτευώμεϑα, καὶ 
ἀργυρίξεσϑαί τινα, οὕτω βουλευώμεϑα. φημὶ τοίνυν 
χρῆναί σε πρῶτον μὲν ἁπάντων τὰ κτήματα τὰ ἐν 
τῷ δημοσίῳ ὄντα, πολλὰ δὲ ταῦτα ὁρῶ διὰ τοὺς πο- 
λέμους γεγονότα, πωλῆσαι, πλὴν ὀλέγων τῶν καὶ 
πάνυ χρησίμων σοι καὶ ἀναγκαίων. καὶ τὸ ἀργύριον 
τοῦτο πᾶν ἐπὶ μετρίοις τισὶ τόκοις ἐκδανεῖσαι. οὕτω 
γὰρ ἢ τε γῆ ἐνεργὸς ἔσται, δεσπόταις αὐτουργοῖς 
δοθεῖσα. καὶ ἐκεῖνοι ἀφορμὴν λαβόντες εὐπορώτεροι 
γενήσονται, τὸ τὲ δημόσιον διαρκῇ καὶ ἀϑάνατον 
πρόσοδον ἕξει. εἶτα συλλογίσασθαι ταῦτά τὲ καὶ 
τἄλλα ὅσα ἔκ τε μεταλλείας καὶ εἰ δή ποϑὲν ἄλλοϑεν 
βεβαίως δύναται προσιέναι, καὶ μετὰ τοῦτο ἀντιλογέ- 
σασϑαι μὴ μόνον τὰ στρατιωτικὰ ἀλλὰ καὶ τἄλλα 
πάντα δι᾽ ὧν καλῶς πόλις οἰκεῖται, καὶ προσέτι καὶ 
ὅσα ἔς τε τὰς αἰφνιδίους στρατείας καὶ ἐς τὰ λοιπὰ 
ὅσα εἴωϑεν ἐπὶ καιροῦ συμβαίνειν, ἀναγκαῖον ἔσται 
δαπανᾶσϑαι᾽ κἀκ τούτου πρὸς πᾶν τὸ λεῖπον φόρον 
τε ἐπιτάξαι πᾶσιν ἁπλῶς τοῖς ἐπικαρπίαν τινὰ τῷ 
κεκτημένῳ αὐτὰ “παρέχουσι, καὶ τέλη καταστῆσαι 
παρὰ πᾶσιν ὧν ἄρχομεν. καὶ γὰρ καὶ δίκαιον καὶ 


πανυσαν πρῶ, Ὁ τὰ. 
Ἐπ“ -ὶἰὶ......... «.«... σε Σ .,.ἀνοὃὦο. 


8... 720, μι 11. ΘΟΑΕΒΑΙ ΟΟΤΑΥΙΑΝΟΌΣ, 61 


" ’ Π] 3 - ᾿ -" Ξ: Ἁ ’ 
προσῆκὸν ἐστι μηδένα αὐτῶν ἀτελὴ εἴναι. μὴ ἰδιω- 
την, μὴ δῆμον, ἅτε καὶ τῆς ὠφελείας τῆς ἀπ᾿ αὐτῶν 
{ » 3 ὔ ’ 
ὁμοίως τοῖς ἄλλοις ἀπολαύσοντας. καί σφῶν ἐκλογέας 
τοὺς ἐπιτροπεύσοντας ἑχασταχόϑι ποιῆσαι. ὥστε αὐ- 
τοὺς πὰν τὸ τῷ τῆς ἐπιτροπείας αὐτῶν χρόνῳ προσῆ- 
κον ἐξ ἁπασῶν τῶν προσόδων ἐσπράττειν. τοῦτο 
γὰρ καὶ ἐκείνοις δάω τὴν ἔσπραξιν ποιήσει καὶ τοῖς 
διδοῦσί τι ὠφέλειαν οὐκ ἐλαχίστην παρέξει" λέγω δὲ 
τὸ κατ᾽ ὀλίγον σφας ἐν ταῖς τάξεσιν ὅσα ὀφείλουσιν 
ἐσφέρειν, καὶ μὴ βραχὺν ῥᾳθυμήσαντας χρόνον, ἐπι- 

᾽ ’; 

κεφαλαιωϑέντα πάντα ἐσαπαξ ἀπαιτεῖσϑαι. 

καὶ οὐκ ἀγνοῶ μὲν ὅτι τινὲς τῶν τε φόρων καὶ 
τῶν τελῶν καϑισταμένων ἀχϑέσονται᾽ ἀλλὰ καὶ 
ἐκεῖνο οἶδα ὅτι, ἂν μήτε προσεπηρεάξωνται καὶ τῷ 

- Ω’ ’ - ς -“" 

ἔργῳ πεισϑώσιν ὅτι πάντα ταῦτα καὶ ὑπὲρ τῆς σω- 
τηρίας σφῶν καὶ ὑπὲρ τοῦ τὰ λοιπὰ ἀδεῶς καρποῦ- 
σϑαι συνεσοίσουσι, καὶ προσέτι τὰ πλείω αὐτῶν οὐχ 
," ᾿ 3 3 3 Α 
ἕτεροί τινὲς ἀλλ᾽ αὐτοὶ ἐκεῖνοι, οἵ μὲν ἄρχοντὲς, οἵ 
δὲ ἐπιτροπεύοντες » οἱ δὲ στρατευόμενοι, λήψονται, 
καὶ πάνυ πολλὴν χάριν εἴσονταί σοι. βραχέα ἀπὸ 

- δ - 
πολλῶν ὧν ἂν μηδὲν ἐνηρεαξόμενοι καρπῶνταν δὲ- 
δόντες, ἄλλως τε κἂν ὁρῶσί σε σωφρόνως τε διαιτώ- 
μένον καὶ μηδὲν μάτην παραναλίσκοντα. τίς γὰρ 
οὐκ ἂν ἰδών σε πρὸς μὲν τὰ οἰκεῖα φειδωλότατον, 
πρὸς δὲ τὰ κοινὰ ἀφειδέστατον ὄντα. ἐθελοντὶ συν- 
τελέσειέ τι, καὶ ἀσφάλειαν καὶ εὐπορίαν ἑαυτοῦ τὸ 
σὲ πλουτεῖν εἶναι νομίξων ; 

΄ Ἁ ’ Ἁ ἤ ς ’ 
χρήματα μὲν δὴ καὶ πάνυ πολλὰ ἐκ τούτων ὑπάρ- 
ξειεν ἄν᾽ τὰ δὲ δὴ λοιπὰ τόνδε τὸν τρόπον διοικεῖν 
σοι παραινῶ. τὸ μὲν ἄστυ τοῦτο καὶ κατακόσμει πά- 
δῃ πολυτελείᾳ καὶ ἐπιλάμπρυνε παντὶ εἴδει πανηγύ- 
ρεῶν᾽ προσήκει τε γὰρ ἡμᾶς πολλῶν ἄρχοντας ἐν 


"1 


8 


29 


2 


80 


[ν] 


ὡς 


᾿Φ 


Ὡν 


5 


.1 


θ2 ,. {π1.. ΘΑΕΒΑΚ ΟΟΤΑΥΙΑΝΕΚ. ἃ. ἃ. 725. 


πᾶσι πάντων ὑπερέχειν, καὶ φέρει πῶς καὶ τὰ τοιαῦτα 
πρός τε τοὺς συμμάχους αἰδὼ καὶ πρὸς τοὺς πολεμίους 
κατάπληξιν. τὰ δὲ δὴ τῶν ἄλλων ὧδε δίεπε. πρῶτον 
μὲν οἵ δῆμοι μήτε κύριοί τινος ἔστωσαν μήτε ἐς ἐκκλη- 
σίαν τὸ παράπαν φοιτάτωσαν᾽ οὔτε γὰρ ἀγαϑὸν οὐ- 
δὲν φρονήσειαν ἂν καὶ συχνὰ ἂν ἀεὶ ταράξειαν. ὅϑεν 
οὐδὲ τὸν παρ᾽ ἡμῖν δῆμον οὔτε ἐς δικαστήριον οὔτε 
ἐς ἀρχαιρεσίας, οὔτε ἐς ἄλλον τινὰ τοιοῦτον σύλλογον 
ἐν ὧ τι καὶ χφηματισϑῆναι δεῖ. συνιέναι φημὶ χρῆ- 
ναι. ἔπειτα δὲ μήτ᾽ οδοδοιημ ων πλήϑεσιν ἢ καὶ 
μεγέϑεσιν ὑπὲρ τἀναγκαῖα χρήσϑωσαν, μήτ᾽ ἀγώνων 
πολλῶν καὶ παντοδαπῶν ἀναλώμασι δαπανάσϑωσαν, 
ἵνα μήτε σπουδαῖς ματαίαις ἐκτρύχωνται μήτε φιλο- 
τιμίαις ἀλόγοις πολεμώῶνται. ἐχέτωσαν μὲν γὰρ καὶ 
πανηγύρεις καὶ ϑεωρίας τινάς, χωρὶς τῆς ἵπποδρο- 
μίας τῆς παρ᾽ ἡμῖν ποιουμένης, μὴ μέντοι ὥστε καὶ 
τὸ δημόσιον ἢ καὶ τοὺς ἐδίους οἴκους λυμαίνεσϑαι, 
ξένον τέ τινα ἀναγκάξεσϑαι παρ᾽ αὐτοῖς καὶ ὁτιοῦν 
ἀναλίσκειν, καὶ σίτησιν ἀϑάνατον πᾶσιν ἁπλῶς τοῖς 
ἀγῶνά τινα νικήσασι δέδοσϑαι. τούς τε γὰρ εὐπό- 
ρους ἄλογόν ἐστιν ἔξω τι τῶν πατρίδων ἀναγκαστοὺς 
δαπανᾶν, καὶ τοῖς ἀγωνισταῖς. ἀπόχρη τὰ ἀϑλα τὰ 
παρ᾽ ἑκάστοις τιϑέμενα, χωρὶς ἢ εἴ τις αὐτῶν Ὀλύμ- 
πια ἢ Πύϑια ἤ τινα ἐνταῦϑα ἀγῶνα ἀνέλοιτο᾽ τοὺς 
γὰρ τοιούτους μόνους σιτεῖσϑαι δεῖ, ἵνα μήτε αἱ 
πόλεις μάτην ἐπιτρίβωνται μήτε ἔξω τις τῶν ἀξιονί- 
κῶν ἀσκῇ, δυνάμενος ἄλλο τι χρησιμώτερον καὶ ἕαυ- 
τῷ καὶ τῷ κοινῷ μετιέναι. περὶ μὲν οὖν τούτων 
ταῦτα γιγνώσκω, τὰς δ᾽ ἱπποδρομίας τὰς ἄνευ τῶν 
γυμνικῶν ἀγώνων ἐπιτελουμένας οὐχ ἡγοῦμαι δεῖν 
ἄλλῃ τινὶ πόλει ποιεῖν ἐπιτρέπειν, ὅπως μήτε χρή- 
ματα παμπληϑῆὴ εἰκῇ παραπολλύηται μήϑ᾽ οἱ ἄνϑρω- 


ἃ... 725. ... 111. ΘἌΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΒ. 63 


ποι κακῶς ἐκμαίνωνται, καὶ τὸ μέγιστον, ἵνα οἵ στρα- 
τευόμενοι τοῖς ἀρίστοις ἵπποις ἀφϑόνως χρῆσϑαι 
ἔχωσι. τοῦτο μὲν δὴ διὰ ταῦτα ἀπαγορεύω παντά- 
πασι μηδαμόϑι ἄλλοϑι πλὴν ἐνταῦϑα γέγνεσϑαι. τὰ 
δὲ δὴ λοιπὰ ἐμετρίασα. ἵν᾽ εὐδαπάνους τὰς ἀπολαύ- 
σεις καὶ τῶν ϑεωρημάτων καὶ τῶν ἀκουσμάτων ὡς 
ἕκαστοι ποιούμενοι καὶ σωφρονέστερον καὶ ἀστασια- 


στότερον διάγωσι. μήτε δὲ νομίσματα ἢ καὶ σταϑμὰ 


ἢ μέτρα ἰδίᾳ τις αὐτῶν ἐχέτω, ἀλλὰ τοῖς ἡμετέροις 
καὶ ἐκεῖνοι πάντες χρήσϑωσαν᾽ μήτε πρεσβείαν τινὰ 
πρὸς σέ, πλὴν εἰ πρᾶγμά τι διαγνώσεως ἐχόμενον εἴη, 
πεμπέτωσαν, ἀλλὰ τῷ τε ἄρχοντίέ σφων δηλούτωσαν 
ὅσα βούλονται. καὶ δι᾿ ἐκείνου σοι τὰς ἀξιώσεις, 
ὅσας ἂν δοκιμάσῃ. προσφερέτωσαν. οὕτω γὰρ οὔτ᾽ 
ἀναλώσουσί τι οὔτ᾽ αἰσχρῶς διαπράξονται, ἀλλ᾽ ἀκε- 
ραίους τὰς ἀποκρίσεις ἄνευ δαπάνης ἢ καὶ πραγμα- 
τείας τινὸς λήψονται. 

καὶ μέντοι καὶ τἄλλα ὧδ᾽ ἄν μοι δοκεῖς ἄριστα 
διατάξαι, ἂν πρῶτον μὲν τὰς πρεσβείας τάς τε παρὰ 
τῶν πολεμέων καὶ τὰς παρὰ τῶν ἐνσπόνδων καὶ βασι- 
λέων καὶ δήμων ἀφικνουμένας ἐς τὸ συνέδριον ἐσάγῃς, 
τά τε γὰρ ἄλλα καὶ σεμνὸν καὶ ἀξιόλογόν ἐστι τὸ τε 
τὴν βουλὴν πάντων κυρίαν δοκεῖν εἶναι, καὶ τὸ πολ- 
λοὺς τοὺς ἀντιπάλους τοῖς ἀγνωμονοῦσιν αὐτῶν φαΐ- 
νεσϑαι, ἔπειτα δὲ ἂν πάντα τὰ νομοϑετούμενα δι᾽ 
αὐτῶν ποιῇ καὶ μηδὲν τὸ παράπαν ἄλλο ἐπὶ πάντας 
ὁμοίως φέρῃ πλὴν τῶν ἐκείνης δογμάτων᾽ οὕτω γὰρ 
τὸ τὲ ἀξίωμα τὸ τῆς ἀρχῆς μᾶλλον ἂν βεβαιοῖτο, καὶ 
τὰ δικαιώματα τὰκ τῶν νύμων καὶ ἀναμφίλογα καὶ 
διάδηλα πᾶσιν ἅμα γίγνοιτο. τρίτον. ἂν τοῦς τὲ βου- 
λευτὰς τοὺς ἐκ τῆς γερουσίας καὶ τοὺς παῖδας τάς 
τε γυναῖκας αὐτῶν. ἄν ποτέ τινὰ αἰτίαν βαρυτέραν, 


91 


[ 


γὰ- 


φ΄ι 


Φο 


.2 


“2 


φὮ 


θ4 ,ω11. ΘΑΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ. ἃ. 725. 


ὥστε τὸν ἁλόντα σφῶν ἀτιμίαν ἢ φυγὴν ἢ καὶ ϑάνα- 
τον ὀφλεῖν, λάβωσιν, ὑπό τε τὸ βουλευτήριον ὑπάγῃς 
μηδὲν προκαταγνούς, καὶ ἐκείνῳ πᾶσαν τὴν περὶ 
αὐτῶν διαψήφισιν ἀκέραιον ἐπιτρέπῃς. ἵν᾽ οἵ τε ἀδὶ- 
κοῦὐντές τι ἐν πᾶσι τοῖς ὁμοτίμοις ἐλεγχόμενοι κολά- 
ξωνται χωρὶς τοῦ σοῦ φϑόνου, καὶ οἵ ἄλλοι ταῦϑ'᾽ 
ὁρῶντες βελτίους γίγνωνται φόβῳ τοῦ μὴ καὶ αὐτοὶ 
ἐκδημοσιευϑῆναι. καὶ ταῦτα μέντοι περὶ ἐκείνων τῶν 
ἀδικημάτων, περὶ ὧν οἵ τε νόμοι κεῖνται καὶ αἵ κρίσεις 
αἷ κατ᾽ αὐτοὺς γίγνονται, λέγω. τὸ γὰρ ὅτι τις ἐλοι- 
δόρησέ σε ἢ καὶ ἕτερόν τι ἀνεπιτήδειον εἶπε, μήτξ 
ἀκούσῃς ποτὲ κατηγοροῦντός τινος μήτε ἐπεξέλθῃς. 
αἰσχρὸν μὲν γὰρ τὸ πιστεύειν ὅτι τις μήτε τι ἀδικοῦντά 
σε καὶ εὐεργετοῦντα πάντας προεπηλάκισε, καὶ μόνοι 
τοῦτο ποιοῦσιν οἷκακῶς ἄρχοντες ἐκ γὰρ τοῦ δυνειδό- 
τος καὶ τὸ πιστὸν τῶν λεγομένων εἰρῆσϑαι τεκμαίρον- 
ται δεινὸν δὲ καὶ τὸ χαλεπαίνειν ἐπὶ τοῖς τοιούτοις. ἃ 
εἰ μὲν ἀληϑῆ εἴη, κρεῖττόν ἐστι μὴ ποιεῖν, εἰ δὲ ψευδῆ. 
μὴ προσποιεῖσϑαι, ὡς πολλοί γε ἤδη διὰ τούτου πολὺ 
πλείω καὶ χαλεπώτερα λογοποιεῖσϑαι καϑ' ἑαυτῶν 
ἐποίησαν. περὶ μὲν οὖν τῶν λόγῳ τι προπηλακίξειν 
αἰτιαξομένων ταῦτ᾽ “ἐγὼ φρονῶ" κρείττω τὲ γὰρ καὶ 
ὑψηλότερον πάσης ὕβρεως εἶναί σε χρή, καὶ μηδ᾽ ἐς 
ἔννοιαν ποτὲ μήτ᾽ αὐτὸν ἀφικνεῖσϑαι μήτε τοὺς 
ἄλλους προάγειν ὅτι δυναταί τις ἀσελγᾶναί τι ἐς σέ, 
ἵν᾽ ὡς περὶ τῶν ϑεῶν, οὕτω καὶ περὶ σοὺ φρονῶσιν 
ὃτι σεπτὸς εἶ. ἂν δὲ δή τις ἐπιβουλεύειν σοι αἰτίαν 
λάβῃ, γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτον, αὐτὸς μὲν μη- 
δὲν περὶ ἐκείνου [τι] μήτε δικάσῃς μήτε προδιαγνῷς, 
ἄτοπον γὰρ τὸν αὐτὸν καὶ κατήγορον καὶ δικαστὴν 
γίγνεσθαι, ἐπὶ δὲ δὴ τὴν βουλὴν αὐτὸν ἀγαγὼν 
ἀπολογήσασϑαί τε ποίησον, κἂν ἐλεγχϑῇ. κόλασον 


ἃ. ἃ. 720. ει. Μ1. ΟΑΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΝ. θῦ 


μετριάσας ὡς οἷόν τέ ἐστι τὸ τιμώρημα., ἵνα καὶ 
πιστευϑὴ τὸ ἀδίκημα. χαλεπώτατα γὰρ οἱ πολλοὶ 
πείϑονται ὅτι τις ἄοπλος ὧν ἐπιβουλεύει τῷ ὦπλι- 
σμένῳ᾽ καὶ μόνως ἂν οὕτως αὐτῶν τύχοις, εἰ μήτε 
πρὸς ὀργὴν μήτ᾽ ἀνηκέστως, ἐφ᾽ ὅσον γε καὶ ἐνδέ- 
χεται. τὴν τιμωρίαν αὐτοῦ ποιοῖο. λέγω δὲ ταῦτα 
χωρὶς ἢ εἴ τις στράτευμά τι ἔχων ἄντικρυς ἐπανα- 
σταίη οὐδὲ γὰρ δικάξεσϑαι τὸν τουοῦτόν που προσῆ- 
κεν. ἀλλ᾽ ἐν πολεμίου μοέρα κολάξεσϑαι. 

ταῦτά τε οὖν οὕτω, καὶ τἄλλα τὰ πλεῖστα καὶ 
μέγιστα τῶν τῷ δημοσίῳ προσηκόντων, τῇ γερουσίᾳ 
ἀνατίϑει᾽ τά τε γὰρ κοινὰ κοινῶς διοικεῖσθαι δεῖ, 
καὶ ἔστι που πᾶσιν ἀνθρώποις ἔμφυτον καὶ τὸ χαίρειν 
ἐφ᾽ οἷς ἂν παρὰ τοῦ κρείττονος ὡς καὶ ἰσότιμον αὐτῷ 
ῦντες ἀξιωϑῶσι, καὶ τὸ πάντα τὰ μετὰ σφῶν τινι 
γνωσθέντα καὶ ἐπαινεῖν ὡς οἰκεῖα καὶ ἀγαπᾶν ὡς 
αὐθαίρετα. ἐς μὲν οὖν τὸ βουλευτήριον τὰ τοιαῦτα 
ἐσφέρεσϑαί φημι χφῆναι, καὶ περὶ μὲν τῶν ἄλλων 
πάντας ὁμοίως τοὺς παρόντας γνώμην διδόναι, ὅταν 
δὲ δὴ κατηγορῆταί τις αὐτῶν, μὴ πάντας, πλὴν ἂν 
τις ἢ μηδέπω βουλεύῃ ἢ καὶ ἐν τοῖς τεταμιευχόσιν 
ἔτι ὧν χρένηται. ἄτοπον γὰρ τὸν μηδέπω δεδημαρ- 
χηκότα ἢ ἠγορανομηκότα ψῆφον κατά τίνος τῶν τοι- 
υὕτων φέρειν, ἢ νὴ Δία τούτων τινὰ κατὰ τῶν ἐστρα- 
τηγηκότων, ἢ καὶ ἐκείνων κατὰ τῶν ὑπατευκότων. 
ἀλλ᾽ οὕτοι μὲν ἐπὶ πάντας τὴν τοῦ τι ἀποφήνασϑαι 
ἐξουσίαν ἐχέτωσαν,. οἱ δ᾽ ἄλλοι ἐπί τε τοὺς ὁμοίους 
καὶ ἐπὶ τοὺς ὑποδεεστέρους. 

δίκαξε δὲ καὶ αὐτὸς ἰδίᾳ τά τε ἐφέσιμα καὶ τὰ 
ἀναπόμπιμα, ὅσα ἂν παρά τε τῶν μειξόνων ἀρχόντων 
καὶ παρὰ τῶν ἐπιτρόπων, τοῦ τὲ πολιάρχου καὶ τοῦ 
ὑποτιμητοῦ καὶ τῶν ἐπάρχων τοῦ τε τὸν σῖτον ἐπι- 

ὍΙΟ ΟΑΒΒΙΟΒ. 111. ΗῚ 


82 


ἐῷ 


Φ: 


99 


᾿- 


2} 


"ὡ»- 


σι 


66 .111. ΟΘΑΕΒΑΙ ΟΟΤΑΥΙΑΝΌΒ. ἃ. τι. 726, 


σκοποῦντος καὶ τοῦ νυκτοφυλακοῦντος, ἀφικνῆται" 
μήτε γὰρ αὐτόδικος μήτ᾽ αὐτοτελὴς οὕτω τις τὸ πα- 
ράπαν ἔστω ὥστε μὴ οὐκ ἐφέσιμον ἀπ᾽ αὐτοῦ δίκην 
γίγνεσϑαι. ταῦτά τε οὖν κρῖνε; καὶ περὶ τῶν ἱππέων 
τῶν τε ἑκατοντάρχων τῶν ἐκ τοῦ καταλόγου καὶ 
τῶν ἰδιωτῶν τῶν πρώτων, ὅταν περὶ ϑανατώσεως 
ἢ καὶ ἀτιμίας τινὸς ἀγωνίξωνται. σοὶ γὰρ δὴ τὰ 
τοιαῦτα μόνῳ προσκείσϑω, καὶ μηδεὶς ἄλλος περὶ 
αὐτῶν αὐτὸς καϑ᾽ ἑαυτόν, δι᾿ ἅπερ εἶπον, δικαξέτω. 
μετὰ γὰρ δὴ σοὺ ἀεὶ μὲν οἷ ἐντιμότατοι καὶ τῶν βου- 
λευτῶν καὶ τῶν ἱππέων. ἤδη δὲ καὶ ἕτεροί τινὲς ἔκ 
τὸ τῶν ὑπατευκότων καὶ ἐκ τῶν ἐστρατηγηκότων 
ἄλλοι ἄλλοτε διαγιγνωσκέτωσαν, ἵνα σύ τε τοὺς τρό- 
πους αὐτῶν ἀκριβέστερον ἐν τούτῳ προκαταμανϑά- 
νῶν ὀρϑῶς σφισιν ἔχῃς χρῆσϑαι, καὶ ἐκεῖνοι προσυγ- 
γιγνόμενοι τοῖς τὲ ἤϑεσι καὶ τοῖς βουλεύμασέ σου 
οὕτως ἐς τὰς τῶν ἐϑνῶν ἡγεμονίας ἐξίωσι. τὰς μέν- 
τοι γνώμας αὐτῶν μὴ φανερῶς, ὅσαι γε καὶ ἐπισκέ- 
ψεως ἀκριβεστέρας δέονται, διαπυνθάνου. ἵνα μὴ 
τοῖς προήκουσί σφων ἐφεπόμενοι κατοκνῶσι παρρη- 
σιάξεσϑαι, ἀλλ᾽ ἐς γραμματεῖα γραφομένας, οἷς αὖ- 
τὸς μόνος ἐντυχών, ὑπὲρ τοῦ μηδενὶ ἄλλῳ ἐκδήλους 
αὐτὰς γίγνεσϑαι, εὐθέως αὐτὰς ἀπαλείφεσϑαι κέλευε" 
οὕτω γὰρ ἂν μάλιστα τὴν ἑκάστου γνώμην διακρι- 
βώσειας, εἰ ἀνέλεγκτον αὐτὴν παρὰ τοῖς ἄλλοις πι- 
στεύσειαν ἔσεσϑαι. καὶ μέντοι καὶ πρὸς τὰς δίκας 
τάς τε ἐπιστολὰς καὶ τὰ ψηφίσματα τῶν πόλεων τάς 
τε τῶν ἰδιωτῶν ἀξιώσεις, καὶ ὅσα ἄλλα τῇ τῆς ἀρχῆς 
διοικήσει προσήκει, συνεργούς τέ τινας καὶ ὑπηρέτας 
ἐκ τῶν ἱππέων ἔχε᾽ ῥᾷόν τε γὰρ᾿οὕτως ὡς ἕκαστα 
διαχωρήσει, καὶ σὺ οὔτ᾽ αὐτογνωμονῶν σφαλήσῃ οὔτ᾽ 
αὐτουργῶν ἐκκαμῇ. τήν τὲ παρρησίαν παντὶ τῷ 


8.. 725. [μ1ὲ1|. ΘΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΞ. 67 


βουλομένῳ καὶ ὁτιοῦν συμβουλεῦσαί σοι μετ᾽ ἀδείας 
νέμε᾽ ἂν τὲ γὰρ ἀρεσϑῆς τοῖς λεχϑεῖσιν ὑπ᾽ αὐτοῦ, 
πολλὰ ὠφελήσῃ. ἂν τε καὶ μὴ πεισϑῆς, οὐδὲν βλα- 
βήσῃ. καὶ τοὺς μὲν τυχόντας τῆς γνώμης καὶ ἐπαίνει 
καὶ τίμα, τοῖς γὰρ ἐκείνων ἐξευρήμασιν αὐτὸς εὐδο- 
κιμήσεις. τοὺς δ᾽ ἁμαρτόντας μήτ᾽ ἀτιμάσῃς ποτὲ 
μήτ᾽ αἰτιάσῃ᾽ τὴν γὰρ διάνοιαν αὐτῶν δεῖ σκοπεῖν, 
ἀλλ᾽ οὐ τὴν οὐκ ἐπιτυχίαν μέμφεσϑαι. τὸ δ᾽ αὐτὸ 
τοῦτο καὶ ἐπὶ τῶν πολεμικῶν φύλαττε, καὶ μήτε ἐπὶ 
δυστυχίᾳ ἀκουσίῳ χαλεπήνῃς τινὶ μήτε ἐπ᾽ εὐτυχίᾳ 
φϑονήσῃς, ἵνα καὶ προϑύμως καὶ ἡδέως πάντες ὑπὲρ 
σοῦ κινδυνεύσωσι, πιστεύοντες ὅτι οὔτε πταίσαντές 
τι κολασϑήσονται οὔτε κατορϑώσαντες ἐπιβουλευϑή- 
σονται. πολλοὶ γοῦν τὸν παρὰ τῶν τὸ κράτος ἐχόν- 
τῶν φϑόνον φοβούμενοι σφαλῆναί τι μᾶλλον ἢ κατα- 
πρᾶξαι προείλοντο. κἀκ τούτου τὸ μὲν ἀσφαλὲς αὐτοὶ 
ἔσχον, τὸ δὲ δὴ ζημίωμα ἐκείνοις προσετρίψαντο. 
ὥστε αὐτὸς τὸ πλεῖον ἀπ᾿ ἀμφοτέρων ὁμοίως καὶ 
τῶν χειρόνων καὶ τῶν ἀμεινόνων ἀπολαύσων,. μηδέ- 
ποτ᾽ ἐθελήσῃς λόγῳ μὲν ἄλλοις ἔργῳ δὲ σαυτῷ φϑο- 
νῆσαι. 

πάνϑ᾽ ὅσα τοὺς ἀρχομένους καὶ φρονεῖν καὶ 
πράττειν βούλει. καὶ λέγε καὶ ποίει. οὕτω γὰρ ἂν 
μᾶλλον παιδεύσειας αὐτοὺς ἢ ταῖς ἐκ τῶν νόμων 
ξημίαις δειματώσειας᾽ τὸ μὲν γὰρ ξῆλον τὸ δὲ φό- 
βον ἔχει, καὶ ῥᾷόν τις μιμεῖται τὰ κρείττω, ὁρῶν 
ἔργῳ γιγνόμενα, ἢ φυλάττεται τὰ χείρω, ἀκούων 
λόγῳ κεκωλυμένα. καὶ αὐτὸς μὲν ἀκριβῶς πάντα 
πρᾶττε, μηδεμίαν συγγνώμην ἑαυτῷ νέμων, ὧς γε 
καὶ εὖ εἰδὼς ὅτι παραχρῆμα πάντες καὶ ὅσα ἂν εἴπῃς 
καὶ ὅσα ἂν ποιήσῃς μαϑήσονται. καϑάπερ γὰρ ἔν 
τινι τῆς ὅλης οἰχουμένης ϑεάτρῳ ξήσῃ,, καὶ οὐχ οἷόν 

5, 


2 


[5] 


ἐῷ 


δ, ΜΝ ἜΠΙΝΒ.. . ᾿ψτμχρισκκισυσασσυνν 


θ8 .μω11. ΘΑΕΒΑΒ ΟΟΤΓΑΥΙΑΝΌΒ, 8... 720. 


8 τέ σοι ἔσται οὐδὲ βραχύτατον ἁμαρτόντι διαλαϑεῖν". 
οὔτε γὰρ κατὰ μόνας ποτὲ ἀλλὰ καὶ μετὰ συχνῶν 
ἀεί. τι πράξεις, καὶ πολυπραγμονοῦσί πὼς τὰ ὑπὸ 
τῶν ἀρχόντων γιγνόμενα καὶ οἵ λοιποὶ πάντες ἥδι- 
στα, ὥστ᾽ ἂν ἅπαξ καταμάϑωσί σε ἄλλα μὲν αὐτοῖς 
προαγορξύοντα ἄλλα δὲ αὐτὸν ποιοῦντα; οὐ τὰς ἀπει- 
λάς σου φοβηϑήσονται ἀλλὰ τὰ ἔργα μιμήσονται. 

4 τὸν δὲ δὴ τῶν ἄλλων βίον ἐπισκόπει μὲν, μὴ μέντοι 
καὶ χαλεπῶς ἐξέταξε, ἀλλ᾽ ὅσα μὲν ἃ ἂν ὑφ᾽ ἑτέρων 
τινῶν ἐσάγηται, κρῖνε, ὅσα δ᾽ ἂν ὑπὸ μηδενὸς αἰτιά- 
ξηται, μηδὲ προσποιοῦ εἰδέναι, ἔξω τῶν ἐς τὸ δημό- 

δ σιον πλημμελουμένων. ταῦτα μὲν γὰρ τῆς προση- 
κούσης ἐπιστροφῆς; κἂν μηδεὶς ἐγκαλῇ, τυγχάνειν 
ὀφείλει" τὰ δὲ ἄλλα τὰ ἰδιωτικὰ ἴσϑι μέν, ἵνα μὴ 
καὶ σφαλῇς ποτὲ ἀνεπιτηδείῳ τινὶ ὑπηρέτῃ πρός τι 

8 χφησάμενος , μὴ μέντοι καὶ ἐξέλεγχε. πολλὰ γὰρ ἡ 
φύσις καὶ παρὰ τὸν νόμον πολλοὺς ἁμαρτάνειν ἐξάγει, 
οἷς ἂν μὲν ἀκριβῶς τις ἐπεξίῃ, ἤ τινα ἢ οὐδένα ἂν 
αὐτῶν ἀτιμώρητον καταλίποι, ἂν δ᾽ ἀνθρωπίνως τὸ 
ἐπιεικὲς τῷ νενομισμένῳ παραμιγνύῃ, τάχ᾽ ἂν καὶ 

Ἰ σωφρονίσειεν αὐτούς. ὁ μὲν γὰρ νόμος, καίτοι ἰσχυ- 
φὰ τὰ κολάσματα ἀναγκαίως ποιούμενος ; οὐ δύναται 
τῆς φύσεως ἀεὶ κρατεῖν᾽ τῶν δ᾽ ἀνθρώπων τινὲς 
λανϑάνειν μὲν δόξαντες ἢ καὶ μετρίως πως νουϑε- 
τηϑέντες ἀμείνους γίγνονται, οἵ μὲν αἰσχυνόμενοι 

8 ἐλεγχϑῆναι οἵ δὲ αἰδούμενοι πάλιν σφαλῆναι, φανε- 
ρωϑέντες δὲ καὶ ἀπερυϑριάσαντες ἢ καὶ πέρα τοῦ με- 
τρίου κολασϑέντες τά τὲ νενομισμένα πάντα συγχέουσι 
καὶ καταπατοῦσι, καὶ μόναις ταῖς τῆς φύσεως ὁρμαῖς 
δουλεύουσι. κἀκ τούτου οὔτε τὸ πάντας αὐτοὺς κο- 
λάξειν ῥάδιον, οὔτε τὸ περιορᾶν φανερῶς τινὰς ἀσελ- 
γαίνοντας εὐπρεπὲς γίγνεται. 


ἃ. Ὁ, 720. .}1., ΟΛΕΒΑΒ ΟΟΤΑΥΛΙΑΝΌΝ. 609 


τὰ μὲν δὴ οὖν ἁμαρτήματα τῶν ἀνθρώπων τοῦ- 9 
τόν σοι τὸν τρύπον, πλὴν τῶν πάνυ ἀνηκέστων, με- 
ταχειρίξζεσϑαι παραινῶ, τὰ δ᾽ ὀρϑώς ὑπ᾿ αὐτῶν 
γιγνόμενα καὶ ὑπὲρ τὴν ἀξίαν τῶν ἔργων τιμᾶν᾽ 
οὕτω γὰρ ἂν μάλιστα ποιήσειας αὐτοὺς τῶν τε χει- 
ρόνων ἀπέχεσϑαι, τῇ φιλανθρωπίᾳ, καὶ τῶν βελτιό- 
νῶν ἐφέεσϑαι. τῇ μεγαλοδωρίᾳ. μὴ γάρ τοι κατα- 
δείσῃς μήϑ'᾽ ὅτι ἐπιλείψει σέ ποτε ἢ χρήματα ἢ τἄλλα 
οἷς τοὺς ἀγαϑόν τι ποιοῦντας ἀμείψῃ, πολὺ γὰρ μᾶλ- 
λον ἔγωγε ἐλάττους αὐτῶν τοὺς εὖ τι παϑεῖν ἀξίους 
οἶμαι γενήδεσϑαι. τοσαύτης σοῦ καὶ γῆς καὶ ϑαλάτ- 
της ἄρχοντος. μήϑ᾽ ὅτι τινὲς εὐεργετηϑέντες ἀχαρί- 
στως τι πράξουσιν᾽ οὐδὲν γὰρ οὕτω καὶ δουλοῖ καὶ 
οἰκειοῦται τινα, κἂν ἀλλότριος κἂν ἐχϑρὸς ὧν τύχῃ, 
ὡς τὸ μήτ᾽ ἀδικεῖσθαι καὶ προσέτι καὶ εὖ πάσχειν. 

πρὸς μὲν οὖν τοὺς ἄλλους οὕτω σοι προσφέρε- 
σϑαι γνώμην δίδωμι᾽ σαυτῷ δὲ δὴ μήτε ἔξαλλόν τι 
μήϑ᾽ ὑπερήφανον μήτε παρὰ τῶν ἄλλων μήτε παρὰ 
τῆς βουλῆς ἡ ῇ ἔργῳ ἢ καὶ λόγῳ δοϑὲν περιέδῃς. τοῖς 
μὲν γὰρ ἄλλοις κόσμον ἡ παρὰ σοῦ τιμὴ φέρει; σοὶ 
δ᾽ αὐτῷ μεῖξον μὲν τῶν ὑπαρχόντων οὐδὲν ἂν δὸο- 
ϑείη, ὑποψία δ᾽ ἂν κιβδηλίας πολλὴ προσγένοιτο᾽ 
καὶ γάρ τοι τῶν μὲν ἄλλων οὐδεὶς ἑκὼν τοιοῦτόν τι 
τῷ κρατοῦντι ψηφίζεσθαι δοκεῖ. πάντα δὲ δή τις 
αὐτὰ αὐτὸς παρ᾽ ἑαυτοῦ λαμβάνων οὐχ ὅσον οὐκ 
ἔπαινον ἴσχει, ἀλλὰ καὶ γέλωτα προσοφλισκάνει. τήν 
τε οὖν ἄλλην λαμπρότητα σαυτῷ διὰ τῶν ἀγαϑῶν 
ἔργων παρασκεύαξε. καὶ εἰκόνας σου χρυσᾶς μὲν ἢ 
καὶ ἀργυρᾶς μηδέποτε ἐπιτρέψῃς γενέσϑαι. οὐ γὰρ 
μόνον δαπανηραὶ ἀλλὰ καὶ εὐεπιβούλευτοι καὶ ὀλιγο- 
χρονιοί εἰσιν, ἄλλας δὲ ἐν αὐταῖς ταῖς τῶν ἀνθρώπων 
ψυχαῖς καὶ ἀκηράτους καὶ ἀϑανάτους ἐξ εὐεργεσιῶν 


»ὦ 


1 


2 


8ϑ 


70 0111. ΘΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΒ. ἃ. ἃ, 720. 


« δημιούργει. μὴ μέντοι μηδὲ ναῦν ποτε περιέδῃς σαυ- 
τῷ γενόμενον. μάτην γὰρ παμπληϑῆὴ χρήματα ἐς τὰ 
τοιαῦτα ἀναλίσκεται, ἃ κρεῖττόν ἐστιν ἐς τὰ ἀναγ- 

᾿ καῖα δαπανᾶσϑαι, πλοῦτος γὰρ ἀκριβὴς οὐχ οὕτως 
ἐκ τοῦ πολλὰ λαμβάνειν ὡς ἐκ τοῦ μὴ πολλὰ ἀναλί- 
ὄκειν ἀϑροίξεται, καὶ ἐς εὔκλειαν οὐδὲν ἀπ᾿ αὐτῶν 

5 προσγίγνεται. ἀρετὴ μὲν γὰρ ἰσοϑέους πολλοὺς ποιεῖ, 
χειροτονητὸς δ᾽ οὐδεὶς πώποτε ϑεὸς ἐγένετο, ὥστε 
σοὶ μὲν ἀγαϑῷ τε ὄντι καὶ καλῶς ἄρχοντι πᾶσα μὲν͵ 
γῆ τεμένισμα ἔσται, πᾶσαι δὲ πόλεις ναοί, πάντες 
δὲ ἄνϑρωποι ἀγάλματα. ἐν γὰρ ταῖς γνώμαις αὐτῶν 

θ ἀεὶ μετ᾽ εὐδοξίας ἐνιδρυϑήσῃ, τοὺς δ᾽ ἄλλως πῶς 
τὰ κράτη διέποντας οὐ μόνον οὐ σεμνύνει τὰ τοιαῦτα, 
κἂν ἐν ἁπάσαις ταῖς πόλεσιν ἐξαιρεϑῇ, ἀλλὰ καὶ 
προσδιαβάλλει., τρόπαια τέ τινα τῆς κακίας αὐτῶν 
καὶ μνημεῖα τῆς ἀδικίας γιγνόμενα ὅσῳ γὰρ ἂν ἐπὶ 
πλεῖον ἀνταρκέσῃ., τοσούτῳ μᾶλλον καὶ ἡ κακοδοξέα 

86 αὐτῶν διαμένει. ὥστ᾽ εἴπερ ἀϑάνατος ὄντως ἐπιϑυ- 
μεῖς γενέσϑαι, ταῦτά τε οὕτω πρᾶττε, καὶ προσέτι 
τὸ μὲν ϑεῖον πάντῃ πάντως αὐτὸς τε σέβου κατὰ τὰ 
πάτρια καὶ τοὺς ἄλλους τιμᾶν ἀνάγκαξε, τοὺς δὲ δὴ 

2 ξενέίξοντάς τι περὶ αὐτὸ καὶ μίσει καὶ κόλαξε, μὴ 
μόνων τῶν ϑεῶν ἕνεκα, ὧν ὁ καταφρονήσας οὐδ᾽ 
ἄλλου ἄν τινος προτιμήσειεν, ἀλλ᾽ ὅτι καὶ καινά τινὰ 
δαιμόνια οἷ τοιοῦτοι ἀντεσφέροντες πολλοὺς ἀναπεέ- 
ϑουσιν ἀλλοτριονομεῖν; κἀκ τούτου καὶ “συνωμοσίαι 
καὶ συστάσεις ἑταιρεῖαί τε γίγνονται ἅπερ ἥκιστα 
8 μοναρχία συμφέρει. μήτ᾽ οὖν ἀϑέῳ τινὶ μήτε γόητι 
συγχωρήσῃς εἶναι. μαντικὴ μὲν γὰρ ἀναγκαία ἐστί, 
καὶ πάντως τινὰς καὶ ἱερόπτας καὶ οἰωνιστὰς ἀπόδει- 
ξον, οἷς οἵ βουλόμ ἑνοί τι. κοινώσασϑαι συνέσονται᾽ τοὺς 
δὲ δὴ μαγευτὰς πάνυ οὐκ εἶναι προσήκει. πολλοὺς γὰρ 


΄ 


8. ἃ. 725. 1. 11. ΘΑΕΘΑΚ ΟΟΤΑΥΙΑΝΌΞΚ. 1 


πολλάκις οἵ τοιοῦτοι, τὰ μέν τινα ἀληϑῆ. τὰ δὲ δὴ 
πλείω ψευδῆ λέγοντες, νεοχμοῦν ἐπαίρουσι. τὸ δ᾽ 
αὐτὸ τοῦτο καὶ τῶν φιλοσοφεῖν προσποιουμένων οὐκ 
ὀλίγοι δρῶσι. διὸ καὶ ἐκείνους φυλάσσεσϑαί σοι πα- 
ραινῶ. μὴ γὰρ ὅτι καὶ ᾿Δρείου καὶ ᾿4ἀϑηνοδώρου κα- 
λῶν καὶ ἀγαϑῶν ἀνδρῶν πεπείρασαι. πίστευε καὶ 
τοὺς ἄλλους πάντας τοὺς φιλοσοφεῖν λέγοντας ὁμοί- 
ουὅς αὐτοῖς εἶναι᾽ μυρία γὰρ κακὰ καὶ δήμους καὶ 
ἐδιώτας τὸ πρόσχημά τινες τοῦτο προβαλλόμενοι 
δροώσι. 

τῇ μὲν οὖν γνώμῃ καὶ τῷ μηδενὸς πλείονος τῶν 
ὑπαρχόντων ἐπιϑυμεῖν εἰρηνικώτατον εἷναί σὲ χρή, 
ταῖς δὲ παρασκευαῖς πολεμικώτατον, ὅπως μάλιστα 
μὲν μήτε ἐθελήσῃ μήτε ἐπιχειρήσῃ τις ἀδικῆσαί δε, 


ΓΝ 


37 


εἰ δὲ μή, ῥαδίως καὶ παραχρῆμα κολασϑῇ. καὶ ἐπει- 2 


δή γε ἀναγκαῖόν ἐστι καὶ διὰ ταῦτα καὶ διὰ τἄλλα 
καὶ ὠτακουστεῖν τινας καὶ διοπτεύειν πάντα τὰ τῇ 
ἡγεμονίᾳ σου προσήκοντα, ἵνα μηδὲν τῶν φυλακῆς 
τινος καὶ ἐπανορϑώσεως δεομένων ἀγνοῇς, μέμνησο 
ὅτι οὐ χρὴ πᾶσιν ἁπλῶς τοῖς λεγομένοις ὑπ᾽ αὐτῶν 
πιστεύειν. ἀλλ᾽ ἀκριβῶς αὐτὰ διασκοπεῖν. συχνοὶ 
γάρ, οἱ μὲν. μισοῦντές τινας, οἱ δ᾽ ἐπιϑυμοῦντες ὧν 
ἔχουσιν. ἄλλοι χαριξόμενοί τισιν. ἄλλοι χρήματα αἱ- 
τήσαντές τινας καὶ μὴ λαβόντες, ἐπηρεάξουσιν αὐτοὺς 
ὡς νεωτερίξοντας ἢ καὶ ἄλλο τι ἀνεπιτήδειον κατὰ 
τοῦ αὐταρχοῦντος ἢ φρονοῦντας ἢ λέγοντας. οὔκουν 
εὐθὺς οὐδὲ ῥαδίως προσέχειν αὐτοῖς δεῖ, ἀλλὰ καὶ 
πάνυ πάντα διελέγχειν᾽ βραδύνας μὲν γὰρ ἐν τῷ 
πιστεῦύσαί τινα οὐδὲν μέγα ἀδικηϑήσῃ, σπεύσας δὲ 
τάχ᾽ ἄν τι καὶ ἐξαμάρτοις, ὃ μὴ δυνήσῃ ἀνακέ- 
σασϑαι. 


ὃ 


δ 


» . 5 3 ᾿ 3 ᾿ “" 3 
τιμᾶν μὲν οὐν σε τοὺς ἀγαϑοῦς καὶ τῶν ἀπελευ- 5 


5» 


. 


ῶ» 


Ξ 


72 .1}1. ΟΑΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΤΙΝ, ἃν, 720, 


ϑέρων καὶ τῶν ἄλλων τῶν συνόντων σοι καὶ δεῖ καὶ 
ἀναγκαῖόν ἐστι καὶ γὰρ κόσμον καὶ ἀσφάλειάν σοι 
μεγάλην τοῦτο οἴσει. μὴ μέντοι καὶ ὑπέρογκόν τι 
ἰσχυέτωσαν. ἀλλ᾽ ἀκριβῶς πάντες σωφρονείτωσαν, 
ὥστε δε μηδὲν ὑπ᾽ αὐτῶν διαβληϑῆναι" πάντα γὰρ 
ὅσα ἂν ἢ καλῶς ἢ κακῶς πράξωσι. σοὶ προστεϑήσε- 
ται, καὶ τοιοῦτος αὐτὸς ὑφ᾽ ἁπάντων νομισϑήσῃ 
ὁποῖα ἂν ἐκείνοις ποιεῖν ἐπιτρέπῃς. 

τοὺς μὲν δὴ οὖν δυνατοὺς μὴ πλεονεκτεῖν τινα 
μηδ᾽ αὖἡ συκοφαντεῖσθαι ἔα᾽ μηδὲ ἔστω τινὶ αὐτῶν 
αὐτὸ τοῦτο ἔγκλημα, ὅτι δύναται. κἂν μηδὲν ἁμαρ- 
τάνῃ. τοῖς δὲ δὴ πολλοῖς ἄμυνε μὲν ἰσχυρῶς ἀδι- 
χκουμένοις, μὴ πρόσεχε δὲ ῥαδίως αἰτιωμένοις, ἀλλ᾽ 
αὐτὰ τὰ ἔργα καϑ᾽ ἑαυτὰ ἐξέταξε, μήτε ἐς τὸ προέχον 
πᾶν ὑποπτεύων μήτε τῷ καταδεεστέρῳ παντὶ πι- 
στεύων. καὶ τοὺς βὲν ἐργαξομένους χρήσιμόν τέ τι 
τεχνωμένους τίμα, τοὺς δ᾽ ἀργοῦντας. ἢ καὶ φλαῦρόν 
τι πφραγματευομένους μέσει, ἵνα τῶν μὲν διὰ τὰς 
ὠφελείας ὀριγνώμενοι, τῶν δὲ διὰ τὰς ξημίας ἀπεχό- 
μένοι, πρός τε τὰ οἰκεῖα ἀμείνους καὶ πρὸς τὰ κοινὰ 
συμφορῶτεροί σοι γίγνωνται. 

καλὸν 'μὲν οὖν ἐστι καὶ τὸ τὰ τῶν ἰδιωτῶν ἀμ- 
φισβητήματα ὡς ἐλάχιστα ποιοῦντα τὰς διαλύσεις 
αὐτῶν ὡς τάχιστα καϑιστάναι, κάλλιστον δὲ τὸ τὰς 
τῶν δήμων ὁρμὰς κολούειν, κἂν ἐπευχόμενοί τινα 
τῇ τε ἀρχῇ καὶ τῇ σωτηρίᾳ τῇ τὲ τύχῃ σου ἐκβιά- 
ξεσϑαί τινας ἢ πρᾶξαί τι ἢ ἀναλῶσαι παρὰ δύναμιν 
ἐπιχειρῶσι. μὴ ἐπιτρέπειν. τάς τε ἔχϑρας αὐτῶν καὶ 
τὰς φιλοτιμίας τὰς πρὸς ἀλλήλους παντάπασιν ἐκκὸ- 
πτειν, καὶ μήτε ἐπωνυμιας τινὰς κενὰς μήτ᾽ ἄλλο τι 
ἐξ οὗ διενεχϑήσονταί τισιν ἐφιέναι σφίσι ποιεῖσϑαι. 
ῥᾳδίως δέ σοι πάντες καὶ ἐς ταῦτα καὶ ἐς τἄλλα καὶ 


ἃ. ἢ, 725. [.1}}, ΟΑΛΕΒΑΒ ΟὐΤΑΛΙΑΝΌΝ, Γ 


ἰδία καὶ χοινῇ πειϑαρχήσουσιν, ἂν μηδὲν παρὰ 
ταῦτα μηδέποτε συγχωρήσῃς τινί ἡ γὰρ ἀνωμαλία 
καὶ τὰ καλῶς πεπηγότα διαλύει. καὶ διὰ τοῦτ᾽ οὐδ᾽ 
αἰτεῖν τι ἀρχήν, ὃ γε μὴ δώσεις. ἐπιτρέπειν σφίσιν 
ὀφείλεις, ἀλλὰ καὶ αὐτὸ τοῦτο πρῶτον ἰσχυρῶς φυ- 
λάττειν σφᾶς ἀναγκάζξειν, τὸ μηδὲν ἀξιοῦν τῶν κεκω- 
λυμένων. 

ταῦτα μὲν περὶ ἐκείνων λέγω, καϑ᾽ ἁπάντων δέ 
σοι συμβουλεύω μήτ᾽ ἀποχρήσασϑαί ποτε τῇ ἐξου- 
σίᾳ. μήτ᾽ οἰηϑῆναι μείωσίν τινα αὐτῆς εἶναι ἂν μὴ 
πάντα ἁπαξαπλῶς ὅσα δύνασαι καὶ ποιήσῃς ἀλλ᾽ 
ὅσῳ μᾶλλον πάνϑ᾽ ὅσα ἂν βουληϑῇς καὶ δυνήσῃ 
πρᾶξαι, τόσῳ μᾶλλον προϑυμοῦ πάνϑ᾽ ὅσα προσήκει 
βούλεσϑαι. καὶ ἀεί γε αὐτὸς παρὰ σαυτῷ ἐξέταξε, 
εἴτε ὀρϑώῶς τι ποιεῖς εἴτε καὶ μή. τί τε πράττοντά δε 
φιλήσουσί τινὲς καὶ τί μή, ἵνα τὰ μὲν ποιῇς αὐτῶν, 
τὰ δὲ ἐκκλίνῃς. μὴ γὰρ δὴ ἡγήσῃ δεόντως τι παρὰ 
τοῦτο πράττειν δόξειν, ἂν μηδενὸς αἰτιωμένου σε 
ἀχούσῃς᾽ μηδ᾽ ἀναμείνῃς οὕτω τινὰ ἐκφρονῆσαί 
ποτε ὥστε σοι φανερῶς τι ἐξονειδίσαι. τοῦτο μὲν 
γὰρ οὐδεὶς ἂν ποιήσειεν, οὐδ᾽ εἰ σφόδρα ἀδικηϑείη᾽ 
πᾶν γὰρ τοὐναντίον καὶ ἐπαινεῖν πολλοὶ ἔν γε τῷ 
φανερῷ τοὺς ἀδικοῦντάς σφας ἀναγκάξονται, ἀνταγω- 
νιξόμενοι μὴ δοκεῖν ὀργίξεσϑαι. τὸν δ᾽ ἄρχοντα 
χρὴ μὴ ἐξ ὧν λέγουσί τινὲς τεχμαίρεσϑαι τὴν διά- 
νοιαν αὐτῶν, ἀλλ᾽ ἐξ ὧν λέγουσί τινες τεχμαίρεσϑαι 
τὴν διάνοιαν αὐτῶν, ἀλλ᾽ ἐξ ὧν φρονεῖν αὐτοὺς 
εἰκός ἐστι. 

ταῦτά σε καὶ τὰ τοιαῦτα βούλομαι πράττειν" 
πολλὰ γὰρ καὶ παραλείπω διὰ τὸ μὴ οἷόν τε εἶναι 
πάντα αὐτὰ καϑάπαξ συλλαβόντα εἰπεῖν. ἕν δ᾽ οὖν 
ἐν κεφαλαίῳ καὶ κατὰ τῶν εἰρημένων καὶ κατὰ τῶν 


98 


ἐφ 


ὧν 


99 


4 ω 8}. ΘΟΑΕΒΑΝ ΟΥΤΑΥΙΑΝΌΒ. ἃ.τ|. 720. 


2 λοιπῶν φράσω. ἂν γὰρ ὅσα ἂν ἕτερόν τινα ἄρξαντά 
σου ποιεῖν ἐθελήσῃς, ταῦτα αὐτὸς αὐτεπαγγελ- 
τος πράσσῃς, οὔτε τι ἁμαρτήσῃ καὶ πάντα κατορϑώ- 
σεις, κἀκ τούτου καὶ ἥδιστα καὶ ἀκινδυνότατα βιώσῃ. 

8 πῶς μὲν γὰρ οὐχ ὡς πατέρα, πῶς δ᾽ οὐχ ὡς σωτῆρα 
καὶ προσόψονταί σε ἅπαντες καὶ φιλήσουσιν., ὅταν 
δε ὁρῶσι κόσμιον, εὐβίοτον, εὐπόλεμον. εἰρηναῖον, 
ὅταν μήϑ᾽ ὑβρίξῃς τι μήτε πλεονεκτῆς. ὅταν ἐκ τοῦ 
ὁμοίου σφέσι προσφέρῃ, καὶ μὴ εὐτὸς μὲν πλουτῇς 
τοὺς δ᾽ ἄλλους ἀργυρολογῇς., μηδ᾽ αὐτὸς μὲν τρυ- 
φᾷς τοὺς δ᾽ ἄλλους ταλαιπωρῇξς; μηδ᾽ αὐτὸς μὲν 
ἀκολασταίνῃς τοὺς δ᾽ ἄλλους νουϑετῇς, ἀλλ᾽ ἐς πάντα 
δὴ πάντως ὁμοιοτροπώτατα αὐτοῖς ξῆς; ὥστ᾽ αὐτὸς 
παρὰ σαυτῷ μέγα φυλακτήριον ἐν τῷ μηδένα ποτὲ 
ἀδικῆσαι ἔχων ϑάρσει;, καὶ πίστευέ μοι λέγοντι ὅτι 
οὔτε μισηϑήσῃ ποτὲ οὔτε ἐπιβουλευϑήσῃ. τούτου δὲ 
δὴ οὕτως ἔχοντος πᾶσά σε ἀνάγκη καὶ ἡδέως βιῶναι" 
τί μὲν γὰρ ἥδιον, τί δὲ εὐδαιμονέστερον ἐστι τοῦ 
πάντων τῶν ἐν ἀνθρώποις ἀγαϑῶν μετ᾽ ἀρετῆς ἀπο- 
λαύοντα καὶ τοῖς ἄλλοις αὐτὰ διδόναι δύνασϑαι; 

40 ταῦτά τε οὖν καὶ τἄλλα πάνϑ' ὅσα εἴρηκα ἐννοή- 
σας πείσϑητί μοι. καὶ μὴ πρόῃ τὴν τύχην, ἥτις σὲ 
ἐκ πάντων ἐπελέξατο καὶ προεστήσατο. ὡς εἴγε τὸ 
μὲν πρᾶγμα τὸ τῆς μοναρχίας αἵρῇ. τὸ δ᾽ ὄνομα τὸ 
τῆς βασιλείας ὡς καὶ ἐπάρατον φοβῇ, τοῦτο μὲν μὴ 
πφοσλάβῃς, τῇ δὲ δὴ τοῦ Καίσαρος προσηγορίᾳ χρῶώ- 

2 μένος αὐτάρχει. εἰ δ᾽ οὖν καὶ ἄλλων τινῶν ἐπικλή- 
σεῶν προσδέῃ, δώσουσι μέν σοι τὴν τοῦ αὐτοκράτο- 
ρος, ὥσπερ καὶ τῷ πατρί σου ἔδωκαν, σεβιοῦσι δέ 
δε καὶ ἑτέρα τινὶ προσρήσει, ὥστε σὲ πᾶν τὸ τῆς 
βασιλείας ἔργον ἄνευ "τοῦ τῆς ἐπωνυμίας αὐτῆς ἐπι- 
φϑόνου καρποῦσϑαι." 


φ- 


[-ὰ 


ἃ. ἃ. 725. μι ΜῈ... ΘΛΑΕΒΑᾺΒ ΟΥΤΑΨΙΑΝΌΝ, 70 


Μαικήνας μὲν ταῦτα εἰπὼν ἐπαύσατο, ὁ δὲ δὴ 
Καῖσαρ ἀμφοτέρους μέν σφας καὶ ἐπὶ τῇ πολυνοίᾳ 
καὶ ἐπὶ τῇ πολυλογία τῇ τὲ παρρησίᾳ ἰσχυρῶς ἐπή- 
νεδε, τὰ δὲ δὴ τοῦ Μαικήνου μᾶλλον εἵλετο. οὐ 
μέντοι καὶ πάντα εὐθὺς ὥσπερ ὑπετέϑειτο ἔπραξε, 
φοβηϑεὶς μὴ καὶ σφαλῇ τι, ἀϑρόως μεταρρυϑμέσαι 
τοὺς ἀνθρώπους ἐθελήσας ἀλλὰ τὰ μὲν παραχρῆμα 
μετεκόσμησε τὰ δ᾽ ὕστερον, καί τινα καὶ τοῖς μετὰ 
ταῦτα ἄρξουσι ποιῆσαι κατέλιπεν ὡς καὶ κατὰ καιρὸν 
μᾶλλον ἐν τῷ χρόνῳ γενησόμενα. καὶ αὐτῷ καὶ ὁ 
᾿Δγρίππας πρὸς πάντα, καίπερ τὴν ἐναντίαν σφίσι 
γνώμην δούς, προϑυμότατα συνήρατο, ὥσπερ ἂν εἰ 
καὶ ἐσηγητὴς αὐτῶν ἐγεγόνει. 

ταῦτά τε ὁ Καῖσαρ, καὶ ὅσα ἄνω μοι τοῦ λόγου 
εἴρηται. ἔπραξεν ἐν τῷ ἔτει ἐκείνῳ ἐν ᾧ τὸ πέμπτον 
ὑπάτευσε, καὶ τὴν τοῦ αὐτοκράτορος ἐπίκλησιν ἐπέ- 
ϑετο. λέγω δὲ οὐ τὴν ἐπὶ ταῖς νίκαις κατὰ τὸ ἀρ- 
χαῖον διδομένην τισίν, ἐκείνην γὰρ πολλάκις μὲν καὶ 
πρότερον πολλάκις δὲ καὶ ὕστερον ἀπ᾿ αὐτῶν τῶν 
ἔργων ἔλαβεν, ὥστε καὶ ἅπαξ καὶ εἰκοσάκις ὄνομα 
αὐτοκράτορος σχεῖν, ἀλλὰ τὴν ἑτέραν τὴν τὸ κράτος 
διασημαίνουσαν, ὥσπερ τῷ τε πατρὶ αὐτοῦ τῷ Καί- 
σαρι καὶ τοῖς παισὶ τοῖς τὲ ἐγγόνοις ἐψήφιστο. καὶ 


μετὰ ταῦτα τιμητεύσας σὺν τῷ ᾿Δγρίππα ἄλλα τέ 


τινα διώρϑωσε καὶ τὴν βουλὴν ἐξήτασε. πολλοὶ μὲν 
γὰρ ἱππεῖς πολλοὶ δὲ καὶ πεζοὶ παρὰ τὴν ἀξίαν ἐκ 
τῶν ἐμφυλίων πολέμων ἐβούλευον. ὥστε καὶ ἐς χιλέ- 
ους τὸ πλήρωμα τῆς γερουσίας αὐξηϑῆναι. τούτους 
οὖν ἐκκρῖναι βουληϑεὶς αὐτὸς μὲν οὐδένα αὐτῶν 
ἀπήλειψε, προτρεψάμενος δέ σφας ἐκ τοῦ συνειδότος 
τοῦ τε γένους καὶ τοῦ βίου δικαστὰς ἑαυτοῖς γενέ- 
σϑαι τὸ μὲν πρῶτον πεντήκοντά που ἔπεισεν ἐϑελον- 


41 


ὡῶ 


42 


ὡ» 


ϑ» 


σ' 


φν 


“᾿Ὑ 


ΩΣ 


706 . 11. ΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΚΒ, 8... 720, 


τὰς ἐκστῆναι τοῦ συνεδρίου. ἔπειτα δὲ καὶ ἄλλους 
ἑκατὸν καὶ τεσσαράκοντα μιμήσασϑαί σφας ἠνάγκασε. 
καὶ αὐτῶν ἠτίμωσε μὲν οὐδένα, τὰ δ᾽ ὀνόματα τῶν 
δευτέρων ἐξέϑηκε᾽ τοῖς γὰρ προτέροις. ὅτι μὴ ἐχρό- 
νισαν ἀλλ᾽ εὐϑὺς ἐπειϑάρχησάν οἵ, ἀφῆκε τὸ ὀνεί- 
δισμα, ὥστ᾽ αὐτοὺς μὴ ἐκδημοσιευϑῆναι. οὗτοι μὲν 
οὖν ἑκούσιοι δῆϑεν ἰδιώτευσαν, Κύιντον δὲ δὴ Στα- 
τίλιον καὶ πάνυ ἄκοντα τῆς δημαρχίας, ἐς ἣν ἀπεδέ- 
δεικτο. εἶρξεν. ἑτέρους τέ τινας βουλεύειν ἐποίησε, 
καὶ ἔς γε τοὺς ὑπατευκότας δύο ἄνδρας ἐκ τῶν βου- 
λευόντων. Κλουούιόν τέ τινα καὶ Φούρνιον ΓΑαΐους, 
ἐγκατέλεξεν, ὅτι προαποδεδειγμένοι οὐκ ἠδυνήϑησαν, 
ἄλλων τινῶν τὰς ἀρχὰς αὐτῶν προκαταλαβόντων, 
ὑπατεῦσαι. τό τε τῶν εὐπατριδῶν γένος συνεπλή- 
ϑυσε, τῆς βουλῆς οἵ δῆϑεν ἐπιτρεψάσης τοῦτο ποιή- 
σαι. ἐπειδὴ τὸ τε πλεῖστόν σφων ἀπωλώλει, οὐδὲν 
γὰρ οὕτως ὡς τὸ γενναῖον ἐν τοῖς ἐμφυλίοις πολέ- 
μοις ἀναλίσκεται, καὶ ἐς τὴν ποίησιν τῶν πατρίων 
ἀναγκαῖοι ἀεὶ εἶναι νομίξονται. ταῦτά τὸ οὖν ἔπραξε, 
καὶ προσαπεῖπε πᾶσι τοῖς βουλεύουσι μὴ ἐκδημεῖν 
ἔξω τῆς Ἰταλίας. ἂν μὴ αὐτός τινι κελεύσῃ ἢ καὶ 
ἐπιτρέψῃ, καὶ τοῦτο καὶ δεῦρο ἀεὶ φυλάσσεται πλὴν 
γὰρ ὅτι ἔς τε τὴν Σικελίαν καὶ ἐς τὴν Γαλατίαν τὴν 
περὶ Νάρβωνα, οὐδαμόσε ἄλλοσε βουλευτῇ ἀποδη- 
μῆσαι ἔξεστιν. ἐκεῖσε γὰρ διά τε τὸ σύνεγγυς καὶ 
διὰ τὸ ἄοπλον τό τε εἰρηναῖον τῶν ἀνθρώπων δέδο- 
ται τοῖς γέ τι κεκτημένοις αὐτόϑι καὶ ἄνευ παραιτή- 
σεως, ὑσάώκις ἂν ἐθελήσωσιν. ἀπιέναι. ἐπειδή τὲ 
πολλοὺς ἔτι καὶ τῶν. βουλευτῶν καὶ τῶν ἄλλων τῶν 
τὰ τοῦ ᾿Αἀντωνίου σπουδασάντων ὑπόπτως πρὸς αὖ- 
τὸν διακειμένους ἑώρα, καὶ ἐφοβήϑη μὴ νεοχμωσωσίέ 
τι, πάντα ἔφη τὰ γράμματα τὰ ἐν τοῖς κιβωτίοις 


8. ἃ. 720, .1ΠΠ. ΟΛΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΝ. 71 


αὐτοῦ εὑρεϑέντα κατακεκαυκέναι. καὶ ὡς ἀληϑῶς 
γε διεφϑάρκει τινά τὰ γὰρ δὴ πλείω καὶ πάνυ 
ἐτήρει, ὥὦστε μηδ᾽ ὀκνῆσαι ὕστερον αὐτοῖς χρή- 
σαὄσϑαι. 

τοῦτό τε οὖν οὕτως ἐποίησε καὶ τὴν Καρχηδόνα 
ἐπαπῴκισεν, ὅτι ὁ Μέπιδος μέρος τι αὐτῆς ἠρημώκει 
καὶ διὰ τοῦτο τὰ δίκαια τὴς ἀποικίας σφῶν λελυ- 
κέναι ἐδόκει. τόν τε ᾿άἀντίοχον τὸν Κομμαγηνὸν με- 
τεπέμψατο, ὅτι τινὰ πρεσβευτὴν ὑπὸ τοῦ ἀδελφοῦ 
διαφόρου οἵ ὄντος σταλέντα ἐς τὴν Ῥώμην ἐδολοφό- 
νησε, καὶ ἔς τε τὸ συνέδριον ἐσήγαγε καὶ καταψη- 
φισϑέντα ἀπέκτεινε. καὶ τὴν Καπρίαν παρὰ τῶν 
“Νεαπολιτῶν, ὧνπερ τὸ ἀρχαῖον ἦν, ἀντιδόσει χώρας 
ἠλλάξατο. κεῖται δὲ οὐ πόρρω τῆς κατὰ Συρρεντὸν 
ἠπείρου. χρηστὸν μὲν οὐδέν, ὄνομα δὲ καὶ νῦν ἔτι 
διὰ τὴν τοῦ Τιβερίου ἐνοίκησιν ἔχουσα. 


ἐϑ 


Ὁ, 


2 


ϑ 


4 


ὃ 


ΠΩΝΟΣ 
ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑ͂Σ ΝΙ. 


Τότε μὲν ταῦτ᾽ ἐγένετο; τῷ δὲ ἑξῆς ἔτει ἕκτον 
ὁ Καῖσαρ ἦρξε, χαὶ τά τε ἄλλα κατὰ τὸ νομιζόμενον 
ἀπὸ τοῦ πάνυ ἀρχαίου ἐποίησε, καὶ τοὺς φακέλους 
τῶν ῥάβδων τῷ ᾿“γρίππᾳ συνάρχοντί οἵ κατὰ τὸ ἐπι- 
βάλλον παρέδωκεν, αὐτός τε ταῖς ἑτέραις ἐχρήσατο, 
καὶ διάρξας τὸν ὄρκον κατὰ τὰ πάτρια ἐπήγαγε. καὶ 
εἰ μὲν καὶ αὖϑις ταῦτα ἐποίησεν οὐκ οἶδα τὸν γὰρ 
᾿Ἵγρίππαν ἐς ὑπερβολὴν ἐτίμα᾽ ἀμέλει. τήν τε ἀδελ- 
φιδὴν αὐτῷ συνῴκισε, καὶ σκηνήν, ὁπότε συστρατεύ- 
οιντο, ὁμοίαν τῇ ἑαυτοῦ παρεῖχε, τό τὲ σύνϑημα 
παρ᾽ ἀμφοτέρων σφῶν ἐδίδοτο. ἐν δ᾽ οὖν τῷ τότε 
παρόντι τά τε ἄλλα ὥσπερ εἴϑιστο ἔπραξε. καὶ τὰς 
ἀπογραφὰς ἐξετέλεσε, καὶ ἐν αὐταῖς πρόκριτος τῆς 
γερουσίας ἐπεκλήϑη., ὥσπερ ἐν τῇ ἀκριβεῖ δημοκρα- 
τίᾳ ἐνενόμιστο. τό τε ᾿Α“πολλώνιον τὸ ἐν τῷ Παλατίῳ 
καὶ τὸ τεμένισμα τὸ περὶ αὐτό, τάς τε ἀποϑήκας τῶν 
βιβλίων, ἐξεποίησε καὶ καϑιέρωσε. καὶ τὴν πανήγυ- 
ρὲν τὴν ἐπὶ τῇ νίκῃ τῇ πρὸς τῷ ᾿Δκτέῳ γενομένῃ ψη- 
φισϑεῖσαν ἤγαγε μετὰ τοῦ ᾿Δγρίππου, καὶ ἐν αὐτῇ 
τὴν ἱπποδρομίαν διά τε τῶν παίδων καὶ διὰ τῶν 
ἀνδρῶν τῶν εὐγενῶν ἐποίησε. καὶ αὕτη μὲν διὰ 
πέντε ἀεὶ ἐτῶν μέχρι που ἐγίγνετο, ταῖς τέσσαρσιν 
ἱερωσύναις ἐκ περιτροπῆς μέλουσα, λέγω δὲ τούς 


8. ἃ. 7286. [.1Π|. ΟΛΕΒΑΚ ΟΟΤΑΥΙΑΝΌΞ. 19 


τε ποντίφικας καὶ τοὺς οἰωνιστὰς τούς τε ἑπτὰ καὶ 
τοὺς πεντεκαίδεκα ἄνδρας καλουμένους τότε δὲ καὶ 
ἀγὼν γυμνικὸς σταδίου τινὸς ἐν τῷ ᾿Δρείῳ πεδίῳ 
ξυλίνου κατασκευασϑέντος ἐποιήϑη, ὁπλομαχία τε 
ἐκ τῶν αἰχμαλώτων ἐγένετο. καὶ ταῦτα καὶ ἐπὶ 
πλείους ἡμέρας ἐπράχϑη. οὐδὲ διέλιπε καίτοι νοσή- 
ὅαντος τοῦ Καίσαρος, ἀλλὰ καὶ ὡς ὁ ᾿Φγρίππας καὶ 
τὸ ἐκείνου μέρος ἀνεπλήρου. 


6 


ὁ δ᾽ οὖν Καῖσαρ ἔς τε τὰς ϑεωρίας ἐκ τῶν ἰδίων 3 


δῆϑεν ἀνήλισκε, καὶ ἐπειδὴ χρημάτων τῷ δημοσίῳ 
ἐδέησεν. ἐδανείσατό τινα καὶ ἔδωκεν αὐτῷ, πρός τε 
τὴν διοίκησίν σφων δύο κατ᾽ ἔτος ἐκ τῶν ἐστρατηγη- 
κότων αἱρεῖσϑαι ἐκέλευσε. καὶ τῷ πλήϑει τὸν σῖτον 
τετραπλάσιον ἔνειμε, βουλευταῖς τέ τισι χρήματα ἐχα- 
οίσατο᾽ οὕτω γὰρ δὴ πολλοί σφῶν πένητες ἐγεγόνε- 
σαν ὥστε μηδ᾽ ἀγορανομῆσαί τινα διὰ τὸ μέγεϑος 
τῶν ἀναλωμάτων ἐθελῆσαι, ἀλλὰ τά τε ἄλλα καὶ τὰ 
δικαστήρια τὰ τῇ ἀγορανομίέᾳ προσήκοντα τοῖς στρα- 
τηγοῖς, καϑάπερ εἴϑιστο, τὰ μὲν μείξω τῷ ἀστυνόμῳ 
τὰ δὲ ἕτερα τῷ ξενικῷ προσταχϑῆναι. πρὸς δὲ δὴ 
τούτοις τὸν ἀστυνόμον αὐτὸς ἀπέδειξεν" ὃ καὶ αὖϑις 
πολλάκις ἐποίησε. καὶ τὰς ἐγγύας τὰς πρὸς τὸ δη- 
μόσιον πρὸ τῆς πρὸς τῷ ᾿Δκτίῳ μάχης γενομένας, 
πλὴν τῶν περὶ τὰ οἰκοδομήματα. ἀπήλλαξε, τά τε 
παλαιὰ συμβόλαια τῶν τῷ κοινῷ τι ὀφειλόντων 
ἔκαυσε. καὶ τὰ μὲν ἱερὰ τὰ Αἰγύπτια οὐκ ἐσεδέξατο. 
ἔσω τοῦ πωμηρίου. τῶν δὲ δὴ ναῶν πρόνοιαν ἐποιή- 
σατο᾽ τοὺς μὲν γὰρ ὑπ᾽ ἰδιωτῶν τινων γεγενημένους 
τοῖς τε παισὶν αὐτῶν καὶ τοῖς ἐγγόνοις. εἴγε τινὲς 
περιῆσαν. ἐπισκευάσαι ἐκέλευσε, τοὺς δὲ λοιποὺς 
αὐτὸς ἀνεκτήσατο. οὐ μέντοι καὶ τὴν δόξαν τῆς εἰκο- 
δομήσεώς σφων ἐσφετερίσατο, ἀλλ᾽ ἀπέδωκεν αὐτοῖς 


τ 


"2 


᾿ 


ὃ 


80 πι ἍΠΠ. ΘΟΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΘ. δ... 726, 727 


τοῖς κατασκευάσασιν αὐτούς. ἐπειδή τε πολλὰ πάνυ 
κατά τὲ τὰς στάσεις κἂν τοῖς πολέμοις. ἄλλως τε καὶ 
ἐν τῇ τοῦ ᾿ἀντωνίου τοῦ τε “επίδου συναρχία. καὶ 
ἀνόμως καὶ ἀδίκως ἐτετάχει. πάντα αὐτὰ δι᾽ ἑνὸς 
προγῥάμματος κατέλυσεν, ὅρον τὴν ἕκτην αὑτοῦ 
ὑπατείαν προϑείς. εὐδοκιμῶν τε οὖν ἐπὶ τούτοις 
καὶ ἐπαινούμενος ἐπεϑύμησε καὶ ἑτέραν τινὰ μεγα- 
λοψυχίαν διαδείξασϑαι. ὅπως καὶ ἐκ τοῦ τοιούτου 
μᾶλλον τιμηϑείη, καὶ παρ᾽ ἑκόντων δὴ τῶν ἀνϑρώ- 
πῶν τὴν μοναρχίαν βεβαιώσασϑαι τοῦ μὴ δοκεῖν 
ἄκοντας αὐτοὺς βεβιάσϑαι. κἀκ τούτου τοὺς μάλιστα 
ἐπιτηδείους οἱ τῶν βουλευτῶν παρασκευάσας ἔς τὲ 
, τὴν γερουσίαν ἐσῆλθεν ἕβδομον ὑπατεύων, καὶ 
727 ᾿ἀνέγνω τοιάδε. 
ϑ8 “ἄπιστα μὲν εὖ οἶδ᾽ ὅτι δόξω τισὶν ὑμῶν, ὦ πα- 
τέρες, προῃρῆσϑαι᾽ ἃ γὰρ αὐτὸς ἕκαστος τῶν ἀκουόν- 
τῶν οὐκ ἂν ἐθελήσειε ποιῆσαι, ταῦτ᾽ οὐδὲ ἑτέρου 
λέγοντος πιστεύειν βούλεται, καὶ μάλισϑ᾽ ὅτι πᾶς 
παντὶ τῷ ὑπερέχοντι φϑονῶν ἑτοιμότερον ἀπιστεῖ 
2 τοῖς ὑπὲρ ἑαυτὸν λεγομένοις. καὶ προσέτι καὶ γι- 
γνώσκω τοῦϑ'᾽ ὅτι οἵ τὰ μὴ πιστὰ δοκοῦντα εἶναι 
λέγοντες οὐχ ὅσον οὐ πείϑουσί τινας. ἀλλὰ καὶ κό- 
βαλοι δοκοῦσιν εἶναι. οὐ μὴν ἀλλ᾽ εἰ μέν τι τοιοῦ- 
τον ἐπηγγελλόμην ὁ ὃ μὴ παραχρῆμα ποιήσειν ἔμελλον, 
σφόδρ᾽ ἂν ἀπώκνησα αὐτὸ ἐκφῆναι, μὴ καὶ αἰτίαν 
8 τινὰ μοχϑηρὰν ἀντὶ χάριτος λάβω᾽ νῦν δ᾽ ὁπότε 
εὐθὺς καὶ τήμερον ἐπακολουϑήσει τὸ ἔργον αὐτῷ, 
πάνυ ϑαρσούντως ἔχω μὴ μόνον μηδεμέαν αἰσχύνην 
ψευδολογέας φλήσειν, ἀλλὰ καὶ πάντας ἀνθρώπους 
“εὐδοξίᾳ “νικήσειν. ὅτι μὲν γὰρ πάρεστί μον διὰ παν- 
τὸς ὑμῶν. ἄρχειν καὶ αὐτοὶ ὁρᾶτε" τό τε γὰρ στα- 
τιάσαν πᾶν ἤτοι δικαιωϑὲν πέπαυται ἢ καὶ ἐλεηϑὲν 


Φ 


1 


»- 


«ὦ. 127. [,μΜ|. ΘΟΛΕΒΑᾺΒ ΟΥΤΑΥΙΛΑΝΌΞ. 21 


σεσωφρόνισται, καὶ τὸ συναράμενόν μοι τῇ τὲ ἀμοι- 
βῇ τῶν εὐεργεσιῶν ὠκείωται καὶ τῇ κοινωνίᾳ τῶν 
πραγμάτων ὠχύρωται. ὥστε μήτε ἐπιϑυμὴσαί τινα 
νεωτέρων ἔργων, κἂν ἄρα τι καὶ τοιοῦτο γένηται, 
τὸ γοῦν βοηϑῆσον ἡμῖν ἕτοιμον ἔτι καὶ μᾶλλον εἶναι. 
τά τε στρατιωτικὰ ἀκμάξει μοι καὶ εὐνοίᾳ καὶ ῥώμῃ, 
καὶ χρήματα ἔστι καὶ σύμμαχοι. καὶ τὸ μέγιστον, 
οὕτω καὶ ὑμεῖς καὶ ὁ δῆμος διάκεισϑε πρός με ὥστε 
καὶ πάνυ ἂν προστατεῖσϑαι ὑπ᾽ ἐμοὺ ἐθελῆσαι. οὐ 
μέντοι καὶ ἐπὶ πλεῖον ὑμᾶς ἐξηγήσομαι. οὐδ᾽ ἐρεῖ 
τις ὡς ἐγὼ τῆς αὐταρχίας ἕνεκα πάντα τὰ προχα- 
τειργασμένα ἔπραξα" ἀλλ᾽ ἀφέημι τὴν ἀρχὴν ἅπασαν 
καὶ ἀποδίδωμι ὑμῖν πάντα ἁπλῶς, τὰ ὅπλα, τοὺς 
νόμους, τὰ ἔϑνη, οὐχ ὅπως ἐκεῖνα ὅσα μοι ὑμεῖς 
ἐπετρέψατε, ἀλλὰ καὶ ὅσα αὐτὸς μετὰ ταῦϑ᾽ ὑμῖν « 
προσεχτησάμην, ἵνα καὶ ἐξ αὐτῶν τῶν ἔργων κατα- 

μάϑητε τοῦϑ᾽ ὅτι οὐδ᾽ ἀπ᾽ ἀρχῆς δυναστείας τινὸς 

ἐπεϑύμησα, ἀλλ᾽ ὄντως τῷ τε πατρὶ δεινῶς σφαγέντι 

τιμωρῆσαι καὶ τὴν πόλιν ἐκ μεγάλων καὶ ἐπαλλήλων 

κακῶν ἐξελέσϑαι ἠθέλησα. ὥφελον μὲν γὰρ μηδ᾽ ὅ 
ἐπιστῆναί ποτε οὕτω τοῖς πράγμασι, τοῦὐτ᾽ ἔστιν 

ὥφελον μὴ δεδεῆσϑαί μου πρὸς τοιοῦτό τι τὴν πόλιν, 

ἀλλ᾽ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ, καϑάπερ ποτὲ καὶ οἱ 

πατέρες ἡμῶν. καὶ ἡμᾶς τοὺς ἐν τῇδε τῇ ἡλικίᾳ ἀπ᾽ 

ἀρχῆς βεβιωκέναι. ἐπεὶ δὲ εἱμαρμένη τις, ὡς ἔοικεν, 2 
ἐς τοῦτο προήγαγεν ὑμᾶς ὥστε καὶ ἐμοῦ, καίπερ νέου 
ἔτι τότε ὄντος, καὶ χρείαν σχεῖν καὶ πεῖραν λαβεῖν, 
μέχρι μὲν οὗ τὰ πράγματα τῆς παρ᾽ ἐμοῦ ἐπικουρίας 
ἔχρῃξε, πάντα τε προϑύμως καὶ ὑπὲρ τὴν ἡλικέαν 
ἐποέησα καὶ πάντα εὐτυχῶς καὶ ὑπὲρ τὴν δύναμιν 
κατέπραξα᾽ καὶ οὐκ ἔστιν ὅ,τι τῶν πάντων ἀπέτρεψέ 
μὲ κινδυνεύουσιν ὑμῖν ἐπικουρῆσαι, οὐ πόνος, οὐ 

ῬΙΟ ΟΑΒ8Β108. 111. θ 


ἐῶ 


Ὡϑ 


φ 


μ»- 


θ 


82 1}. ΟΑΈΒΑΚ ΟΟΤΑΥΙΑΝΌΒ, ἃ. ἃ. 727. 


φόβος, οὐκ ἐχϑρῶν ἀπειλαί, οὐ φίλων δεήσεις, οὐ τὸ 
πλῆϑος τῶν συνεστηκότων, οὐχ ἡ ἀπόνοια τῶν ἀντι- 
τεταγμένων, ἀλλ᾽ ἐπέδωκα ἀφειδῶς ὑμῖν ἐμαυτὸν 
ἐς πάντα τὰ περιεστηκότα, καὶ ἔπραξα καὶ ἔπαϑον 
[τὰ ξ 8. ἡ 2 δὰ , ᾿ 
ἅπερ ἴστε. ἐξ ὧν αὐτὸς μὲν οὐδὲν κεκέρδαγκα πλὴν 
τοῦ τὴν πατρίδα περιπεποιῆσϑαι, ὑμεῖς δὲ καὶ σώξεσϑε 
καὶ σωφρονεῖτε. ἐπειδὴ δὲ καλῶς ποιοῦσα ἡ τύχη καὶ 
τὴν εἰρήνην ἄδολον καὶ τὴν ὁμόνοιαν ἀστασίαστον 
δι᾿ ἐμοῦ ὑμῖν ἀποδέδωκεν. ἀπολάβετε καὶ τὴν ἐλευ- 
ϑερίαν καὶ τὴν δημοκρατίαν. κομέσασϑε καὶ τὰ ὅπλα 
καὶ τὰ ἔϑνη τὰ ὑπήκοα, καὶ πολιτεύεσϑε ὥσπερ 
εἰώϑειτε. : 
καὶ μήτε ϑαυμάσητε εἰ ταῦϑ᾽ οὕτω φρονῶ, τήν 

τε ἄλλην ἐπιείκειάν μου καὶ πραύτητα καὶ ἀπραγ- 
μοσύνην ὁρῶντες. καὶ προσεκλογιξόμενοι ὅτι οὐδὲν 
πώποτε οὐὔϑ᾽ ὑπέρογκον οὔϑ᾽ ὑπὲρ τοὺς πολλούς, 

ὔ ᾿] ,ὕ ἰν -" ῇ 
καίπερ πολλὰ πολλάκις ψηφισαμένων υμῶν. ἐδεξά- 

“ 3 “ 4 
μην᾽ μήτ᾽ αὖ μωρίαν μου καταγνῶτε, ὅτι ἐξόν μοι 
καὶ ὑμῶν ἄρχειν καὶ τηλικαύτην ἡγεμονέαν τοσαύτης 
οἰκουμένης ἔχειν οὐ βούλομαι. ἐγὼ γὰρ ἄν τε τὸ 
δίκαιόν τις ἐξετάξῃ, δικαιότατον εἶναι νομίξω τὸ τὰ 
ὑμέτερα ὑμᾶς διέπειν, ἄν τε καὶ τὸ συμφέρον, συμ- 
φορώτατον ἡγοῦμαι καὶ ἐμοὶ τὸ μήτε πράγματα ἔχειν 
ἥτε φϑονεῖσϑαι μήτε ἐπιβουλεύεσϑαι καὶ ὑμῖν τὸ 
μδτ᾽ ἐλευϑερίας καὶ σωφρόνως καὶ φιλικῶς πολιτεύ- 
. ἢ ᾽ ἢ δι 
εσϑαι᾽ ἂν τε καὶ τὸ ξὐχλεές, οὐπερ ἕνεκα πολλοὶ 
καὶ πολεμεῖν καὶ κινδυνεύειν πολλάκις αἱροῦνται, 
πῶς μὲν οὐκ εὐδοξότατόν μοι ἔσται τηλικαύτης ἀρχῆς 
3 -»" ᾿ 
ἀφέσϑαι, πῶς δ᾽ οὐκ εὐκλεέστατον ἔκ τοσούτου ἡγε- 
ΒΩ “ χ 3 , ς -"Ὕἢ 

μονίας ογκου ἐϑελοντὶ ἐδιωτεῦσαι; ὡστ εἴ τις υμών 
᾽ .,-᾿΄᾿.» ι.»Ἂ»ν -" ,) 23 
ἀπιστεῖ ταῦτ ὄντῶς τινὰ ἄλλον καὶ φρονῆσαι ἐπ 
3 ’ » ’ " ᾿ ' 
ἀληϑείας καὶ εἰπεῖν δύνασϑαι, ἔμοιγε πιστευσάτω. 


ἃ. τ|. 727. Ι,..ὄ 11. ΘΑΕΘΑΒ ΟΟΤΑΥΙΑΧΝῦσ. ο 83 


πολλὰ γὰρ καὶ μεγάλα καταλέξαι ἔχων ὅσα καὶ ὑπ᾽ « 
ἐμοῦ καὶ ὑπὸ τοῦ πατρός μου εὐηργέτησϑε. ἐφ᾽ οἷς 
εἰκότως ἂν ἡμᾶς ὑπὲρ πάντας τοὺς ἄλλους καὶ φι- 
λοίητε καὶ τιμῴητε, οὐδὲν ἂν ἄλλο τούτου μᾶλλον 
εἴποιμι. οὐδ᾽ ἂν ἐπ᾽ ἄλλῳ τινὶ μᾶλλον σεμνυναίμην, 
ὅτι τὴν μοναρχίαν μήτε ἐκεῖνος καίτοι διδόντων 
ὑμῶν λαβεῖν ἠθέλησε καὶ ἐγὼ ἔχων ἀφίημι. τί γὰρ τ 
ἄν τις καὶ παρεξετάσειεν αὐτῷ; τὴν Γαλατίας ἅλωσιν 
ἢ τὴν Παννονίας δούλωσιν ἢ τὴν Μυσίας χείρωσιν 
ἢ τὴν Αἰγύπτου καταστροφήν; ἀλλὰ τὸν Φαρνάκην, 
τὸν Ἰούβαν, τὸν Φραάτην. τὴν ἐπὶ τοὺς Βρεττανοὺς 
στρατείαν. τὴν τοῦ Ῥήνου διάβασιν; καίτοι τοσαῦτα 
καὶ τοιαῦτα ταῦτά ἐστιν ὅσα καὶ οἷα οὐδὲ σύμπαντες 
οὗ πατέρες ἡμῶν ἐν παντὶ τῷ πρόσϑεν χρόνῳ πεποιή- 
κασιν. ἀλλ᾽ ὅμως οὔτε τούτων τι τῷ παρόντι ἔργῳ 2 
παραβαλεῖν ἐστιν ἄξιον, οὔϑ᾽ ὅτι τοὺς ἐμφυλίους 
πολέμους καὶ μεγέστους καὶ ποικιλωτάτους διὰ πάν- 
τῶν γενομένους καὶ διεπολεμήσαμεν καλῶς καὶ διε- 
ϑέμεϑα φιλανθρώπως, τοῦ μὲν ἀντιστάντος ὡς καὶ 
πολεμίου παντὸς κρατήσαντες, τὸ δ᾽ ὑπεῖξαν ὡς καὶ 
φίλιον πᾶν περισώσαντες, ὥστ᾽ εἴπερ ποτὲ καὶ αὖϑις 3 
πεπρωμένον ἡμῶν εἴη τὴν πόλιν νοσῆσαι, τοῦτον 
αὐτὴν τὸν τρόπον εὐξασϑαί τινα στασιάσαι᾽ τὸ γάρ 
τοι τοσοῦτόν τε ἰσχύσαντας ἡμᾶς καὶ οὕτω καὶ τῇ 
ἀρετῇ καὶ τῇ τύχῃ ἀκμάσαντας ὥστε καὶ ἑκόντων 
καὶ ἀκόντων ὑμῶν αὐταρχῆσαι δυνηϑῆναι, μήτε ἐκ- 
φρονῆσαι μήτε τῆς μοναρχίας ἐπιϑυμῆσαι, ἀλλὰ καὶ 
ἐκεῖνον διδομένην αὐτὴν ἀπώσασϑαι καὶ ἐμὲ δεδο- 
μένην ἀποδιδόναι. ὑπὲρ ἄνθρωπόν ἐστι. λέγω δὲ « 
ταῦτα οὐκ ἄλλως ἐπικομπῶν, οὐδὲ γὰρ ἂν εἶπον αὐτὰ 
ἀρχήν, εἰ καὶ ὁτιοῦν πλεονεκτήσειν ἀπ᾿ αὐτῶν ἤμελ- 
λον, ἀλλ᾽ ἵνα εἰδῆτε ὅτι πολλῶν καὶ μεγάλων ἔς τὲ τὸ 
60 


[ 


νῶν 


δι 


84 [ω {Π1|. ΘΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΞΣ, ἃ. 0. 727. 


κοινὸν εὐεργετημάτων καὶ ἐς τὰ οἰκεῖα σεμνολογη- 
μάτων ἡμῖν ὄντων ἐπὶ τούτῳ μάλιστα ἀγαλλόμεϑα 
ὅτι, ὧν ἕτεροι καὶ βιαξόμενοί τινας ἐπιϑυμοῦσι, ταὐϑ' 
ἡμεῖς οὐδ᾽ ἀναγκαζόμενοι προσιέμεϑα. τίς μὲν γὰρ 
ἂν μεγαλοψυχότερός μου, ἵνα μὴ καὶ τὸν πατέρα τὸν 
μετηλλαχότα αὖϑις εἴπω, τίς δὲ δαιμονιώτερος εὑρε- 
ϑείη; ὅστις, ὦ Ζεῦ καὶ Ἥρακλες, στρατιώτας τοσού- 
τους καὶ τοιούτους. καὶ πολέτας καὶ συμμάχους, φι- 
λοῦντάς μὲ ἔχων, καὶ πάσης μὲν τῆς ἐντὸς τῶν 


Ἡρακλείων στηλῶν ϑαλάσσης πλὴν ὀλίγων κρατῶν, 


ἐν πάσαις δὲ ταῖς ἠπείροις καὶ πόλεις καὶ ἔϑνη κεχτη- 
μένος, καὶ μήτ᾽ ἀλλοφύλου τινὸς ἔτι προσπολεμοῦν- 
τὸς μοι μήτ᾽ οἰκείου στασιάξοντος, ἀλλὰ πάντων ὑμῶν 
καὶ εἰρηνούντων καὶ ὁμονοούντων καὶ εὐϑενούντων 
καὶ τὸ μέγιστον ἐϑελοντηδὸν πειϑαρχούντων, ἔπειϑ᾽ 
ἑκούσιος, αὐτεπάγγελτος. καὶ ἀρχῆς τηλικαύτης ἀφί- 
σταμαι καὶ οὐσίας τοσαύτης ἀπαλλάττομαι. ὥστ᾽ 
εἴπερ ὁ Ὁράτιος, ὁ Μούκιος, ὁ Κούρτιος, ὁ Ῥήγουλος. 
οἵ Δέκιοι καὶ κινδυνεῦσαι καὶ ἀποθανεῖν ὑπὲρ τοῦ 
μέγα τι καὶ καλὸν πεποιηκέναι δόξαι ἠθέλησαν, πῶς 
οὐκ ἂν ἐγὼ μᾶλλον ἐπιϑυμήσαιμι τοῦτο πρᾶξαι ἐξ 
οὗ χἀκείνους καὶ τοὺς ἄλλους ἅμα πάντας ἀνθρώπους 
εὐκλείᾳ ξῶὼν ὑπερβαλῶ; μὴ γάρ τοι νομίσῃ τις ὑμῶν 
τοὺς μὲν πάλαι Ῥωμαίους καὶ ἀρετῆς καὶ εὐδοξίας 
ἐφεῖσϑαι, νῦν δὲ ἐξίτηλον ἐν τῇ πόλει πᾶν τὸ ἀνδρώ- 
δὲς γεγονέναι. μὴ μέντοι μηδ᾽ ὑποπτεύσῃ ὅτι προέ- 
σϑαι τε ὑμᾶς καὶ πονηροῖς τισιν ἀνδράσιν ἐπιτρέψαι, 
ἢ καὶ ὀχλοκρατίᾳ τινί, ἐξ ἧς οὐ μόνον οὐδὲν χρηστὸν. 
ἀλλὰ καὶ πάντα τὰ δεινότατα ἀεὶ πᾶσιν ἀνθρώποις 
γίγνεται, ἐκδοῦναι βούλομαι. ὑμῖν γάρ. ὑμῖν τοῖς 
ἀρίστοις καὶ φρονιμωτάτοις πάντα τὰ κοινὰ ἀνατί- 
ϑημι. ἐκεῖνο μὲν γὰρ οὐδέποτ᾽ ἂν ἐποίησα, οὐδ᾽ εἰ 


8. ι.. 727. 1. ΘἈΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΞ, 80 


μυριάκις ἀποϑανεῖν ἢ καὶ μοναρχῆσαΐί μὲ ἔδει᾽ τοῦτο 
δὲ χαὶ ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ τὴς πόλεως ποιῶ. 


αὐτός τε γὰρ καὶ πεπόνημαι καὶ τεταλαιπώρημαι, 68 


καὶ οὐκέτ᾽ οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι ἀντέχειν 
δύναμαι" καὶ προσέτι καὶ τὸν φϑόνον καὶ τὸ μῖσος, 
ἃ καὶ πρὸς τοὺς ἀρίστους ἄνδρας ἐγγίγνεταί τισι, 
τάς τε ἐξ αὐτῶν ἐπιβουλὰς προορῶμαι. καὶ διὰ 
ταῦτα καὶ ἰδιωτεῦσαι μᾶλλον εὐκλεῶς ἢ μοναρχῆσαι 
ἐπικινδύνως αἱροῦμαι. καὶ τὰ κοινὰ κοινῶς ἂν πολὺ 
βέλτιον ἅτε καὶ ὑπὸ πολλῶν ἅμα διαγόμενα καὶ μὴ 
ἐς ἕνα τινὰ ἀνηρτημένα διοικοῖτο. 

δι᾽ οὖν ταῦτα καὶ ἱκετεύω καὶ δέομαι πάντων 
ὑμῶν ὁμοίως καὶ συνεπαινέσαι καὶ συμπροϑυμηϑῆναί 
μοι, λογισαμένους πάνϑ'᾽ ὅσα ΧἈαὶ πεπολέμηκα ὑπὲρ 
ὑμῶν καὶ πεπολίτευμαι, κἀν τούτῳ πᾶσάν μοι τὴν 
ὑπὲρ αὐτῶν χάριν. ἀποδόντας, ἐν τῷ συγχωρῆσαί μου 
ἐν ἡσυχίᾳ ἤδη ποτὲ καταβιῶναι, ἵ ἵνα καὶ ἐκεῖνο εἰδῆτε 
ὅτι οὐ μόνον ἄρχειν ἀλλὰ καὶ ἄρχεσϑαι ἐπίσταμαι, 
καὶ πάνϑ᾽ ὅσα ἄλλοις ἐπέταξα. καὶ αὐτὸς ἀντεπι- 
ταχϑῆναι δύναμαι. μάλιστα μὲν γὰρ καὶ ἀσφαλῶς 
ξήσειν καὶ μηδὲν ὑπὸ μηδενὸς μήτε ἔργῳ μήτε λόγῳ 
κακὸν πείσεσθαι προσδοκῶ τοσοῦτόν που τῇ εὐνοίᾳ 
ὑμῶν, ἐξ ὧν αὐτὸς ἐμαυτῷ σύνοιδα, πιστεύω. ἂν 
δέ τι καὶ πάϑω, οἷα πολλοῖς συμβαίνει. οὐδὲ γὰρ 
οἷόν τέ ἐστι πᾶσί τινα, ἄλλως τε καὶ ἐν τοσούτοις 
πολέμοις, τοῖς μὲν ὀϑνείοις τοῖς δὲ καὶ ἐμφυλίοις, 
γενόμενον καὶ τηλικαῦτα πράγματα ἐπιτραπέντα, 
ἀρέσαι, καὶ πάνυ ἑτοίμως καὶ πρὸ τοῦ εἱμαρμένου 
μοι χρόνου τελευτῆσαι μᾶλλον ἰδιωτεύσας ἢ καὶ 
ἀϑάνατος μοναρχήσας γενέσϑαι αἱροῦμαι. ἐμοὶ μὲν 
γὰρ εὔκλειαν καὶ αὐτὸ τοῦτο οἴσει ὅτι οὐ μόνον οὐκ 
ἐφόνευσά τινα ὑπὲρ τοῦ τὴν ἀρχὴν κατασχεῖν, ἀλλὰ 


ἐῶ 


ῳ 


ὧι 


10 


"- 


ῳ 


4 


86 ω111. ΟΛΕΒΛΔᾺ ΟΥὐΤΑΥΙΑΝΌΚΒ. 5. , 72], 


καὶ προσαπέϑανον ὑπὲρ τοῦ μὴ μοναρχῆσαι᾽ ὁ δὲ δὴ 
τολμήσας ἀποκτεῖναί μὲ πάντως που καὶ ὑπὸ τοῦ δαι- 
μονίου καὶ ὑφ᾽ ὑμῶν κολασϑήσεται. ἅπερ που καὶ 
ἐπὶ τοῦ πατρός μου γέγονεν" ἐκεῖνος μὲν γὰρ καὶ 
ἐσόϑεος ἀπεδείχϑη καὶ τιμῶν ἀιδίων ἔτυχεν, οἱ δ᾽ 
ἀποσφάξαντες αὐτὸν κακοὶ κακῶς ἀπώλοντο. ἀϑά- 
ψατοι μὲν γὰρ οὐκ ἂν δυνηϑείημεν γενέσϑαι, ἐκ δὲ 
δὴ τοῦ καλῶς ξῆσαι καὶ ἐκ τοῦ καλῶς τελευτῆσαι καὶ 
τοῦτο τρόπον τινὰ κτώμεϑα. ἀφ᾽ οὗπερ καὶ ἐγὼ τὸ 
μὲν ἤδη ἔχων τὸ δὲ ἕξειν ἐλπίζων, ἀποδίδωμι ὑμῖν 
καὶ τὰ ὅπλα καὶ τὰ ᾿ἔϑνη τάς τὲ προσόδους καὶ τοὺς 
νόμους, τοσοῦτον μόνον ὑπειπών, ἵνα μήτε τὸ μέγεϑος 
ἢ καὶ τὸ δυσμεταχείριστον τῶν πραγμάτων φοβη- 
ϑέντες ἀϑυμήσητε, μήτ᾽ αὖ καταφρονήσαντες αὐτῶν 
ὡς καὶ ῥαδίως διοικεῖσϑαι δυναμέϑων ἀμελήσητε. 
καίτοι καὶ καϑ᾿ ἕκαστον τῶν μειξόνων οὐκ ἂν 
ὀκνήσαιμι ὑμῖν ἐν κεφαλαίοις ὅσα χρὴ πράττειν ὑποϑέ- 
σϑαι. τίνα δὲ ταῦτά ἐστι; πρῶτον μὲν τοὺς κειμέ- 
νους νόμους ἰσχυρῶς φυλάττετε, καὶ μηδένα αὐτῶν 
μεταβάλητε" τὰ γὰρ ἐν ταὐτῷ μένοντα. κἂν χείρω 
ἥ, συμφορώτερα τῶν ἀεὶ καινοτομουμένων, κἂν βελ- 
τίω εἶναι δοκῇ, ἐστέν. ἔπειτα δέ, ὅσα προστάττουσιν 
ὑμῖν οὗτοι ποιεῖν καὶ ὅσων ἀπαγορεύουσιν ἀπέχε- 
σϑαι, μὴ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τῷ ἔργῳ. μηδ᾽ ἐν 
τῷ κοινῷ μόνον ἀλλὰ καὶ ἰδία ἀκριβῶς παρατηρεῖσϑε, 
ὅπως μὴ τιμωρίας ἀλλὰ τιμῶν τυγχάνητε. τάς τὲ 
ἀρχὰς καὶ τὰς εἰρηνικὰς καὶ τὰς πολεμικὰς τοῖς ἀεὶ 
ἀρίστοις τε καὶ ἐμφρονεστάτοις ἐπιτρέπετε, μήτε 
φϑονοῦντές τισι. μήϑ᾽ ὑπὲρ τοῦ τὸν δεῖνα ἢ τὸν 
δεῖνα πλεονεκτῆσαί τι. ἀλλ᾽ ὑπὲρ τοῦ τὴν πόλιν καὶ 
σώξεσϑαι καὶ εὐπραγεῖν φιλοτιμούμενοι. καὶ τοὺς 
μὲν τοιούτους τιμᾶτε, τοὺς δ᾽ ἄλλως πως πολιτευο- 


8. ὦ. 727, ι.}Π.. ΘΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΞΚΒ. 87 


μένους κολάξετε. καὶ τὰ μὲν ἴδια κοινὰ τῇ πόλει 
παρέχετε, τῶν δὲ δημοσίων ὡς ἀλλοτρίων ἀπέχεσϑε. 
καὶ τὰ μὲν ὑπάρχονθ᾽ ὑμῖν ἀκριβῶς φυλάττετε, τῶν 
δὲ μὴ προσηκόντων μηδαμῶς ἐφίεσϑε. καὶ τοὺς μὲν 
συμμάχους καὶ τοὺς ὑπηκόους μήϑ᾽ ὑβρίξετε μήτε 
ἐκχρηματίζεσϑε, τοὺς δὲ πολέμίους μήτ᾽ ἀδικεῖτε 
ἱήτε φοβεῖσθε. τὰ μὲν ὅπλα ἐν ταῖς χερσὶν ἀεὶ 
ἔχετε, μὴ μέντοι μήτε κατ᾽ ἀλλήλων μήτε κατὰ τῶν 
εἰρηνούντων αὐτοῖς χρῆσϑε. τούς τε στρατιώτας 
τρέφετε μὲν ἀρκούντως, ὥστε μηδενὸς τῶν ἀλλοτρέων 
δι᾿ ἀπορίαν ἐπιϑυμῆσαι, συνέχετε δὲ καὶ σωφρονί- 
ξετε, ὥστε μηδὲν κακὸν διὰ ϑρασύτητα δρᾶσαι. 

ἀλλὰ τί δεῖ μακρολογεῖν, πάνϑ᾽ ἃ προσήκει ποι- 
εἴν ὑμᾶς ἐπεξιόντα; καὶ γὰρ τὰ λοιπὰ ῥαδίως ἂν ἐκ 
τούτων ὡς χρὴ πράττεσϑαι συνίδοιτε. ἕν οὖν ἔτι 
τοῦτο εἰπὼν παύσομαι, ὅτι ἂν μὲν οὕτω πολιτεύσησϑε, 
αὐτοί τε εὐδαιμονήσετε καὶ ἐμοὶ χαριεῖσϑε, ὅστις 
ὑμᾶς στασιάξοντας κακῶς λαβὼν τοιούτους ἀπέδειξα, 
ἂν δ᾽ ἀδυνατήσητε καὶ ὁτιοῦν αὐτῶν πρᾶξαι. ἐμὲ 
μὲν μετανοῆσαι ποιήσετε. τὴν δὲ δὴ πόλιν ἔς τὲ 
πολέμους πολλοὺς καὶ ἐς κινδύνους μεγάλους αὖϑις 
ἐμβαλεῖτε." 

τοιαῦτα τοῦ Καΐέδαρος ἀναλέγοντος “ποικίλον τι 
πάϑος τοὺς βουλευτὰς κατελάμβανεν. ὀλίγοι μὲν γὰρ 
τήν τε διάνοιαν αὐτοῦ ἤδεσαν κἀκ τούτου καὶ συνε- 
σπούδαξον αὐτῷ᾽ τῶν δ᾽ ἄλλων οἷ μὲν ὑπώπτευον τὰ 
λεγόμενα, οἱ δὲ ἐπίστευόν σφισι, καὶ διὰ ταῦτα καὶ ἐθαύ- 
μαξον ὁμοίως ἀμφότεροι, οἵ μὲν τὴν περιτέχνησιν αὐτοῦ 
οἱ δὲ τὴν γνώμην, καὶ ἤχϑοντο οἵ μὲν τῇ πραγματείᾳ 
αὐτοῦ οἵ δὲ τῇ μετανοίᾳ. τό τε γὰρ δημοκρατικὸν ἤδη 
τινὲς ὡς καὶ στασιῶδες ἐμίσουν, καὶ τῇ. μεταστάσει τῆς 
πολιτείας ἠρέσκοντο, τῷ τε Καίσαρι ἔχαιρον. καὶ ἀπ᾽ 


οι 


-} 


ο 


τῷ 


58 ..}}1. ΘΑΕΒΑᾺΝ ΟΟΤΑΥΙΑΝΌΝ, 8. ὺ. 727. 


αὐτῶν τοῖς μὲν παϑήμασι διαφόροις τοῖς δὲ ἐπινοή- 
μασιν ὁμοίοις ἐχρῶντο. οὔτε γὰρ πιστεύσαντες ἀλη- 
ϑῶς αὐτὰ λέγεσϑαι χαίρειν ἐδύναντο, οὔϑ᾽ οἱ βου- 
λόμενον τοῦτο διὰ τὸ δέος, οὔϑ᾽ οἵ ἕτεροι διὰ τὰς 
ἐλπέδας᾽ οὔτ᾽ ἀπιστήσαντες διαβαλεῖν τε αὐτὸν καὶ 
ἐλέγξαι ἐτόλμων, οἵ μὲν ὅτι ἐφοβοῦντο, οἵ δ᾽ ὅτι οὐκ 
4 ἐβούλοντο. ὄϑενπερ καὶ πιστεύειν αὐτῷ πάντες οἵ 
μὲν ἠναγκάξοντο οὗ δὲ ἐπλάττοντο. καὶ ἐπαινεῖν 
αὐτὸν οἵ μὲν οὐκ ἐϑάρσουν οἱ δ᾽ οὐκ ἤϑελον, ἀλλὰ 
πολλὰ μὲν καὶ μεταξὺ ἀναγιγνώσκοντος αὐτοῦ διε- 
βόων πολλὰ δὲ καὶ μετὰ τοῦτο, μοναρχεῖσϑαί τε δεό- 
μξνοι καὶ πάντα τὰ ἐς τοῦτο φέροντα ἐπιλέγοντες, 
μέχρι οὗ κατηνάγκασαν δῆθεν αὐτὸν αὐταρχῆσαι. 
καὶ παραυτίκα γε τοῖς δορυφορήσουσιν αὐτὸν διπλά- 
σιον τὸν μισϑὸν τοῦ τοῖς ἄλλοις στρατιώταις διδομένου 
ψηφισϑῆναι διεπράξατο, ὅπως ἀκριβῆ τὴν φρουρὰν 
ἔχῃ. οὕτως ὡς ἀληϑῶς καταϑέσϑαι τὴν μοναρχίαν 
ἐπεϑύμησε. 

12 τὴν μὲν οὖν ἡγεμονίαν τούτῳ τῷ τρόπῳ καὶ 
παρὰ τῆς γερουσίας τοῦ τὲ δήμου ἐβεβαιώσατο, βου- 
ληϑεὶς δὲ δὴ καὶ ὡς δημοτικός τις εἶναι δόξαι, τὴν 
μὲν φροντίδα τήν τὲ προστασίαν τῶν κοινῶν πᾶσαν 
ὡς καὶ ἐπιμελείας τινὸς δεομένων ὑπεδέξατο, οὔτε 
δὲ πάντων αὐτὸς τῶν ἐθνῶν ἄρξειν, οὐϑ᾽ ὅσων ἂν 
ἄρξῃ. διὰ παντὸς τοῦτο ποιήσειν ἔφη, ἀλλὰ τὰ μὲν 
ἀσϑενέστερα ὡς καὶ εἰρηναῖα καὶ ἀπόλεμα ἀπέδωκε τῇ 
βουλῇ, τὰ δ᾽ ἰσχυρότερα ὡς καὶ σφαλερὰ καὶ ἐπικέν- 
δυνα καὶ ἤ ἤτοι πολεμίους τινὰς προσοίκους ἔχοντα ἢ καὶ 
αὐτὰ καϑ᾽ ἑαυτὰ μέγα τι νεωτερίσαι δυνάμενα κα- 
τέσχε, λόγῳ μὲν ὅπως ἡ μὲν γερουσία ἀδεῶς τὰ καλ- 
λιστα τῆς ἀρχῆς καρπῶται, αὐτὸς δὲ τούς τε πόνους 


λ δ᾽ 


καὶ τοὺς κινδύνους ἔχῃ, ἔργῳ δὲ ἵνα ἐπὶ τῇ προφάσει 


[1] 


σι 


ἐῶ 


ἔν 


8ἃ.., 727. 111. ΘΟΘΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΚΝ, 59 


ταύτῃ ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἄμαχοι ὦσιν, αὐτὸς 
δὲ δὴ μόνος καὶ ὅπλα ἔχῃ καὶ στρατιώτας τρέφῃ. 
καὶ ἐνομίσϑη διὰ ταῦτα ἡ μὲν ᾿Δἀφρικὴ καὶ ἡ Νουμι- 
δέα ἥ τε σία καὶ ἡ Ἑλλὰς μετὰ τῆς Ἠπείρου. καὶ 
τὸ ΖΙελματικὸν τό τε Μακεδονικὸν καὶ Σικελέα, Κρήτη 
τε μετὰ Λιβύης τῆς περὶ Κυρήνην καὶ Βιϑυνία μετὰ 
τοῦ προσκειμένου οἵ Πόντου. Σαρδώ τε καὶ Βαιτικὴ 
τοῦ τε δήμου καὶ τῆς γερουσίας εἶναι, τοῦ δὲ δὴ 
Καίσαρος ἥ τε λοιπὴ Ἰβηρία. ἥ τε περὶ Ταρράκωνα 
καὶ ἡ “υσιτανία, καὶ Γαλάται πάντες, οἵ τε Ναρβω- 
νήσιοι καὶ οἵ Λουγδουνήσιοι ᾿Δκυιτανοί τε καὶ Κελ- 
τικοί, αὐτοί τε καὶ οἵ ἄποικοί σφων᾽ Κελτῶν γάρ 
τινες, οὗς δὴ Γερμανοὺς καλοῦμεν. πᾶσαν τὴν πρὸς 
τῷ Ῥήνῳ Κελτικὴν κατασχόντες Γερμανίαν ὀνομά- 
ξεσϑαι ἐποίησαν, τὴν μὲν ἄνω τὴν μετὰ τὰς τοῦ πο- 
ταμοῦ πηγᾶς. τὴν δὲ κάτω τὴν μέχρι τοῦ ὠκεανοῦ 
τοῦ Βρεττανικοῦ οὖσαν. ταῦτά τε οὖν καὶ ἡ Συρία 
ἡ κοίλη καλουμένη ἥ τε Φοινίκη καὶ Κιλικία καὶ 
Κύπρος καὶ Αἰγύπτιοι ἐν τῇ τοὺ Καίσαρος μερέδι 
τότε ἐγένοντο᾽ ὕστερον γὰρ τὴν μὲν Κύπρον καὶ τὴν 
Γαλατίαν τὴν περὶ Νάρβωνα τῷ δήμῳ ἀπέδωκεν, 
αὐτὸς δὲ τὴν Ζελματίαν ἀντέλαβε. καὶ τοῦτο μὲν 
καὶ ἐπ᾽ ἄλλων ἐθνῶν μετὰ ταῦτα ἐπράχϑη., ὥς που 
καὶ ἡ διέξοδος τοῦ λόγου δηλώσει" ταῦτα δὲ οὕτω 
κατέλεξα, ὅτι νῦν χωρὶς ἕκαστον αὐτῶν ἡγεμονεύεται, 
ἐπεὶ τό γε ἀρχαῖον καὶ ἐπὶ πολὺ καὶ σύνδυο καὶ 
σύντρια τὰ ἔϑνη ἅμα ἤρχετο. τῶν δὲ δὴ λοιπῶν οὐκ 
ἐμνημόνευσα, ὅτι τὰ μὲν ὕστερον αὐτῶν προσεχτήϑη, 
τὰ δέ, εἰ καὶ τότε ἤδη ἐκεχείρωτο, ἀλλ᾽ οὔτι γε καὶ 
ὑπὸ τῶν Ῥωμαίων ἤρχετο, ἀλλ᾽ ἢ αὐτόνυμα ἀφεῖτο 
ἢ καὶ βασιλείαις τισὶν ἐπετέτραπτο᾽ καὶ αὐτῶν ὅσα 


ΠΝ 


ὧι 


φ- 


“ἃ 


οο 


«. 


900 .}ΠΠ. ΟΑΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΞ, ἃ, ἃ, 727. 


μετὰ τοῦτ᾽ ἐς τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀφίκετο, τῷ 
ἀεὶ κρατοῦντι “προσετέϑη. 

18 τὰ μὲν οὖν ἔϑνη οὕτω διῃρέϑη, βουληϑεὶς δὲ 
δὴ καὶ ὥς ὁ Καῖσαρ πόρρω σφᾶς ἀπαγαγεῖν τοῦ τι 
μοναρχιπὸν φρονεῖν δοκεῖν, ἐς δέκα ἔτη τὴν ἀρχὴν 
τῶν δοϑέντων οἵ ὑπέστη᾽ τοσούτῳ τε γὰρ χρόνῳ 
καταστήσειν αὐτὰ ὑπέσχετο, καὶ προσενεανιεύσατο 
εἰπὼν ὅτι, ἂν καὶ ϑᾶττον ἡμερωϑῆ. ϑᾶττον αὐτοῖς 

2 χαὶ ἐκεῖνα ἀποδώσει. κἀκ τούτου πρῶτον μὲν αὐτοὺς 
τοὺς βουλευτὰς ἑκατέρων τῶν ἐϑνῶν. πλὴν Αἰγυ- 
πτίων, ἄρχειν κατέδειξεν, ἐκείνοις γὰρ δὴ καὶ μόνοις 
τὸν ὠνομασμένον ἱππέα, δι᾿ ἅπερ εἶπον, προσέταξεν᾽ 
ἔπειτα δὲ τοὺς μὲν καὶ ἐπετησίους καὶ κληρωτοὺς 
εἶναι, πλὴν εἴ τῷ πολυπαιδίας ἢ γάμου προνομία 

8 προσείη. καὶ ἔκ τε τοῦ κοινοῦ τῆς γερουσίας συλ- 
λόγου πέμπεσϑαι μήτε ξίφος παραζωννυμένους μήτε 
στρατιωτικῇ ἐσθῆτι χρωμένους. καὶ ἀνθϑυπάτους κα- 
λεῖσϑαι μὴ ὅτι τοὺς δύο τοὺς ὑπατευκότας ἀλλὰ καὶ 
τοὺς ἄλλους τοὺς ἐκ τῶν ἐστρατηγηκότων ἢ δοκούν- 

4 τῶν γε ἐστρατηγηκέναι μόνον ὄντας, ῥαβδούχοις τέ 
σφας ἑκατέρους ὅσοισπερ καὶ ἐν τῷ ἄστει νενόμισται 
χρῆσϑαι, καὶ τὰ τῆς ἀρχῆς ἐπίσημα καὶ παραχρῆμα 
ἅμα τῷ ἔξω τοῦ πωμηρίου γενέσθαι προστίϑεσϑαι 
καὶ διὰ παντὸς μέχρις ἂν ἀνακομισϑῶσιν ἔχειν ἐκέ- 

δ λευσε. τοὺς δὲ ἕτέρους ὑπό τε ἑαυτοῦ αἱρεῖσϑαι 
καὶ πρεσβευτὰς αὐτοῦ ἀντιστρατήγους τε ὀνομάζξε- 
σϑαι, κἂν ἐκ τῶν ὑπατευχότων ὦσι. διέταξε. τῶν 
γὰρ δὴ δύο τούτων ὀνομάτων ἐπὶ πλεῖστον ἐν τῇ 
δημοκρατίᾳ ἀνϑησάντων, τὸ μὲν τοῦ στρατηγοῦ τοῖς 
αἱρετοῖς ὡς καὶ τῷ πολέμῳ ἀπὸ τοῦ πάνυ ἀρχαίου 
προσῆκον ἔδωκεν, ἀντιστρατήγους σφᾶς προσειπών, 
τὸ δὲ δὴ τῶν ὑπάτων τοῖς ἑτέροις ὡς καὶ εἰρηνικω- 


ἃ. Ὁ. 127. ι 1}. ΟΛΑΕΒΑΝΒ ΟΟΤΑΥΙΑΝΌΞΒ. 91 
Ἃ Γ 
τέροις, ἀνϑυπάτους αὐτοὺς ἐπικαλέσας. αὐτὰ μὲν θ 
γὰρ τὰ ὀνόματα, τὸ τὲ τοῦ στρδεηγοῦ καὶ τὸ τοῦ 
ὑπάτου, ἐν τῇ Ἰταλίᾳ ἐτήρησε, τοὺς δὲ ἔξω πάντας 
ὡς καὶ ἀντ᾽ ἐμ βῖς: τῇ ἄρχοντας προσηγόρευσε. τῇ τὲ 
οὖν ἐπικλήσει τῇ τῶν ἀντιστρατήγωνῳτοὺς αἱρετοὺς 
χρῆσϑαι. καὶ ἐπὶ πλείω καὶ ἐνιαυτοῦ χῥόνον, ἐφ᾽ 
ὅσον ἂν ἑαυτῷ δόξῃ, ἄρχειν ἐποίησε, τήν τε στρα- 
τιωτικὴν σκευὴν φοροῦντας καὶ ξέφος. -οἷς γε καὶ 
στρατιώτας δικαιῶσαι ἔξεστιν, ἔχοντας. ἄλλῳ γὰρ 
οὐδενὶ οὔτε ἀνθυπάτῳ οὔτε ἀντιστρατήγῳ οὔτε ἐπι- 
τρόπῳ ξιφηφορεῖν δέδοται. ᾧ μὴ καὶ στρατιώτην 
τινὰ ἀποκτεῖναι ἐξεῖναι νενόμισται᾽ οὐ γὰρ ὅτι τοῖς 
βουλευταῖς ἀλλὰ καὶ τοῖς ἱππεῦσιν, οἷς τοῦϑ᾽ ὑπάρ- 
χει, καὶ ἐκεῖνῳ συγκεχώρηται. ταῦτα μὲν οὖν οὕτως 
ἔχει, ῥαβδούχοις δὲ δὴ ἕξ πάντες ὁμοίως οἵ ἀντιστρά- 
τηγοι χρώνται᾽ καὶ ὅσοι γε οὐκ ἐκ τῶν ὑπατευκότων 
εἰσί, καὶ ὀνομάξονται ἐπ᾽ αὐτοῦ τοὔ ἀριϑμοῦ τού- 
του. τά τε τῆς ἡγεμονίας κοσμήματα, ὅτων τὲ ἐς τὴν 
προστεταγμένην σφίσι χώραν ἐσέλϑωσιν, ἑκάτερον 
ὁμοίως ἀναλαμβάνουσι, καὶ ἐπμδὰν διάρξωσιν, εὐ- 
ϑὺς κατατίϑενται. 

οὕτω μὲν καὶ ἐπὶ τούτοις ἔκ τε τῶν ἐστῃρτηγη- 14 

κότων καὶ ἐκ τῶν ὑπατευκότων ἄρχοντες ἀμφοτέρωσε 
πέμπεσϑαι ἐνομίσϑησαν. καὶ αὐτῶν ὁ μὲν αὐτοκρά- 
τῶρ ὅποι τέ τινα καὶ ὁπότε ἤϑελεν ἔστελλε, καὶ 
πολλοὶ καὶ στρατηγοῦντες καὶ ὑπατεύοντες ἡγεμονίας 
ἐθνῶν ἔσχον, ὃ καὶ νῦν ἔστιν ὅτε γίγνεται" τῇ δὲ 2 
δὴ βουχῃ ἰδίᾳ μὲν τοῖς τε ὑπατευκόσι τήν τε ᾽άφρι- 
κὴν καὶ τὴν ᾿4σίαν καὶ τοῖς ἐστρατηγηκόσι τὰ λοιπὰ 
πάντα ἀπένειμε. κοινῇ δὲ δὴ πᾶσιν αὐτοῖς ἀπηγό- 
ρευσε μηδένα πρὸ πέντε ἐτῶν μετὰ τὸ ἐν τῇ πόλει 
ἄρξαι κληροῦσϑαι. καὶ χρόνῳ μέν τινι πάντες οἵ 3 


. 


[ν 9] 


92 .111. ΟΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΙΝ, ἃ.ὑ, 727. 

Φ ΄ 

τοιοῦτοι. εἰ καὶ πλείους τῶν ἐϑνῶν ἦσαν, ἐλάγχανον 

αὐτά" ὕστερον ὁ, ἐπειδή τίνες αὐτῶν οὐ καλῶς 
ἦρχον, τῷ αὐτοκράτορι καὶ ἐκεῖνριι προσετέϑησαν, 
καὶ οὕτω καὶ τούτοις αὐτὸς τρόπ τινὰ τὰς ἡγεμο- 
νίας δί δῶσιν. ο ἰσαρίϑμους τὲ γὰρ τοῖς ἔϑνεσι. καὶ 
οὗς ἂν ἐθελήσῃ, κληροῦσϑαι κελεύει. αἱρετούς τὲ 
τινὲς καὶ ἐκεῖσε ἔπεμψαν, καὶ ἐπὶ πλείω ἐνιαυ- 
τοῦ χρόνον ἔστιν οἷς ἄρξαι ἐπέτρεψαν καί τινες 
καὶ ἱππεῦσιν ἀντὶ τῶν βουλευτῶν ἔϑνη τινὰ προσέ- 
ταξαν. 

ταῦτα μὲν οὕτω τε περὶ τοὺς βουλευτὰς τούς 

γε καὶ ϑανατοῦν τοὺς ἀρχομένους ἐξουσίαν ἔχοντας 
ἐνομίσϑη: πέμπονται γὰρ καὶ οἷς οὐκ ἔξεστι τοῦτο, 
ἐς μὲν τὰ τοῦ δήμου τῆς τε βουλῆς Ἀεγόμενα ἔϑνη 
οἵ τε ταμιεύοντες. οὗς ἂν ὁ κλῆρος ἀποδείξῃ, καὶ οἵ 
παρεδρεύοντες τοῖς τὸ κῦρος τῆς ἀρχῆς ἔχουσιν. 
οὕτω γὰρ ἂν ὀρϑῶς αὐτούς. οὐ πρὸς τὸ ὄνομα ἀλλὰ 
πρὸς τὴν πρᾶξιν, ὥσπερ εἶπον, καλέσαιμι, ἔπεὶ οἵ 78 
ἄλλοι πρεσβευτὰς καὶ τούτους ἑλληνίξοντες ὀνομά- 
ξουσι. καὶ περὶ μὲν Φ)ς ἐπικλήσεως ταύτης ἀρκούν- 
τῶς ἐν τοῖς ἄνω λόγοις εἴρηται, τοὺς δὲ δὴ παρέδρους 
αὐτὸς ἑμυτῷ ἕκαστος αἱρεῖται, ἕνα μὲν οἵ ἐστρατηγη- 
κότες ἐκ τῶν ὁμοίων σφίσιν ἢ καὶ τῶν ὑποδεεστέρων, 
τρεῖς δὲ οἵ ὑπατευκότες καὶ ἐκ τῶν ὁμοτίμων, οὖς 
ἂν καὶ ὁ αὐτοκράτωρ δοκιμάσῃ. ἐκαινοτομήϑη μὲν 
γάρ τι καὶ κατὰ τούτους, ἀλλ᾽ ἐπειδὴ ταχὺ ἐπαύσατο, 
ἀρκέσει τότε αὐτὸ λεχϑῆναι. 

16 περὶ μὲν ὀὖν τὰ τοῦ δήμου ἔϑνη ταῦϑ᾽ οὕτω 
γίγνεται πέμπονται δὲ καὶ ἐς τὰ ἕτερα, τὰ τοῦ τὲ 
αὐτοκράτορος ὀνομαζόμενα καὶ πολιτικὰ δτρατόπεδα 
πλείω ἑνὸς ἔχοντα, οἱ ἄρξοντές σφων ὑπ᾽ αὐτοῦ 
ἐκείνου. τὸ μὲν πλεῖστον ἐκ τῶν ἐστρατηγηκότων, 


ΠΝ 


ὧι 


95 


μ] 


8. ᾧ. 727. ς..}}. ΟΛΕΒΑΒ ΟΟΤΑΥΙΑΝΙΒ. 93 


ἤδη δὲ χαὶ ἐκ τῶν τεταμιευκότων ἢ καὶ ἄλλην τινὰ 
ἀρχὴν͵ τῶν διὰ μέσου ἀρξάντων αἱρούμενοι. 

τῶν μὲν δὴ οὖν βουλευόντων ταῦτα ἔχεται ἐκ 
δὲ δὴ τῶν ἱππέων τούς τε χιλιάρχους. καὶ τοὺς βου- 
λεύσοντας καὶ τοὺς λοιπούς, ὧν περὶ τῆς διαφορᾶς 
ἄνω μοι τοῦ λόγου προείρηται, αὐτὸς ὁ αὐτοκράτωρ 
τοὺς μὲν ἐς τὰ πολιτικὰ τείχη μόνα τοὺς δὲ καὶ ἐς 
τὰ ξενικὰ ἀποστέλλει, ὥσπερ τότε πρὸς τοῦ πρώτου 
Καίσαρος ἐνομίσϑη᾽ καὶ τοὺς ἐπιτρόπους, οὕτω γὰρ 
τοὺς τάς τε κοινὰς προσόδους ἐχλέγοντας καὶ τὰ 
προστεταγμένα σφίσιν ἀναλίσκοντας ὀνομάξομεν. ἐς 
πάντα ὁμοίως τὰ ἔϑνη, τά τε ἑαυτοῦ δὴ καὶ τὰ τοῦ 
δήμου, τοὺς μὲν ἐκ τῶν ἱππέων τοὺς ὃὲ καὶ ἐκ τῶν 
ἀπελευϑέρων “πέμπει, πλὴν καϑ᾽ ὅσον τοὺς φόρους 
οἱ ἀνθύπατοι παρ᾽ ὧν ἄρχουσιν ἐσπράσσουσιν. ἐντο- 
λᾶς τέ τινας καὶ τοῖς ἐπιτρόποις καὶ τοῖς ἀνϑυπάτοις 
τοῖς τὲ ἀντιστρατήγοις δίδωσιν, ὅπως ἐπὶ ῥητοῖς 
ἐξίωσι. καὶ γὰρ τοῦτο καὶ τὸ μισϑοφορᾶν καὶ ἐκεί- 
νοις καὶ τοῖς ἄλλοις δίδοσϑαι τότε ἐνομίσϑη. τὸ μὲν 
γὰρ πάλαι ἐργολαβοῦντές τινες παρὰ τοῦ δημοσίου 
πάντα σφίσι τὰ πρὸς τὴν ἀρχὴν φέροντα παρεῖχον ἐπὶ 
δὲ δὴ τοὺ Καίσαρος πρῶτον αὐτοὶ ἐκεῖνοι τακτὸν τι 
λαμβάνειν ἤρξαντο... καὶ τοῦτο μὲν οὐκ ἐκ τοῦ ἴσου 
πᾶσί σφισιν, ἀλλ᾽ ὥς που καὶ ἡ χρεία ἀπήτει, ἐτάχ- 
ϑη᾽ καὶ τοῖς γε ἐπιτρόποις καὶ αὐτὸ τὸ τοῦ ἀξιώ- 
ματος ὄνομα ἀπὸ τοῦ ἀριϑμοῦ τῶν διδομένων αὐτοῖς 
χρημάτων προσγίγνεται. ἐκεῖνα δὲ ἐπὶ πᾶσιν ὁμοίως᾽ 
ἐνομοϑετήϑη, μήτε καταλόγους σφᾶς ποιεῖσϑαι, μήτ᾽ 
ἀργύριον ἔξω τοῦ τεταγμένου ἐσπράσσειν, εἰ μὴ ἤτοι 
ἡ βουλὴ ψηφίσαιτο ἢ ὁ αὐτοκράτωρ κελεύσειεν᾽ ὅταν 
τέ τῷ ὃ διάδοχος ἔλθῃ, ἔκ τε τοῦ ἔϑνους αὐτίκα 


΄ι 


10 


ἐφ 


Ω» 


᾿-- 


9 


94 μι 1}}!. ΘΑΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΞ, ἃ. ἃ, 721. 


αὐτὸν ἐξορμᾶσϑαι καὶ ἐν τῇ ἀνακομιδὴ μὴ ἐγχρονί- 
ξειν, ἀλλ᾽ ἐντὸς τριῶν μηνῶν ἐπανιέναι. 

ταῦτα μὲν οὕτω τότε ὧς γε εἰπεῖν διετάχϑη᾽ τῷ 
γὰρ ἔργῳ καὶ πάντων καὶ διὰ παντὸς αὐτὸς ὁ Καῖσαρ, 
ἅτε καὶ τῶν χρημάτων κυριεύων, λόγῳ μὲν γὰρ τὰ 
δημόσια ἀπὸ τῶν ἐκείνου ἀπεκχέχριτο, ἔργῳ δὲ καὶ 
ταῦτα πρὸς τὴν γνώμην αὐτοῦ ἀνηλίσκετο, καὶ τῶν 
στρατιωτῶν κρατῶν, αὐταρχήσειν ἔμελλε. τῆς γοῦν 
δεκαετίας ἐξελθούσης ἄλλα ἔτη πέντε, εἶτα πέντε, 
καὶ μετὰ τοῦτο δέκα καὶ ἕτερα αὖϑις δέκα πεντάκις 
αὐτῷ ἐψηφίσθη, ὥστε τῇ τῶν δεκετηρίδων διαδοχῇ 
διὰ βίου αὐτὸν μοναρχῆσαι. καὶ διὰ τοῦτο καὶ οἵ 
μετὰ ταῦτα αὐτοκράτορες. καίτοι μηκέτ᾽ ἐς τακτὸν 
χρόνον ἀλλ᾽ ἐς πάντα καϑαπαξ τὸν βέον ἀποδεικνύ- 
μένοι, ὅμως διὰ τῶν δέκα ἀεὶ ἐτῶν ἑώρτασαν ὡς καὶ 
τὴν ἡγεμονίαν αὖϑις τότε ἀνανεούμενοι" καὶ τοῦτο 
καὶ νῦν γίγνεται. ὁ δ᾽ οὖν Καῖσαρ πολλὰ μὲν καὶ 
πρότερον, ὅτε τὰ περὶ τῆς ἐξωμοσίας τῆς μοναρχίας 
καὶ τὰ περὶ τῆς τῶν ἐϑνῶν διανομῆς διελέχϑη, ἔλα- 
βε᾽ καὶ γὰρ τό τε τὰς δάφνας πρὸ τῶν βασιλείων 
αὐτοῦ προτίϑεσϑαι, καὶ τὸ τὸν στέφανον τὸν δρύινον 
ὑπὲρ αὐτῶν ἀρτᾶσϑαι, τότε οἵ ὡς καὶ ἀεὶ τούς τε 
πολεμίους νικῶντι καὶ τοὺς πολίτας σώξοντει ἐψηφί- 
ὄϑη. καλεῖται δὲ τὰ βασίλεια παλάτιον, οὐχ ὅτι 
καὶ ἔδοξέ ποτε οὕτως αὐτὰ ὀνομάξεσθϑαι. ἀλλ᾽ ὅτι 
ἔν τε τῷ Παλατίῳ ὁ Καῖσαρ ᾧκει καὶ ἐκεῖ τὸ στρα- 
τήγιον εἶχε, καί τινα καὶ πρὸς τὴν τοῦ Ῥωμύλου 
προενοίκησιν φήμην ἡ οἰκία αὐτοῦ ἀπὸ τοῦ παντὸς 
ὄρους ἔλαβε᾽ καὶ διὰ τοῦτο κἂν ἄλλοϑέ που ὁ αὖ- 
τοχράτωρ καταλύῃ, τὴν τοῦ παλατίου ἐπέκλησιν ἡ 
καταγωγὴ αὐτοῦ ἴσχει. ἐπεὶ δὲ καὶ τῷ ἔργῳ αὐτὰ 
ἐπετέλεσεν. οὕτω δὴ καὶ τὸ τοῦ Αὐγούστου ὄνομα 


8. τι, 727, μι. ΘΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΝ, θὅ 


καὶ παρὰ τῆς βουλῆς καὶ παρὰ τοῦ δήμου ἐπέϑετο. 
βουληϑέντων γάρ σφῶν ἰδίως πως αὐτὸν προσειπεῖν, 1 
καὶ τῶν μὲν τὸ τῶν δὲ τὸ καὶ ἐσηγουμένων καὶ αἵρου- 
μένων; ὁ Καῖσαρ ἐπεϑύμει μὲν ἰσχυρῶς Ῥωμύλος 
ὀνομασϑῆναι, αἰσϑόμενος δὲ ὃ ὁτι ὑποπτεύεται ἐκ τού- 
του τῆς βασιλείας ἐπιϑυμεῖν, οὐκέτ᾽ αὐτοῦ ἀντεποιή- 5 
σατο, ἀλλ᾽ Αὔγουστος ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀν- 
ϑρώπους ὧν ἐπεκλήϑη᾽ πάντα γὰρ τὰ ἐντιμότατα 
καὶ τὰ ἱερώτατα αὔγουστα προσαγορεύεται. ἐξ οὗπερ 
καὶ σεβαστὸν αὐτὸν καὶ ἑλληνίξζοντές πως, ὥσπερ 
τινὰ σεπτόν, ἀπὸ τοῦ σεβάξεσϑαι. προσεῖπον. 

οὕτω μὲν δὴ τό τε τοῦ δήμου καὶ τὸ τῆς γερου- 11 
σίας κράτος πᾶν ἐς τὸν Αὔγουστον μετέστη, καὶ ἀπ᾽ 
αὐτοῦ καὶ ἀκριβὴς μοναρχία κατέστη. μοναρχία γάρ, 
εἰ καὶ τὰ μαλιστα καὶ δύο καὶ τρεῖς ἅμα τὸ κῦρός 
ποτε ἔσχον, ἀληϑέστατα ἂν νομίζοιτο. τὸ μὲν γὰρ 
ὄνομα αὐτὸ τὸ μοναρχικὸν οὕτω δή τι οἱ Ῥωμαῖοι 
ἐμίσησαν ὥστε μήτε δικτάτωρας μήτε βασιλέας μήτ᾽ 
ἄλλο τι τοιουτότροπον. τοὺς αὐτοκράτορας σφῶν ὀνο- 
μάξειν᾽ τοῦ δὲ δὴ τῆς πολιτείας τέλους ἐς αὐτοὺς - 
ἀνακειμένου οὐκ ἔστιν ὅπως οὐ βασιλεύονται. αἱ 
μὲν γὰρ ἀρχαὶ αἵ ἐκ τῶν νόμων ὡς πλήϑει γενό- 
μεναι καὶ νῦν πλὴν τῆς τῶν τιμητῶν καϑίστανται, 
διάγεται δὲ καὶ διοικεῖται πάντα ἁπλῶς ὅπως ἂν ὁ 
ἀεὶ κρατῶν ἐθελήσῃ. καὶ ἵνα γε μὴ ἐκ δυναστείας 
ἀλλ᾽ ἐκ τῶν νόμων τοῦτ᾽ ἔχειν δοκῶσι, πάνϑ' ὅσα 
ἐν τῇ δημοκρατίᾳ μέγα παρ᾽ ἑκοῦσέ σφισιν ἴσχυσεν, 
αὐτοῖς τοῖς ὀνόμασι χωρὶς τοῦ τῆς δικτατωρείας 
προσεποιήσαντο. ὕπατοί τε γὰρ πλειστάχις γίγνον- 4 
ται, καὶ ἀνθύπατοι ἀεί, ὁσάκις ἂν ἔξω τοῦ πωμηρίου 
ὦσιν, ὀνομάξονται᾽ τήν τε τοῦ αὐτοκράτορος πρόσ- 
ρησιν διὰ παντὸς οὐ μόνον οἵ νικήσαντές τινας ἀλλὰ 


ἐθ 


ς-Ρ 


σι 


Φ᾽ 


- 


[ν 2] 


ῳΦ 


1 


-- 


90 ι.1}1. ΟΛΕΒΑᾺΝ ΟΟΤΑΥΙΑΝΌΣ, ἃ... 727, 


καὶ οἱ ἄλλοι πάντες, πρὸς δήλωσιν τῆς αὐτοτελοῦς σφων 
ἐξουσίας, ἀντὶ τῆς τοῦ βασιλέως τοῦ τε δικτάτωρος ἐπι- 
κλήσεως ἔχουσιν. αὐτὰς μὲν γὰρ ἐκείνας οὐ τέϑενται. 
ἐπειδήπερ ἅπαξ ἐκ τῆς πολιτείας ἐξέπεσον, τὸ δὲ δὴ 
ἔργον αὐτῶν τῇ τοῦ αὐτοκράτορος προσηγορίᾳ βεβαι- 
οὔνται. καὶ ἐκ μὲν τούτων τῶν ὀνομάτων καταλόγους 
τε ποιεῖσθαι καὶ χρήματα ἀϑροίξειν πολέμους τε ἀναι- 
ρεῖσϑαι καὶ εἰρήνην σπένδεσθαι, τοῦ τε ξενικοῦ καὶ τοῦ 
πολιτικοῦ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἄρχειν, ὥστε καὶ ἐν- 
τὸς τοῦ πωμηρίου καὶ τοὺς ἱππέας καὶ τοὺς βουλευτὰς 
ϑανατοῦν δύνασϑαι,. τά τε ἄλλα ὅσα τοῖς τεύὑπάτοις καὶ 
τοῖς ἄλλοις τοῖς αὐταρχήσασί ποτε ποιεῖν ἐξῆν. λαμ- 
βάνουσιν᾽ ἐκ δὲ δὴ τοῦ τιμητεύειν τούς τὲ βίους 
καὶ τοὺς τρύπους ἡμῶν ἐξετάξουσι, καὶ ἀπογραφὰς 
ποιοῦνται καὶ τοὺς μὲν καταλέγουσι καὶ ἐς τὴν ἵπ- 
πάδα καὶ ἐς τὸ βουλευτικόν, τοὺς δὲ καὶ ἀπαλείφου- 
σιν. ὅπως ἂν αὐτοῖς δόξῃ. ἔκ τε τοῦ ἐν πάσαις ταῖς 
ἱερωσύναις ἱερῶσϑαι καὶ προσέτι καὶ τοῖς ἄλλοις τὰς 
πλείους σφῶν διδόναι, ἀρχιέρεών τέ τινα αὐτῶν, κἂν 
δυο κἂν τρεῖς ἅμα ἄρχωσιν, εἶναι, πάντων αὐτοὶ καὶ 
τῶν ὁσίων καὶ τῶν ἱερῶν κυριεύουσιν. ἥ τε ἐξουσία ἡ 
δημαρχικὴ καλουμένη, ἣν οἵ πάνυ ποτὲ ἀνϑήσαντες 
ἔσχον, δίδωσί σφισι τάτε γιγνόμενα ὑφ᾽ ἑτέρου τινός; 
ἂν μὴ συνεπαινῶσι,: παύειν, καὶ μὴ καϑυβρίξεσϑαι, κἂν 
ἄρα τι καὶ τὸ βραχύτατον μὴ ὅτι ἔργῳ ἀλλὰ καὶ λόγῳ 
ἀδικεῖσϑαι δόξωσι. καὶ ἄκριτον τὸν ποιήσαντα αὐτὸ 
ὡς καὶ ἐναγῆ ἀπολλύναι. δημαρχεῖν μὲν γάρ, ἅτε 
καὶ ἐς τοὺς εὐπατρίδας πάντως τελοῦντες, οὐχ ὅσιον 
νομίξουσιν εἷναι᾽ τὴν δὲ δὴ δύναμιν τὴν τῶν δημάρ- 
χων πᾶσαν. ὕσηπερ τὰ μάλιστα ἐγένετο, προστίϑεν- 
ται, καὶ δι᾿ αὐτῆς καὶ ἡ ἐξαρίϑμησις τῶν ἐτῶν τῆς 
ἀρχῆς αὐτῶν, ὡς καὶ κατ᾽ ἔτος αὐτὴν μετὰ τῶν ἀεὶ 


8ιὺ, 727. 2.1. ΘΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΤΙΙΒ, 97 


δημαρχούντων λαμβανόντων, προβαίνει. ταῦτα μὲν 
ἐκ τῆς δημοκρατίας, ὥς που καὶ ἕκαστα ἐνομίσϑη, 
οὕτω τε καὶ διὰ τούτων τῶν ὀνομάτων εἰλήφασιν, 
ὅπως μηδὲν ἄνευ δύόσεώς τινος ἔχειν δοχώσιν᾽ ἤδη 
δὲ καὶ ἕτερόν τι, ὃ μηδενὶ τῶν πάλαι Ῥωμαίων ἐς 
πάντα ἄντικρυς ἐδόϑη. προσεχτήσαντο, ὑφ᾽ οὗπερ 
καὶ μόνου καὶ ἐκεῖνα ἂν καὶ τἄλλα αὐτοῖς πράττειν 
ἐξῆν. λέλυνται γὰρ δὴ τῶν νόμων, ὡς αὐτὰ τὰ 4α- 
τῖνα ῥήματα λέγει. τοῦὐτ᾽ ἔστιν ἐλεύϑεροι ἀπὸ πάσης 
ἀναγκαίας νομίσεώς εἰσι καὶ οὐδενὶ τῶν γεγραμμέ- 
νῶν ἐνέχονται. καὶ οὕτως ἐκ τούτων τῶν δημυκρα- 
τικῶν ὀνομάτων πᾶσαν τὴν τῆς πολιτείας ἰσχὺν πε- 
ριβέβληνται ὥστε καὶ τὰ τῶν βασιλέων, πλὴν τοῦ 
φορτικοῦ τῆς προσηγορίας αὐτῶν. ἔχειν. ἡ γὰρ δὴ 
τοῦ Καίσαρος ἥ τε τοῦ Αὐγούστου πρόσρησις δύνα- 
ἱν μὲν οὐδεμίαν αὐτοῖς οἰκείαν προστίϑησι. δηλοῖ 
δ᾽ ἄλλως τὸ μὲν τὴν τοῦ γένους σφῶν διαδοχήν, 
τὸ δὲ τὴν τοῦ ἀξιώματος λαμπρότητα. καὶ ἣ γε τοῦ 
πατρὸς ἐπωνυμία τάχα μὲν καὶ ἐξουσίαν τινὰ αὐτοῖς, 
ἥν ποτε οἱ πατέρες ἐπὶ τοὺς παῖδας ἔσχον, κατὰ 
πάντων ἡμῶν δέδωσιν., οὐ μέντοι καὶ ἐπὶ τοῦτο ἀρ- 
χὴν ἐγένετο ἀλλ᾽ ἔς τὸ τιμὴν καὶ ἐς παραίνεσιν. ἵνα 
αὐτοί τε τοὺς ἀρχομένους ὡς καὶ παῖδας ἀγαπῷεν 
καὶ ἐκεῖνοί σφας ὡς καὶ πατέρες αἰδῶνται. 

τοσαύταί τε καὶ τοιαῦται αἵ προσηγορίαι εἰσὶν 
αἷς οἵ τὸ κράτος ἔχοντες κατά τε τοὺς νόμους καὶ 
κατὰ τὸ ἤδη πάτριον νομίζουσι. καὶ νῦν μὲν πᾶσαι 
ἅμα αὐτοῖς ὡς τὸ πολύ, πλὴν τῆς τῶν τιμητῶν. δί- 
δονται, τοῖς δὲ δὴ πάλαι κατὰ χρόνους ὡς ἕκασται 
ἐψηφίξοντο. τὴν γὰρ δὴ τιμητείαν ἔλαβον μέν τινες 
καὶ τῶν αὐτοκρατόρων κατὰ τὸ ἀρχεῖον, ἔλαβε δὲ 
καὶ ΖΔομιτιανὸς διὰ βίου᾽ οὐ μέντοι καὶ νῦν ἔτι 

ὉΙ0 ΟΑΒΒΙΌΒ, 1110 γι 


-- 


ι 


ἐφ 


ὡ» 


"» 


ῦ 


19 


ἐῷ 


Ὁ»; 


να. 


Όι 


θ 


98 μι Δ}. ΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΝ, 8,ὺ.. 727. 


τοῦτο γίγνεται᾽ τὸ γὰρ ἔργον αὐτῆς ἔχοντες οὔτε 
αἱροῦνται ἐπ᾿ αὐτήν, οὔτε τὴν πρόσκλησιν αὐτῆς 
πλὴν ἐν ταῖς ἀπογραφαῖς κτῶνται. 

ἡ μὲν οὖν πολιτεία οὕτω τότε πρός τε τὸ βέλτιον 
καὶ πρὸς τὸ σωτηριωδέστερον μετεχοσμήϑη᾽ καὶ γάρ 
που καὶ παντάπασιν ἀδύνατον ἦν δημοκρατουμένους 
αὐτοὺς σωϑῆναι. οὐ μέντοι καὶ ὁμοίως τοῖς πρόσϑεν 
τὰ μετὰ ταῦτα πραχϑέντα λεχϑῆναι δύναται. πρό- 
τερον μὲν γὰρ ἔς τε τὴν βουλὴν καὶ ἐς τὸν δῆμον 
πάντα, καὶ εἰ πόρρω που συμβαίη, ἐσεφέρετο᾽ καὶ 
διὰ τοῦτο πάντες τε αὐτὰ ἐμάνϑανον καὶ πολλοὶ 
συνέγραφον. κἀκ τούτου καὶ ἡ ἀλήϑεια αὐτῶν, εἰ 
καὶ τὰ μάλιστα καὶ φόβῳ τινὰ καὶ χάριτι φιλίᾳ τε 
καὶ ἔχϑρα τισὶν ἐρρήϑη. παρὰ γοῦν τοῖς ἄλλοις τοῖς 
τὰ αὐτὰ γράψασι τοῖς τε ὑπομνήμασι τοῖς δημοσίοις 
τρόπον τινὰ εὑρίσκετο. ἐκ δὲ δὴ τοῦ χρόνου ἐκείνου 
τὰ μὲν πλείω κρύφα καὶ δι᾽ ἀπορρήτων γίγνεσϑαι 
ἤρξατο, εἰ δέ πού τινὰ καὶ δημοσιευϑείη, ἀλλὰ ἀνεξέ- 
λεγκτά γὲ8 ὄντα ἀπιστεῖται" καὶ γὰρ λέγεσϑαι καὶ 
πράττεσϑαι πάντα πρὸς τὰ τῶν ἀεὶ κρατούντων τῶν 
τε παραδυναστευόντων σφίσι βουλήματα ὑποπτεύε- 
ται. καὶ κατὰ τοῦτο πολλὰ μὲν οὐ γιγνόμενα ϑρυ- 
λεῖται, πολλὰ δὲ καὶ πάνυ συμβαίνοντα ἀγνοεῖται, 
πάντα δὲ ὡς εἰπεῖν ἄλλως πῶς ἤ ὡς πράττεται δια- 
ϑροεῖται. καὶ μέντοι καὶ τὸ τῆς ἀρχῆς μέγεϑος τό 
τε τῶν πραγμάτων πλῆϑος δυσχερεστάτην τὴν ἀκρί- 
βειαν αὐτῶν παρέχεται. ἔν τὲ γὰρ τῇ Ῥώμῃ συχνὰ 
καὶ παρὰ τῷ ὑπηκόῳ αὐτῆς πολλά, πρός τε τὸ πολέ- 
μιον ἀεὶ καὶ καϑ΄ ἡμέραν ὡς εἰνοτο γίγνεταί τι, 
περὶ ὧν τὸ μὲν σαφὲς οὐδεὶς ῥαδίως ἔξω τῶν πρατ- 
τόντων αὐτὰ γιγνώσκει, πλεῖστοι δ᾽ ὅσοι οὐδ᾽ ἀκού- 
ουσι τὴν ἀρχὴν ὅτι γέγονεν. ὄϑενπερ καὶ ἐγὼ πάντα 


ἃ, Ὁ. 727. .1. ΟΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΞΝ, 99. 


τὰ ἑξῆς, ὅσα γε καὶ ἀναγκαῖον ἔσται εἰπεῖν. ὥς που 
καὶ δεδήλωται φράσω, εἴτ᾽ ὄντως οὕτως εἴτε καὶ 
ἑτέρως πῶς ἔχει. προσέσται μέντοι τι αὐτοῖς καὶ 
τῆς ἐμῆς δοξασίας. ἐς ὅσον ἐνδέχεται. ἐν οἷς ἄλλο τι 
μᾶλλον ἢ τὸ ϑρυλούμενον ἠδυνήϑην ἐκ πολλῶν ὧν 
ἀνέγνων ἢ καὶ ἤκουσα ἢ καὶ εἶδον τεκμήρασϑαι. 

Αὔγουστος μὲν δὴ ὁ Καῖσαρ, ὥσπερ εἶπον, ἐπω- 
νομάσϑη, καὶ αὐτῷ σημεῖον οὐ σμικρὸν εὐθὺς τότε 
τῆς νυκτὸς ἐπεγένετο᾽ ὁ γὰρ Τίβερις πελαγίσας πᾶ- 
σαν τὴν ἐν τοῖς πεδίοις Ρώμην κατέλαβεν ὥστε πλεῖ- 
σϑαι, καὶ ἀπ᾽ αὐτοῦ οἱ μάντεις. ὅτι τε ἐπὶ μέγα 
αὐξήσοι καὶ ὅτι πᾶσαν τὴν πόλιν ὑποχειρίαν ἕξοι 
προέγνωσαν. χαριζομένων δ᾽ αὐτῷ καϑ' ὑπερβολὴν 
ἄλλων ἄλλα, Σέξτος τις Πακουούιος, ὡς δ᾽ ἕτεροι 
λέγουσιν, ᾿“πούδιος, πάντας ἐξενέκησεν᾽ ἐν γὰρ τῷ 
συνεδρίῳ ἑαυτόν τέ οἵ τὸν τῶν Ἰβήρων τρόπον κα- 
ϑωσίωσε καὶ τοῖς ἄλλοις συνεβούλευε τοῦτο ποιῆσαι. 
ἐπειδή τε ὁ Αὔγουστος ἐμποδών οἱ ἐγένετο, πρός τε 
τὸ πλῆϑος τὸ προσεστὸς ἐξεπήδησεν, ἐδημάρχει γάρ, 
καὶ ἐκείνους τε καὶ μετὰ ταῦτα καὶ τοὺς λοιπούς, 
κατά τε τὰς ὁδοὺς καὶ κατὰ τοὺς στενωποὺς περινο- 
στήσας, καϑιερῶσαί σφας τῷ- Αὐγούστῳ κατηνάγκα- 
σεν ἀφ᾽ οὕπερ καὶ νῦν προστρεπόμενοι τὸν κρα- 
τοῦντα λέγειν εἰώϑαμεν ὅτι σοι καϑωσιώμεϑα. 

καὶ ὁ μὲν καὶ ϑῦσαι ἐπὶ τούτῳ πάντας ἐποίει, 
ἔν τε τῷ ὁμίλῳ ποτὲ κληρονόμον ἔφη τὸν Αὔγουστον 
ἐξ ἴσου τῷ υἱεῖ καταλεέψειν, οὐχ ὅτι τι εἶχεν, ἀλλ᾽ 
ὅτι καὶ προσλαβεῖν ἠθέλησεν, ὃ καὶ ἐγένετο᾽ 4ὕγου- 
στος δὲ τά τε ἄλλα τὰ τῇ ἀρχῇ προσήκοντα προϑυ- 
μότερον, ὡς καὶ ἐθελοντὶ δὴ παρὰ πάντων αὐτὴν 
εἰληφώς, ἔπραττε, καὶ ἐνομοθέτει πολλά. οὐδὲν δὲ 
δέομαι καϑ᾿ ἕκαστον ἀκριβῶς ἐπεξιέναι, χωρὶς ῇ 


7 Ἔ 


20 


ἐὼ 


ὡ» 


21 


100 4. ΘΟΛΕΒΑΚ ΟΟΤΑΝΙΑΝΌΒ, ἃ. ἃ. 727. 


ὅσα τῇ συγγραφῇ πρόσφορά ἐστι. τὸ δ᾽ αὐτὸ τοῦτο 
καὶ ἐν τοῖς ἔπειτα πραχϑεῖσι ποιήσω, ἵνα μὴ καὶ δι᾽ 
ὄχλου γένωμαι πάντα τὰ τοιαῦτα ἐπεσφέρων ἃ μηδ᾽ 
9 αὐτοὶ οἵ πάνυ αὐτὰ μελετῶντες ἀκριβούῦσιν. οὐ μέν- 
τοι καὶ πάντα ἰδιογνωμονῶν ἐνομοθέτει, ἀλλ᾽ ἔστι 
μὲν ἃ καὶ ἐς τὸ δημόσιον προεξετέϑει, ὅπως, ἄν τι 
ἡ ἀρέσῃ τινά, προμαϑὼν ἐπανορϑώσῃ᾽ προετρέ- 
πετό τε γὰρ πάνϑ᾽ ὁντινοῦν συμβουλεύειν οἱ, εἴ τίς 
τι ἄμεινον αὐτῶν ἐπινοήσειε, καὶ παρρησίαν σφίσι 
4 πολλὴν ἔνεμε; καί τινὰ καὶ μετέγραφεξ. τὸ δὲ δὴ 
πλεῖστον τούς τε" ὑπάτους ἢ τὸν ὕπατον, ὁπότε καὶ 
αὐτὸς ὑπατεύοι, κἀκ τῶν ἄλλων ἀρχόντων ἕνα παρ᾽ 
ἑχάστων, ἔκ τὲ τοῦ λοιποῦ τῶν βουλευτῶν πλήϑους 
πεντεκαίδεκα τοὺς κλήρῳ λαχόντας, συμβούλους ἐς 
ἑξάμηνον παρελάμβανεν, ὥστε δι᾽ αὐτῶν καὶ τοῖς 
ἄλλοις πᾶσι κοινοῦσϑαι τρόπον τινὰ τὰ νομοϑετού- 
5 μενα νομέζεσϑαι. ἐσέφερε μὲν γάρ τινα καὶ ἐς πᾶσαν 
τὴν γερουσίαν, βέλτιον μέντοι νομίξων εἶναι τὸ μετ᾽ 
ὀλίγων καϑ᾽ ἡσυχίαν τά τε πλείω καὶ τὰ μείξω προ- 
σκοπεῖσϑαι. τοῦτό τε ἐποίει καὶ ἔστιν ὅτε καὶ ἐδίκαξε 
ὁ μετ᾽ αὐτῶν. ἔκρινε μὲν γὰρ καὶ καϑ᾽ ἑαυτὴν ἡ βου- 
λὴ πᾶσα ὡς καὶ πρότερον, καί τισι καὶ πρεσβείαις 
καὶ κηρυκείαις καὶ δήμων καὶ βασιλέων ἐχρημάτιξεν, 
ὃ τε δῆμος ἐς τὰς ἀρχαιρεσίας καὶ τὸ πλῆϑος αὖ 
1 συνελέγετο᾽ οὐ μέντοι καὶ ἐπράττετό τι ὃ μὴ καὶ 
ἐκεῖνον ἤρεσκε. τοὺς γοῦν ἄρξοντας τοὺς μὲν αὐτὸς 
ἐκλεγόμενος προεβάλλετο, τοὺς δὲ καὶ ἐπὶ τῷ δήμῳ 
τῷ τὲ ὁμέλῳ κατὰ τὸ ἀρχαῖον “ποιούμενος ἐπεμελεῖτο 
ὅπως μήτ᾽ ἀνεπιτήδειοι μήτ᾽ ἐκ παρακελεύσεως ἢ 
καὶ δεκασμοῦ ἀποδεικνύωνται. 
22 τὸ μὲν οὖν σύμπαν οὕτω τὴν ἀρχὴν διώκησε, 
λέξω δὲ καὶ καϑ᾽ ἕκαστον ὅσα ἀναγκαῖόν ἐστι μετὰ 


ἃν. 727, :. 11. ΟΑΕΒΑᾺΒ ΟΥὙΤΑΥΙΑΝΌΝ. 101 


τῶν ὑπάτων, ἐφ᾽ ὧν ἐγένετο. μνημονεύεσϑαι. ἐν 
μὲν γὰρ τῷ προειρημένῳ ἔτει τὰς ὁδοὺς τὰς ἔξω τοῦ 
τείχους δυσπορεύτους ὑπ᾽ ἀμελείας ὁρῶν οὔσας τὰς 
μὲν ἄλλας ἄλλοις τισὶ τῶν βουλευτῶν ἐπισκευάσαι 
τοῖς οἰκείοις τέλεσι προσέταξε. τῆς δὲ’ δὴ Φλαμινίας 
αὐτός, ἐπειδήπερ ἐκστρατεύσειν δι᾿ αὐτῆς ἤμελλεν, 
ἐπεμελήϑη. καὶ ἡ μὲν εὐϑὺς τότε ἐγένετο. καὶ διὰ 
τοῦτο καὶ εἰκόνες αὐτῷ ἐφ᾽ ἁψίδων ἔν τε τῇ τοῦ 
Τιβέριδος γεφύρᾳ καὶ ἐν ᾿Δριμίνῳ ἐποιήϑησαν᾽ αἵ 
δ᾽ ἄλλαι ὕστερον, εἴτ᾽ οὖν πρὸς τοῦ δημοσίου, ἐπει- 
δὴ μηδεὶς τῶν βουλευτῶν ἡδέως ἀνήλισκεν. εἴτε καὶ 
πρὸς τοῦ Αυγούστου τις εἰπεῖν ἐθέλει. ἐπεσκευασϑη- 
σαν. οὐ γὰρ δύναμαι διακρῖναι τοὺς ϑησαυροὺς 
αὐτῶν. οὐδ᾽ εἰ τὰ μάλιστα ὁ Αὔγουστος καὶ ἀνδριάν- 
τας τινὰς ἑαυτοῦ ἀργυροῦς. πρός τε τῶν φίλων καὶ 
πρὸς δήμων τινῶν γεγονότας, ἐς νόμισμα κατέχοψε 
τοῦ δὴ καὶ οἴκοϑεν πάνϑ᾽ ὅσα γε καὶ ἔλεγε δαπανᾶν 
δοκεῖν᾽ καὶ διὰ τοῦτο οὔτ᾽ εἴ ποτε ἐκ τῶν δημοσίων 
τι χρημάτων ὁ ἀεὶ κρατῶν ἔλαβεν. οὔτ᾽ εἴ ποτε αὐ- 
τὸς ἔδωκε, γνώμην ἔχω συγγράψαι. πολλάκις τε γὰρ 
ἑκάτερον αὐτῶν ἐγένετο, καὶ τέ ἄν τις ἐς δανείσματα 
ἢ καὶ δωρεὰς τὰ τοιαῦτα καταλέγοι, ὁπότε καὶ τούτοις 
καὶ ἐκείνοις καὶ ὁ δῆμος καὶ ὁ αὐτοκράτωρ ἐπέκοινον 
ἀεὶ χρῶνται; 

τότε μὲν δὴ ταῦτα ὁ Αὔγουστος ἔπραξε, καὶ 
ἐξώρμησε μὲν ὡς καὶ ἐς τὴν Βρεττανίαν στρατεύσων, 
ἐς δὲ δὴ τὰς Γαλατίας ἐλϑὼν ἐνταῦϑα ἐνδιέτριψεν᾽ 
ἐκεῖνοί τε γὰρ ἐπικηρυκεύυσασϑαί οἵ ἐδόκουν, καὶ τὰ 
τούτων ἀκατάστατα ἔτι, ἅτε τῶν ἐμφυλίων πολέμων 
εὐθὺς ἐπὶ τῇ ἁλώσει σφῶν ἐπιγενομένων, ἦν. καὶ 
αὐτῶν καὶ ἀπογραφὰς ἐποιήσατο καὶ τὸν βίον τήν 
τε πολιτείαν διεκόσμησε. κἀντεῦϑεν ἔς τὲ τὴν 


ὡν 


1 


οι 


102 .1Π. ΘΟΑΕΒΑΒ ΟΥΤΑΥΙΑΝΌΒ, ἃ. ὦ, 728, 


38 Ἰβηρίαν ἀφίκετο, καὶ κατεστήσατο καὶ ἐκείνην. μετὰ 
τς δὲ δὴ τοῦτο αὐτός τὲ τὸ ὄγδοον σὺν τῷ Ταύρῳ τῷ 
Στατιλίῳ ὑπάτευσε, καὶ ὁ “ἡγρίππας τὰ Σέπτα ὦνο- 

2 μασμένα καϑιέρωσεν᾽ ὁδὸν μὲν γὰρ οὐδεμίαν ἐπι- 
σκευάσειν ὑπέσχετο, ταῦτα δὲ ἐν τῷ ᾿“Αφείῳ πεδίῳ 
στοαῖς πέριξ ὑπὸ τοῦ Μεπίδου πρὸς τὰς ψυλετικὰς 
ἀρχαιρεσίας συνῳκοδομημένα καὶ πλαξὶ λιϑέναις καὶ 
ξωγραφήμασιν ἐπεκύόσμησεν, Ἰούλια αὐτὰ ἀπὸ τοῦ 
8 Αὐγούστου προσαγορεύσας. καὶ ὁ μὲν οὐχ ὅπως φϑό- 
νον τινὰ ἐπ᾽ αὐτοῖς ὠφλίσκανεν, ἀλλὰ καὶ πάνυ καὶ 
πρὸς αὐτοῦ ἐκείνου καὶ πρὸς τῶν ἄλλων ἁπάντων 
4 ἐτιμᾶτο᾽ αἴτιον δὲ ὅτι τὰ φιλανϑρωπότατα καὶ τὰ 
εὐκλεέστατα τά τὲ συμφορώτατα καὶ συμβουλεύων 
οἱ καὶ συμπράττων οὐδ᾽ ἐπὶ βραχὺ τῆς δόξης αὐτῶν 
ἀντεποιεῖτο, ταῖς τε παρ᾽ αὐτοῦ τιμαῖς οὔτε ἐς πλεο- 
νεξίαν οὔτε ἐς ἀπόλαυσιν ἰδίαν ἐχρῆτο, ἀλλ᾽ ἔς τε 
5 τὸ αὐτῷ ἐκείνῳ καὶ ἐς τὸ τῷ δημοσίῳ συμφέρον᾽ ὁ 
ὃὲ δὴ Γάλλος Κορνήλιος καὶ ἐξύβρισεν ὑπὸ τῆς τιμῆς. 
πολλὰ μὲν γὰρ καὶ μάταια ἐς τὸν Αὔγουστον ἀπελή- 
ρει, πολλὰ δὲ καὶ ἐπαίτια παρέπραττε᾽ καὶ γὰρ καὶ 
εἰκόνας ἑαυτοῦ ἐν ὅλῃ ὡς εἰπεῖν τῇ Αἰγύπτῳ ἔστησε, 
καὶ τὰ ἔργα ὅσα ἐπεποιήκει ἐς τὰς πυραμίδας ἐσέ- 
6 γραψε. κατηγορήϑη τὲ οὖν ἐπ᾽ αὐτοῖς ὑπὸ Οὐαλε- 
ρέου “άργου, ἑταίρου τέ οἱ καὶ συμβιωτοῦ ὄντος, καὶ 
ἠτιμώϑη ὑπὸ τοῦ Αὐγούστου, ὥστε καὶ ἐν τοῖς ἔϑνε- 
σιν αὐτοῦ κωλυϑῆναι διαιτᾶσϑαι. γενομένου δὲ τού- 
του καὶ ἄλλοι αὐτῷ συχνοὶ ἐπέϑεντο καὶ γραφὰς 
Ἰ κατ᾽ αὐτοῦ πολλὰς ἐπήνεγκαν, καὶ ἡ γερουσία ἅπασα 
ἁλῶναί τε, αὐτὸν ἐν τοῖς δικαστηρίοις καὶ φυγεῖν 
τῆς οὐσίας στερηϑέντα, καὶ ταύτην τε τῷ Αὐγούστῳ 
δοϑῆναι καὶ ἑαυτοὺς βουϑυτῆσαι ἐψηφίσατο. καὶ ὁ 
μὲν περιαλγήσας ἐπὶ τούτοις ἑαυτὸν προκατεχρήσατο, 


8., 728, ι.{1}}. ΟΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΝ, 108 


τὸ δὲ δὴ τῶν πολλῶν κίβδηλον καὶ ἐκ τούτου διη- 23 
λέγχϑη ὅτι ἐκεῖνόν τε. ὃν τέως ἐκολάκευον, οὕτω 
τότε διέϑηκαν ὥστε καὶ αὐτοχειρίᾳ ἀποϑανεῖν ἀναγ- 
κάσαι, καὶ πρὸς τὸν “άργον ἀπέκλιναν, ἐπειδήπερ 
αὔξειν ἤρχετο, μέλλοντές που καὶ κατὰ τοὔτου τὰ 
αὐτά, ἄν γέ τι τοιοῦτόν οἵ συμβῆ. ψηφιεῖσϑαι. ὁ 
μέντοι Προκουλήιος οὕτω πρὸς αὐτὸν ἔσχεν ὥστ᾽ 
ἀπαντήσας ποτὲ αὐτῷ τήν τε ῥῖνα καὶ τὸ στόμα τὸ 
ἑαυτοῦ τῇ χειρὶ ἐπισχεῖν, ἐνδεικνύμενος τοῖς συνοῦ- 
σιν ὅτι μηδ᾽ ἀναπνεῦσαί τινα παρόντος αὐτοῦ ἀσφά- 
λεια εἴη. ἄλλος τέ τις προσῆλϑέ τε αὐτῷ, καίπερ 3 
ἀγνὼς ὦν, μετὰ μαρτύρων, καὶ ἐπήρετο εἰ γνωρίξοι 
ἑαυτόν᾽ ἐπειδή τε ἐξηρνήσατο, ἐς γραμματεῖον τὴν 
ἄρνησιν αὐτοῦ ἐσέγραψεν, ὥσπερ οὐκ ἐξὸν τῷ κακῷ 
καὶ ὦ ὃν οὐχ ἤδει πρότερον. συκοφαντῆσαι. οὕτω δ᾽ 
οὖν οἱ πολλοὶ τὰ ἔργα τινῶν; κἂν πονηρὰ ἧ, μάλλον 
ξηλοῦσιν ἢ τὰ παϑήματα φυλάσσονται, ὥστε καὶ τότε 
Μάρκος Ἐγνάτιος Ῥοῦφος ἀγορανομήσας, καὶ ἄλλα 
τε πολλὰ καλῶς πράξας καὶ ταῖς οἰκίαις ταῖς ἐν τῷ 
ἔτει ἐκείνῳ ἐμπρησϑείσαις ἐπικουρίαν μετὰ τῶν ἕαυ- 
τοῦ δούλων καὶ μεϑ᾽ ἑτέρων τινῶν μισϑωτῶν ποιη- 
σάμενος, καὶ διὰ τοῦτο τά τε ἀναλώματα τὰ τῇ ἀρχῇ δ 
αὐτοῦ προσήχοντα παρὰ τοῦ δήμου λαβὼν καὶ στρα- 
τηγὸς παρανόμως ἀποδειχϑεές, ἐπήρϑη τε ὑπ᾽ αὐτῶν 
τούτων καὶ τὸν Αὔγουστον ὑπερεφρόνησεν, ὥστε 
καὶ προγράψαι ὅτι ἄϑραυστον καὶ ὁλόκληρον τῷ διά- 
δόχῳ τὴν πόλιν παρέδωκεν. ἐπ᾽ οὖν τούτῳ οἵ τε 5 
ἄλλοι πάντες οἱ πρῶτοι καὶ αὐτὸς ὅτι μάλιστα ὁ 
Αὔγουστος ὀργὴν ἔσχε. καὶ ἐκεῖνον μὲν ἐκδιδάξειν 
οὐκ ἐς μακρὰν ἔμελλε τὸ μὴ ὑπὲρ τοὺς πολλοὺς φρο- 
νεῖν, τοῖς δ᾽ ἀγορανόμοις παραχρῆμα ἐπιμελεῖσϑαί 


ἐὼ 


"ω- 


20 


ἐῶ 


ϑ 


εὖ. 


ΟΝ 


σι 


9 


104 ω.11}. ΟΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΒ, ἃ... 728, 729. 


τε ὕπως μηδὲν ἐμπίμπρηται, κἂν ἄρα τι τοιοῦτο συμ- 
βῆ, κατασβεννύναι τὸ πὺρ προσέταξε. 

κἀν τῷ αὐτῷ ἔτει τούτῳ ὃ τε Πολέμων ὁ ἐν τῷ 
Πόντῳ βασιλεύων ἔς τε τοὺς φίλους καὶ ἐς τοὺς 
συμμάχους τοῦ δήμου ἐνεγράφη, καὶ προεδρία. τοῖς 
βουλευταῖς ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ ἐς πάντα τὰ 
ϑέατρα ἐδόϑη τόν τε Αὔγουστον ἐς τὴν Βρεττα- 
νίαν, ἐπειδὴ μὴ ἠθέλησαν ὁμολογῆσαι, στρατευσεί- 
οντα κατέσχον οἵ τε Σαλασσοὶ ἐπαναστάντες αὐτῷ 
καὶ οἱ Κάνταβροι οἵ τε άστυρες πολεμωϑέντες. οἱ- 
κοῦσι δὲ ἐκεῖνοι μὲν ὑπὸ τὰς Ἄλπεις, ὥσπερ εἴρη- 
ταί μοέ, οὗτοι δὲ ἑκάτεροι, τοῦ τὲ Πυρηναίου τοῦ 
πρὸς τῇ Ἰβηρίᾳ τὸ καρτερώτατον καὶ τὴν πεδιάδα 
τὴν ὑπ᾽ αὐτὸ οὖσαν. δι᾽ οὖν ταῦτα ὁ Αὔγουστος, 


»» 


729 ἤδη δὲ ἔνατον μετὰ Μάρκου Σιλανοῦ ὑπάτευεν, 


ἐπὶ μὲν τοὺς Σαλασσοὺς Τερέντιον Οὐάρρωνα ἔπεμψε. 
καὶ ὃς πολλαχῇ ἅμα, ὅπως μὴ συστραφέντες δυσχει- 
ρωτότεροι γένωνται, ἐμβαλὼν ῥᾷστά τε αὐτούς, ἅτε 
καὶ κατ᾽ ὀλίγους προσπίπτοντας σφισιν, ἐνίκησε, καὶ 
συμβῆναι καταναγκάσας ἀργύριόν τέ τι ῥητόν, ὡς 
καὶ μηδὲν δεινὸν ἄλλο δράσων, ἤτησε. κἀκ τούτου 
πανταχῇ πρὸς τὴν ἔσπραξιν δῆϑεν αὐτοῦ στρατιώ- 
τας διαπέμψας συνέλαβέ τε τοὺς ἐν τῇ ἡλικίᾳ καὶ 
ἀπέδοτο, ἐφ᾽ ᾧ μηδείς σφων ἐντὸς εἴκοσιν ἐτῶν ἐλευ- 
ϑερωθϑείη. καὶ αὐτῶν ἡ ἀρίστη τῆς γῆς τῶν τε δο- 
ρυφόρων τισὶν ἐδόϑη, καὶ πόλιν τὴν ἉΑὐγούσταν 
πραιτωριανῶν ὠνομασμένην ἔσχεν. αὐτὸς δὲ ὁ 4Ὁ- 
γουστος πρός τε τοὺς ᾿Αστυρας καὶ πρὸς τοὺς Καν- 
τάβρους ἅμα ἐπολέμησε. καὶ ἐπειδὴ μήτε προσεχώ- 
ρουν οἵ, ἅτε ἐπὶ τοῖς ἐρυμνοῖς ἐπαιρόμενοι, μήτε 
ἐς χεῖρας διά τε τὸ τῷ πλήϑει ἐλαττοῦσϑαι καὶ διὰ 
τὸ ἀκοντισταὶ τὸ πλεῖστον εἶναι ἦσαν, καὶ προσέτι 


ἃ. ἃ. 729, [,. 1. ΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΣ, 108 


καὶ πράγματα αὐτῷ πολλά, εἴ που κινηϑείη, τά τε 
ὑπερδέξια ἀεὶ προκαταλαμβάνοντες καὶ ἐν τοῖς κοί- 
λοις τοῖς τε ὑλώδεσιν ἐνεδρεύοντες παρεῖχον, ἐν 
ἀπόρῳ παντάπασιν ἐγένετο. καὶ ὁ μὲν ἔκ τε τοῦ 
καμάτου καὶ ἐκ τῶν φροντέδων νοσήσας ἐς Ταρρά- 
κωνα ἀνεχώρησε καὶ ἐκεῖ ἠρρώστει" Γάιος δὲ ᾿άντί- 
στιος προσεπολέμησέ τε αὐτοῖς ἐν τούτῳ καὶ συχνὰ 
κατειργάσατο, οὐχ ὅτι καὶ ἀμείνων τοῦ Αὐγούστου 


-. 


στρατηγὸς ἦν, ἀλλ᾽ ὅτι καταφρονήσαντες αὐτοῦ οἵ 58 


βάρβαροι ὁμόσε τε τοῖς Ῥωμαίοις ἐχώρησαν καὶ ἐνι- 
κήϑησαν. καὶ οὕτως ἐκεῖνός τέ τινα ἔλαβε, καὶ 
Τίτος μετὰ ταῦτα Καρίσιος τήν τε “αγκίαν τὸ μέγι- 
στον τῶν ᾿Αστύρων πόλισμα ἐκλειφϑὲν εἷλε καὶ ἄλλα 
πολλὰ παρεστήσατο. 

παυσαμένου δὲ τοῦ πολέμου τούτου ὁ “ὔγουστος 
τοὺς μὲν ἀφηλικεστέρους τῶν στρατιωτῶν ἀφῆκε, 
καὶ πόλιν αὐτοῖς ἐν “υσιτανίᾳ τὴν “ὐγούσταν ἠμέ- 
ρίταν καλουμένην κτίσαι ἔδωκε. τοῖς δὲ τὴν στρα- 
τεύσιμον ἡλικίαν ἔτ᾽ ἔχουσι ϑέας τινὰς διά τε τοῦ 
Μαρκέλλου καὶ διὰ τοῦ Τιβερίου ὡς καὶ ἀγορανο- 
μούντων ἐν αὐτοῖς στρατοῖς ἐποίησε. καὶ τῷ μὲν 
Ἰούβα τῆς τε Γαιτουλίας τινὰ ἀντὶ τῆς πατρώας 
ἀρχῆς, ἐπείπερ ἐς τὸν τῶν Ῥωμαίων κόσμον οἷ πλεί- 
ους αὐτῶν ἐσεγεγράφατο. καὶ τὰ τοῦ Βόκχου τοῦ τε 
Βογούου ἔδωκε τοῦ δ᾽ ᾿ἀμύντου τελευτήσαντος οὐ 
τοῖς παισὶν αὐτοῦ τὴν ἀρχὴν ἐπέτρεψεν, ἀλλ᾽ ἐς τὴν 
ὑπήκοον ἐσήγαγε, καὶ οὕτω καὶ ἡ Γαλατία μετὰ τῆς 
“υκαονέας Ῥωμαῖον ἄρχοντα ἔσχε; τά τε χωρία τὰ 
ἐκ τῆς Παμφυλίας πρότερον τῷ ᾿άἀμύντᾳ προσνεμη- 


ϑέντα τῷ ἰδίῳ νομῷ ἀπεδόϑη. ὑπὸ δὲ τὸν αὐτὸν. 


- ’ ἤ 3 “ 
τουτον χρονον ἥαρκος Οὐινίκιος Κελτῶν τινὰς μετελ- 
ϑών, ὅτι Ῥωμαίους ἄνδρας ἐς τὴν χώραν σφῶν κατὰ 


20 


ἐῷ 


-ο 


σι 


21 


[ν 


ἐ». 


100 .1Π. ΘΑΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ. ἃ, 729. 


τὴν ἐπιμιξίαν ἐσελθόντας συλλαβόντες ἔφϑειραν, τὸ 
ὄνομα καὶ αὐτὸς τὸ τοῦ αὐτοκράτορος τῷ «ὐγούστῳ 
ἔδωκε. καὶ ἐψηφίσϑη μέν που καὶ τὰ ἐπινίκια αὐτῷ 
καὶ ἐπὶ τούτοις καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς τότε γενο- 
μένοις ἐπεὶ δ᾽ οὐκ ἠθέλησεν αὐτὰ πέμψαι. ἁψίς τὲ 
ἐν ταῖς ᾿άλπεσι τροπαιοφόρος οἵ ὠκοδομήϑη, καὶ 
ἐξουσία ἐδόϑη τοῦ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρα καὶ 
τῷ στεφάνῳ καὶ τῇ ἐσϑῆτι τῇ νικητηρίᾳ ἀεὶ χρῆσϑαι. 

Αὔγουστος μὲν ταῦτά τε ἐν τοῖς πολέμοις ἔπραξε, 
καὶ τὸ τοῦ Ἰανοῦ τεμένισμα ἀνοιχϑὲν δι’ αὐτοὺς ἔκλει. 
σεν, ᾿Δγρίππας δὲ ἐν τούτῳ τὸ ἄστυ τοῖς ἰδίοις τέ- 
λεσιν ἐπεκόσμησε. τοῦτο μὲν γὰρ τὴν στοὰν τὴν 
τοῦ Ποσειδώνος ὠνομασμένην καὶ ἐξῳκοδόμησεν ἐπὶ 
ταῖς ναυκρατίαις καὶ τῇ τῶν ᾿Δργοναυτῶν γραφῇ 
ἐπελάμπρυνε, τοῦτο δὲ τὸ πυριατήριον τὸ Μακωνικὸν 
κατεσκεύασε Μακωνικὸν γὰρ τὸ γυμνάσιον, ἐπει- 
δήπερ οἵ Δακεδαιμόνιοι γυμνούσϑαί τὲ ἐν τῷ τότε 
χρόνῳ καὶ λίπα ἀσκεῖν μάλιστα ἐδόκουν, ἐπεκάλεσε. 
τό τὲ Πάνϑειον ὠνομασμένον ἐξετέλεσε᾽ προσαγο- 
ρεύεται δὲ οὕτω τάχα μὲν ὅτι πολλῶν ϑεῶν εἰκόνας 
ἐν τοῖς ἀγάλμασι, τῷ τε τοῦ άρεος καὶ τῷ τῆς ᾿άφρο- 
δίτης, ἔλαβεν, ὡς δὲ ἐγὼ νομίξω, ὅτι ϑολοειδὲς ὃν 
τῷ οὐρανῷ προσέοικεν. ἠβουλήϑη μὲν οὖν ὁ ᾿Αάγρίπ- 
πας καὶ τὸν Αὔγουστον ἐνταῦϑα ἱδρῦσαι, τήν τε 
τοῦ ἔργου ἐπίκλησιν αὐτῷ δοῦναι" μὴ δεξαμένου 
δὲ αὐτοῦ μηδέτερον ἐκεῖ μὲν τοῦ προτέρου Καίσα- 


ρος, ἐν δὲ τῷ προνάῳ τοῦ τὲ Αὐγούστου καὶ ἑαυτοῦ 


ἀνδριάντας ἔστησε. καὶ ἐγίγνετο γὰρ ταῦτα οὐκ ἐξ 
ἀντιπάλου τῷ ᾿Αγρίππᾳ πρὸς τὸν Αὔγουστον φιλοτι- 
μέας, ἀλλ᾽ ἔκ τε τῆς πρὸς ἐκεῖνον λιπαροῦς εὐνοίας 
καὶ ἐκ τῆς πρὸς τὸ δημόσιον ἐνδελεχοῦς σπουδῆς, 
οὐ μόνον οὐδὲν αὐτὸν ἐπ᾽ αὐτοῖς ὁ Αὔγουστος ἡτιά- 


4... 7290. 7380, ΜΠ|Π|, ΘΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΚ. 107 


σατο, ἀλλὰ καὶ ἐπὶ πλεῖον ἐτίμησε. τούς τε γὰρ ὅ 
γάμους τῆς τὲ ϑυγατρὸς τῆς Ἰουλίας καὶ τοῦ ἀδελ; 
φιδοῦ τοῦ Μαρκέλλου μὴ δυνηϑεὶς ὑπὸ τῆς νόσου 
ἐν τῇ Ῥώμῃ τότε ποιῆσαι δι᾽ ἐκείνου καὶ ἀπὼν ἑώρ- 
τασε᾽ καὶ ἐπειδὴ ἡ οἰκία ἡ ἐν τῷ Παλατίῳ ὄρει, ἡ 
πρότερον μὲν τοῦ ᾿ἀντωνίου γενομένη ὕστερον δὲ 
τῷ τε ᾿᾿γρίππᾳ καὶ τῷ Μεσσάλᾳ δοθεῖσα, κατε- 
φλέχϑη, τῷ ) μὲν Μεσσάλᾳ ἀργύριον ἐχαρίσατο, τὸν δὲ 
᾿ἀγρίππαν σύνοικον ἐποιήσατο. οὗτός τε οὖν ἐκ τού- 
τῶν οὐκ ἀπεικότως ἐγαυροῦτο. καί τις Γαιος Θορά- 
νίος αἰτίαν ἀγαϑὴν ἔσχεν, ὅτι δημαρχῶν τὸν πατέρα, 
καίπερ ἐξελεύϑερόν τινος ὄντα, ἔς τε τὸ ϑέατρον 
ἐσήγαγε καὶ ἐν τῷ δημαρχικῷ βάϑρῳ παρεκαϑίσατο. 
Πούπλιος τε Σερουίλιος ὄνομα καὶ αὐτὸς ἔλαβεν, 
ὅτι στρατηγῶν ἄρκτους τε τριακοσίας καὶ “ιβυκὰ 
ἕτερα ϑηρία ἴσα ἐν πανηγύρει τινὶ ἀπέκτεινεν. 

ἐκ δὲ τούτου δέκατον ὁ Αὔγουστος μετὰ Γαΐου 28 
Νωρβανοῦ ἦρξε, καὶ ἔν τε τῇ νουμηνίᾳ ὅρκους ἡ δ» 
βουλὴ βεβαιοῦσα τὰς πράξεις αὐτοῦ ἐποιήσατο; καὶ 
ἐπειδὴ πλησιάξειν τε ἤδη τῇ πόλει ἠγγέλϑη, ὑπὸ γὰρ 
τῆς ἀρρωστίας ἐχρόνίσε, καὶ τῷ δήμῳ καϑ' ἑκατὸν 
δραχμὰς δώσειν ὑπέσχετο, τό τε γράμμα τὸ περὶ αὖ- 
τῶν ἀπηγόρευσε μὴ πρότερον ἐκτεϑῆναι πρὶν ἂν καὶ 
ἐκείνῃ συνδόξῃ., πάσης αὐτὸν τῆς τῶν νόμων ἀνάγ- 
χῆς ἀπήλλαξαν, ἵν᾽ ᾿ ὥσπερ εἴρηταί μου; καὶ αὐτοτε- 
λὴς ὅ ὄντως καὶ αὐτοκράτωρ καὶ ἑαυτοῦ καὶ τῶν νόμων 
πάντα τε ὅσα βούλοιτο ποιοίη καὶ πάνϑ᾽ ὅσα ἀβου- 
λοέη μὴ πράττοι. ταῦτα μὲν ἀποδημοῦντι ἔτ᾽ αὐτῷ 
ἐψηφίσθη, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην ἄλλα τινὰ 
ἐπί τὲ τῇ σωτηρία καὶ ἐπὶ τῇ ἀνακὸμιδῃ αὐτοῦ ἐγέ- 
νετο. τῷ τὲ Μαρκέλλῳ βσυλεύειν τὸ ἐν τοῖς ἐστρα- 
τηγηκόσι καὶ τὴν ὑπατείαν δέκα ϑᾶττον ἔτεσιν ἥπερ 


Ξ: 


[ν 


ων 


1 


29 


ἐῶ 


ῳ-: 


-- 


σι 


108 1. {1}. ΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΆΝΌΚΝ, ἃ. ἃ, 780, 


ἐνενόμιστο αἰτῆσαι. καὶ τῴ Τιβερίῳ πέντε πρὸ ἕκά- 
στης ἀρχῆς ἔτεσι τὸ αὐτὸ τοῦτο ποιῆσαι ἐδόϑη᾽ καὶ 
παραχρῆμά γε οὗτος μὲν ταμίας ἐκεῖνος δὲ ἀγορα- 
νόμος ἀπεδείχϑησαν. τῶν τε ταμιευσόντων ἐν τοῖς 
ἔϑνεσιν ἐπιλιπόντων ἐκληρώϑησαν ἐς αὐτὰ πάντες 
οἱ μέχρι δέκα ἄνω ἐτῶν ἄνευ τοῦ ἔργου τούτου τετα- 
μιευκότες. 

ἐν μὲν οὖν τῇ πόλει ταῦτα τότε ἄξια μνήμης 
ἐγένετο᾽ οἱ δὲ δὴ Κάνταβροι οἵ τε ἄστυρες, ὡς τά- 
χιστα ὁ Αὔγουστος ἐκ τῆς Ἰβηρίας, “ούκιον Αἰμίλιον 
ἄρχοντα αὐτῆς καταλιπών. ἀπηλλάγη, ἐπανέστησαν, 
καὶ πέμψαντες πρὸς τὸν Αἰμίλιον, πρὶν καὶ ὁτιοῦν 
ἐκφηῆναί οἱ, σῖτον τε καὶ ἄλλα τινὰ χαρίσασϑαι τῷ 
στρατεύματι βούλεσϑαι ἔφασαν, κἀκ τούτου στρα- 
τιώτας συχνοὺς ὡς καὶ κομιοῦντας αὐτὰ λαβόντες ἔς 
τε χωρία αὐτοὺς ἐπιτήδεια σφισιν ἐσήγαγον καὶ κα- 
τεφόνευσαν. οὐ μέντοι καὶ ἐπὶ πολὺ ἤσϑησαν᾽ τῆς 
τε γὰρ χώρας αὐτῶν δῃωϑείσης καὶ τειχῶν τινῶν 
καυϑέντων,, τό τε μέγιστον τῶν χειρῶν τοῖς ἀεὶ ἁλι- 
σκομένοις ἀποκοπτομένων, ταχέως ἐχειρώϑησαν. 

ἐν ᾧ δὲ ταῦτα ἐγίγνετο, Ἀαὶ ἄλλη τις στρατεία 
καινὴ ἀρχήν τὲ ἅμα καὶ τέλος ἔσχεν ἐπὶ γὰρ ᾽4ρα- 
βίαν τὴν εὐδαίμονα καλουμένην, ἧς Σαβὼς ἐβασί- 
λευεν, Αἴλιος Γάλλος ὁ τῆς Αἰγύπτου ἄρχων ἐπε- 
στράτευσε. καὶ ἐς μὲν ὄψιν οὐδεὶς αὐτῷ τήν γε 
πρώτην ἦλϑεν, οὐ μὴν καὶ ἀπόνως προεχώρει᾽ ἥ τὲ 
γὰρ ἐρημία καὶ ὁ ἥλιος τά τε ὕδατα φύσιν τινὰ ἄτο- 
πον ἔχοντα πάνυ αὐτοὺς ἐταλαιπώρησεν, ὥστε τὸ 
πλεῖον τοῦ στρατοῦ φϑαρῆναι. τὸ δὲ νόσημα οὐδενὶ 
τῶν συνήϑων ὕμοιον ἐγίγνετο, ἀλλ᾽ ἐς τὴν κεφαλὴν 
ἐνσκῆψαν ἐξήραινεν αὐτήν, καὶ τοὺς μὲν πολλοὺς 
αὐτίκα ἀπώλλυε, τῶν δὲ περιγιγνομένων ἔς τε τὰ 


8... 780. 791. Γ᾿. {11. ΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΒ. 109 


σκέλη κατῇει, πᾶν τὸ μεταξὺ τοῦ σώματος ὑπερβᾶν, 
καὶ ἐκεῖνά τε ἐλυμαίνετο, ἴαμά τε αὐτοῦ οὐδὲν ἦν 
χωρὶς ἢ εἴ τις ἔλαιον οἴνῳ μεμιγμένον καὶ ἔπιε καὶ 
ἠλείψατο. ὅπερ που πάνυ ὀλίγοις σφῶν ὑπῆρξε 
ποιῆσαι" οὔτε γὰρ ἡ χώρα οὐδέτερον αὐτῶν φέρει 
οὔτε ἐκεῖνοι ἄφϑονα αὐτὰ προπαρεσκευάσαντο. κἀν 
τῷ πόνῳ τούτῳ καὶ οἵ βάρβαροί σφισι προσεπέϑεντο. 
τέως μὲν γὰρ ἥττους, ὁπότε γε καὶ προσμίξειαν αὖ- 
τοῖς, ἐγίγνοντο, καί τινα καὶ χωρία ἀπέβαλον᾽ τότε 
δὲ συμμάχῳ τῇ νόσῳ αὐτῶν χρησάμενοι τά τε σφέ- 
τερα ἐκομίσαντο καὶ ἐκείνων τοὺς περιλειφϑέντας 
ἐξήλασαν ἐκ τῆς χώρας. πρώτοι μὲν δὴ Ῥωμαίων 
οὗτοι, νομέξω δ᾽ ὅτι καὶ μόνοι, τοσοῦτον ἐπὶ πολέμῳ 
τῆς ᾿Δἀραβίας ταύτης ἐπήλθον᾽ μέχρι γὰρ τῶν ᾿Α4δού- 
λῶν καλουμένων, χωρίου τινὸς ἐπιφανοῦς, ἐχώρησαν. 

ὁ δ᾽ Αὔγουστος ἑνδέκατον μετὰ Καλπουρνίου 80 
Πίσωνος ἄρξας ἠρρώστησεν αὖϑις, ὥστε μηδεμίαν Ὁ 
ἐλπίδα σωτηρίας σχεῖν᾽ πάντα γοῦν ὡς καὶ τελευ- 
τήσων διέϑετο, καὶ τάς τε ἀρχὰς τούς τε ἄλλους τοὺς 
πρώτους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἀϑροίσας 
διάδοχον μὲν οὐδένα ἀπέδειξε, καίτοι τὸν Μάρκελλον 
᾿ πάντων προκριϑήσεσϑαι ἐς τοῦτο προσδοκώντων, δια- 
λεχϑεὶς δέ τινα αὐτοῖς περὶ τῶν δημοσίων τῷ μὲν Πί- 
σωνιτάς τε δυνάμεις καὶ τὰς προσόδους τὰς κοινὰς ἐς 
βιβλίον ἐσγράψας ἔδωκε, τῶ δ᾽ ᾿Δἀγρίππα τὸν δακτύ- 
λιον ἐνεχείρισε. καὶ αὐτὸν μηδὲν ἔτι μηδὲ τῶν πάνυ 
ἀναγκαίων ποιεῖν δυνάμενον ᾿ἀντώνιδς τις Μούσας 
καὶ ψυχρολουσίαις καὶ ψυχροποσέαις ἀνέσωσε" καὶ διὰ 
τοῦτο καὶ χρήματα παρά τε τοῦ Αὐγούστου καὶ παρὰ 
τῆς βουλῆς πολλὰ καὶ τὸ χρυσοῖς δακτυλίοις, ἀπε- 
λεύϑερος γὰρ ἦν, χρῆσϑαι τήν τε ἀτέλειαν καὶ ἕαυ- 
τῷ καὶ τοῖς ὁμοτέχνοις, οὐχ ὅτι τοῖς τότε οὖσιν ἀλλὰ 


σ» 


“1 


ω 


τὸ 


Ὡ 


4 


-ὰ 


: 


ἐῷ 


ῳ 


ὠ 


110 μι}. ΘΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ. ἃ. 791, 


καὶ τοῖς ἔπειτα ἐσομένοις; ἔλαβεν. ἀλλ᾽ ἔδει γὰρ 
αὐτὸν τά τε τῆς τύχης καὶ τὰ τῆς πεπρωμένης ἔργα 
προσποιούμενον παρὰ πόδας ἁλώναι, ὁ μὲν 4ὔγου- 
στος οὕτως ἐσώϑη, ὁ δὲ δὴ Μάρκελλος νοσήσας οὐ 
πολλῷ ὕστερον καὶ τὸν αὐτὸν ἐκείνῳ ὑπ᾽ αὐτοῦ τοῦ 
ΜΜμούσα τρόπον ϑεραπευόμενος. ἀπέϑανε. καὶ αὐτὸν 
ὁ Αὔγουστος δημοσίᾳ τε ἔϑαψεν, ἐπαινέσας ὥσπερ 
εἴϑιστο, καὶ ἐς τὸ μνημεῖον ὃ ὠκοδομεῖτο κατέϑετο, 
τῇ τε μνήμῃ τοῦ ϑεάτρου τοῦ προκαταβληϑέντος μὲν 
ὑπὸ τοῦ Καίσαρος, Μαρκέλλου δὲ ὠνομασμένου ἐτί- 
μησε, καί οἵ καὶ εἰκόνα χρυσὴν καὶ στέφανον χρυ- 
σοῦν δίφρον τε ἀρχικὸν ἔς τε τὸ ϑέατρον ἐν τῇ τῶν 
Ῥωμαίων πανηγύρει ἐσφέρεσϑαι καὶ ἐς τὸ μέσον τῶν 
ἀρχόντων τῶν τελούντων αὐτὰ τέϑεσϑαι ἐκέλευσε. 
ταῦτα μὲν ὕστερον ἔπραξε, τότε δὲ σωϑεὶς τὰς 
διαϑήκας ἐσήνεγκε μὲν ἐς τὸ συνέδριον καὶ ἀναλέ- 
ξασϑαι ἠϑέλησεν, ἐνδεικνύμενος τοῖς ἀνθρώποις ὅτι 
οὐδένα τῆς ἀρχῆς διάδοχον καταλελοιπὼς ἦν, οὐ μέν- 
τοι καὶ ἀνέγνω" οὐδεὶς γὰρ ἐπέτρεψεν. ἐθαύμαξον 
μέντοι χαὶ πάνυ πάντες αὐτοῦ ὅτι τὸν Μάρκελλον 
καὶ ὡς γαμβρὸν καὶ ὡς ἀδελφιδοῦν ἀγαπῶν. καὶ 
ἄλλας τε αὐτῷ τιμὰς διδοὺς καὶ τὴν ἑορτὴν ἣν ἐκ 
τῆς ἀγορανομίας ἐπετέλει συνδιαϑεὶς λαμπρῶς. ὥστε 
τήν τὲ ἀγορὰν ἐν παντὶ τῷ ϑέρει παραπετάσμασι 
κατὰ κορυφὴν διαλαβεῖν καὶ ὀρχηστήν τινα ἱππέα 
γυναῖκά τε ἐπιφανῆ ἐς τὴν ὀρχήστραν ἐσαγαγεῖν, 
ὅμως τὴν μοναρχέαν οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ τὸν 
᾿Δγρίππαν αὐτοῦ προετίμησεν. οὕτως, ὡς ἔοικεν, 
οὐδέπω τῇ τοῦ μειρακίου γνώμῃ ἐθάρσει, ἀλλ᾽ ἤτοι 
τὸν δῆμον τὴν «ἐλευϑερίαν κομέσασϑαι ἢ καὶ τὸν 
᾿ἡγρέππαν τὴν ἡγεμονίαν παρ᾽ ἐκείνου λαβεῖν ἠϑέ- 
λησεν εὖ τὸ γὰρ ἠπίστατο προσφιλὴ σφισιν ἐς τὰ 


ἃ. ἃ, 720. μι}, ΘΟΑΕΒΑΒ ΟΟΤΑΝΙΆΝΌΝ, 111 


μάλιστα αὐτὸν ὄντα, καὶ οὐκ ἐβούλετο παρ᾽ ἑαυτοῦ 
δὴ δοκεῖν αὐτὴν ἐπιτρέπεσϑαι. ῥαΐσας δ᾽ οὖν, καὶ 82 
μαϑὼν τὸν Μάρκελλον οὐκ ἐπιτηδείως τῷ ᾿Ζγρίππα 
διὰ τοῦτ᾽ ἔχοντα, ἐς τὴν Συρίαν εὐϑὺς τὸν ᾿Δγρίπ- 
παν, μὴ καὶ διατριβή τις καὶ ἁψιμαχία αὐτοῖς ἐν 
ταὐτῷ οὖσι συμβῇ, ἔστειλε. καὶ ὃς ἐκ μὲν τῆς πόλεως 
εὐθὺς ἐξώρμησεν, οὐ μέντοι καὶ ἐς τὴν Συρίαν ἀφί- 
κετο, ἀλλ᾽ ἔτι καὶ μάλλον μετριάξων ἐκεῖσε μὲν τοὺς 
ὑποστρατήγους ἔπεμψεν, αὐτὸς δὲ ἐν “έσβῳ διέτριψε. 
ταῦτά τε οὕτως ὁ Αὔγουστος ἐποίησε, καὶ στρα- 
τηγοὺς δέκα, ὡς οὐδὲν ἔτι πλειόνων δεύμενος. ἀπέ- 
δειξε᾽ καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐγένετο. ἔμελ- 
λον δὲ αὐτῶν οἷ μὲν ἄλλοι τὰ αὐτὰ ἅπερ καὶ πρόσϑεν 
ποιήσειν, δύο δὲ ἐπὶ τῇ διοικήσει ὅσα ἔτη γενήσεσϑαι. 
διατάξας δὲ ταῦτα ὡς ἕκαστα, ἀπεῖπε τὴν ὑπατείαν 3 
ἐς ᾿Αλβανὸν ἐλθών ἐπεὶ γὰρ αὐτός, ἐξ οὕπερ τὰ 
πράγματα κατέστη, καὶ τῶν ἄλλων οἱ πλείους δι᾽ 
ἔτους ἦρξαν, ἐπισχεῖν τε τοῦτο αὖϑις, ὅπως ὅτι 
πλεῖστοι ὑπατεύωσιν, ἠϑέλησε. καὶ ἔξω τοῦ ἄστεως 
αὐτὸ ἐποίησεν, ἵνα μὴ κωλυϑῇ. καὶ ἐπί τε τούτῳ 
ἔπαινον ἔσχε, καὶ ὅτι “ούκιον ἀνθ᾽ ἑαυτοὺ Σήστιον 
ἀνϑείλετο, ἀεί τε τῷ Βρούτῳ συσπουδάσαντα καὶ ἐν 
πᾶσι τοῖς πολέμοις συστρατεύσαντα, καὶ ἔτι καὶ τότε 
καὶ μνημονεύοντα αὐτοῦ καὶ εἰκόνας ἔχοντα καὶ 
ἐπαίνους ποιούμενον τό τὲ γὰρ φιλικὸν καὶ τὸ πι- 
στὸν τοὺ ἀνδρὸς οὐ μόνον οὐκ ἐμίσησεν ἀλλὰ καὶ 
ἐτίμησε. καὶ διὰ ταῦϑ᾽ ἡ γερουσία δήμαρχόν τε ὕ 
αὐτὸν διὰ βίου εἷναι ἐψηφίσατο, καὶ χρηματίξειν 
αὐτῷ περὶ ἕνός τινος ὅτου ἂν ἐθελήσῃ καϑ' ἑκάστην 
βουλήν, κἂν μὴ ὑπατεύῃ, ἔδωκε, τήν τε ἀρχὴν τὴν 
ἀνθύπατον ἐσαεὶ καϑάπαξ ἔχειν ὥστε μήτε ἐν τῇ 
ἐσόδῳ τῇ ἔσω τοῦ πωμηρίου κατατίϑεσϑαι αὐτὴν 


ΠΣ 


6 


88 


ἐφ 


[1] 


τ 


112 «11. ΘΑΕΒΑΒ ΟΟΥΑΥΙΑΝΌΒ, 8. ἀι, 791. 


μήτ᾽ αὖϑις ἀνανεοῦσϑαι, καὶ ἐν τῷ ὑπηκόῳ τὸ πλεῖον 
τῶν ἑκασταχόϑι ἀρχόντων ἰσχύειν ἐπέτρεψεν. ἀφ᾽ 
οὗ δὴ καὶ ἐκεῖνος καὶ οἱ μετ᾽ αὐτὸν αὐτοκράτορες 
ἐν νόμῳ δή τινι τοῖς τὲ ἄλλοις καὶ τῇ ἐξουσίᾳ τῇ 
δημαρχικῇ ἐχρήσαντο᾽ τὸ γάρ τοι ὄνομα αὐτὸ τὸ 
τῶν δημάρχων οὔϑ᾽ ὁ Αὔγουστος οὔτ᾽ ἄλλος οὐδεὶς 
αὐτοχράτωρ ἔσχε. 

καί μοι δοκεῖ ταῦϑ᾽ οὕτω τότε οὐκ ἐκ κολακείας 
ἀλλ᾽ ἐπ᾽ ἀληϑείας τιμηϑεὶς λαβεῖν. τά τε γὰρ ἄλλα 
ὡς ἐλευϑέροις σφίσι προσεφέρετο, καὶ ἐπειδὴ ὁ μὲν 
Τιριδάτης αὐτός, παρὰ δὲ δὴ τοῦ Φραάτου πρέσβεις, 
ἐφ᾽ οἷς ἀντενεκάλουν ἀλλήλοις ἀφέκοντο, ἐς τὴν βου- 
λὴν αὐτοὺς ἐσήγαγε, καὶ μετὰ τοῦτ᾽ ἐπιτραπεὶς παρ᾽ 
αὐτῆς τὴν διάγνωσιν τὸν μὲν Τιριδάτην τῷ Φραάτῃ 
οὐκ ἐξέδωκε, τὸν δ᾽ υἱὸν αὐτῷ, ὃν πρότερον παρ᾽ 
ἐκείνου λαβὼν εἶχεν, ἀπέπεμψεν ἐπὶ τῷ τούς τε αἰχμα- 
λώτους καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ τὰ ἔν τὲ τῇ 
τοῦ Κράσσου καὶ ἐν τῇ τοῦ ᾿ἀντωνίου συμφορᾷ 
ἁλόντα κομίσασϑαι. 

κἀν τῷ αὐτῷ τούτῳ ἔτει ἀγορανόμον τέ τινα τῶν 
καταδεεστέρων ἀποϑανόντα Γάιος Καλπούρνιος, καί- 
τοι προηγορανομηκὼς ἐν τοῖς ἀμείνοσι, διεδέξατο, 
ὅπερ ἐπ᾽ οὐδενὸς ἄλλου μνημονεύεται γενόμενον" 
κἀν ταῖς ἀνοχαῖς δύο καϑ᾽ ἑκάστην ἡμέραν ἐπολιάρ- 
χησαν. καὶ εἷς γέ τις αὐτῶν οὐδὲ ἐς μειράκιόν πῶ 
τελῶν ὅμως ἦρξεν. 

αἰτίαν μὲν οὖν ἡ Διουία τοῦ ϑανάτου τοῦ Μαρ- 
κέλλου ἔσχεν. ὅτι τῶν υἱέων αὐτῆς προετετίμητο᾽ 
ἐς ἀμφίβολον δ᾽ οὖν ἡ ὑποψία αὕτη καὶ ὑπ᾽ ἐκείνου 
τοῦ ἔτους καὶ ὑπὸ τοῦ ἔπειτα, οὕτω νοσωδῶν γενο- 
μένων ὥστε πάνυ πολλοὺς ἐν αὐτοῖς ἀπολέσϑαι, κα- 


᾽ -’ [ 3ϑ»,͵ . - ’ 
ὅ τέστη. καὶ φιλεῖ γάρ πῶς ἀεί τι πρὸ τῶν τοιούτων 


8... 731. 1,111. ΘΑΕΘΑΚ ΟΟΤΑΥΙΑΝΌΞ. 118 


προσημαίνεσϑαι, τότε μὲν λύκος τε ἐν τῷ ἄστει συνε- 
λήφϑη. καὶ πῦρ χειμών τε πολλοῖς οἰκοδομήμασιν 
ἐλυμήνατο, ὅ τε Τίβερις αὐξηϑεὶς τήν τε γέφυραν 
τὴν ξυλίνην κατέσυρε καὶ τὴν πόλιν πλωτὴν ἐπὶ 
τρεῖς ἡμέρας ἐποίησε. 


ὭΙΟ ΟΑΒΒΙΌΒ, 1Π|, ῷ 


ἃ. 


Ὡς 


792 


ἐφ 


ὡ» 


ΠΝ 


ΙΙΩΝΟΣ 
ΡΩΜΆΑΙΚΗΣ ΙΣΤΟΡΙΑ͂Σ ΝΖ. 


Τῷ δ᾽ ἐπιγιγνομένῳ ἔτει, ἐν ᾧ “Μάρκος τε Μάρ- 
κελλος καὶ “ούκιος ᾿“ἡρφούντιος ὑπάτευσαν, ἥ τὲ 
πόλις πελαγίσαντος αὖϑις τοῦ ποταμοῦ ἐπλεύυσϑη. 
καὶ κεραυνοῖς ἄλλα τε πολλὰ ἐβλήϑη καὶ οἱ ἀνδριάν- 
τὲς οἵ ἐν τῷ Πανϑείῳ. ὥστε καὶ τὸ δόρυ ἐκ τῆς τοῦ 
Αὐγούστου χειρὸς ἐκπεσεῖν. πονούμενοι οὖν ὑπό τε 
τῆς νόσου καὶ ὑπὸ τοῦ λιμοῦ, ἔν τε γὰρ τῇ Ἰταλίᾳ 
πάσῃ ὁ λοιμὸς ἐγένετο καὶ τὴν χώραν οὐδεὶς εἰργά- 
σατο, δοκῶ δ᾽ ὅτι καὶ ἐν τοῖς ἔξω χωρίοις τὸ αὐτὸ 
τοῦτο συνηνέχϑη, νομίσαντες οἵ Ῥωμαῖοι οὐκ ἄλλως 
σφίσι ταῦτα συμβεβηκέναι, ἀλλ᾽ ὅτι μὴ καὶ τότε 
ὑπατεύοντα τὸν Αὔγουστον ἔσχον. δικτάτωρα αὐτὸν 
ἠθέλησαν προχειρίσασϑαι, καὶ τήν τε βουλὴν κα- 
τακλείσαντες ἐς τὸ συνέδριον ἐπηνάγκασαν τοῦτο 
ψηφίσασϑαι, ἀπειλοῦντές σφας καταπρήσειν, καὶ με- 
τὰ ταῦτα τὰς ῥάβδους τὰς τέσσαρας καὶ εἴκοσι λα- 
βόντες προσῆλθον αὐτῷ, δικτάτωρά τε ἅμα δεόμενοι 
λεχϑῆναι καὶ ἐπιμελητὴν τοῦ σίτου, καϑάπερ ποτὲ 
τὸν Πομπήιον, γενέσϑαι. καὶ ὃς τοῦτο μὲν ἀναγ- 
καίως ἐδέξατο. καὶ ἐκέλευσε δύο ἄνδρας τῶν πρὸ 
πέντε που ἀεὶ ἐτῶν ἐστρατηγηκότων πρὸς τὴν τοῦ 


σίτου διανομὴν κατ᾽ ἔτος αἵρεῖσϑαι, τὴν δὲ δικτα- 


τωρεέαν οὐ προσήκατο, ἀλλὰ καὶ τὴν ἐσθῆτα προσκα- 


ἃ. τὶ, 782. ως μἱν. ΘΑΕΒΑΙ ΟΟΡΑΥΙΆΝΌΝ, 118 


τερρήξατο, ἐπειδὴ μηδένα τρόπον ἄλλως σφᾶς ἐπι- 
σχεῖν, μήτε διαλεγόμενος μήτε δεόμενος, ἠδυνήϑη᾽ 
τήν τε γὰρ ἐξουσίαν καὶ τὴν τιμὴν καὶ ὑπὲρ τοὺς 
δικτάτωρας ἔχων, ὀρϑῶς τό τὲ ἐπίφϑονον καὶ τὸ 
μισητὸν τῆς ἐπικλήσεως αὐτῶν ἐφυλάξατο. τὸ δ᾽ 
αὐτὸ τοῦτο καὶ τιμητὴν αὐτὸν διὰ βίου χειροτονῆσαι 


2 


βουλομένων ἐποίησεν" οὔτε γὰρ τὴν ἀρχὴν ὑπέστη, 


καὶ εὐθὺς ἑτέρους τιμητάς, Παῦλον τε Αἰμίλιον 4έ- 
πιδὸν καὶ Μούκιον Μουνάτιον Πλάγκον. τοῦτον μὲν 
ἀδελφὸν τοῦ Πλάγκου ἐκείνου τοῦ ἐπικηρυχϑέντος 
ὄντα, τὸν δὲ δὴ “έπιδον αὐτὸν τότε ϑανατωϑέντα, 
ἀπέδειξεν. ἔσχατοι οὗτοι τὴν τιμητείαν ἰδιῶται ἅμα 
ἔσχον, ὥσπερ που καὶ παραχρῆμα αὐτοῖς ἐδηλώϑη᾽ 
τὸ γὰρ βῆμα ἀφ᾽ οὗ τι πράξειν τῶν προσηκόντων 
σφίσιν ἤμελλον, συνέπεσεν ἀναβάντων αὐτῶν ἐν τῇ 
πρώτῃ τῆς ἀρχῆς ἡμέρᾳ καὶ συνετρίβη, καὶ μετὰ 
τοῦτ᾽ οὐδένες ἄλλοι τιμηταὶ ὅμοιοι αὐτοῖς ἅμα ἐγέ- 
γνοντο. καὶ τότε δὲ ὁ “ὔγουστος, καίπερ ἐκείνων 
αἱρεϑέντων, πολλὰ τῶν ἐς αὐτοὺς ἀνηκόντων ἔπραξε. 
τῶν τὲ συσσιτίων τὰ μὲν παντελῶς κατέλυσε. τὰ δὲ 
πρὸς τὸ σωφρονέστερον συνέστειλε. καὶ τοῖς μὲν 
στρατηγοῖς τὰς πανηγύρεις πάσας προσέταξεν, ἔκ τε 
τοῦ δημοσίου δίδοσθαί τι αὐτοῖς κελεύσας, καὶ προσ- 
απειπὼν μήτε ἐς ἐκείνας οἴκοθϑέν τινα πλεῖον τοῦ 
ἑτέρου ἀναλίσκειν μήϑ᾽ ὁπλομαχίαν μήτ᾽ ἄλλως εἰ 
μὴ ᾿ βουλὴ ψηφίσαιτο, μήτ᾽ αὖ πλεονάκις ἢ δὶς ἐν 


ἐφ 


τ 


ἑκάστῳ ἔτει, μήτε: πλειόνων εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν ᾿ 


ποιεῖν᾽ τοῖς δ᾽ ἀγορανόμοις τοῖς κουρουλίοις τὴν 
τῶν ἐμπιμπραμένων κατάσβεσιν ἐνεχείρισεν, ἕξακο- 
σίους σφίσι βοηϑοὺς δούλους δούς. ἐπειδὴ δὲ καὶ 
ἱππεῖς καὶ γυναῖκες ἐπιφανεῖς ἐν τῇ ὀρχήστρᾳ καὶ 
τότε γε ἐπεδείξαντο, ἀπηγόρευσεν οὐχ ὅτι τοῖς παισὶ 


9 ὃ 


ὧι 


ϑ 


2 


ΠῚ 


ᾧκ 


116 ἼΊΗΝ. ΘΟΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΒ. ἃ. ἃ, 752, 


τῶν βουλευτών, ὅπερ που καὶ πρὶν ἐκεκώλυτο, ἀλλὰ 
χαὶ τοῖς ἐγγόνοις, τοῖς γε ἐν τῇ ἱππάδι δῆλον ὅτι 
ἐξεταξομένοις, μηδὲν ἔτι τοιοῦτο δρᾶν. 

καὶ ἐν μὲν τούτοις τό τε τοῦ νομοϑέτου καὶ τὸ 
τοῦ αὐτοκράτορος καὶ σχῆμα καὶ ὀνομα ἐπεδείκνυτο, 
ἐν δὲ δὴ τοῖς ἄλλοις ἐμετρίαξζεν, ὥστε καὶ φέλοις 
τισὶν εὐϑυνομένοις παραγίγνεσθαι. Μάρκου τέ τινος 
Πρίμου αἰτίαν ἔχοντος ὅτι τῆς Μακεδονίας ἄρχων 
Ὀδρύσαις ἐπολέμησε. καὶ “λέγοντος τοτὲ μὲν τῇ τοῦ 
Αὐγούστου τοτὲ δὲ τῇ τοῦ Μαρκέλλου γνώμῃ τοῦτο 
πεποιηκέναι, ἔς τὲ τὸ δικαστήριον αὐτεπάγγελτος 
ἦλϑε, καὶ ἐπερωτηϑεὶς ὑπὸ τοῦ στρατηγοῦ εἰ προσ- 
τάξειέν οἵ πολεμῆσαι, ἔξαρνος ἐγένετο. τοῦ τὲ συν- 
ἀγοφεύοντος τῷ Πρίμῳ Μικινίου Μουρφήνου ἄλλα 
τὲ ἐς αὐτὸν οὐκ ἐπιτήδεια ἀπορρίψαντος. καὶ πυϑο- 
μένου “ τί δὴ ἔνταυϑα ποιεῖς; καὶ τίς δε ἐκάλεσε 7" 
τοσοῦτο μόνον ἀπεκρίνατο ὅτι τὸ δημύσιον. ἐπὶ οὖν 
τούτοις ὑπὸ μὲν τῶν εὐ φρονούντων ἐπῃνεῖτο; ὥστε 
καὶ τὸ τὴν βουλὴν ἀϑροίξειν ὁσάκις ἂν ἐθελήσῃ λα- 
βεῖν. τῶν δ᾽ ἄλλων τινὲς κατεφρόνησαν αὐτοῦ. 
ἀμέλει καὶ τοῦ Πρίμου οὐκ ὀλίγοι ἀπεψηφίσαντο, 
καὶ ἐπιβουλὴν ἕ ἕτεροι ἐπ᾽ αὐτῷ συνέστησαν. Φάννιος 
μὲν γὰρ Καιπίων ἀρχηγὸς αὐτῆς ἐγένετο συνεπελά- 
βοντο δὲ καὶ ἄλλοι" καί σφισι καὶ ὁ Μουρήνας συνο- 
μωμοκέναι εἴτ᾽ οὖν ἀληϑῶς εἴτε καὶ ἐκ διαβολῆς 
ἐλέχϑη, ἐπειδὴ καὶ ἀκράτῳ καὶ κατακορεῖ. τῇ παρρη- 
σίᾳ πρὸς πάντας ὁμοίως ἐχρῆτο. καὶ οὐ γὰρ ὑπέ- 
μειναν τὸ δικαστήριον, ἐρήμην μὲν ὡς καὶ φευξό- 
μενοι ἥλωσαν, ἀπεσφάγησαν δὲ οὐ πολλῷ ὕστερον, 
οὐδὲ ἐπήρκεσαν τῷ Μουρήνᾳ οὔτε ὁ Προκουλήιος 
ἀδελφὸς ὧν οὔτε ὁ Μαικήνας τῇ ἀδελφῇ αὐτοῦ συν- 
οἰκῶν, καίπερ ἐς τὰ πρῶτα ὑπὸ τοῦ «ἀὐγούστου 


8... 732, 61. ΘΟΛΕΒΑᾺΒ ΟΥΤΑΥΙΑΝΌΒ. 117 


τιμώμενοι. ὡς δ᾽ οὖν καὶ τούτους τῶν δικαξόντων 
τινὲς ἀπέλυσαν, ἐνομοθέτησε μήτε κρύφα τὰς ψή- 
φους ἐν ταῖς ἐρήμοις δέκαις φέρεσϑαι., καὶ πάσαις 
αὐταῖς τὸν εὐθυνόμενον ἁλίσκεσθαι. καὶ ὅτι γὲ 
ταῦτ᾽ οὐχ ὑπ᾽ ὀργῆς ἀλλ᾽ ὡς καὶ συμφέροντα τῷ δη- 
μοσίῳ διέταξεν, ἰσχυρῶς διέδειξε" τοῦ γοῦν πατρὸς 
τοῦ Καιπίωνος τὸν μὲν ἕτερον τῶν δούλων τῶν συμ- 
φυγόντων τῷ υἱεῖ ἐλευϑερώσαντος., ὅτι ἀμῦναί οἵ 
ϑνήσκοντι ἠϑέλησε, τὸν δὲ ἕτερον τὸν προδόντα αὖ- 
τὸν διά τε τῆς ἀγορᾶς μέσης μετὰ γραμμάτων τὴν 
αἰτίαν τῆς ϑανατώσεως αὐτοῦ δηλούντων διαγαγόν- 
τος καὶ μετὰ ταῦτα ἀνασταυρώσαντος. οὐκ ἡγα- 
νάκτησε. κἂν ἐξηκέσατο πᾶσαν τὴν τῶν οὐκ ἀρε- 
σκομένων τοῖς πραχϑεῖσι μέμψιν. εἰ μὴ. . .. καὶ 
ἐπὶ νίκῃ τινὶ καὶ ψηφισϑείδας περιεῖδε καὶ γενο- 
μένας. 

τότε δ᾽ οὖν καὶ τὴν Κύπρον καὶ τὴν Γαλατίαν 
τὴν Ναρβωνησίαν ἀπέδωκε τῷ δήμῳ ὡς μηδὲν τῶν 
ὅπλων αὐτοῦ δεομένας καὶ οὕτως ἀνϑύπατοι καὶ ἐς 
ἐκεῖνα τὰ ἔϑνη πέμπεσϑαι ἤρξαντο. καὶ τὸν τοῦ 
Διὸς τοῦ βροντῶντος ἐπικαλουμένου ναὸν καϑιέρω- 
δε᾽ περὶ οὗ δύο ταῦτα παραδέδοται, ὅτι τότε τε 
ἐν τῇ ἱερουργίᾳ βρονταὶ ἐγένοντο, καὶ μετὰ ταῦτα 
ὄναρ τῷ “Τὐγούστῳ τοιόνδε ἐπέστη. τῶν γὰρ ἀνϑρώ- 
πων, τὸ μέν τι πρὸς τὸ ξένον καὶ τοῦ ὀνόματος αὖ- 
τοῦ καὶ τοῦ εἴδους, τὸ δὲ καὶ ὅτι ὑπὸ τοῦ Αὐγούστου 
ἵδρυτο, μέγιστον δὲ ὅτι πρώτῳ οἱ ἀνιόντες ἐς τὸ 
Καπιτώλιον ἐνετύγχανον, προσερχομένων τὲ αὐτῷ 
καὶ σεβόντων, ἔδοξε τὸν 4ία τὸν ἐν τῷ μεγάλῳ ναῷ 
ὄντα ὀργὴν ὡς καὶ τὰ δεύτερα αὐτοῦ φερόμενον ποι- 
εἴσϑαι. καὶ ἐκ τούτου ἐκείνῳ τε εἰπεῖν ἔλεγεν ὅτι 


6 


ου 


Ε] 


ἐῷ 


προφύλακα τὸν βροντώντα ἔχοι, καὶ ἐπειδὴ ἡμέρα « 


“ 


118 ν΄. ΘΟΛΑΕΒΑᾺΒ ΟΟΤΑΥΝΙΑΝΙΣ, ἃ, ἃ. 792, 


, ἐγένετο, κώδωνα αὐτῷ περιῆψε, βεβαιῶν τὴν ὀνεί- 
ρωξιν᾽ οἵ γὰρ τὰς συνοικίας νύκτωρ φυλάσσοντες 
κωδωνοφοροῦσιν, ὅπως σημαίνειν σφίσιν ὁπόταν 
δεηϑῶσι δύνωνται. 

μ- ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτ᾽ ἐγίγνετο, ὑπὸ δὲ δὴ 

τοὺς αὐτοὺς τούτους χρόνους καὶ οἱ Κάνταβροι οἵ τε 
"άστυρες ἐπολέμησαν αὖϑις, οὗτοι μὲν διά τε τρυφὴν 
καὶ δι᾿ ὠμότητα τοῦ Καρισίου, οἵ δὲ δὴ Κάνταβροι, 
ἐπειδὴ ἐκείνους τε νεωτερίζοντας ἤσϑοντο καὶ τοῦ 
ἄρχοντός σφῶν Γαΐου Φουρνίου κατεφρόνησαν; ὅτι 
τε νεωστὶ ἀφῖκτο καὶ ὅτι ἄπειρον αὐτὸν τῶν παρ᾽ 

2 ἑαυτοῖς πραγμάτων εἶναι ἔδοξαν. οὐ μέντοι καὶ ἐν 
τῷ ἔργῳ τοιοῦτός σφισιν ἐφάνη, ἀλλ᾽ ἡττηϑέντες 
ἀμφότεροι ὑπ᾽ αὐτοῦ, καὶ γὰρ τῷ Καρισίῳ προσή- 
μυνεν. ἐδουλέθησεῶ, καὶ τῶν μὲν Καντάβρων οὐ 
πολλοὶ ἑάλωσαν᾽ ἐπειδὴ γὰρ ἀνέλπιστον τὴν ἐλευ- 

8 ϑερίαν ἔσχον, οὐδὲ ξῆν ἠϑέλησαν, ἀλλ᾽ οἵ μὲν τὰ 
ἐρύματα προεμπρήσαντες ἑαυτοὺς ἀπέσφαξαν, οἵ δὲ 
καὶ ἐκείνοις ἐθελονταὶ συγκατεκαύϑησαν, ἄλλοι δη- 
μοσίᾳ φαρμάκων ἐνεπλήσϑησαν, ὥστε τὸ τὲ πλεῖστον 
καὶ τὸ ἀγριώτατον αὐτῶν φϑαρῆναι᾽ οἱ δ᾽ 'άστυρες 
ὡς τάχιστα χωρίον τέ τι πολιορκοῦντες ἀπηλάϑησαν 
καὶ μάχῃ μετὰ τοῦτ᾽ ἐνικήϑησαν, οὐκέτ᾽ ἀντῆραν 
ἀλλ᾽ εὐϑὺς ἐχειρώϑησαν. 

4 ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον οἱ Αἰθίοπες οἵ 
ὑπὲρ Αἰγύπτου οἰκοῦντες προεχώρησαν μὲν μέχρι 
τῆς πόλεως τῆς Ἐλεφαντίνης ὠνομασμένης, πάντα 
τὰ ἐν ποσὶ πορϑοῦντες, ἡγουμένης σφίσι Κανδάκης᾽ 
πυϑόμενοι δὲ ἐνταῦϑά που Γάιον Πετρώνιον τὸν 
τῆς Αἰγύπτου ἄρχοντα προσιέναι, προαπῆλϑον μὲν 
ὡς καὶ διαφευξόμενοι, καταληφϑέντες δὲ ἐν τῇ ὁδῷ 
ἡττήϑησαν, κἀκ τούτου καὶ ἐς τὴν οἰκείαν αὐτὸν 


8... 792, 783, ΠῸ ΜΙΝ, ΘΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΞΒ, 119 


ἐπεσπάσαντο. καὶ καλῶς καὶ ἐκεῖ ἀγωνισάμενος 5 
πόλεις ἄλλας τε καὶ τὴν Ναπάτην τὸ βασίλειον 
ἔλαβε. καὶ ἐκείνη μὲν κατεσχάφη, ἐν ἑτέρῳ δέ 
τινε χωρέῳ φρουρὰ κατελείφϑη᾽ ὃ γὰρ Πετρώνιος 
μήτε περαιτέρω διά τε τὴν ἄμμον καὶ διὰ τὸ καῦμα 
προελϑεῖν μήτε κατὰ χώραν μετὰ παντὸς τοῦ στρα- 
τοῦ μεῖναι καλῶς δυνηϑεὶς ἀνεχώρησε, τὸ πλεῖον αὐὖ- ὁ 
τοῦ ἐπαγόμενος. κἀν τούτῳ τῶν Αἰϑιόπων τοῖς 
φρουροῖς ἐπιϑεμένων αὖϑές τε ἐπ᾽ αὐτοὺς ἐστράτευσε, 
καὶ τοὺς σφετέρους ἐρρύσατο, καὶ τὴν Κανδάκην 
συμβῆναί οὗ ἠνάγκασεν. 

ἐν ᾧ ὁ δὲ ταῦτα ἐγίγνετο, ὁ Αὔγουστος ἐς Σικελίαν 6 
ἦλϑεν, ὃ πῶς καὶ ἐκείνην καὶ τἄλλα τὰ μέχρι τῆς “Συρίας 
καταστήσηται. καὶ αὐτοῦ ἐνταῦϑα ἔτι ὄντος ὁ δῆμος 
τῶν Ῥωμαίων τοὺς ὑπάτους χειροτονῶν ἐστασίασεν, 
ὥστε καὶ ἐκ τούτου διαδειχϑῆναι ὅτι ἀδύνατον ἦν δημο- 
κρατουμένους σφᾶς σωϑῆναι. μικροῦ γοῦν τινος ἔν τε 2 
ταῖς ἀρχαιρεσίαις καὶ ἐν ταῖς ἀρχαῖς αὐταῖς κυριεύ- 
οντες ἐθορύβησαν. ἐτηρεῖτο μὲν γὰρ ἡ ἕτέρα χώρα 
τῷ Αὐγούστῳ, καὶ διὰ τοῦτο Μάρκος Αόλλιος κατ᾽ 
ἀρχὰς τοῦ ἔτους μόνος ἡρξεν᾽ ἐκείνου δὲ μὴ δεξα- 
μένου αὐτὴν Κύιντός τε “4έπιδος καὶ “Αούκιος Σιλα- 
νὸς ἐσπουδαρχίασαν, καὶ οὕτω γὲ πάντα συνετάρα- 78 
ξἕαν ὥστε καὶ τὸν Αὔγουστον ὑπὸ τῶν ἐμφρόνων 
ἀνακληϑῆναι. ἐπειδὴ δὲ οὐχ ὑπέστρεψε μέν. ἐλϑόν- 3 
τας δὲ αὐτοὺς πρὸς αὐτὸν ἀπέπεμψεν ἐπιτιμήσας 
σφίσι καὶ κελεύσας ἀμφοτέρων αὐτῶν ἀπόντων τὴν 
ψῆφον δοϑῆναι, οὐδὲν μᾶλλον ἡσύχασαν. ἀλλὰ καὶ 
πάνυ αὖϑις διηνέχϑησαν, ὥστε τὸν “έπιδον ὀψέ 
ποτε αἱρεϑῆναι. ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ 4ὖ- 
γουστος. καὶ μήτε μόνῃ τῇ Ῥώμῃ σχολάξειν δυνά- 
μενος μήτ᾽ αὖ ΠΑΥΒΟΤΟΥ αὐτὴν καταλιπεῖν τολμῶν, 


120 .11Ὁν. ΘΑΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ. ἃ, 798, 


ἐξήτει τινὰ αὐτῇ ἐπιστῆσαι. καὶ ἔκρινε μὲν τὸν 
᾿ἡγρίππαν ἐπιτηδειότατον ἐς τοῦτο εἶναι, βουληϑεὶς 
δὲ δὴ καὶ ἀξίωμα αὐτῷ μεῖξον περιϑεῖναι, ἵνα καὶ 
ἐκ τούτου ῥᾷον αὐτῶν ἄρχῃ, μετεπέμψατο αὕτόν, 
καὶ καταναγκάσας τὴν γυναῖκα, καίπερ ἀδελφιδῆν 
αὑτοῦ οὖσαν, ἀπαλλάξαντα τῇ Ἰουλίᾳ συνοικῆσαι, 
ἐς τὴν Ῥώμην παραχρῆμα καὶ ἐπὶ τῷ γάμῳ καὶ ἐπὶ 
τῇ τῆς πόλεως διαχειρίσει ἔπεμψε. διά τε τἄλλα καὶ 
ὅτι ὁ Μαικήνας συμβουλευομένῳ οἵ περὶ αὐτῶν τού- 
τῶν εἰπεῖν λέγεται ὅτι τηλικοῦτον αὐτὸ πεποίηκας 
ὥστε ἢ γαμβρόν σου γενέσϑαι ἢ φονευϑῆναι. καὶ 
ὃς τὰ μὲν ἄλλα οἰδοῦντα ἔτι εὑρὼν κατεστήσατο, τά 
τε ἱερὰ τὰ Αἰγύπτια ἐπεσιόντα αὖϑις ἐς τὸ ἄστυ 
ἀνέστειλεν, ἀπειπὼν μηδένα μηδ᾽ ἐν τῷ προαστείῳ 
αὐτὰ ἐντὸς ὀγδόου ἡμισταδίου ποιεῖν᾽ ταραχῆς δέ 
τινος περὶ τοῦ πολιάρχου τοῦ διὰ τὰς ἀνοχὰς αἵρου- 
μένου χειροτονίαν συμβάσης οὐκ ἐπεκράτησεν αὐτῆς, 
ἀλλ᾽ ἄνευ τῆς ἀρχῆς ταύτης τὸν ἐνιαυτὸν ἐκεῖνον 
διεγένοντο. 

Ἰ καὶ ὁ μὲν ταῦτ᾽ ἔπραττεν, ὁ δὲ Αὔγουστος τά 
τε ἄλλα τὰ ἐν τῇ Σικελίᾳ διοικήσας, καὶ τὰς Συρα- 
κούσας ἑτέρας τέ τινας πόλεις ἀποίχους Ρωμαίων 

2 ἀποδείξας ἐς τὴν Ελλάδα ἐπεραιώϑη. καὶ “ακεδαι- 
μονέους μὲν τοῖς τε Κυϑήροις καὶ τῇ συσσιτίᾳ ἐτί- 
μησεν, ὅτι ἡ Λιουία. ὅτε ἐκ τῆς Ἰταλίας σύν τε τῷ 
ἀνδρὶ καὶ σὺν τῷ υἱεῖ ἔφυγεν, ἐκεῖ διέτριψεν᾽ ᾿48η- 
ναίων δὲ τήν τε Αἴγιναν καὶ τὴν ᾿Ερέτριαν, ἐκαρ- 
ποῦντο γὰρ αὐτάς. ὥς τινές φασιν, ἀφείλετο, ὅτι τόν 
᾿Αἀντώνιον ἐσπούδασαν, καὶ προσέτι καὶ ἀπηγόρευσέ 

8 σφισι μηδένα πολίτην ἀργυρίου ποιεῖσϑαι. καὶ αὖὐ- 
τοῖς ἐς ταῦτα ἔδοξε τὸ τῷ τῆς ᾿ϑηνᾶς ἀγάλματι συμ- 
βὰν ἀποσκῆψαι᾽" ἐν γὰρ τῇ ἀκροπόλει πρὸς ἀνατολῶν 


σι 


Φ» 


8... 7983. 734, ΤΥ. ΘΑΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΞΒ, 121 


ἱδρυμένον πρός τὲ τὰς δυσμὰς μετεστράφη καὶ αἷμα᾽ 
ἀπέπτυσεν. ὁ δ᾽ οὖν Αὔγουστος τό τε Ἑλληνικὸν 4 
διήγαγε καὶ ἐς Σάμον ἔπλευσεν, ἐνταῦϑά τε ἐχείμασε, 
καὶ ἐς τὴν ᾿Ασίαν ἐν τῷ ἦρι ἐν ὁ Μάρκος τε ᾽Ἄπου-"» ". 
λήιος καὶ Πούπλιος Σίλιος ὑπάτευσαν κομισϑεὶς 
πάντα τά τε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιϑυνίᾳ διέταξεν, οὐχ κε 
ὅτι τοῦ δήμου καὶ ταῦτα τὰ ἔϑνη καὶ τὰ πρότερα 
ἐδόκει εἶναι ἐν ὀλιγωρία αὐτὰ ποιησάμενος, ἀλλὰ 
καὶ πάνυ πάντων σφῶν ὡς καὶ ἑαυτοῦ ὄντων ἐπι- 
μεληϑείς᾽ τά τε γὰρ ἄλλα ὅσαπερ καὶ προσῆκον ἦν 
ἐπηνώρϑωσε. καὶ χρήματα τοῖς μὲν ἐπέδωκε τοῖς δὲ 
καὶ. ὑπὲρ τὸν φύρον ἐσενεγκεῖν προσέταξε. τούς τὲ ὁ 
Κυξικηνούς. ὅτι Ρωμαίους τινὰς ἐν στάσει μαστιγώ- 
σαντες ἀπέχτειναν, ἐδουλώσατο. καὶ τοῦτο καὶ τοὺς 
Τυρίους τούς τε Σιδωνίους διὰ τὰς στάσεις ἐποίησεν, 
ἐν τῇ Συρίᾳ γενόμενος. 

κἀν τούτῳ ὁ Φραάτης φοβηϑεὶς μὴ καὶ ἐπιστρα- 8 
τεύσῃ οἱ, ὅτι μηδέπω τῶν συγκειμένων ἐπεπου- 
ἥκει τι, τά τε σημεῖα αὐτῷ καὶ τοὺς αἰχμαλώτους, 
πλὴν ὀλίγων οἱ ὑπ᾽ αἰσχύνης σφᾶς ἔφϑειραν ἢ καὶ 
κατὰ χώραν λαϑόντες ἔμειναν, ἀπέπεμψε. καὶ αὐὖ- 
τοὺς ἐκεῖνος ὡς καὶ πολέμῳ τινὶ τὸν Πάρϑον νενι- 
κηκὼς ἔλαβε" καὶ γὰρ ἐφρόνει μέγα; λέγων ὅτι τὰ 
πρύτερόν ποτὲ ἐν ταῖς μάχαις ἀπολόμενα ἀκονιτὶ 
ἐκεκόμιστο. ἀμέλει καὶ ϑυσίας ἐπ᾽ αὐτοῖς καὶ νεὼν 
"άρεος τιμωροῦ ἐν τῷ Καπιτωλίῳ, κατὰ τὸ τοῦ Ζίιὸς 
τοῦ Φερετρίου ξήλωμα. πρὸς τὴν τῶν σημείων ἀνά- 
ϑεσιν καὶ ψηφισϑῆναι ἐκέλευσε καὶ ἐποίησε, καὶ 
προσέτι καὶ ἐπὶ κέλητος ἐς τὴν πόλιν ἐσήλασε καὶ 
ἁψῖδι τροπαιοφόρῳ ἐτιμήϑη. ταῦτα μὲν ἐπ᾽ ἐκείνοις 
ὕστερον ἐπράχϑη᾽ τότε δὲ αὐτός τε προστάτης τῶν 
περὶ τὴν Ῥώμην ὁδῶν αἱρεϑεὶς καὶ τὸ χρυσοῦν μίλιον 


ἐφ 


ὡ» 


μ 


122 ιν, ΘΑΕΒΑΚ ΟΥΤΑΥΙΑΝΌΣΒ, 8. 734. 


κεχλημένον ἔστησε. καὶ ὁδοποιοὺς αὐταῖς ἐκ τῶν 
ἐστρατηγηκότων. ῥαβδούχοις δύο χρωμένους. προσ- 

5 ἕταξε. καὶ ἡ Ἰουλία τὸν Γάιον ὀνομασϑέντα ἔτεκε, 
βουϑυσία τέ τις τοῖς γενεϑλίοις αὐτοῦ ἀΐδιος ἐδόϑη. 
καὶ τοῦτο μὲν ἐκ ψηφίσματος, ὥσπερ που καὶ τἄλλα, 
ἐγένετο᾽ ἰδία δὲ δὴ οἵ ἀγορανόμοι ἱπποδρομίαν τε ἐν 
τοῖς τοῦ Αὐγούστου γενεϑλίοις καὶ ϑηρίων σφαγὰς 
ἐποίησαν. 

9 ἐν μὲν οὖν τῇ πόλει ταῦτ᾽ ἐπράττετο, ὁ δὲ 4Ὁ- 
γουστος τὸ μὲν ὑπήκοον κατὰ τὰ τῶν Ῥωμαίων ἔϑη 
διῴκει, τὸ δὲ ἔνσπονδον τῷ πατρίῳ σφέσι τρόπῳ εἴα 
ἄρχεσϑαι᾽ οὐδ᾽ ἠξίωσεν οὔτε ἐκείνῳ τι προσϑέσϑαι 
οὔτε ἕτερόν τι προσκτήσασϑαι, ἀλλ᾽ ἀκριβῶς ἀρκεῖ- 
σϑαι τοῖς ὑπάρχουσιν ἐδικαίου, καὶ τοῦτο καὶ τῇ βουλῇ 

2 ἐπέστειλεν. ὥστε πολέμου μὲν οὐδὲν τότε γε ἐφήψατο, 
δυναστείας δὲ δὴ Ἰαμβλίχῳ τε τῷ Ἰαμβλίχου τὴν τῶν 
᾿“ραβίων τὴν πατρῴαν καὶ Ταρκονδιμότῳ τῷ Ταρκον- 
διμότου τὴν τῆς Κιλικίας, ἣν ὁ πατὴρ αὐτοῦ ἔσχε, 
πλὴν παραϑαλασσιδίων τινῶν ἔδωκεν ἐκεῖνα γὰρ 
τῷ ᾿Αρχελάῳ μετὰ τῆς σμικροτέρας ᾿Αρμενίας ἐχαρί- 
σατο, ὅτι ὁ Μῆδος ὁ πρὶν αὐτῆς βασιλεύων ἐτεϑνή- 

8 κει. τῷ τε Ἡρώδῃ Ζηνοδώρου τινὸς τετραρχίαν, καὶ 
Μιϑροιδάτῃ τινὶ τὴν Κομμαγηνήν, ἐπειδὴ τὸν πατέρα 
αὐτοῦ ὁ βασιλεὺς αὐτῆς ἀπεκτόνει, καίτοι παιδίσκῳ 

.4 ἔτ᾽ ὄντι ἐπέτρεψε. τῶν τε ᾿Δρμενίων τῶν ἑτέρων 
τοῦ τε ᾿Αρταβάξου κατηγορησάντων καὶ τὸν Τιγρά- 
νην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ Ῥώμῃ ὄντα μεταπεμ- 
ψαμένων, ἔστειλε τὸν Τιβέριον, ὅπως τὸν μὲν ἐκβάλῃ 

5 τῆς βασιλείας, τὸν δὲ ἐς αὐτὴν ἀποκαταστήσῃ. καὶ 
ἐπράχϑη μὲν οὐδὲν τῆς παρασχευῆς αὐτοῦ ἄξιον᾽ 
οὗ γὰρ ᾿Δρμένιοι τὸν “Ἵρταβάξην προαπέχτειναν. ὁ 
δ᾽ οὖν Τιβέριος, ἄλλως τε καὶ ἐπειδὴ ϑυσίαι ἐπὶ 


8... 791, .νν ΘΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΒ, 128 


τούτῳ ἐψηφίσϑησαν, ἐσεμνύνετο ὡς καὶ κατ᾽ ἀρετήν 
τι ποιήσας. καὶ ἤδη γε καὶ περὶ τῆς μοναρχίας ἐνε- 
νόει, ἐπειδὴ πρὸς τοὺς Φιλέππους αὐτοῦ προσελαύ- 
ψοντος ϑόρυβός τέτις ἐκ τοῦ τῆς μάχης χωρίου ὡς καὶ 
ἐκ στρατοπέδου ἠκούσθη, καὶ πῦρ ἐκ τῶν βωμῶν 
τῶν ὑπὸ τοῦ ᾿Αντωνίου ἐν τῷ ταφρεύματι ἴδρυϑέν- 
τῶν αὐτόματον ἀνέλαμψε. Τιβέριος μὲν δὴ ἐκ τού- 
τῶν ἐγαυροῦτο, ὁ δὲ “ὔγουστος ἔς τε τὴν Σάμον 
ἐπανῆλϑε κἀνταῦϑα αὖϑις ἐχείμασε, καὶ ἐκείνοις τε 
ἐλευϑερίαν μισϑὸν τῆς διατριβῆς ἀντέδωκε, καὶ ἄλλα 
οὐκ ὀλίγα προσδιῴκησε. πάμπολλαι γὰρ δὴ πρεσβεῖαι 
πρὸς αὐτὸν ἀφίκοντο. καὶ οἵ Ἰνδοὶ προκηρυκευσά- 
μενοι πρότερον φιλίαν τότε ἐσπείσαντο, δῶρα πέμ- 
ψαντες ἄλλα τε καὶ τίγρεις, πρῶτον τότε τοῖς Ῥω- 
ἱαΐίοις, νομίξω δ᾽ ὅτι καὶ τοῖς Ἕλλησιν, ὀφϑείσας. 
καί τι καὶ μειράκιον οἵ ἄνευ ὥμων. οἵους τοὺς Ἕρ- 
μᾶς ὁρῶμεν. ἔδωκαν. καὶ μέντοι τοιοῦτον ὃν ἐκεῖνο 9 
ἐς πάντα τοῖς ποσὶν ἅτε καὶ χερσὶν ἐχρῆτο, τόξον τε 
αὐτοῖς ἐνέτεινε καὶ βέλη ἠφίει καὶ ἐσάλπιξεν, οὐκ 
οἶδ᾽ ὅπως γράφω γὰρ τὰ λεγόμενα. εἷς δ᾽ οὖν τῶν 
Ἰνδῶν Ζάρμαρος, εἴτε δὴ τοῦ τῶν σοφιστῶν γένους 
ὦν. καὶ κατὰ τοῦτο ὑπὸ φιλοτιμίας, εἴτε καὶ ὑπὸ 
τοὺ γήρως κατὰ τὸν πάτριον νόμον. εἴτε καὶ ἐς ἐπί- 
δειξιν τοῦ τε Αὐγούστου καὶ τῶν ᾿Αϑηναίων., καὶ 
γὰρ ἐκεῖσε ἦλϑεν, ἀποθανεῖν ἐθελήσας ἐμυήϑη τε 
τὰ τοῖν ϑεοῖν, τῶν μυστηρίων καίπερ οὐκ ἐν τῷ κα- 
ϑήκοντι καιρῷ, ὥς φασι, διὰ τὸν Αὔγουστον καὶ 
αὐτὸν μεμυημένον γενομένων, καὶ πυρὶ ἑαυτὸν ξὼν- 
τα ἐξέδωκεν. 

ὑπάτευε μὲν δὴ ἐν τῷ ἔτει ἐκείνῳ Γάιος Σέν- 10 
τιος᾽ ἐπεὶ δὲ. καὶ τὸν συνάρξοντα αὐτῷ προσαπο- Ὁ.: 
δειχϑῆναι ἔδει, ὁ γὰρ Αὔγουστος οὐδὲ τότε τηρη- 


5. 


-1 


ωο 


-» 


0 


ἐῶ 


ω 


ΓΝ 


οι 


["ι] 


124 1. ν. ΘΑΕΒΑΚ ΟΟΤΑΛΙΆΝΌΞ. 8... 7180. 


ϑεῖσάν οἱ τὴν ἀρχὴν ἐδέξατο, στάσις τε αὖϑις ἐν τῇ 


Ῥώμῃ συνηνέχϑη καὶ σφαγαὶ συνέβησαν, ὥστε τοὺς 


βουλευτὰς φρουρὰν τῷ Σεντέῳ ψηφίσασθαι. ἐπειδὴ 
δὲ μὴ ἠϑέλησεν αὐτῇ χρήσασϑαι, πρέσβεις πρὸς 
τὸν Αὔγουστον, μετὰ δύο ῥαβδούχων ἕκαστον. 
ἔπεμψαν. μαϑὼν οὖν ταῦτ᾽ ἐκχεῖνος, καὶ συνιδὼν 
ὅτι οὐδὲν πέρας τοῦ καχοῦ γενήσοιτο, οὐκέτ᾽ αὖ- 
τοῖς ὁμοίως ὥσπερ καὶ πρὶν προσηνέχϑη. ἀλλ᾽ ἔκ 
τε τῶν πρεσβευτῶν αὐτῶν Κύιντον Π“ουκρήτιον, 
καίπερ ἐν τοῖς ἐπικηρυχϑεῖσιν ἀναγραφέντα. ὕπα- 
τον ἀπέδειξε, καὶ αὐτὸς ἐς τὴν Ῥώμην ἠπείχϑη. 
καὶ αὐτῷ ἐπί τε τούτοις καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς 
ἔν τῇ ἀποδημία πραχϑεῖσι πολλὰ καὶ παντοῖα 
ἐψηφίσϑη᾽ ὧν οὐδὲν προσήκατο, πλὴν Τύχῃ τ᾽ ἐπα- 
ναγώγῳ, οὕτω γάρ πως αὐτὴν ἐκάλεσαν, βωμὸν 
ἱδρυϑῆναι καὶ τὴν ἡμέραν ἣν ἀφίξοιτο ἔν τε ταῖς 
ἱερομηνέαις ἀριϑμεῖσϑαι καὶ Αὐγουστάλια ὀνομάξε- 
σϑαι. ἐπεὶ δὲ καὶ ὡς αἵ τε ἀρχαὶ καὶ οἱ ἄλλοι προα- 
παντὴσαί οὗ προπαρεσκευάσαντο, νύκτωρ ἐς τὴν πό- 
λιν ἐσεκομίσϑη, καὶ τῇ ὑστεραίᾳ τῷ τε Τιβερίῳ τὰς 
τῶν ἐστρατηγηκότων τιμὰς ἔδωκε, καὶ τῷ Ζίρούσῳ 
πέντε ἔτεσι ϑᾶσσον παρὰ τὰ νομιξόμενα τὰς ἀρχὰς 
αἰτῆσαι ἐπέτρεψεν. ἐπειδή τε μηδὲν ὡμολόγει ὅσα 
τε ἀπόντος αὐτοῦ στασιάζοντες καὶ ὅσα παρόντος 
φοβούμενοι ἔπρασσον, ἐπιμελητής τε τῶν τρόπων ἐς 
πέντε ἔτη παρακληϑεὶς δὴ ἐχειροτονήϑη, καὶ τὴν 
ἐξουσίαν τὴν μὲν τῶν τιμητῶν ἐς τὸν αὐτὸν χρόνον, 
τὴν δὲ τῶν ὑπάτων διὰ βίου ἔλαβεν, ὥστε καὶ ταῖς 
δώδεκα ῥάβδοις ἀεὶ καὶ πανταχοῦ χρῆσϑαι, καὶ ἐν 
μέσῳ τῶν ἀεὶ ὑπατευόντων ἐπὶ τοῦ ἀρχικοῦ δίφρου 
καϑίζεσϑαι. ψηφισάμενοι δὲ ταῦτα διορϑοῦν τε πάντα 
αὐτὸν καὶ νομοϑετεῖν ὅσα βούλοιτο ἠξίουν, καὶ τούς 


8. ἃ. 780. [.1ἰν, ΘΑΕΒΑᾺ ΟΥΤΑΥΙΑΝΌΝ, 12ὅ 


τε νύμους τοὺς γραφησομένους ὑπ᾽ αὐτοῦ Αὐγού- 
στους ἐκεῖϑεν ἤδη προσηγόρευον, καὶ ἐμμενεῖν σφισι 
ὀμόσαι ἤϑελον. ὁ δὲ τὰ μὲν ἄλλα ὡς καὶ ἀναγκαῖα 
ἐδέξατο, τοὺς δ᾽ ὅρκους ἀφῆκεν αὐτοῖς καὶ γὰρ εὖ 
ἤδει ὅτι. εἰ μὲν ἀπὸ γνώμης τι ψηφίσαιντο, τηρή- 
σουσιν αὐτὸ κἂν μὴ ὁμόσωσιν, εἰ δὲ μή. οὐδὲν αὐ- 
τοῦ, κἂν μυρίας πίστεις ἐπαγάγωσι. προτιμήσουσιν. 

Αὔγουστος μὲν δὴ ταῦτ᾽ ἐποίει. καί τις τῶν ἀγο- 
ρανόμων ἐθελοντὴς ὑπὸ πενίας ἀπεῖπε τὴν ἀρχήν᾽ 
᾿Δγρίππας δὲ ὡς τότε ἐς τὴν Ῥώμην ἐκ τῆς Σικελίας 
πεμφϑεὶς διῴκησε τὰ κατεπείγοντα, ταῖς Γαλατίαις 
προσετάχϑη᾽ ἔν τε γὰρ ἀλλήλοις ἐστασίαζον καὶ ὑπὸ 
τῶν Κελτῶν ἐκακοῦντο. καταστήσας δὲ καὶ ἐκεῖνα 
ἐς Ἰβηρίαν μετέστη οἵ γὰρ Κάνταβροι οἱ ξωγρη- 
ϑέντες τε ἐν τῷ πολέμῳ καὶ πραϑέντες τούς τὲ 
δεσπότας σφῶν ὡς ἕκαστοι ἀπέκτειναν, καὶ πρὸς τὴν 
- οἰκείαν ἐπανελθόντες πολλοὺς συναπέστησαν, καὶ 
μετ᾽ αὐτῶν χωρία καταλαβόντες καὶ ἐντειχισάμενοι 
τοῖς τῶν Ῥωμαίων φρουροῖς ἐπεβούλευον. ἐπ᾽ οὖν 
τούτους ὁ ᾿Ζγρίππας ἐπιστρατεύσας ἔσχε μέν τι καὶ 
πρὸς τοὺς στρατιώτας ἔργον᾽ πρεσβύτεροι γὰρ οὐκ 
ὀλίγοι αὐτῶν ὄντες καὶ τῇ συνεχείᾳ τῶν πολέμων 
τετρυχωμένοι, τούς τε Καντάβρους ὡς καὶ δυσπο- 
λεμήτους δεδιότες, οὐκ ἐπείθοντο αὐτῷ. ἀλλ᾽ ἐκεί- 
νους μέν, τὰ μὲν νουϑετήσας, τὰ δὲ παραμυϑησά- 
μενος, τὰ δὲ καὶ ἀπειλήσας, διὰ ταχέων πειϑαρχῆσαι 
ἐποίησε, πρὸς δὲ δὴ τοὺς Καντάβρους πολλὰ προσ- 
ἕπταισε᾽ καὶ γὰρ ἐμπειρία πραγμάτων, ἅτε τοῖς 
Ῥωμαίοις δεδουλευχότες, καὶ ἀπογνώσει τοῦ μὴ ἂν 
ἔτι σωθῆναι ἁλόντες ἐχρῶντο. τέλος δέ ποτὲ συχ- 
νοὺς μὲν ἀποβαλὼν τῶν στρατιωτῶν. συχνοὺς δὲ καὶ 
ἀτιμώσας ὅτι ἡττῶντο. τά τε γὰρ ἄλλα καὶ στρατό- 


“2 


11 


ἐφ 


ΓΝ 


σ' 


126 . Υ, ΟΛΕΒΑᾺΒ ΟΥΤΑΥΙΑΝΌΝ, ἃ, ἃ. 735. 


πεδον ὅλον Αὔγουστον ἐπωνομασμένον ἐκώλυσεν 
οὕτως ἔτι καλεῖσϑαι, τούς τε ἐν τῇ ἡλικίᾳ πολεμίους 
πάντας ὀλίγου διέφϑειρε χαὶ τοὺς λοιποὺς τά τε 
ὅπλα ἀφείλετο καὶ ἐς τὰ πεδία ἐκ τῶν ἐρυμνῶν κα- 
ὃ τεβίβασεν. οὐ μὴν οὔτε ἐπέστειλέ τι τῇ βουλῇ περὶ 
αὐτῶν, οὔτε τὰ ἐπινέκια καίτοι ἐκ τῆς τοῦ Αὐγού- 
στου προστάξεως ψηφισϑέντα προσήκατο, ἀλλ᾽ ἔν τε 
τούτοις ἐμετρίαξεν ὥσπερ εἰώϑει. καὶ γνώμην ποκὲ 
ὑπὸ τοῦ ὑπάτου ὑπὲρ τοῦ ἀδελφοῦ αὐτοῦ ἐρωτηϑεὶς 

1 οὐκ ἔδωκε. τό τε ὕδωρ τὸ Παρϑένιον καλούμενον 
τοῖς ἰδίοις τέλεσιν ἐσαγαγὼν Αὔγουστον προσηγύ- 
φευσε. καὶ οὕτω γὲ ἐκεῖνος ἐπ᾽ αὐτῷ ἔχαιρεν ὥστε 
σπανεώς ποτε οἴνου γενομένης, καὶ τῶν ἀνθρώπων, 
δεινὰ διαβοώντων, ἱκανώτατα ἔφη τὸν “Δγρίππαν 
προνενοηκέναι ὥστε μὴ δίψῃ ποτὲ αὐτοὺς ἀπολέσϑαι. 
12 τοιοῦτος μὲν δὴ οὗτος ὁ ἀνὴρ ἦν᾽ τῶν δὲ δὴ 
ἄλλων τινὲς οὐχ ὅτι τὰ αὐτὰ αὐτῷ πράσσοντες, ἀλλ᾽ οἵ 
μὲν λῃστὰς συλλαμβάνοντες οἵ δὲ πόλεις στασιαξζούσας 
καταλλάσσοντες, καὶ ἐπωρέγοντο τῶν νικητηρίων καὶ 

2 ἔπεμπον αὐτά. ὁ γὰρ Αὔγουστος καὶ ταῦτα ἀφϑύ- 
νῶς τισὶ τήν γε πρώτην ἐχαρίξετο, καὶ δημοσίαις 
ταφαῖς πλείστους ὅσους ἐτέμα. τοιγαροῦν ἐκεῖνοι 
μὲν ἐν τούτοις ἐλαμπρύνοντο, ὁ δὲ ᾿Δγρίππας ἐς τὴν 
3 αὐταρχίαν τρύπον τινὰ ὑπ’ αὐτοῦ προήχϑη. ὁ γὰρ 
Αὔγουστος, ὡς τά τε κοινὰ ϑεραπείας ἀκριβοῦς ἐδεῖτο, 

. χαὶ ἐδεδίει μή, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ συμβαί- 
νειν, ἐπιβουλευϑῇ., βραχὺ γάρ τι καὶ σμικρὸν τὸν 
ϑώρακα, ὃν ὑπὸ τῇ στολῇ πολλάκις καὶ ἐς αὐτὸ τὸ 
4 συνέδριον ἐσιὼν εἶχεν, ἐπικουρήσειν οἱ ἐνόμιξε, πρῶ- 
τε τον μὲν αὐτὸς πέντε τῆς προστασίας ἔτη, ἐπειδήπερ 
ὁ δεκέτης χρόνος ἐξήκων ἦν, προσέϑετο., ταῦτα γὰρ 
Πουπλίου τε καὶ Γναίου Λεντούλων ὑπατευόντων 


ἃ. ἃ, 790, μιν. ΘΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΞΚ. 127 


ἐγένετο, ἔπειτα δὲ καὶ τῷ ᾿Δγρίππᾳ ἄλλα τε ἐξ ἴσου 
πῃ ἑαυτῷ καὶ τὴν ἐξουσίαν τὴν δημαρχικὴν ἐς τὸν 
αὐτὸν χρόνον ἔδωκε. τοσαῦτα γάρ σφισιν ἔτη τότε 
ἐπαρχέσειν ἔφη ὕστερον γὰρ οὐ πολλῷ καὶ τὰ ἄλλα 
πέντε τῆς αὐτοκράτορος ἡγεμονίας προσέλαβεν, ὥστε 
αὐτὰ δέκα αὖϑις γενέσϑαι. 

πράξας δὲ ταῦτα τὸ βουλευτικὸν ἐξήτασε᾽ πολ- 
λοί τὲ γὰρ καὶ ὥς ἐδόκουν αὐτῷ εἶναι, πλήϑει δὲ 
οὐδὲν ὑγιὲς ἐνεώρα, καὶ διὰ μίσους οὐχ ὅτι τοὺς 
κακίᾳ τινὶ ἐπιρρήτους, ἀλλὰ καὶ τοὺς κολακείᾳ ἐκ- 
φανεῖς ἐποιεῖτο. καὶ ἐπειδὴ μήτε τις ἑκὼν ὥσπερ 
πρότερον ἀπηλλάττετο, μήτ᾽ αὖ μόνος ἐν αἰτία τινὶ 
γενέσϑαι ἐβούλετο, αὐτός τε τριάκοντα ἄνδρας τοὺς 
ἀρίστους, ὅπερ που καὶ ὅρκῳ ἐπιστώσατο, ἐξελέξατο, 
καὶ ἐκείνους ἐκέλευσε προομύσαντας τὸν αὐτὸν ὅρκον 
κατὰ πέντε, πλὴν τῶν συγγενῶν, ἐς πινάκια γράψαν- 
τας ἑλέσϑαι. καὶ μετὰ τοῦτο τὰς πεμπάδας ἐκλήρω- 
σεν, ὥσϑ'᾽ ἕνα καϑ᾽ ἑκάστην τὸν λαχόντα αὐτόν τε 
βουλεῦσαι καὶ ἑτέρους πέντε ἐπὶ τοῖς αὐτοῖς ἐγγρά- 
ψαι. ἔδει που καὶ τοὺς τριάκοντα ἔν τε τοῖς αἷρου- 
μένοις ὑφ᾽ ἑτέρων καὶ ἐν τοῖς κληρουμένοις γενέσθαι. 
ἐπειδή τέ τινες αὐτῶν ἀπεδήμουν, ἄλλοι ἀντ᾽ ἐπεί- 
νῶν λαχόντες τὰ ἐπιβάλλοντά σφισιν ἔπραξαν. τὸ 
μὲν οὖν πρῶτον ταῦϑ᾽ οὕτως ἐπὶ πλείους ἡμέρας 
ἐγένετο᾽ ἐπεὶ δὲ ἐκακουργήϑη τινά, οὔτε ἐπὶ τοῖς 
ταμίαις τὰ γραμματεῖα ἔτ᾽ ἐποιήσατο οὔτε ἔτι τῷ 


κλήρῳ τὰς πεμπάδας ἐπέτρεψεν, ἀλλ᾽ αὐτός τὸ τὰ 


λοιπὰ ἀνελέξατο καὶ αὐτὸς τοὺς ἐνδέοντας προσείλετο, 
κέ 3 δ Ἀ ’ 2 “ 

ὥστε ἐς ἑξακοσίους τοὺς πάντας ἀποδειχϑῆναι. ἐβου- 
λεύσατο μὲν γὰρ τριακοσίους αὐτοὺς κατὰ τὸ ἀρχαῖον 
ποιῆσαι, καὶ πάνυ ἀγαπητὸν νομίξων εἶναι τοσού- 
τους ἀξίους τοῦ συνεδρίου σφῶν εὑρεϑήναι᾽ δυσχε- 


᾿΄᾿ 


ὃ 


ς- 


"μα 


128 .Υ. ΘΑΕΒΑᾺ ΟΟΤΑΥΙΆΝΌΝ. 8. ἃ, 796. 


ρανάντων δὲ πάντων ὁμοίως. τῷ γὰρ πολὺ πλείους 
τῶν ἐμμενούντων ἐν αὐτῷ τοὺς διαγραφησομένους 
ἔσεσϑαι. φοβεῖσθαι μάλλον αὐτοὺς μὴ ἰδιωτεύσωσιν 
ἢ προσδοκᾶν ὅτι καὶ βουλεύσουσι συνέβαινε, τοὺς 
ἑξακοσίους κατελέξατο. καὶ οὐδὲ ἐνταῦϑα ἔστη, ἀλλὰ 
καὶ μετὰ τοῦτο, ἐπειδή τινες οὐκ ἐπιτήδειοι καὶ τότε 
ἐγγεγραμμένοι ἦσαν, καὶ Δικίνιός τέ τις Ῥήγουλος, 
ἀγανακτήσας ὅτι τοῦ τε υἱέος καὶ ἄλλων πολλῶν, 
ὧν κρείσσων εἶναι ἠξίου, διειλεγμένων ἀπαλήλιπτο, 
τήν τε ἐσθῆτα ἐν αὐτῷ τῷ βουλευτηρίῳ κατερρήξατο, 
καὶ τὸ σῶμα γυμνώσας τάς τε στρατείας κατηριϑμή- 
σατο καὶ τὰς οὐλὰς προσεπέδειξέ σφισι. καὶ ᾿ἀρτικυ- 
λήιος Παῖτος ἐν μὲν τοῖς βουλεύουσιν ὦν, τῷ δὲ δὴ 
πατρὶ ἐχπεπτοκότι παραχωρῆσαι τῆς βουλείας ἀξιῶν 
ἱκέτευεν, ἐξετασμὸν αὐϑίς σφων ἐποιήσατο, καί τινας 
ἀπαλλάξας ἄλλους ἀντικατέλεξεν. ἐπειδή τε πολλοὶ 
καὶ ὡς διεγεγράφατο, καί τινες αὐτὸν δι᾿ αἰτίας, 
οἷα ἐν τῷ τοιούτῳ φιλεῖ συμβαίνειν, ὡς καὶ ἀδίκως 
ἀπεληλαμένοι εἶχον, τότε τε αὐτοῖς καὶ συνθεάσασϑαι 
καὶ συνεστιάσασϑαι τοῖς βουλεύουσι, τῇ αὐτῇ σκευῇ 
χρωμένοις, συνεχώρησε, καὶ ἐς τὸ ἔπειτα τὰς ἀρχὰς 
ὅ αἰνεῖν ἐπέτρεψε. καὶ αὐτῶν οἱ μὲν πλείους ἐπανὴλ- 
ον χρόνῳ ἐς τὸ συνέδριον, ὀλίγοι δέ τινες ἐν τῷ 
μέσῳ, μήτε τῆς γερουσίας μήτε τοῦ δήμου νομιξό- 
μενοι, κατελείφϑησαν. “ 
1ὅ τούτων οὖν οὕτω γενομένων συχνοὶ μὲν εὐθὺς 
συχνοὶ δὲ καὶ μετὰ τοῦτο καὶ ἐκείνῳ καὶ τῷ ᾿ἀγρίππα 
2 ἐπιβουλεῦσαι, εἴτ᾽ οὖν ἀληϑῶς εἴτε καὶ ψευδὼς. αἷ- 
τίαν ἔσχον. οὐ γὰρ ἔστιν ἀκριβῶς τὰ τοιαῦτα τοῖς 
ἔξω αὐτῶν οὖσιν εἰδέναι" πολλὰ γὰρ ὧν ἂν ὁ χρα- 
τῶν πρὸς τιμωρίαν. ὡς καὶ ἐπιβεβουλευμένος. ἤτοι 
δι᾿ ἑαυτοῦ ἢ καὶ διὰ τῆς γερουσίας πράξῃ, ὑποπ- 


[ 


ςὡ»: 


ἕν 


8. ἃ. 7960, μεν. ΘΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΞΒ. 129 


τεύεται κατ᾽ ἐπήρειαν, κἂν ὅτι μάλιστα δικαιότατα 
συμβῇ. γεγονέναι. καὶ διὰ τοῦτο καὶ ἐγὼ γνώμην 
ἔχω περὶ πάντων τῶν τοιουτοτρύπων αὐτὰ τὰ λεγό- 
μενα συγγράψαι, μηδὲν ὑπὲρ τὰ δεδημοσιευμένα, 
πλὴν τῶν πάνυ φανερῶν, μήτε πολυπραγμονῶν μήϑ᾽ 
ὑπολέγων, μήτ᾽ εἰ δικαίως μήτ᾽ εἰ ἀδίκως τι γέγονε, 
μήτ᾽ εἰ ψευδῶς μήτ᾽ εἰ ἀληϑῶς εἴρηται. καὶ τοῦτο 
μέν μοι καὶ κατὰ τῶν μετὰ ταῦτα γραφησομένων 
εἰρήσϑω᾽ ἐν δὲ δὴ τῷ τότε παρόντι ὁ Αὔγουστος 
ἄλλους μέν τινας ἐδικαίωσε, τὸν δὲ δὴ Δέπιδον ἐμέ- 
δει μὲν διά τε τἄλλα καὶ ὅτι ὁ υἱὸς αὐτοῦ καὶ ἐπε- 
φώρατο ἐπιβουλεύων αὐτῷ καὶ ἐκεκόλαστο, οὐ μέντοι 
καὶ ἀποκτεῖναι ἠθέλησεν, ἀλλ᾽ ἐν τρόπῳ τινὶ ἄλλοτε 
ἄλλῳ προεπηλάκιξεν. ἔς τε γὰρ τὴν πόλιν καὶ ἄκοντα 
αὐτὸν ἐκ τῶν ἀγρὼν κατιέναι ἐκέλευε, καὶ ἐς τὰς 
συνόδους ἀεὶ ἐσῆγεν., ὅπως ὅτι πλείστην καὶ χλευα- 
σίαν καὶ ὕβριν πρός τε τὴν τῆς ἰσχύος καὶ πρὸς τὴν 
τῆς ἀξιώσεως μεταβολὴν ὀφλισκάνῃ" καὶ οὔτε ἐς 
ἄλλο τι ὡς καὶ ἀξίῳ οἵ λόγου ἐχρῆτο, τότε δὲ καὶ 
τὴν ψῆφον ὑστάτῳ τῶν ὑπατευκότων ἐπῆγε. τοὺς 
μὲν γὰρ ἄλλους ἐν τῇ καϑηκούσῃ τάξει ἐπεψήφιξε, 


» »] ε ΄ -Γ ᾿ ’ 
τῶν δ᾽ υπατευκότων πρῶτον τὲ τινα καὶ δεύτερον. 


τρίτον τε ἕτερον καὶ τέταρτον, τούς τε λοιποὺς ὁμοίως, 
ὥς που καὶ ἐβούλετο᾽ καὶ τοῦτο καὶ οἱ ὕπατοι ἐποί- 
ορῦν. οὕτω μὲν δὴ τὸν Δέπιδον μετεχειρέίξετο, καὶ 
ἐπειδή γε ᾿Αντίστιος Μαβεὼν ἐς τοὺς βουλεύσογτας 
αὐτόν, ὅτε ἡ διαγνώμη ἐκείνη ἐγίγνετο, ἐσεγράψατο, 
πρῶτον μὲν ἐπιωρκηκέναι τε αὐτὸν ἔφη καὶ τιμωρή- 
σεσϑαι ἠπείλησεν. ἔπειτα δὲ εἰπόντος αὐτοῦ “καὶ τί 
δεινὸν πεποίηκα κατασχὼν ἐν τῷ συνεδρίῳ ἄνδρα 
ὃν σὺ ἀρχιέρεων ἔτι καὶ νῦν περιορᾷς ὄντα; οὐκέτ᾽ 
οὐδεμίαν ὀργὴν ἐποιήσατο᾽ πολλάκις γὰρ καὶ ἰδέα 
ὍΙΟ σΑΒΒΙῦΒ. 111. 9 


8 


νῷ» 


ωϊ 


[2 


« 


ψο 


180 ἵμ 110. ΘΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΒ. 5.0. 786, 


καὶ κοινῇ τῆς ἱερωσύνης ταύτης ἀξιούμενος οὐκ ἐδι- 
καίωσε ξῶντος τοῦ Μεπέδου λαβεῖν αὐτήν. ᾿Δντίστιος 
μὲν οὖν τοῦτό τε οὐκ ἀπὸ καιροῦ εἰπεῖν ἔδοξε, καί 
ποτὲ λόγων ἐν τῇ βουλῇ γιγνομένων ὡς χρεὼν εἴη 
τὸν Αὔγουστον ἐκ διαδοχῆς ὄφας φρουρεῖν, ἔφη, 
μήτ᾽ ἀντειπεῖν τολμῶν μήτε συγκαταϑέσϑαι ὑπομέ- 
νῶν. ὅτι ῥέγκω καὶ οὐ δύναμαι αὐτοῦ προκοιτῆσαι. 
16 ὁ δ᾽ οὖν Αὔγουστος ἄλλα τε ἐνομοϑέτησε, καὶ 
τοὺς δεκάσαντάς τινας ἐπὶ ταῖς ἀρχαῖς ἐς πέντε ἔτη 
αὐτῶν εἶρξε. τοῖς τε ἀγάμοις καὶ ταῖς ἀνάνδροις 
βαρύτερα τὰ ἐπιτίμια ἐπέταξε, καὶ ἔμπαλιν τοῦ τε 
2 γάμου καὶ τῆς παιδοποιίας ϑλα ἔϑηκεν. ἐπειδή. τε 
πολὺ πλεῖον τὸ ἄρρεν τοῦ ϑήλεος τοῦ εὐγενοῦς ἦν, 
ἐπέτρεψε καὶ ἐξελευϑέρας τοῖς ἐθέλουσι, πλὴν τῶν 
βουλευόντων, ἄγεσϑαι, ἔννομον τὴν τεκνοποιίαν αὖ- 
8 τῶν εἶναι κελεύσας. κἀν τούτῳ καταβοήσεως ἐν τῷ 
συνεδρέῳ περί τε τῆς τῶν γυναικών καὶ περὶ τῆς 
τῶν νεανίσκων ἀκοσμίας, πρὸς ἀπολογίαν δή τινα 
τοῦ μὴ ῥαδίως δι᾿ αὐτὴν τὰς τῶν γάμων συναλλαγὰς 
ποιεῖσϑαι, γενομένης, καὶ ἐναγόντων αὐτὸν καὶ ἐκεί- 
νὴν ἐπανορϑῶσαι χλευασμῷ ὅτι πολλαῖς γυναιξὶν 
4 ἐχρῆτο, τὸ μὲν πρῶτον ἀπεκρίνατο αὐτοῖς ὅτι τὰ μὲν 
ἀναγκαιότατα διώρισται, τὰ δὲ λοιπὰ ἀδύνατόν ἐστιν 
ὁμοέως παραδοϑῆναι, ἔπειτα δὲ ἐκβιασϑεὶς εἶπεν ὅτι 
αὐτοὶ ὀφείλετε ταῖς γαμεταῖς καὶ παραινεῖν καὶ 
κελεύειν ὅσα ,βούλεσϑε᾽ ὅπερ που καὶ ἐγὼ ποιῶ. ἡ 
δ ἀκούσαντες οὖν ταῦτ᾽ ἐκεῖνοι πολλῷ μᾶλλον ἐνέκειντο 
αὐτῷ, βουλόμενοι τὰς παραινέσεις ἃς τῇ Διουίᾳ πα- 
- ραινεῖν ἔφη μαϑεῖν. καὶ ὃς ἄκων μέν, εἶπε δ᾽ οὖν 
τινα καὶ περὶ τῆς ἐσθῆτος καὶ περὶ τοὺ λοιποῦ 
κόσμου τῶν τε ἐξόδων καὶ τῆς σωφροσύνης αὐτῶν, 
μηδ᾽ ὁτιοῦν φροντίσας ὅτι μὴ καὶ τῷ ἔργῳ αὐτὰ 


ἃ. ἃ, 7386. 1, 11Υ. ΘΑΕΘΑΚ ΟΟΤΑΥΙΑΝΌΒ. 131 


ἐπιστοῦτο. καὶ ἕτερον δέ τι τοιόνδε τιμητεύων ἐπε- 6 


ποιήκει᾽ ἐπειδὴ γὰρ προσήγαγέ τις αὐτῷ νεανίσκον 
γυναῖκα ἐκ μοιχείας γεγαμηκότα, καὶ πλεῖστα ὅσα 
κατηγόρησεν αὐτοῦ, διηπορήϑη μήτε παριδεῖν τὸ 
πρᾶγμα μήτ᾽ ἐπιτιμῆσαί τι τολμήσας, καὶ μόλις ποτὲ 
ὀψὲ ἀνενεγκὼν “πολλὰ ἔφη “καὶ δεινὰ αἱ στάσεις 
ἤνεγκαν, ὥστε ἐκείνων μὲν ἀμνημονῶμεν, τοῦ δὲ 
δὴ λοιποῦ προνοῶμεν ὅπως μηδὲν τοιοῦτον γίγνηται." 
ὡς δ᾽ οὖν βρέφη τινὲς ἐγγυώμενοι τὰς μὲν τιμὰς 
τῶν γεγαμηκότων ἐκαρποῦντο, τὸ δὲ ἔργον αὐτῶν 
οὐ παρείχοντο, προσέταξε μηδεμίαν ἐγγύην ἰσχύειν 
μεϑ᾽ ἣν οὐδὲ δυοῖν ἐτοῖν διελθόντων γαμήσει τις, 
τοῦτ᾽ ἔστι δεκέτιν πάντως ἐγγυᾶσϑαι τόν γέ τι ἀπ᾽ 
αὐτῆς ἀπολαύσοντα᾽ δώδεκα γὰρ ταῖς κόραις ἐς τὴν 
τοῦ γάμου ὥραν ἔτη πλήρη, καϑάπερ εἶπον. νομίέ- 
ξεται. 

ταῦτά τε οὖν ὡς ἕκαστα διενομοϑέτει, καὶ ἵνα 
ἐπὶ τῇ τοῦ σίτου διαδόσει προβάλλωνται οἵ ἐν ταῖς 
ἀρχαῖς ἀεὶ ὄντες ἕνα ἕκαστος ἐκ τῶν πρὸ τριῶν ἐτῶν 
ἐστρατηγηκότων, καὶ ἐξ αὐτῶν τέσσαρες οἱ λαχόντες 
σιτοδοτῶσιν ἐκ διαδοχῆς. τόν τε πολίαρχον τὸν ἐς 
τὰς ἀνοχὰς καϑιστάμενον ἕνα ἀεὶ αἵρεῖσϑαι, καὶ τὰ 
ἔπη τὰ Σιβυλλεια ἐξίτηλα ὑπὸ τοῦ χρόνου γεγονότα 
τοὺς ἱερέας αὐτοχειρίᾳ ἐκγράψασϑαι ἐκέλευσεν, ἵνα 
μηδεὶς ἕτερος αὐτὰ ἀναλέξηται. τάς τε ἀρχὰς ἅπασι 
τοῖς δέχα μυριάδων οὐσίαν ἔχουσι καὶ ἄρχειν ἐκ τῶν 
νόμων δυναμένοις ἐπαγγέλλειν ἐπέτρεψε. τοσοῦτον 
γὰρ τὸ βουλευτικὸν τίμημα τὴν πρώτην εἶναι ἔταξεν, 
ἔπειτα καὶ ἐς πέντε καὶ εἴκοσι μυριάδας αὐτὸ προή- 
γαγε. καί τισι τῶν εὖ βιούντων ἐλάττω, τότε μὲν 
τῶν δέκα, αὖϑις δὲ τῶν πέντε καὶ εἴκοσι, κεκτημένοις 


Ὁ 


ἐφ 


[.} 


ἐχαρίσατο ὅσον ἐνέδει. καὶ διὰ ταῦτα τοῖς βουλο- 4 


0 


132 Ι,. 11ν. ΘΑΛΕΘΑΚ ΟΟΤΑΥΙΑΝΌΘ. δ. ἃ. 7186. 137. 


μένοις τῶν στρατηγῶν τριπλάσιον τοῦ παρὰ τοῦ δη- 
μοσίου σφίσιν ἐς τὰς πανηγύρεις διδομένου προσ- 
αναλίσκειν ἐφῆκεν. ὥστε εἰ καὶ πρὸς τὴν ἀκρίβειαν 
τῶν ἄλλων αὐτοῦ νομοϑετημάτων ἤχϑοντό τινες, 
ἀλλ᾽ ὑπό τε τούτου, καὶ ὅτι Πυλάδην τινὰ ὀρχηστὴν 
διὰ στάσιν ἐξεληλαμένον κατήγαγεν, οὐκέτ᾽ ἐκείνων 
56 ἐμέμνηντο. ὄϑενπερ πάνυ σοφῶς ὁ Πυλάδης, ἐπιτι- 
μώμενος ὑπ᾽ αὐτοῦ ἐπειδὴ Βαϑύλλῳ ὁμοτέχνῳ τέ οἵ 
ὄντι καὶ τῷ Μαικήνᾳ προσήκοντι διεστασίαξεν, εἰπεῖν 
λέγεται ὅτι συμφέρει σοι, Καῖσαρ, περὶ ἡμᾶς τὸν δῆ- 
μον ἀποδιατρέβεσθϑαι. 
18 ταῦτα μὲν ἐν ἐκείνῳ τῷ ἔτει ἐγένετο᾽ ἐπὶ δὲ δὴ 
72} "») Γαἴου τε Φουρνίου καὶ Γαΐου Σιλανοῦ ὑπάτων υἱὸν 
αὖϑις ὁ ᾿ἡγρίππας ἀνείλετο τὸν Λούκιον ὀνομασϑέν- 
τα, καὶ αὐτὸν εὐϑὺς ὁ Αὔγουστος μετὰ τοῦ ἀδελφοῦ 
τοῦ Γαΐου ἐποιήσατο, μὴ ἀναμείνας σφᾶς ἀνδρωϑῆ- 
ΧΆ ἀλλ᾽ αὐτόϑεν διαδόχους τῆς ἀρχῆς ἀποδείξας, 
ἵν᾽ ἧττον ἐπιβουλεύηται. τήν τὲ τῆς τιμῆς καὶ τῆς 
ἀρετῆς πανήγυριν ἐς τὰς νῦν ἡμέρας μετέστησε 
καὶ τοῖς τὰ ἐπινίκια πέμπουσιν ἔργον ἐκ τῶν λαφύ- 
ρων ἐς τὴν τῶν πράξεων μνήμην ποιεῖν προσέταξε, 
τά τε σαικουλάρια τὰ πέμπτα ἐπετέλεσε, καὶ τοὺς 
ῥήτορας ἀμισϑὶ συναγορεύειν. ἢ τετραπλάσιον ὅσον 
ἂν λάβωσιν ἐκτίνειν, ἐκέλευσε. τοῖς δὲ δικάξειν 
ἀεὶ λαγχάνουσιν ἀπεῖπεν ἐς μηδενὸς οἴκαδε τὸν ἐνυ- 
αὐτὸν ἐκεῖνον ἐσιέναι. ἐπειδή τε ἀσπουδὶ οἱ βουλευ- 
ταὶ ἐς τὸ συνέδριον συνεφοίτων, ἐπηύξησε τὰς ξημέίας 
Ξ τοῖς οὐκ ἐξ εὐλόγου τινὸς αἰτέας ὑστερίξουσι. 
ἐς, καὶ μετὰ ταῦτα ἐς τὴν Γαλατίαν, Δουκίου τε 
138 Ζομιτίου καὶ Πουπλίου Σκιπίωνος ὑπατευόντων, 
ὥρμησε, πρύφασιν τοὺς πολέμους τοὺς κατ᾽ ἐκεῖνο 
2 κινηϑέντας λαβών. ἐπειδὴ γὰρ ἐπαχϑὴς πολλοῖς ἐκ 


ἐφ᾿ 


.Ό: 


8. ὦ, 788, 0.1. ΟΛΕΒΑᾺ ΟΥΤΑΥΙΑΝΌΞΒ, 138 


τῆς ἐν τῇ πόλει χρονίου διατριβῆς ἐγεγόνει, καὶ συχνοὺς 
μὲν ἔξω τι τῶν τεταγμένων πράττοντας δικαιῶν ἐλύ- 
πει, συχνών δὲ καὶ φειδόμενος τὰ νενομοϑετημένα 
ὑφ᾽ ἑαυτοῦ παραβαίνειν ἠναγκάξετο, ἐκδημῆσαι τρό- 
πον τινὰ κατὰ τὸν Σόλωνα ἔγνω. καί τινες καὶ διὰ 
τὴν Τερεντίαν τὴν τοῦ Μαικήνου γυναῖκα ἀποδη- 
μῆσαι αὐτὸν ὑπετόπησαν, ἵν᾽ ἐπειδὴ πολλὰ περὶ αὐ- 
τῶν ἐν τῇ Ῥώμῃ ἐλογοποιεῖτο, ἄνευ ϑροῦ τινος ἐν 
τῇ ἀλλοδημίᾳ αὐτῇ συνῇ οὕτω γὰρ οὖν πάνυ αὐτῆς 
ἤρα ὥστε καὶ ἀγωνίσασϑαί ποτὲ αὐτὴν περὶ τοῦ 


φ: 


κάλλους πρὸς τὴν Διουίαν ποιῆσαι. πρὶν δὲ ἢ ἀφορ- 4 


μᾶσϑαί, τὸν τοῦ Κυρινου ναὸν καϑιέρωσεν ἐκ καὶ- 
νῆς οἰκοδομήσας. εἶπον δὲ τοῦτο ὅτι ἕξ καὶ ἑβδομή- 
κοντὰ κίοσιν αὐτὸν ἐκόσμησεν, ὅσαπερ τὰ πάντα ἔτη 
διεβίω, κἀκ τούτου λόγον τισὶ παρέσχεν ὡς καὶ ἐξε- 
πίτηδες αὐτὸ ἀλλ᾽ οὐ κατὰ τύχην ἄλλως πράξας. 
ἐκεῖνόν τε οὖν τότε ἐθείωσε, καὶ μονομαχίας ἀγῶνας 
διά τε τοῦ Τιβερίου καὶ διὰ τοῦ ΖΔρούσου, συγχω- 


8 


ρηϑὲν δή σφισιν ὑπὸ τῆς βουλῆς, ἔϑηκε. καὶ οὕτω 5 


τὸ μὲν ἄστυ τῷ Ταύρῳ μετὰ τῆς ἄλλης Ἰταλίας διοι- 
κεῖν ἐπιτρέψας, τόν τε γὰρ ᾿Δγρίππαν ἐς τὴν Συρίαν 
αὖϑις ἐστάλκει, καὶ τῷ Μαικήνᾳ διὰ τὴν γυναῖκα 
οὐκέθ᾽ ὁμοίως ἔχαιρε, τὸν δὲ δὴ Τιβέριον καίτοι 
στρατηγοῦντα παραλαβὼν ἐξώρμησεν. ἐστρατήγησε 
γὰρ καέπερ τὰς στρατηγικὰς τιμὰς ἔχων᾽ ᾿καὶ τήν γε 
ἀρχὴν αὐτοῦ πᾶσαν ὁ “φοῦσος ἐκ δόγματος διήγαγεν. 


ἐξελϑόντων δ᾽ οὖν αὐτῶν τὸ τῆς Νεύτητος μέγαρον Ἰ 


ὑπὸ τὴν ἐπιοῦσαν νύχτα κατεκαύϑη, καὶ διά τε τοῦτο 
καὶ διὰ τἄλλα τὰ προγενόμενα, λύκος τε γὰρ διὰ 
τῆς ἱερᾶς ὁδοῦ ἐς τὴν ἀγορὰν ἐσπεσὼν ἀνθρώπους 
ἔφϑειρε, καὶ μύρμηκες οὐ πόρρω τῆς ἀγορᾶς ἐχφα- 
νέστατα συνεστράφησαν, λαμπάς τέ τις ἀπὸ μεσημ- 


“8 


20 


184 ιν. ΟΛΕΒΑᾺ ΟΥΤΑΥΙΑΝΌΞΒ. 8. ὦ 798, 


βρίας ἐπὶ τὴν ἄρκτον διὰ πάσης τῆς νυκτὸς ἠνέχϑη, 
εὐχὰς ὑπὲρ τῆς ἐπανόδου τοῦ Αὐγούστου ἐποιήσαντο. 
κἀν τούτῳ καὶ τὴν πεντετηρίδα τῆς ἀρχῆς αὐτοῦ 
διεώρτασαν, τοῦ ᾿Δγρέππου, ἐν γὰρ τοῖς πεντεκαίδεκα 
ἀνδράσιν, οἷς ἐκ τῆς περιτροπῆς ἡ διοίκησις αὐτῆς 
ἐπέβαλλεν, ἱέρωτο, διὰ τῶν συνιερέων ἀναλώσαντος. 

πολλὰ μὲν οὖν καὶ ἄλλα κατὰ τοὺς χρόνους ἐκεέ- 
ψοὺυς ἐταράχϑη. καὶ γὰρ Καμμούνιοι καὶ Οὐέννιοι, 
᾿Δλπικὰ γένη, ὅπλα τε ἀντήραντο καὶ νικηϑέντες 


2 ὑπὸ Πουπλίου Σιλίου ἐχειρώϑησαν᾽ καὶ οἵ Παννό- 


φ 


ὥς 


δ 


νιον τήν τε Ἰστρίαν μετὰ Νωρίχων κατέδραμον, καὶ 
αὐτοί τε πρός τε τοῦ Σιλίου καὶ τῶν ὑποστρα- 
τήγων αὐτοῦ κακωθέντες αὖϑις ὡμολόγησαν, καὶ 
τοῖς Νωρίκοις αἴτιοι τῆς αὐτῆς δουλείας ἐγένοντο. 
τά τε ἐν τῇ 4Ζελματίᾳ καὶ τὰ ἐν τῇ Ἰβηρίᾳ νεοχμώ- 
ὅαντα δι᾽ ὀλίγου κατέστη, καὶ ἡ Μακεδονία ὑπό τε 
τῶν 4ενϑελητῶν καὶ ὑπὸ τῶν Σκορδίσκων ἐπορϑή- 
ϑη. ἔν τὸ τῇ Θράκῃ πρότερον μὲν Μάρκος 46λ- 
λιος Ῥυμητάλκῃ ϑείῳ τὸ τῶν τοῦ Κότυος παίδων 
καὶ ἐπιτρόπῳ ὄντι βοηϑῶν Βησσοὺς κατεστρέψατο, 
ἔπειτα δὲ Μούκιος Γάιος Σαυρομάτας ἐκ τῆς αὐτῆς 
αἰτέας κρατήσας ὑπὲρ τὸν Ἴστρον ἀπεώσατο. ὁ δὲ 
δὴ μέγιστος τῶν τότε συμβάντων τοῖς Ῥωμαίοις πο- 
λέμων, ὅσπερ που καὶ τὸν Αὔγουστον ἐκ τῆς πόλεως 
ἐξήγαγε, πρὸς τοὺς Κελτοὺς ἐγένετο. Σύγαμβροί τε 
γὰρ καὶ Οὐσιπέται καὶ Τέγχτηροι τὸ μὲν πρῶτον ἐν 
τῇ σφετέρᾳ τινὰς αὐτῶν συλλαβόντες ἀνεσταύρωσαν, 
ἔπειτα δὲ καὶ τὸν Ρῆνον διαβάντες τήν τε Γερμανίαν 
καὶ τὴν Γαλατίαν ἐλεηλάτησαν, τό τε ἱππικὸν τὸ τῶν 
Ῥωμαίων ἐπελϑὸν σφισιν ἐνήδρευσαν, καὶ φεύγου- 
σιν αὐτοῖς ἐπισπόμενοι τῷ τε “ολλίῳ ἄρχοντι αὐτῆς 


8 ἐνέτυχον ἀνέλπιστοι καὶ ἐνίκησαν καὶ ἐκεῖνον. μαϑὼν 


8, 739, “ιῚ ν. ΘΟΑΕΒΑΚ ΟΟΥ̓ΑΥΙΑΝΌΞΒ. 18 


οὖν ταῦτα ὁ Αὔγουστος ὥρμησε μὲν ἐπ᾽ αὐτούς, οὐ 
μέντοι καὶ ἔργον τι πολέμου ἔσχεν" οἵ γὰρ βάρβαροι 
τόν τὲ ΛΜόλλιον παρασκευαζόμενον καὶ ἐκεῖνον στρα- 
τεύοντα πυϑόμενοι ἔς τε τὴν ἑαυτῶν ἀνεχώρησαν 
καὶ σπονδὰς ἐποιήσαντο, ὁ ὁμήρους δόντες. 

τῶν μὲν οὖν ὅπλων οὐδὲν δια ταὐϑ᾽ ὁ «Αὔγουστος 21 
ἐδεήϑη. τὰ δὲ δὴ ἄλλα καϑιστάμενος τοῦτόν τὲ τὸν 
ἐνιαυτὸν κατανάλωσε καὶ τὸν ὕστερον, ἐν ᾧ Μάρκος 729 
τε Λίβων καὶ Καλπούρνιος Πίσων ὑπάτευσαν. πολλὰ 2 
μὲν γὰρ καὶ ὑπὸ τῶν Κελτῶν, πολλὰ δὲ καὶ ὑπὸ Λι- 
κινέου τινὸς ἐπεποίηντο. καί μοι δοκεῖ τοῦϑ᾽ ὅτι μά- 
λιστα τὸ κῆτός σφισι προσημῆναι᾽ πλάτος μὲν γὰρ 
ποδῶν εἴκοσι μῆκος δὲ τριπλάσιον ἔχον, καὶ γυναικὶ 
πλὴν τῆς κεφαλῆς ἐοικός, ἐς τὴν γὴν ἑαυτὸ ἐκ τοῦ 
ὠκεανοῦ ἐξώκειλεν. ὁ δὲ δὴ Δικένιος τὸ μὲν ἀρχαῖον 
Γαλάτης ἦν, ἁλοὺς δὲ ἐς τοὺς Ῥωμαίους καὶ δουλεύ- 
σας τῷ Καίσαρι ὑπὸ μὲν ἐκείνου ἠλευϑερώϑη, ὑπὸ 
δὲ τοῦ Αὐγούστου ἐπίτροπος τῆς Γαλατίας κατέστη. 
οὗτος οὖν πλεονεξίᾳ μὲν βαρβαρικῇ, ἀξιώσει δὲ Ῥω- 
μαϊκῇ χρώμενος, πᾶν μὲν τὸ κρεῖττόν ποτὲ αὐτοῦ 
νομισϑὲν καϑήρει, πᾶν δὲ τὸ ἐν τῷ παρόντι ἰσχυρὸν 
ἠφάνιξε, καὶ συχνὰ μὲν καὶ πρὸς τὰ ἀναγκαῖα τῆς 
προστεταγμένης οἵ διακονίας ἐξεπόριξε,. συχνὰ δὲ 
καὶ ἑαυτῷ τοῖς τε οἰκείοις παρεξέλεγε. καὶ ἐς το- 
σοῦτόν γε κακοτροπίας ἐχώρησεν ὥστε, ἐπειδή τινες 
ἐσφοραὶ κατὰ μήνα παρ᾽ αὐτοῖς ἐγίγνοντο, τεσσαρασ- 
καίδεκα αὐτὰς ποιῆσαι; λέγων τὸν μῆνα τοῦτον τὸν 
“4εκέμβριον καλούμενον δέκατον ὃ ὀντῶς εἶναι, καὶ ὃ εἴν 
διὰ τοῦτο αὐτοὺς καὶ τοὺς δύο τοὺς ὑστάτους. ὧν 
τὸν μὲν Ἑνδέκατον τὸν δὲ ΖΙωδέκατον ὠνόμαξε, νο- 
μέξειν, καὶ τὰ χρήματα τὰ ἐπιβάλλοντα αὐτοῖς ἐσφέ- 
ρειν. διὰ μὲν οὖν ταῦτα τὰ σοφίσματα ἐκινδύνευσεν. ὁ 


φΦ» 


ΓΝ 


σι 


1896 ιν. ΘΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΒ, ἃ. ἃ, 7839, 


οἵ γὰρ Γαλάται τοῦ Αὐγούστου λαβόμενοι δεινὰ 
ἐποίησαν, ὥστε καὶ ἐκεῖνον τὰ μὲν συνάχϑεσθαί 
όφισι τὰ δὲ καὶ παραιτεῖσϑαι᾽ ἀγνοεῖν τέτινα ἔλεγε, 
καὶ προσεποιεῖτο ἕτερα μὴ πιστεύειν, καὶ ἔστιν ἃ καὶ 
συνέκρυπτεν, αἰσχυνόμενος ὅτι τοιούτῳ ἐπιτρόπῳ 
ἐκέχρητο. ἄλλο δὲ τοιόνδε τι τεχνασάμενος καὶ πάνυ 
πάντων αὐτῶν κατεγέλασεν. ἐπειδὴ γὰρ χαλεπῶς οἵ 
τὸν Αὔγουστον ἔχοντα ἤσϑετο καὶ κολασϑήσεσϑαι 
ἔμελλεν, ἔς τε τὴν οἰκίαν αὐτὸν ἐσήγαγε, καὶ πολ- 
λοὺς μὲν καὶ ἀργυρίου καὶ χρυσίου ϑησαυρούς, πολλὰ 
δὲ καὶ τἄλλα σωρηδὸν συννενημένα αὐτῷ δείξας 
“ ἐξεπίτηδες" ἔφη ἡ ταῦτα, ὦ δέσποτα, καὶ ὑπὲρ σοῦ 
καὶ ὑπὲρ τῶν ἄλλων Ῥωμαίων ἤϑροισα, ἵνα μὴ το- 
σούτων χρημάτων ἐγκρατεῖς οἱ ἐπιχώριοι ὄντες ἀπο- 
στῶσιν. ἀμέλει καὶ ἐτήρησά σοι πάντα αὐτὰ καὶ 
δέδωμι." 
καὶ ὁ μὲν οὕτως, ὡς καὶ ὑπὲρ τοῦ Αὐγούστου 
τὴν τῶν βαρβάρων ἰσχὺν ἐκνενευρικώς, ἐσώϑη, 
22 “1φοῦσος ὃὲ ἐν τούτῳ καὶ Τιβέριος τάδε ἔπραξαν. 
Ῥαιτοὶ οἰκοῦντες μεταξὺ τοῦ τὸ Νωρίκου καὶ τῆς Γα- 
λατίας, πρὸς ταῖς 'άλπεσι ταῖς πρὸς τῇ Ἰταλίᾳ ταῖς 
Τριδεντέναις, τῆς τε Γαλατίας τῆς προσόρου σφέσι 
πολλὰ κατέτρεχον καὶ ἐκ τῆς Ἰταλίας ἁρπαγὰς ἐποι- 
οὔὖντο, τούς τε ὁδῷ τῶν Ῥωμαίων ἢ καὶ τῶν συμμά- 
χῶν αὐτῶν διὰ τῆς σφετέρας γῆς χρωμένους ἐλυμαί- 
ζνοντο. καὶ ταῦτα μὲν καὶ συνήϑη πῶς τοῖς οὐκ 
ἐνσπόνδοις ποιεῖν ἐδόκουν, πᾶν δὲ δὴ τὸ ἄρρεν τῶν 
ἁλισκομένων. οὐχ ὅτι τὸ φαινόμενον ἀλλὰ καὶ τὸ ἐν 
ταῖς γαστράσιν ἔτι τῶν γυναικῶν ὃν μαντείαις τισὶν 
8 ἀνευρίσκοντες, ἔφϑειρον. δι᾽ οὖν ταῦτα ὁ Αὔγου- 
στος πρῶτον μὲν τὸν ΖΙροῦσον ἐπ᾽ αὐτοὺς ἔπεμψε" 
καὶ ὃς τοὺς προαπαντήσαντάς οἱ αὐτῶν περὶ τὰ Τρι- 


Ὁ 


5 


ἃ. ἃ, 739, μι. ΘΟΛΕΒΑᾺ ΟΥΤΑΥΙΑΝΙΒ, 157 


δεντῖνα ὄρη διὰ ταχέων ἐτρέψατο, ὥστε καὶ τιμὰς 
στρατηγικὰς ἐπὶ τούτῳ λαβεῖν. ἔπειτα δὲ ἐπειδὴ τῆς 
μὲν Ἰταλίας ἀπεκρούσϑησαν, τῇ δὲ δὴ Γαλατίᾳ καὶ 
ὥς ἐνέκειντο, τὸν Τιβέριον προσαπέστειλεν. ἐσβα- 
λόντες οὖν ἐς τὴν χώραν πολλαχόϑεν ἅ αμαὰ ἀμφότεροι, 
αὐτοί τε καὶ διὰ τῶν ὑποστρατήγων, καὶ ὃ γε Τιβέ- 
φίος καὶ διὰ τῆς λέμνης πλοίοις κομισϑείς, ἀπό τε 
τούτου κατέπληξαν αὐτοὺς ὡς ἑκάστοις σφίσι συμ- 
μιγνύντες, τούς τε ἀεὶ ἐς χεῖρας ἀφικνουμένους οὐ 
χαλεπῶς, ἅτε διεσπασμέναις ταῖς δυνάμεσι χρωμέ- 
νους, κατειργάσαντο, καὶ τοὺς λοιποὺς ἀσϑενεστέ- 
ρους τε ἐκ τούτου καὶ ἀϑυμοτέρους γενομένους εἷλον. 
ἐπειδή τε ἐπολυάνδρουν καὶ ἐδόκουν τι νεωτεριεῖν, 
τό τε κράτιστον καὶ τὸ πλεῖστον τῆς ἡλικίας αὐτῶν 
ἐξήγαγον. καταλιπόντες τοσούτους ὅσοι τὴν μὲν χώ- 
ραν οἰκεῖν ἱκανοί, νεοχμῶσαι δέ τι ἀδύνατοι ἤσαν. 
κἀν τῷ αὐτῷ τούτῳ ἔτει Οὐήδιος Πολλίων ἀπέ- 
ϑανεν, ἀνὴρ ἄλλως μὲν οὐδὲν μνήμης ἄξιον παρα- 
σχόμενος. καὶ γὰρ ἐξ ἀπελευϑέρων ἐγεγόνει καὶ ἐν 
τοῖς ἱππεῦσιν ἐξητάξετο καὶ λαμπρὸν οὐδὲν εἰργά- 
σατο, ἐπὶ δὲ δὴ τῷ πλούτῳ τῇ τε ὠμότητι ὀνομαστό- 
τατος γενόμενος, ὥστε καὶ ἐς ἱστορίας λόγον ἐσελϑεῖν. 
οὗτος γὰρ τὰ μὲν ἄλλα ὅσα ἔπραττε, δι᾿ ὄχλου ἂν 
λεγόμενα γένοιτο, μυραίνας δὲ δεδιδαγμένας ἀνθρώ- 
πους ἐσϑίειν ἐν δεξαμεναῖς τρέφων τοὺς δούλους 
αὐταῖς οὺς ἐθανάτου παρέβαλλε. καί ποτε τὸν 4- 


γουστον ἑστιῶν, εἶτ᾽ ἐπειδὴ ὁ οἰνοχόος κύλικα κρυ-᾿ 


σταλλένην κατέαξεν. ἐς τὰς μυραίνας αὐτόν, μηδὲ 
τὸν δαιτυμόνα αἰδεσϑείς, ἐμβληϑῆναι προσέταξεν. 
ὁ οὖν Αὔγουστος, προσπεσόντος οἱ τοῦ παιδὸς καὶ 
ἱκετεύσαντος αὐτόν, τὰ μὲν πρῶτα πείϑειν τὸν Πολ- 
λίωνα ἐπειρᾶτο μηδὲν τοιοῦτον δρᾶσαι, ὡς δ᾽ οὐχ 


ΓΟ 


ὧι 


ἐῷ 


8ϑ 


ὰ 


οι 


Φὺ 


“3 


ὡρ 


138 .}}Υ̓́ῴἉὉ. ΘΑΕΒΑᾺΝ ΟΟΤΑΥΙΑΝΌΞΒ. ἃ. ἃ. 739, 


ὑπήκουσεν αὐτῷ, “φέρε᾽ ἔφη ᾿Ἡ ἱπᾶντα τἄλλα ἐκπώ- 
ματα, ὅσα ποτὲ τοιουτότροπα ἢ καὶ ἕ ἕτερά τινα ἔντιμα 
κέχτησαι, ἵνα αὐτοῖς χρήσωμαι. καὶ αὐτὰ κομι- 
σϑέντα συντριβῆναι ἐκέλευσεν. ἰδὼν δὲ τοῦτ᾽ ἐκεῖ- 
νος ἄλλως μὲν ἤσχαλλεν, οὔτε δὲ τοῦ ἑνὸς ἔτι ποτη- 
ρίου πρὸς τὸ πλῆϑος τῶν ἄλλων τῶν ἀπολωλότων 
ὀργὴν ἔχων, οὔτ᾽ αὖ τὸν διάκονον ὧν γε καὶ ὁ 4Ὁ- 
γουστος ἐπεποιήκει τιμωρήσασϑαι δυνάμενος, ἡσυ- 
χίαν καὶ ἄκων ἤγαγε. τοιοῦτος οὖν δή τις ὁ Πολλίων 
ὧν ἐτελεύτησεν ἄλλοις τε πολλοῖς πολλὰ καὶ τῷ 40- 
γούστῳ τοῦ τε κλήρου συχνὸν μέρος καὶ τὸν Παυ- 
σίλυπον, τὸ χωρίον τὸ μεταξὺ τῆς τε Νέας πόλεως 
καὶ τῶν Πουτεόλων ῦν, καταλιπών, τῷ τε δήμῳ 
περικαλλὲς ἔργον οἰκοδομηϑῆναι κελεύσας. ὁ οὖν 
Αὔγουστος τὴν οἰκίαν αὐτοῦ ἐς ἔδαφος προφάσει 
τῆς ἐκείνου κατασκευῆς, ὅπως μηδὲν μνημόσυνον 
ἐν τῇ πόλει ἔχῃ. καταβαλὼν περίστῳον ὠκοδομή- 
σατο, καὶ οὐ τὸ ὄνομα τὸ τοῦ Πολλέωνος ἀλλὰ τὸ τῆς 
“ιουέας ἐπέγραψε. 

τοῦτο μὲν οὖν ὕστερον ἐποίησε, τότε δὲ πόλεις 
ἔν τε τῇ Γαλατίᾳ καὶ ἐν τῇ Ἰβηρίᾳ συχνὰς ἀπώκισε, 
καὶ Κυξικηνοῖς τὴν ἐλευθερίαν ἀπέδωκε, Παφίοις 
τε σεισμῷ πονήσασι καὶ χρήματα ἐχαρίσατο καὶ τὴν 
πόλιν Αὔγουσταν καλεῖν κατὰ δόγμα ἐπέτρεψε. ταῦτα 
δὲ ἔγραψα οὐχ ὅτι καὶ ἄλλαις πόλεσι πολλαῖς καὶ 
πρότερον καὶ μετὰ τοῦτο καὶ αὐτὸς ὁ Αὔγουστος ἐφ᾽ 
ὁμοίαις συμφοραῖς καὶ οἵ βουλευταὶ ἐπεκούρησαν, 
ὧν εἴ τις ἁπάντων μνημονεύοι, ἀπέραντον ἂν τὸ 
ἔργον τῆς συγγραφῆς γένοιτο᾽ ἀλλ᾽ ὅτι καὶ τὰς ἐπω- 
νυμίας ταῖς πόλεσιν ἡ γερουσία ἐν μέρει τιμῆς ἔνεμε, 
καὶ οὐχ ὥσπερ νῦν αὐτοὶ ἑαυτοῖς ἕκαστοι καταλόγους 
ὀνομάτων οὗς ἂν ἐθελήσωσιν ὡς πλήϑει ποιοῦνται. 


ἃ. ἃ. 146. [μω11Ρ. ΘΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝυ. λ139 


τῷ δ᾽ ἐπιγιγνομένῳ ἔτει Μάρκος μὲν Κράσσος: " 
καὶ Γναῖος Κορνήλιος “ὑπάτευσαν. οἵ δ᾽ ἀγορανόμοι 5 12 
οἵ κουρούλιοι ἀπειπόντες τὴν ἀρχὴν ὅτι ἐξαισίων 
σφίσι τῶν ὀρνίϑων γενομένων ἤρηντο, αὖϑις αὐτὴν 
ἔξω τῶν πατρίων ἐν ἑτέρα ἐκκλησίᾳ ἀνέλαβον. ἥ τε : 
στοὰ ἡ Παύλειος ἐκαύϑη, καὶ τὸ πῦρ ἀπ᾽ αὐτῆς πρὸς 
τὸ Ἑστιαῖον ἀφίκετο, ὥστε καὶ τὰ ἱερὰ ἔς τὲ τὸ πα- 
λάτιον ὑπὸ τῶν ἄλλων ἀειπαρϑένων, ἡ ἡ γὰρ πρεσβεύ- 
ουσα «αὐτῶν ἐτετύφλωτο, ἀνακομισϑῆναι καὶ ἐς τὴν 
τοῦ ἱερέως τοῦ Διὸς οἰκέαν τεϑῆναι. ἡ μὲν οὗν 3 
στοὰ μετὰ τοῦτο ὀνόματι μὲν ὑπ᾽ νλαῖδεν, ἐς ὃν τὸ 
τοῦ ποιήσαντός ποτε αὐτὴν γένος ἐληλύϑει, τῷ δὲ 
ἔργῳ ὑπό τε τοῦ Αὐγούστου καὶ ὑπὸ τῶν τοῦ Παύ- 
λου φίλων ἀνῳκχοδομήϑη᾽ τότε δὲ οἵ τε Παννόνιοι 
νεωτερίσαντες αὖϑις ἐχειρώϑησαν, καὶ αἵ ᾿Ἵλπεις αἵ 
παραϑαλασσέδιοι ὑπὸ Αιγύων τῶν κομητῶν καλου- 
μένων ἐλευϑέρως ἔτι καὶ τότε νεμόμεναι ἐδουλώϑη- 
σαν. τά τε ἐν τῷ Βοσπόρῳ τῷ Κιμμερίῳ νεοχμώ- 
σαντα κατέστη. Σκριβώνιος γάρ τις τοῦ τὲ Μιϑρι- 
δάτου ἔγγονος εἶναι καὶ παρὰ τοῦ Αὐγούστου τὴν 
βασιλείαν. ἐπειδήπερ ὁ" σανδρος ἐτεϑνήκει. εἰλη- 
φέναι λέγων, τὴν γυναῖκα αὐτοῦ Δύναμίν τε καλου- 
μένην καὶ τὴν ἀρχὴν παρὰ τοῦ ἀνδρὸς ἐπιτετραμ- 
μένην, ἢ τοῦ τε Φαρνάκου. ϑυγάτηρ καὶ τοῦ “Μιϑρι- 
δάτου ἔγγονος ἀληϑῶς ἦν, ἠγάγετο, καὶ τὸν Βόσπορον 
διὰ χειρὸς ἐποιεῖτο. πυϑόμενος οὖν ταῦτα ὁ ᾿Δγρίπ- 
πας τὸν Πολέμωνα ἐπ᾽ αὐτόν, τὸν τοῦ Πόντου τοῦ 
πρὸς τῇ Καππαδοκίᾳ ὄντος βασιλεύοντα, ἔπεμψε" 
καὶ ὃς Σκριβώνιον μὲν οὐκέτι περιόντα κατέλαβε, 
μαϑόντες γὰρ οἵ Βοσπόριοι τὴν ἐπιβολὴν αὐτοῦ προ- 
ἀπέκτειναν αὐτόν, ἀντιστάντων δέ οἱ ἐκείνων δέει 
τοῦ μὴ βασιλεύεσϑαι αὐτῷ δοϑῆναι, ἐς χεῖράς σφισιν 


νἕ 


σι 


140 ι.ν. ΘΟΑΕΒΑᾺΚ ΟΟΤΑΥΙΑΝΌΒ, 4... 740. 741. 


ὁ ἦλϑε. καὶ ἐνίκησε μέν, οὐ μὴν καὶ παρεστήσατό 
σφας πρὶν τὸν ᾿Δγρίππαν ἐς Σινώπην ἐλθεῖν ὡς καὶ 
ἐπ᾽ αὐτοὺς στρατεύσοντα. οὕτω δὲ τάτε ὅπλα κατέ- 
ϑέντο καὶ τῷ Πολέμωνι παρεδόϑησαν᾽ ἤ τὸ γυνὴ 
ἡ Δύναμις συνῴκησεν αὐτῷ, τοῦ “ὐγούστου δῆλον 

1 ὅτι ταῦτα δικαιώσαντος. καὶ ἐπ᾽ αὐτοῖς ϑυσίαι μὲν 
τῷ τοὺ ᾿Δγρίππου ὀνόματι ἐγένοντο, οὐ μέντοι καὶ 
τὰ ἐπινίκια καίτοι ψηφισϑέντα αὐτῷ ἐπέμῳφϑη᾽ οὔτε 
γὰρ ἔγραψεν ἀρχὴν ἐς τὸ συνέδριον ὑπὲρ τῶν πραχ- 
ϑέντων οὐδέν, ἀφ᾽ οὗ δὴ καὶ οἵ μετὰ ταῦτα, νόμῳ 
τινὶ τῷ ἐκείνου- τρόπῳ χρώμενοι, οὐδ᾽ αὐτοί τι τῷ 
κοινῷ ἔτ᾽ ἐπέστελλον, οὔτε τὴν πέμψιν τῶν νικητη- 

8 ρέων ἐδέξατο᾽ καὶ διὰ τοῦτο οὐδ᾽ ἄλλῳ τινὶ ἔτι τῶν 
ὁμοίων αὐτῷ, ὥς γε καὶ ἐγὼ κρένω, ποιῆσαι τοῦτο 
ἐδόϑη, ἀλλὰ μόναις ταῖς ἐπινικίοις τιμαῖς ἐγαυροῦντο. β 

20 ὁ δ᾽ οὖν Αὔγουστος ἐπειδὴ πάντα τά τὲ ἐν ταῖς 
Γαλατίαις καὶ τὰ ἐν ταῖς Γερμανίαις ταῖς τ᾽ Ἰβηρίαις, 
πολλὰ μὲν ἀναλώσας ὡς ἕκάστοις, πολλὰ δὲ καὶ παρ᾽ 
ἑτέρων λαβών, τήν τε ἐλευϑερίαν καὶ τὴν πολιτείαν 
τοῖς μὲν δοὺς τοὺς δ᾽ ἀφελόμενος, διῳκήσατο, τὸν 
μὲν “Ζροῦσον ἐν τῇ Γερμανίᾳ κατέλιπεν, αὐτὸς δὲ 

741 ἐς τὴν Ῥώμην ἐπί τε τοὺ Τιβερίου καὶ ἐπὶ Κυιντι- 

2 λίου Οὐάρου ὑπάτων. ἀνεκομίσϑη. καὶ ἔτυχε γὰρ 
ἡ ἀγγελία τῆς ἀφίξεως αὐτοῦ ἐν ἐκείναις ταῖς ἡμέ- 
ραις ἐς τὸ ἄστυ ἐλθοῦσα ἐν αἷς Κορνήλιος Βάλβος 
τὸ ϑέατρον τὸ καὶ νῦν ἐπ᾽ αὐτοῦ καλούμενον καϑιε- 
ρώσας ϑέας ἐπετέλει, ἐπί τε τούτῳ ὡς καὶ αὐτὸς τὸν 
Αὔγουστον ἐπανάξων ἐσεμνύνετο, καίτοι ὑπὸ τοῦ 
πλήϑους τοῦ ὕδατος, ὅπερ ὁ Τίβερις πλεονάσας ἐπε- 
ποιήκει, μηδὲ ἐσελθεῖν ἐς τὸ ϑέατρον εἰ μὴ πλοίῳ 
δυνηϑείς, καὶ ὁ Τιβέριος πρῶτον αὐτὸν ἐπὶ τῇ τοῦ 

8 ϑεάτρου τιμῇ ἐπεψήφισεν. ἥ τὸ γὰρ βουλὴ ἠϑροί- 


8ἃ.., 74]. μιν. ΘΟΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΒ. 141 


σϑη, καὶ ἔδοξέ σφισιν ἄλλα τὸ καὶ βωμὸν ἐν αὐτῷ 
τῷ βουλευτηρίῳ ὑπὲρ τῆς τοῦ Αὐγούστου ἐπανόδου 
ποιήσασϑαι, τοῖς τε ἱκετεύσασιν αὐτὸν ἐντὸς τοῦ 
πωμηρίου ὄντα ἄδειαν εἶναι. οὐ μέντοι καὶ ἐδέξατο 
οὐδέτερον, ἀλλὰ καὶ τὴν ἀπάντησιν τοῦ δήμου καὶ 
τότε ἐξέστη νυκτὸς γὰρ ἐς τὴν πόλιν ἐσεκομίσϑη, 
ὅπερ που καὶ ἀεὶ ὡς εἰπεῖν, εἴτε ἐς τὰ προάστεια 


εἴτε καὶ ἄλλοσέ ποι ἐκδημοίη, καὶ ἀφορμώμενος καὶ 


ἐπανιὼν ὁμοίως ἐποίει. ἵνα μηδενὶ αὐτῶν ὀχληρὸς 
εἴη. τῇ δ᾽ ὑστεραίᾳ ἔν τὲ τῷ παλατίῳ τὸν δῆμον 
ἠσπάσατο, καὶ ἐς τὸ Καπιτώλιον ἀνελθὼν τήν τε 
δάφνην ἀπὸ τῶν ῥάβδων περιεῖλε καὶ ἐς τὰ τοῦ 
Διὸς γόνατα κατέθετο, τῷ τὸ δήμῳ προῖκα τά τε 
λουτρὰ καὶ τοὺς κουρέας τὴν ἡμέραν ἐκείνην πα- 
ρέσχε. συναγαγὼν δὲ ἐκ τούτου τὸ βουλευτήριον 
αὐτὸς μὲν οὐδὲν εἶπεν ὑπὸ βράγχου, τὸ δὲ δὴ βιβλίον 
τῷ ταμία ἀναγνῶναι δοὺς τά τε πεπραγμένα οἵ κα- 
τηριϑμήσατο, καὶ διέταξε τά τε ἔτη ὅσα οἵ πολῖται 
στρατεύσοιντο, καὶ τὰ χρήματα ὅσα παυσάμενοι τῆς 
στρατείας. ἀντὶ τῆς χώρας ἣν ἀεί ποτε ἤἥτουν, λή- 
ψοιντο, ὅπως ἐπὶ ῥητοῖς ἐκεῖϑεν ἤδη καταλεγόμενοι 
μηδὲν τούτων γε ἕνεκα νεωτερίξωσιν. ἦν δὲ ὅ τε 
ἀριϑμὸς τῶν ἐτῶν τοῖς μὲν δορυφόροις δώδεκα, τοῖς 
δ᾽ ἄλλοις ἑκκαίδεκα, καὶ τὸ ἀργύριον τοῖς μὲν ἔλατ- 
τον, τοῖς δὲ πλεῖον. ταῦτα δὲ ἐκείνοις μὲν οὔϑ᾽ 
ἡδονὴν οὔτ᾽ ὀργὴν ἔν γε τῷ τότε παρόντι ἐνεποίησε 
διὰ τὸ μήτε πάντων ὧν ἐπεϑύμουν τυχεῖν μήτε 
πάντων διαμαρτεῖν, τοῖς δὲ δὴ ἄλλοις ἀγαϑὰς ἐλπί- 
δας τοῦ μηκέτι τῶν κτημάτων ἀφαιρεϑήσεσϑαι. 
μετὰ δὲ δὴ ταῦτα τό τε ϑέατρον τὸ τοῦ Μαρ- 
κέλλου καλούμενον καϑιέρωσε, χἀν τῇ πανηγύρει 
τῇ διὰ τοῦτο γενομένῃ τήν τε Τροίαν οἱ παῖδες οἵ 


ὧν 


ι 


[-.} 


20 


ἐφ 


Φ 


ΠΝ 


σι 


5 


-ω: 


142 Χ,ω 1. ΟΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΡ, ἃ... 74], 


εὐπατρίδαι οἵ τε ἄλλοι καὶ ὁ ἔγγονος αὐτοῦ ὁ Γάιος 
ἵππευσαν, καὶ ϑηρία ΔΜιβυκὰ ἑξακόσια ἀπεσφάγη᾽ 
τά τε γενέϑλια τοῦ Αὐγούστου ὁ Ἴουλος ὁ τοῦ ᾽4ν- 
τωνέου παῖς στρατηγῶν καὶ ἱπποδρομία καὶ σφαγαῖς 
ϑηρέων ἑξώρτασε, καὶ ἐν τῷ Καπιτωλίῳ καὶ ἐκεῖνον 
καὶ τὴν βουλὴν κατὰ δόγμα αὐτῆς εἵστέασεν. 

ἐκ δὲ τούτου ἐξέτασις αὖϑις τῶν βουλευτῶν 
ἐγένετο. ἐπειδὴ γὰρ τὸ μὲν πρῶτον δέκα μυριά- 
δῶν τὸ τίμημα αὐτοῖς ὥριστο διὰ τὸ συχνοὺς τῶν 
πατρῴων ὑπὸ τῶν πολέμων ἐστερῆσϑαι, προϊόντος 
δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων περιουσίας κτω- 
μένων ἐς πέντε καὶ εἴκοσι προήχϑη, οὐκέτ᾽ οὐδεὶς 
ἐθελοντὶ βουλεύσων ηὐρίσκετο, ἀλλὰ καὶ παῖδες εἰσὶν 
οὗ καὶ ἔγγονοι βουλευτῶν, οἱ μὲν ὡς ἀληϑῶς πενό- 
μένοι, οἱ δὲ καὶ ἐκ συμφορῶν προγονικῶν τεταπει- 
νωμένοι, οὐχ ὅσον οὐκ ἀντεποιοῦντο τοῦ βουλευτι- 
κοῦ ἀξιώματος, ἀλλὰ καὶ προσκατειλεγμένοι ἤδη 
ἐξώμνυντο. καὶ διὰ τοῦτο πρότερον μέν, ἀποδημοῦν- 
τος ἔτι τοῦ Αὐγούστου. δόγμα ἐγένετο τοὺς εἴκοσι 
καλουμένους ἄνδρας ἐκ τῶν ἱππέων ἀποδείκνυσϑαι" 
ὅϑεν οὐκέτ᾽ οὐδεὶς αὐτῶν ἐς τὸ βουλευτήριον ἐσε- 
γράφη, μὴ καὶ ἑτέραν τινὰ ἀρχὴν τῶν ἐς αὐτὸ ἐσάγειν 
δυναμένων λαβών. οἱ δὲ δὴ εἴκοσιν οὗτοι ἄνδρες 
ἐκ τῶν ἕξ καὶ εἴκοσίν εἰσιν. οἵ τὲ τρεῖς οἵ τὰς τοῦ 
ϑανάτου δίχας προστεταγμένοι, καὶ οἵ ἕτεροι τρεῖς οἵ 
τὸ τοῦ νομίσματος κόμμα μεταχειριξόμενοι, οἵ τε τέσσα- 
ρὲς οἵ τῶν ἐν τῷ ἄστει ὁδῶν ἐπιμελούμενοι, καὶ οἵ δέκα 
οἱ ἐπὶ τῶν δικαστηρίων τῶν ἐς τοὺς ἑκατὸν ἄνδρας 
κληρουμένων ἀποδεικνύμενοι" οἱ γὰρ δὴ δύο οἱ τὰς 
ἕξω τοῦ τείχους ὁδοὺς ἐγχειριξόμενοι, οἵ τε τέσσαρες 
οἱ ἐς τὴν Καμπανίαν πεμπόμενοι, κατελέλυντο. τοῦτό 
τε οὖν ἐν τῇ τοῦ Αὐγούστου ἐκδημίᾳ ἐψηφέσϑη, καὶ. 


8... 741, μι. Υ, ΟΑΛΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΚ. 148 


ἵν᾽ ἐπειδὴ μηδεὶς ἔτι ῥαδίως τὴν δημαρχίαν ἥτει, 
κλήρῳ τινὲς ἐκ τῶν τεταμιευκότων καὶ μήπω τεσσα- 
ράκοντα ἔτη γεγονότων καϑιστῶνται. τότε δὲ αὐτὸς 8 
πάντας αὐτοὺς ἐξήτασε, καὶ τὰ μὲν τῶν ὑπὲρ πέντε 
καὶ τριάκοντα ἔτη γεγονότων οὐκ ἐπολυπραγμόνησε, 
τοὺς δὲ ἐντός τε τὴς ἡλικίας ταύτης ὄντας καὶ τὸ 
τίμημα ἔχοντας βουλεῦσαι κατηνάγκασε. χωρὶς ἢ εἴ 
τις ἀνάπηρος ἦν. καὶ τὰ μὲν σώματα καὶ αὐτός ποῦ 9 
αὐτῶν ἑώρα, περὶ δὲ δὴ τῶν οὐσιῶν ὅρκοις ἐπιστοῦτο 
αὐτῶν τὸ ἐκείνων καὶ ἑτέρων συνομνύντων σφίσι 
καὶ λογισμὸν τῆς τε ἀπορίας ἅμα καὶ τοῦ βίου δι- 
δόντων. 

καὶ οὐκ ἐν μὲν τοῖς κοινοῖς τοιοῦτος ἦν, τῶν δ᾽ 21 
ἐδιωτῶν παρημέλει, ἀλλὰ καὶ τῷ Τιβερίῳ ἐπετέμησεν 
ὅτι τὸν Γάιον ἐν τῇ πανηγύρει τῇ εὐκταίᾳ, ἣν ἐπὶ 
τῇ ἐπανόδῳ αὐτοῦ διετίϑει, παρεκαϑίέσατο; καὶ τῷ 
δήμῳ ὅτι καὶ κρότοις καὶ ἐπαίνοις αὐτὸν ἐτίμησαν. 
ἐπειδή τε τοῦ “επέδου μεταλλάξαντος ἀρχιέρεως ἀπε- 
δείχϑη καὶ διὰ τοῦϑ᾽ ἡ βουλὴ ψηφίσασϑαι.... αὖὐ- 
τῶν ἠϑέλησεν. οὔτε τι αὐτῶν προσήσεσϑαι ἔφη; καὶ 
ἐγκειμένων οἵ ἐξανέστη τε καὶ ἐξῆλϑεν ἐκ τοῦ συνε- 
δρίου. καὶ οὔτε ἐκεῖνα ἔτ᾽ ἐκυρώϑη οὔτ᾽ οἰκίαν τινὰ 
δημυσίαν ἔλαβεν, ἀλλὰ μέρος τι τῆς ἑαυτοῦ, ὅτι τὸν 
ἀρχιέρεων ἐν κοινῷ πάντως οἰκεῖν ἐχρῆν, ἐδημοσίωσε. 
τὴν μέντοι τοῦ βασιλέως τῶν ἱερῶν ταῖς ἀειπαρϑέ- 
νοις ἔδωκεν, ἐπειδὴ ὁμότοιχος ταῖς οἰκήσεσιν αὐτῶν 
ἦν. Κορνηλίου τε Σισέννον αἰτίαν ἐπὶ τῷ τῆς 
γυναικὸς βίῳ σχόντος, καὶ ἐν τῷ συνεδρίῳ εἰπόντος 
ὅτι καὶ εἰδότος καὶ συμβουλεύσαντός οἱ αὐτοῦ ἡγά- 
γετο αὐτήν, περιοργής τε ἐγένετο καὶ εἶπε μὲν οὐδὲν 
οὐδὲ ἔπραξε δεινόν, ἐκπηδήσας δὲ ἐκ τοῦ βουλευτη- 
ρίου ἔπειτα μετ᾽ ὀλίγον ἐπανῆλϑεν, ἑλόμενος, ὥς γὲ 


ἐϑ 


ὡ» 


ΓΙῸΣ 


144 ..Π|ν. ΘΑΕΒΑᾺΚ ΟΟΤΑΥΙΑΝΙΚ. ἃ. 742, 


καὶ τοῖς φίλοις μετὰ ταῦτα ἔφη, τοῦτο μᾶλλον καί- 
περ οὐκ ὀρϑὼς ἔχον ποιῆσαι ἢ κατὰ χώραν μεένας 
ἀναγκασϑῆναί τι κακὸν δρᾶσαι. 
28 κἂν τούτῳ τὸν ᾿Δγρίππαν ἐκ τῆς Συρίας ἐλϑόντα 
τῇ τὲ δημαρχικῇ ἐξουσίᾳ. αὖϑις ἐς ἄλλα ἔτη πέντε 
ἐμεγάλυνε καὶ ἐς τὴν Παννονίαν πολεμησείουσαν 
ἐξέπεμψε, μεῖξον αὐτῷ τῶν ἕκασταχόϑι ἔξω τῆς Ἶτα- 
2 λίας ἀρχόντων ἰσχῦσαι ἐπιτρέψας. καὶ ὃς τὴν υὲν 
δια στρατείαν καίτοι τοῦ χειμῶνος. ἔν ᾧ ὁ Μάρκος τε 
Οὐαλέριος καὶ Πούπλιος Σουλπίκιος ὑπάτευον, ἐνε- 
στηκότος ἐποιήσατο, ἐκπλαγέντων δὲ τῶν Παννονίων 
πρὸς τὴν ἔφοδον αὐτοῦ καὶ μηδὲν ἔτι νεωτερισάντων 
ὃ ἐπανῆλϑε, καὶ ἐν Καμπανίᾳ γενόμενος ἐνόσησε. πυ- 
ϑόμενος δὲ τοῦτο ὁ Αὔγουστος. ἔτυχε δὲ ἐν τοῖς 
Παναϑηναίοις ὁπλομαχίας ἀγώνας τῷ τῶν παίδων 
ὀνόματι. τιϑείς, ἐξωρμήϑη, καὶ καταλαβὼν αὐτὸν 
τεϑνηκότα ἔς τε τὸ ἄστυ τὸ “σῶμα αὐτοῦ. ἐσεκόμισε 
καὶ ἐν τῇ ἀγορᾷ προέϑηκε, τόν τε λόγον τὸν ἐπ᾽ αὐ- 
τοῦ εἶπε, παραπέτασμά τι πρὸ τοῦ νεκροῦ παρατείνας. 
4 ὅπερ ἐγὼ μὲν οὐκ οἶδα διὰ τί ἐποίησεν. εἴρηται δὲ 
ὅμως τοῖς μὲν ὅτι ἀρχιέρεως ἦν. τοῖς δὲ ὅτι τὰ τῶν 
τιμητῶν ἔπραττεν, οὐκ ὀρϑῶς φρονούσιν᾽ οὔτε γὰρ 
τῷ ἀρχιέρεῳ ἀπείρηται νεκρὸν ὁρᾶν οὔτε τῷ τιμητῇ, 
πλὴν ἂν τὸ τέλος ταῖς ἀπογραφαῖς μέλλῃ ἐπάξειν᾽" 
ἂν γάρ τινα πρὸ τοῦ καϑαρσίου ἴδῃ. ἀνάδαστα τὰ 
ὅ πραχϑέντα αὐτῷ πάντα γίγνεται. τοῦτό τε οὖν οὔ- 
τῶς ἔδρασε, καὶ τὴν ἐκφορὰν αὐτοῦ ἐν τῷ τρόπῳ 
ἐν ᾧ καὶ αὐτὸς μετὰ ταῦτα ἐξηνέχϑη ἐποιήσατο, καὶ 
αὐτὸν καὶ ἐν τῷ ἑαυτοῦ " μνημείῳ ἔϑαψε, καίτοι ἴδιον 
ἐν τῷ ᾿Δφείῳ πεδίῳ λαβόντα. 
29 ᾿ἀγρίππας μὲν οὖν οὕτω μετήλλαξε, τά τε ἄλλα 
ἄριστος τῶν καϑ᾽ ἑαυτὸν ἀνθρώπων διαφανῶς γενό- 


ἃ. ὦ. 742, ιν, ΟΑΕΒΑᾺΚ ΟΟΤΑΥΙΑΝΌΒ, 140 


μενος, καὶ τῇ τοῦ Αὐγούστου φιλίᾳ πρὸς τε τὸ αὐτῷ 
3 ] Α Ἀ " -" ’ ΄ 
ἐκείνῳ καὶ πρὸς τὸ τῷ κοινῷ συμφορώτατον χρησά- 
μενος. Οσον τὲ γὰρ τοὺς ἄλλους ἀρέτῃ κατέκρατει, 
- ΄ ς - - 

τοσοῦτον ἐκείνου ἐθελοντὴς ἡττᾶτο, καὶ πᾶσαν αὐὖὐ- 
τῷ τὴν ἑαυτοῦ καὶ σοφίαν καὶ ἀνδρείαν ἐς τὰ λυσι- 
τελέστατα παρέχων πᾶσαν τὴν παρ᾽ ἐκείνου καὶ 
τιμὴν καὶ δύναμιν ἐς τὸ τοὺς ἄλλους εὐεργετεῖν 
΄ τ - 
ἀνήλισκεν. ἀφ᾽ οὐ δὴ καὶ τὰ μάλιστα οὔτ᾽ αὐτῷ 
- 3 Ἷ " ᾿ »Ἢ ΑΝ » - 

ποτὲ τῷ “νγουστῳ ἐπαχϑῆὴς οὔτε τοῖς αἀλλοις ἐπί- 

2 " ΄ ΄ Ξ 

φϑονος ἐγένετο, ἀλλ᾽ ἐκείνῳ τε τὴν μοναρχίαν ὡς καὶ 
δυναστείας ὄντως ἐπιϑυμητὴς συνέστησε, καὶ τὸν 


δῆμον εὐεργεσίαις ὡς καὶ δημοτικώτατος προσεποιή- 


ὅατο. καὶ τότε νοῦν κήπους τέ σφισι καὶ τὸ βαλα- 
νεῖον τὸ ἐπώνυμον αὐτοῦ κατέλιπεν, ὥστε προῖκα 
αὐτοὺς λοῦσϑαι, χωρία τινὰ ἐς τοῦτο τῷ Αὐγούστῳ 
δούς. καὶ ὃς οὐ μόνον ταῦτ᾽ ἐδημοσίευσεν, ἀλλὰ 
καὶ καϑ᾿ ἑκατὸν δραχμὰς τῷ δήμῳ ὡς καὶ ἐκείνου 
κελεύσαντος διένειμε. τῶν τε γὰρ πλείστων αὐτοῦ 
ἐκληρονόμησεν. ἐν οἷς ἄλλα τε καὶ ἡ Χερρόνησος ἡ 
πρὸς τῷ Ἑλλησπόντῳ, οὐκ οἶδ᾽ ὅπως ἐς τὸν ᾿Δγρίπ- 
παν ἐλθοῦσα᾽ καὶ πάνυ ἐπὶ πολὺ αὐτὸν ἐπόϑησε, 
καὶ διὰ τοῦτο͵ καὶ ἔντιμον παρὰ τῷ δήμῳ ἐποίησε, 
τόν τὲ υἱὸν τὸν τελευτήσαντί οἵ γεννηθέντα ᾿4γρίπ- 
παν προσηγόρευσεν. οὐ μέντοι οὔτε τοῖς ἄλλοις ἐκλι- 
πεῖν τι τῶν πατρίων, καίπερ μηδενὸς τῶν πρώτων 
ἐς τὰς πανηγύρεις ἀπαντῆσαι ἐθέλοντος, ἐπέτρεψε, 
καὶ αὐτὸς τὰς μονομαχίας διετέλεσε᾽ πολλάκις δὲ καὶ 
ἀπόντος αὐτοῦ ἐποιοῦντο. ὀὕτω γοῦν οὐκ ἴδιον τοῦτο 
τὸ πάϑος τῇ τοῦ ᾿Αγρίππου οἰκία ἀλλὰ καὶ κοινὸν 
πᾶσι τοῖς Ῥωμαίοις ἐγένετο, ὥστε καὶ σημεῖα ὅσα 
πρὸ τῶν μεγίστων συμφορῶν συμβαίνειν σφίσιν 
εἴωϑε, καὶ τότε συνενεχϑῆναι. βύαι τε γὰρ τῇ πόλει 
ὍΙΟ ΟΑΒΒ10 8. 111. 10 


--- 


.2 


5 


80 


ἐφ 


ὡς 


-. 


146 1. 110. ΘΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΙΘ,. 8.0. 742, 


συνεφοίτησαν, καὶ κεραυνὸς ἐς τὴν ἐν τῷ ᾿ΔΑλβανῷ 
οἰκίαν, ἐς ἣν οἵ ὕπατοι ἐν ταῖς ἱερουργίαις καταλύ- 
ουσιν, ἐνέσκηψε. τό τὲ ἄστρον ὁ κομήτης ὠνομασ- 
μένος ἐπὶ πολλὰς ἡμέρας ὑπὲρ αὐτοῦ τοὺ ἄστεως 
αἰωρηϑεὶς ἐς λαμπάδας διελύϑη. καὶ πυρὶ ἄλλα τε 
τῆς πόλεως συχνὰ καὶ ἡ τοῦ Ῥωμύλου σκηνὴ ἐκαύ- 
ϑη. κοράκων κρέα ἐς αὐτὴν ἐκ βωμοῦ τινος ἔμπυρα 
ἐμβαλόντων. 

οὕτω μὲν τὰ κατὰ ᾿Δγρίππαν ἐγένετο᾽ μετὰ δὲ 
τοῦτο ὁ “Αὔγουστος ἐπιμελητής τε καὶ ἐπανορϑωτὴς 
τῶν τρόπων ἐς ἕτερα ἔτη πέντε αἰρεϑείς, καὶ γὰρ 
τοῦτο κατὰ προϑεσμίας, ὥσπερ που καὶ τὴν μοναρ- 
χίαν, ἐλάμβανε, ϑυμιᾶν τε τοὺς βουλευτὰς ἐν τῷ 
συνεδρίῳ, ὁσάκις ἂν ἕδρα αὐτῶν ἧ. καὶ τὴν ἄφιξιν 
πρὸς ἑαυτὸν μὴ ποιεῖσϑαι, τὸ μὲν ἵνα ϑεοσεβώσι, τὸ 
δὲ ἵνα ἀπονητὶ συνέωσιν, ἐκέλευσε. τὴν δὲ δημαρχίαν 
ὀλίγων σφόδρα διὰ τὸ τὴν ἰσχύν σφων καταλελύσϑαι 
αἰτούντων, ἐνομοϑέτησεν ἐκ τῶν ἱππέων τῶν μὴ ἔλατ- 
τον πέντε καὶ εἴκοσι μυριάδας κεκτημένων προβάλ- 
λεσϑαι τοὺς ἐν ταῖς ἀρχαῖς ἕνα ἕκαστον, κάκ τούτων 
τὸ πλῆϑος τοὺς ἐνδέοντας αἵρεῖσϑαί σφισιν, εἰ μὲν 
καὶ βουλεύειν μετὰ τοῦτ᾽ ἐθέλοιεν, εἰ. δὲ μή. ἐς τὴν 
ἱππάδα αὖϑις ἐπανιέναι ἐξεῖναι. ἐπειδή τὸ ἡ ᾿Ασία 
τὸ ἔϑνος ἐπικουρίας τινὸς διὰ σεισμοὺς μάλιστα 
ἐδεῖτο, τόν τὲ φόρον αὐτὴς τὸν ἔτειον ἐκ τῶν ἕαυ- 
τοῦ χρημάτων τῷ κοινῷ ἐσήνεγκε, καὶ ἄρχοντα οὗ 
ἐκ τοῦ κλήρου, ἀλλ᾽ οὐχ αἵρετόν, ἐπὶ δύο ἔτη προσέ- 


“ταξε. κακῶς τέ ποτὲ τοῦ ᾿Απουληίου καὶ τοῦ Μαι- 


κήνου ἐν δικαστηρίῳ τινὶ μοιχείας, οὐχ ὅτι τι καὶ 
αὐτοὶ ὑβρίκεσαν ἀλλ᾽ ὅτι τῷ κρινομένῳ σπουδῇ συνήη- 
θοντο, ἀκουόντων ἦλϑέ τε ἐς τὸ δικαστήριον, καὶ ἐν 
τῇ τοῦ στρατηγοῦ ἕδρᾳ καϑιξήσας δεινὸν μὲν οὐδὲν 


8,ἃ, 742, 0 1, ΟΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΕΝ, 147 


ἔπραξεν, ἀνειπὼν δὲ τῷ κατηγύρῳ μήτε τοὺς συγγε- 
νεῖς μήτε τοὺς φίλους αὐτοῦ προπηλακίζειν ἀπέστη. 
καὶ αὐτὸν διά τε ταῦτα καὶ διὰ τὰ ἄλλα ἀνδριᾶσί τε 
ἐκ συντελείας ἐτίμησαν, καὶ τῷ τοῖς τε ἀγύνοις καὶ 
ταῖς ἀνάνδροις καὶ συνϑεᾶσϑαι τοῖς ἄλλοις καὶ συν- 
δειπνεῖν ἐν τοῖς γενεϑλίοις αὐτοῦ δοῦναι οὐ γὰρ 
ἐξὴν οὐδέτερον. 

ὡς δ᾽ οὖν ὁ ᾿Αγρίππας, ὄνπερ που δι᾽ ἀρετὴν 
ἀλλ᾽ οὐ δι΄ ἀνάγκην τινὰ ἠγάπα, ἐτεϑνήκει, καὶ 
συνεργοῦ πρὸς τὰ πράγματα πολὺ τῶν ἄλλων καὶ 
τῇ δυνάμει προφέροντος, ὥστε καὶ ἐν καιρῷ καὶ 
ἄνευ φϑόνου καὶ ἐπιβουλῆς πάντα διάγεσϑαι, ἐδεῖτο, 
τὸν Τιβέριον καὶ ἄκων προσείλετο᾽ οἵ γὰρ ἔγγονοι 
αὐτοῦ ἐν παισὶν ἔτι καὶ τότε ἦσαν. καὶ προαποσπά- 
σας καὶ ἐκείνου τὴν γυναῖκα, καίτοι τοῦ τε ᾿4γρίπ- 
που ϑυγατέρα ἐξ ἄλλης τινὸς γαμετῆς οὖσαν, καὶ 
τέκνον τὸ μὲν ἤδη τρέφουσαν, τὸ δὲ ἐν γαστρὶ ἔχου- 
σαν, τήν τε Ἰουλίαν οἱ ἠγγύησε καὶ ἐπὶ τοὺς Παν- 
νονίους αὐτὸν ἐξέπεμψε᾽ τέως μὲν γὰρ τὸν ᾿4γρίπ- 
παν φοβηϑέντες ἡσύχασαν. τότε δὲ τελευτήσαντος 
αὐτοῦ ἐπανέστησαν. καί σφας ὁ Τιβέριος, πολλὰ 
μὲν τῆς χώρας πορϑήσας, πολλὰ δὲ καὶ τοὺς ἀνθρώ- 
πους κακώσας. ἐχειρώσατο, τοῖς Σκορδίσκοις, ὁμό- 
ροις τε αὐτῶν καὶ ὁμοσκεύοις οὖσι, συμμάχοις ὅτι 
μάλιστα χρησάμενος. καὶ τά τὲ ὅπλα σφῶν ἀφείλετο, 
καὶ τῆς ἡλικίας τὸ πλεῖον ἐπ᾽ ἐξαγωγῇ ἀπέδοτο. καὶ 
αὐτῷ διὰ ταῦτα ἡ μὲν βουλὴ τά γε ἐπινίκια ἐψηφέ- 
σατο, ὁ δ᾽ Αὔγουστος ταῦτα μὲν οὐκ ἐπέτρεψεν ἔἕορ- 
τάσαι, τὰς δὲ τιμὰς τὰς ἐπινικίους ἀντέδωκε. 

τὸ δ᾽ αὐτὸ τοῦτο καὶ τῷ Ζρούσῳ συνέβη. τῶν 
τε γὰρ Συγάμβρων καὶ τῶν συμμάχων αὐτῶν διά 
τε τὴν τοῦ Αὐγούστου ἀπουσίαν καὶ διὰ τὸ τοὺς 

10" 


σι 


91 


ὲϑ 


.» 


82 


ἐφ 


Φὡ- 


8. π, 


148 μιῴμν. ΘΑΕΒΑΚ ΟΟΤΑΥΙΑΝΌΒ. ἃ. ἃ. 142. 743, 


Γαλάτας μὴ ἐϑελοδουλεῖν πολεμωϑέντων σφίσι. τό 
τε ὑπήκοον προκατέλαβε, τοὺς πρώτους αὐτοῦ, προ- 
φάσει τῆς ἑορτῆς ἣν καὶ νῦν περὶ τὸν τοῦ Αὐγού- 
στου βωμὸν ἐν Πουγδούνῳ τελοῦσι, μεταπεμψάμενος, 
καὶ τοὺς Κελτοὺς τηρήσας τὸν Ῥῆνον διαβαίνοντας 
ἀνέχοψε. καὶ μετὰ τυῦτο ἔς τε τὴν τῶν Οὐσιπετῶν 
κατὰ αὐτὴν τὴν τῶν Βαταούων νῆσον διέβη. καὶ ἐπὶ 
τὴν Συγαμβρίδα ἐκεῖϑεν ἐπιπαρελθὼν συχνὰ ἐπόρ- 
ϑησεν. ἔς τε τὸν ὠκεανὸν διὰ τοῦ Ῥήνου καταπλεύ- 
σας τούς τε Φρισίους ὠκειώσατο, καὶ ἐς τὴν Χαυ- 
κίδα διὰ τῆς λίμνης ἐμβαλὼν ἐκινδύνευσε, τῶν 
πλοίων ὑπὸ τῆς τοῦ ὠκεανοῦ παλιρροίας ἐπὶ τοῦ 
ξηροῦ γενομένων. καὶ τότε μὲν ὑπὸ τῶν Φρισίων 
πεξῇ συνεστρατευκότων αὐτῷ σωϑεὶς ἀνεχώρησε, χει- 
μὼν γὰρ ἦν. καὶ ἐς τὴν Ῥώμην ἐλθὼν ἀγορανόμος 


749 ἐπί τε Κυίντου Αἰλίου καὶ ἐπὶ Παύλου Φαβίου 


99 


[] 


ὡ 


ὑπάτων, καίπερ τὰς στρατηγικὰς τιμὰς ἔχων, ἀπε- 
δείχϑη᾽" ἅμα δὲ τῷ ἦρι πρὸς τὸν πόλεμον αὖϑις ὧρ- 
μησε, καὶ τὸν τε Ῥῆνον ἐπεραιώϑη καὶ τοὺς Οὐσι- 
πέτας κατεστρέψατο, τὸν τὲ Μουπίαν ἔξευξε καὶ ἐς 
τὴν τῶν Συγάμβρων ἐνέβαλε, καὶ δι᾿ αὐτὴς καὶ ἐς 
τὴν Χερουσκίδα προεχώρησε μέχρι τοῦ Οὐισούργου. 
ἠδυνήϑη ὃὲ τοῦτο ποιῆσαι, ὅτι οἵ Σύγαμβροι τοὺς 
Χάττους, μόνους τῶν προσοίκων μὴ ἐθελήσαντάς 
σφισι συμμαχῆσαι, ἐν ὀργῇ σχόντες πανδημὶ ἐπ᾽ αὖ- 
τοὺς ἐξεστράτευσαν, κἀν τῷ καιρῷ τούτῳ ἔλαϑε τὴν 
χώραν αὐτῶν διεξελϑῶν. καὶ διέβη ἂν καὶ τὸν 
Οὐίσουρφγον, εἰ μὴ τῶν τε ἐπιτηδείων ἐσπάνισε καὶ 
ὁ χειμὼν ἐνέστη καί τι καὶ σμῆνος ἐν τῷ στρατοπέ- 
δῳ αὐτοῦ ὥφϑη. οὔτ᾽ οὖν περαιτέρω διὰ ταῦτα 
προεχώρησε, καὶ ἐς τὴν φιλίαν ἀνακομιξόμενος δει- 
νῶς ἐκινδυνευάεν᾽ οἷ γὰρ πολέμιοι ἄλλως τε ἐνέδραις 


ἃ. 749, 1. Πἰν. ΘΟΑΕΒΑᾺΒ ΟΥΤΑΥΙΑΝΙΝ, 149 


γἊν , » , ᾿ Ἢ 
αὑτὸν ἐκακῶσαν,. καί ποτὲ ἐς στενὸν καὶ κοῖλον χω- 
’ ’ μ 
φίον κατακλείσαντες ὀλίγου διέφϑειραν, καν πασσυδὶ 
ἂν ἀπώλεσαν, εἰ μὴ καταφρονήσαντές σφῶν ὡς καὶ 
ἑαλωκότων καὶ μιᾶς ἐπικοπῆς ὄντων ὁμόσε αὐτοῖς 
ἀσύντακτοι ἐχώρησαν. νικηϑέντες γὰρ ἐκ τούτου 
,Ἶ ,.ὴλ ὃ ᾳ ’ " ᾿ , , 
ουκέϑ' ομοίως ἐϑρασυνοντο. αλλὰ πορρῶϑεν μὲν 
σφας παρελύπουν, ἐγγὺς δὲ οὐ προσήεσαν, ὥστε τὸν 
" [2 - ΡΞ ξ 
ΖΙροῦδον ἀντικαταφρονήσαντα αὐτῶν ἐκεῖ τε ἢ ὃ τε 


“ουπίας καὶ ὁ Ἐλίσων συμμίψνυνται φρούριόν τί 


σφισιν ἐπιτειχίσαι, καὶ ἕτερον ἐν Χάττοις παρ᾽ αὐτῷ 
τῷ Ῥήνω. διὰ μὲν οὖν ταῦτα τάς τε ἐπινικίους τι- 
μὰς καὶ τὸ ἐπὶ κέλητος ἐς τὸ ἄστυ ἐσελάσαι. τῇ τε 
τοῦ ἀνϑυπάτου ἐξουσίᾳ. ἐπειδὰν διαστρατηγήσῃ, 
χρήσασθαι ἔλαβε. τὸ γὰρ ὄνομα τὸ τοῦ αὐτοκχρά- 
τορος ἐπεφημίσϑη μὲν ὑπὸ τῶν στρατιωτῶν καὶ ἐκεί- 
νῷ τότε καὶ τῷ Τιβερίῳ πρύτερον, οὐ μέντοι παρὰ 
τοῦ “ὐγούστου ἐδόϑη, καίπερ αὐτοῦ ἀπ᾽ ἀμφοτέρων 
τῶν ἔργων τὸν ἀριϑμὸν τῆς ἐπικλήσεως αὐξήσαντος. 

ἐν ᾧ δ᾽ οὖν ὁ “φοῦσος ταῦτ᾽ ἔπραττεν, ἤ τὲ 
πανήγυρις ἡ τῇ στρατηγία αὐτοῦ προσήκουσα πολυ- 
τελεστάτη ἐποιήϑη. καὶ τὰ γενέϑλια τὰ τοῦ “0ὑγού- 
στου καὶ ἐν τῷ ἱπποδρόμῳ καὶ ἐν τῇ ἄλλῃ πόλει 
πολλαχόϑι ϑηρίων σφαγαῖς ἐτιμήϑη. καὶ τοῦτο μέν, 
καίτοι μὴ ψηφισϑέν, ἐν πᾶσιν ὡς εἰπεῖν τοῖς ἔτεσι 
πρύς τινος τῶν ἀεὶ στρατηγούντων ἐγίγνετο᾽ τὰ δὲ 
δὴ “ὐγουστάλια, ἃ καὶ νῦν ἄγεται. τότε πρῶτον ἐκ 
δόγματος ἐτελέσθη. ὃ τε Τιβέριος τούς τε Ζ᾽ελμᾶ- 
τας νεοχμώσαντας καὶ τοὺς Παννονίους μετὰ τοῦτο 
πρὸς τε τὴν ἐκείνου καὶ πρὸς τὴν τοῦ πλείονος στρα- 
τοῦ ἀπουσίαν νεωτερίσαντας ἐχειρώσατο, πολεμῶν 
τὲ ἅμα ἀμφοτέροις καὶ τοτὲ μὲν τῇ, τοτὲ δὲ τῇ με- 
ϑιστώμενος. ὥστε καὶ τῶν ἄϑλων τῶν αὐτῶν τῷ 


4 


5 


ἐῷ 


4 


ὧι 


[-.] 


.2 


180 Ὰν. ΘΟΑΛΕΒΑΙΝ ΟΟΤΑΥΝΙΑΝΌΝ, ἃ. ᾧ. 743. 


ΖΔρούσῳ τυχεῖν. κἀκ τούτου καὶ ἡ Ζελματία τῇ τοῦ 
Αὐγούστου φρουρᾶ, ὡς καὶ ὅπλων τινῶν ἀεὶ καὶ δι᾽ 
ἑαυτὴν καὶ διὰ τὴν τῶν Παννονίων γειτονίαν δεο- 
μένη, “παρεδόϑη. 

οὗτοι μὲν δὴ ταῦτ᾽ ἔπρασδον᾽ ἐν δὲ δὴ τοῖς αὐ- 
τοῖς τούτοις χρόνοις Οὐολογαίσης Θρὰξ Βησσοός, 
ἱερεὺς τοῦ παρ᾽ αὐτοῖς Διονύσου, προσεποιήσατο 
τινας πολλὰ ϑειάσας, καὶ μετ᾽ αὐτῶν ἀποστὰς τόν 
τε Ῥασκύποριν τὸν τοῦ Κότυος υἱὸν νικήσας ἀπέ- 
κτεινε, καὶ τὸν ϑεῖον αὐτοῦ τὸν ἹΡυμητάλκην μετὰ 
ταῦτα ἀμαχὶ γυμνώσας τῶν δυνάμεων τῇ παρὰ τοῦ 
ϑεοῦ δόξῃ φυγεῖν ἐποίησε, καὶ αὐτὸν ἐπιδιώκων ἔς 
τε τὴν Χερρόνησον ἐνέβαλε καὶ δεινῶς αὐτὴν ἐλυ- 
μήνατο. ὡς οὖν οὗτός τε ταῦτ᾽ ἐποίει καὶ οἵ Σιαλέ- 
ται τὴν Μακεδονίαν ἐκακούργουν, “ούκιος Πίσων 
ἐκ Παμφυλίας, ἧς ἦρχε, πρυσετάχϑη σφίσι᾽ καὶ προ- 
ἀναχωρησάντων οἴκαδε τῶν Βησσῶν ἐπειδὴ ἐπυν- 
ϑάνοντο αὐτὸν προσιόντα, ἔς τε τὴν γὴν αὐτῶν ἀφί- 
κετο, καὶ ἡττηϑεὶς τὸ πρῶτον ἀντεπεχράτησε, καὶ 
ἐκείνην τὲ καὶ τὴν τῶν προσχώρων τῶν συνεπανα- 
στάντων σφίσιν ἐπόρϑησε. καὶ τότε τε τοὺς μὲν 
ἐθελοντὰς προσϑέμενος τοὺς δ᾽ ἄκοντας ἐχπλήξας, 
τοῖς δὲ καὶ ἐκ παρατάξεως συνενεχϑείς, πάντας αὖὐ- 
τοὺς ὑπηγάγετο, καὶ μετὰ τοῦτο νεοχμώσαντας τινας 
αὐτῶν αὖϑις κατεδουλώσατο. καὶ αὐτῷ διὰ ταῦτα 
καὶ ἱερομηνία καὶ τιμαὶ ἐπινίκιοι ἐδόϑησαν. 

ἐν ᾧ δ᾽ οὖν ἐκεῖνα ἐγίγνετο, ὁ 0 Αὔγουστος ἀπογρα- 
φᾶς τὲ ᾿ἐποιήσατο, πάντα τὰ ὑπάρχοντα οἱ καϑάπερ 
τις ἰδιώτης ἀπογραψάμενος, καὶ τὴν βουλὴν κατε- 
λέξατο. ὁρῶν δὲ ὅτι οὐκ ἀεὶ συχνοὶ συνελέγοντο, 
ἐκέλευσε τὰ δόγματα αὐτῆς καὶ ἐν ἐλάττοσιν ἢ τετρα- 
κοσίοις γίγνεσθαν᾽ οὐ γὰρ ἐξῆν τινα ἐκ τοῦ πρὶν 


8. 743, ΠΟ ν. ΘΟΑΕΒΑᾺΒ ΟΟΤΓΑΥΙΑΝΌΚ. 151 


ἄλλως κυροῦσϑαι. ἐπειδή τε ἀργύριον αὖϑις ἐς εἰ- 
κόνας αὐτοῦ καὶ ἐκείνη καὶ ὁ δῆμος συνεσήνεγκαν, 
ἑαυτοῦ μὲν οὐδεμίαν, Ὑγιείας δὲ δημοσίας καὶ προσ- 
ἕτι καὶ Ὁμονοίας Εἰρήνης τε ἔστησεν. ἀεί τε γὰρ 
ὡς εἰπεῖν καὶ ἐπὶ πάσῃ προφάσει τοῦτ᾽ ἐποίουν, καὶ 
τέλος καὶ ἐν αὐτῇ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρα οὐκέτι 
ἐδία που κατέβαλλον αὐτὸ, ἀλλ᾽ αὐτῷ ἐκείνῳ προσι- 
ὄντες οἱ μὲν πλεῖον οἵ δὲ ἔλαττον ἐδίδοσαν. καὶ ὃς 
προσϑεὶς ἂν ἕτερον τοσοῦτον ἢ καὶ πλέον ἀντεδίδου, 
οὐχ ὅπως τοῖς βουλευταῖς ἀλλὰ καὶ τοῖς ἄλλοις. ἤδη 
δὲ καὶ ἐκεῖνο ἤκουσα, ὅτι καὶ ἄλλο τι ἀργύριον ἐκ 
λογίου τινὸς ἢ καὶ ὀνείρατος παρὰ τῶν προστυχὸν- 
τῶν οἷ, ὡς καὶ προσαιτῶν ἐν μιᾷ τοῦ ἔτους ἡμέρα 
ἐλάμβανε. 

καὶ τοῦτο μέν, εἴ γέ τῷ πιστόν, οὕτω παραδέ- 
δοται᾿ ἐν δὲ τῷ ἔτει ἐκείνω τήν τε Ἰουλίαν τῷ Τι- 
βερίῳ συνῴκισε, καὶ τὴν Ὀχταουίαν τὴν ἀδελφὴν 
ἀποθανοῦσαν προέϑετο ἐπὶ τοῦ Ἰουλιείου ἡρῴου, πα- 
ραπετάσματι καὶ τότε ἐπὶ τοῦ νεκροῦ χρησάμενος. 
καὶ αὐτός τε ἐκεῖ τὸν ἐπιτάφιον εἶπε, καὶ ὁ Δροῦσος 
ἐπὶ τοῦ βήματος δημόσιον γὰρ τὸ πένθος ἀλλαξα- 
μένων τὴν ἐσθῆτα τῶν βουλευτῶν ἐγένετο. καὶ τὸ 
μὲν σῶμα αὐτῆς οἵ γαμβροὶ ἐξήνεγκαν, τὰ δὲ δὴ 
ψηφισϑέντα αὐτῇ οὐ πάντα ὁ Αὔγουστος ἐδέξατο. 
κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ ὃ τε ἱερεὺς τοῦ Ζιὸς 86 
πρῶτον μετὰ τὸν Μερούλαν ἀπεδείχϑη, καὶ τοῖς τα- 
μίαις τὰ δόγματα τὰ ἑχάστοτε γιγνόμενα διὰ φυλα- 
κῆς ποιεῖσθαι ἐκελεύσϑη, ἐπειδὴ οἵ τε δήμαρχοι καὶ 
οἱ ἀγορανόμοι οἱ πρότερον αὐτὰ ἐπιτετραμμένοι διὰ 
τῶν ὑπηρετῶν τοῦτ᾽ ἔπραττον. καί τις ἐκ τούτου 
καὶ διαμαρτία καὶ ταραχὴ ἐγένετο. 

ἐψηφίσϑη μὲν οὖν τὸν Ἰανὸν τὸν γέμινον ὡς καὶ 


.-»- 


ὧὼ» 


πὰ 


74, 


152 6 ν. ΟΛΕΒΑΙΝ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ. Ὁ. 74}. 


πεπαυμένων τῶν πολέμων. ἀνέῳκτο γάρ, κλεισϑῆ- 
ναι, οὐ μέντοι. καὶ ἐκλείσϑη" οἵ τε γὰρ Δακοὶ τὸν 
Ἴστρον πεπηγότα διαβάντες λείαν ἐκ τῆς Παννονίας 
ἀπετέμοντο, καὶ οἱ 4Δελμάται πρὸς τὰς ἐσπράξεις 


3 τῶν χρημάτων ἐπανέστησαν. καὶ τούτους μὲν ὃ 


Τιβέριος ἐκ τῆς Γαλατίας. ἐς ἣν μετὰ τοῦ Αὑγού- 
στου ἐσεληλύϑει, μεταπεμφϑεὶς κατεστήσατο. τὰ δὲ 
δὴ τῶν Κελτῶν τῶν τε ἄλλων καὶ τῶν Χάττων, 
πρὸς γὰρ τοὺς Συγάμβρους μετέστησαν, καὶ τῆς 
χώρας αὐτῶν, ἣν οἰκεῖν παρὰ τῶν Ῥωμαίων εἰλήφε- 
σαν, ἐξονόσε δου: ὁ Ζροῦδος τὰ μὲν ἐκάκωσε. τὰ 


« δὲ ἐχειρώσατο. καὶ μετὰ τοῦτο ἔς τε τὴν “Ῥώμην 


σὺν τῷ Αὐγούστῳ ἀνεκομέσϑησαν, ἐν γὰρ τῇ 4ουγ- 
δουνίδι τὰ πολλὰ οὗτος ἐγγύϑεν ᾿τοῖς Κελτοῖς ἐφε- 
δρεύων διέτριβε. καὶ ὅσα ἐπὶ ταῖς νίκαις ἐψήφιστο 
ἢ καὶ ἄλλως καϑήκοντα ἦν γενέσϑαι,. ἐπετέλεσαν. 


ΙΩ͂ΝΟΣ 
ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΝΕ. 


Ταῦτα μὲν ἐπί τε τοῦ ᾿Ιούλου καὶ ἐπὶ Φαβίου 
Μαξίμου ὑπάτων ἐγένετο, τῷ δὲ ἐχομένῳ ἔτει ὁ ΖΙρού- 
σος μετὰ Τίτου Κρισπίνου ὑπάτευσε, καὶ αὐτῷ ση- 
μεῖα οὐκ ἀγαϑὰ συνηνέχϑη᾽ πολλὰ μὲν γὰρ καὶ ἄλλαν". 
καὶ χειμῶνι καὶ κεραυνοῖς, πολλοὶ δὲ καὶ ναοὶ ἐφϑα- 5 
ρησαν, ὥστε καὶ τὸν τοῦ Ζιὸς τοῦ Καπιτωλίνου 
τῶν τε συννάων αὐτοῦ κακωϑῆναι. οὐ μέντοι καὶ 5 
ἐφρόντισέ τι αὐτῶν. ἀλλ᾽ ἐς τε τὴν τῶν Χάττων ἐσέ- 
βαλε καὶ προῆλϑε μέχρι τῆς Σουηβίας, τήν τὲ ἐν 
ποσὶν οὐκ ἀταλαιπώρως χειρούμενος καὶ τοὺς προσ- 
μιγνύντας οἵ οὐκ ἀναιμωτὶ κρατῶν. κἀντεῦϑεν πρός 
τε τὴν Χερουσκέδα μετέστη, καὶ τὸν Οὐίσουργον 
διαβὰς ἤλασε μέχρι τοῦ ᾿4λβίου, πάντα πορϑῶν. 
ἐχεῖνον γάρ, ῥεῖ δὲ ἐκ τῶν Οὐανδαλικῶν ὀρῶν καὶ 3 
ἐς τὸν ὠκεανὸν τὸν προσάρχτιον πολλῷ μεγέϑει ἐκ- 
δίδωσιν, ἐνεχείρησε μὲν περαιωϑῆναι, οὐκ ἠδυνήϑη 
δέ. ἀλλὰ τρόπαια στήσας ἀνεχώρησε᾽ γυνὴ γάρ τις 
μείξων ἢ κατὰ ἀνθρώπου φύσιν ἀπαντήσασα αὐτὼ 
ἔφη ποῖ δῆτα ἐπείγῃ, ΖΙροῦσε ἀκόρεστε; οὐ πάντα 
σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλ᾽ ἄπιϑι᾽ καὶ γάρ 
σοι καὺ τῶν ἔργων καὶ τοὺ βίου τελευτὴ ἤδη πά- 
ρεστι. ϑαυμαστὸν μὲν οὖν τὸ τινα φωνὴν παρὰ Ἁ4 
τοῦ δαιμονίου τοιαύτην τῷ γενέσϑαι, οὐ μέντοι καὶ 


154 ἵ 1}. ΘΑΕΒΑᾺ ΟΟΤΑΨΙΑΝΌΒ. δια, 745. 


ἀπιστεῖν ἔχω᾽ παραχρῆμα γὰρ ἀπέβη, σπουδῇ τε 
ὑποστρέψαντος αὐτοῦ καὶ ἐν τῇ ὁδῷ νόσῳ τινί, πρὶν 


Ἀ 1 » -“» , 
5 ἐπὶ τὸν Ῥῆνον ἐλϑεῖν. τελευτήσαντος. καί μοι τεκ- 


2 


τ᾿ 


[1] 


- 


μηριοῖ τὸ λεχϑὲν ὅτι καὶ λύκοι περὶ τὸ στρατόπεδον 
ὑπὸ τὸν ϑάνατον αὐτοῦ περινοστοῦντες ὠρύοντο, 
καὶ νεανίσκοι δύο διὰ μέσου τοῦ ταφρεύματος διιππεύ- 
οντὲς ὥφϑησαν, ϑρῆνός τέ τις γυναικεῖος ἠκούσϑη, 
καὶ ἀστέρων διαδρομαὶ ἐγένοντο. ταῦτα μὲν οὕτως 
ἔσχε, προπυϑόμενος δ᾽ ὁ Αὔγουστος ὅτι νοσεῖ, οὐ 
γὰρ ἦν πόρρω, τὸν Τιβέριον κατὰ τάχος ἔπεμψε" καὶ 
ὃς ἔμπνουν τὲ αὐτὸν κατέλαβε καὶ ἀποθανόντα ἐς 


τὴν Ῥώμην ἐκόμισε, τὰ μὲν πρῶτα μέχρι τοῦ χειμα- 


δίου τοῦ στρατοῦ διά τε τῶν ἑκατοντάρχων καὶ διὰ 
τῶν χιλιάρχων, ἐκεῖϑεν δὲ διὰ τῶν καϑ' ἑκάστην 
πόλιν πρώτων βαστάσας. καὶ αὐτοῦ ἐν τῇ ἀγορᾷ 
προτεϑέντος διπλοὺς ὁ ἐπιτάφιος ἐλέχϑη᾽ ὅ τὲ γὰρ 
Τιβέριος ἐνταῦϑα αὐτὸν ἐπήνεσε. καὶ ὁ Αὔγουστος 
ἐν τῷ Φλαμινίῳ ἱπποδρόμῳ᾽ ἐξεστράτευτο γάρ. καὶ 
οὐκ ἦν οἵ ὅσιον μὴ οὐ τὰ καϑήκοντα ἐπὶ τοῖς κατειρ- 
γασμένοις. παρ᾽ αὐτὴν τὴν ἔσω τοῦ πωμηρίου ἐσο- 
δον, ἐπιτελέσαι. καὶ ὁ μὲν ἔς τε τὸ "ἄρειον πεδίον 
ὑπὸ τῶν ἱππέων, τῶν τε ἐς τὴν ἱππάδα ἀκριβῶς 
τελούντων καὶ τῶν ἐκ τοῦ βουλευτικοῦ γένους ὄντων, 
ἠνέχϑη, κἀνταῦϑα πυρὶ δοϑεὶς ἐς τὸ τοῦ “ὐγούστου 
ὠνημεῖον κατετέϑη, Γερμανικός τὲ μετὰ τῶν παίδων 
ἐπονομασϑείς, καὶ τιμὰς καὶ εἰκόνων καὶ ἁψῖδος 
κενοταφίου τε πρὸς αὐτῷ τῷ Ῥήνῳ λαβών᾽ ὁ δὲ δὴ 
Τιβέριος τῶν τε ΖΙελματών καὶ τῶν Παννονίων ὑπο- 
κινησάντων τι αὖϑις ξῶντος ἔτι αὐτοῦ κρατήσας, τά 
τε ἐπὶ τοῦ κέλητος ἐπινίκια ἔπεμψε. καὶ τοῦ δήμου 
τοὺς μὲν ἐν τῷ Καπιτωλίῳ, τοὺς δ᾽ ἄλλοϑι πολλα- 
χόϑι ἐδείπνισε. κἀν τούτῳ καὶ ἡ Λιουία μετὰ τῆς 


ἃ... 745, ΠΟΥ. ΘΟΑΕΒΑᾺΒ ΟΥΤΑΥΙΑΝΕΝ, 1δῦ 


Ἰουλίας τὰς γυναῖκας εἱστίασε. τὰ δ᾽ αὐτὰ ταῦτα 
καὶ τῷ ΖΔρούσῳ ἡτοιμάξετο᾽ καί γε αἱ ἀνοχαὶ δεύ- 
τερον τὴν χάριν αὐτοῦ, πρὸς τὸ τὰ νικητήρια ἐν 
ἐκείναις αὐτὸν ἑορτάσαι. γενήσεσϑαι ἔμελλον. ἀλλ᾽ 
ὁ μὲν προαπώλετο, ἡ δὲ δὴ Διουία εἰκόνων τε ἐπὶ 
παραμυϑίαᾳ ἔτυχε, καὶ ἐς τὰς μητέρας τὰς τρὶς τεκού- 
σας ἐσεγράφη. οἷς γὰρ ἂν τὸ δαιμόνιον, εἴτ᾽ οὖν 
ἀνδρῶν εἴτε γυναικῶν, μὴ δῷ τοσαυτάκις τεκνῶσαι, 
τούτων τισὶν ὁ νόμος. πρότερον μὲν διὰ τῆς βουλῆς 
νῦν δὲ διὰ τοῦ αὐτοκράτορος. τὰ τῶν γεγεννηκότων 
δικαιώματα χαρίζεται, ὥστε σφᾶς μήτε τοῖς τῆς ἀπαι- 
δίας ἐπιτιμίοις ἐνέχεσϑαι καὶ τὰ τῆς πολυπαιδίας 
ἄϑλα πλὴν ὀλίγων τινῶν καρποῦσϑαι. καὶ αὐτὰ οὐκ 
ἄνϑρωποι μόνον ἀλλὰ καὶ ϑεοὶ εὑρίσκονται, ἵν᾽ ἂν 
τίς τι αὐτοῖς τελευτῶν καταλίπῃ λαμβάνωσι. 

τοῦτο μὲν δὴ τοιοῦτόν ἐστιν, ὁ δ᾽ «Αὔγουστος 
τάς τε τῆς γερουσίας ἕδρας ἐν ῥηταῖς ἡμέραις γίγνε- 
σϑαι ἐκέλευσεν, ἐπειδὴ γὰρ οὐδὲν πρότερον ἀκριβὼς 
περὶ αὐτῶν ἐτέτακτο καί τινὲς διὰ τοῦτο πολλάκις 
ὑστέριξον, βουλὰς κατὰ μῆνα κυρίας ἀπέδειξεν, ὥστε 
ἐς αὐτὰς ἐπάναγκες, οὖς γε καὶ ὁ νόμος ἐκάλει, συμ- 
φοιτᾶν καὶ ὅπως γε μηδ᾽ ἄλλη μηδεμία σκῆψις τῆς 
ἀπουσίας αὐτοῖς ὑπάρχῃ, προσέταξε μήτε δικαστή- 
ριον μήτ᾽ ἄλλο μηδὲν τῶν προσηκόντων σφίσιν ἐν 
ἐκείνῳ τῷ καιρῷ γίγνεσθαι, τόν τε ἀριϑμὸν τὸν ἐς 
τὴν κύρωσιν τῶν δογμάτων ἀναγκαῖον καϑ᾽ ἕκαστον 
εἶδος αὐτῶν. ὥς γε ἐν κεφαλαίοις εἰπεῖν, διδνομο- 
ϑέτησε, καὶ τὰ ξημιώματα τοῖς μὴ δι΄. εὔλογόν τινὰ 
αἰτίαν τῆς συνεδρείας ἀπολειπομένοις ἐπηύξησεν. 
ἐπειδή τὲ πολλὰ τῶν τοιούτων ὑπὸ τοῦ πλήϑους τῶν 
ὑπευϑύνων ἀτιμώρητα εἴωϑε γίγνεσϑαι, κληροῦσϑαί 
τὲ αὐτοὺς εἰ συχνοὶ τοῦτο ποιήσειαν, καὶ τὸν ἀεὶ 


[90 


1 


8 


ὃ 


μῶν 


ὧτ 


ς-Ο 


1586 ΠΥ. ΘΑΕΒΑᾺΒ ΟΥΤΑΥΙΑΝΌΞ, αν ἃ. 740. 


πέμπτον λαχόντα ὀφλισκάνειν αὐτὰ ἐκέλευσε. τά τε 
ὀνόματα συμπάντων τῶν βουλευόντων ἐς λεύκωμα 
ἀναγράψας ἐξέθηκε καὶ ἐξ ἐκείνου καὶ νῦν κατ᾽ 
ἔτος οὕτω ποιεῖται. ταῦτα μὲν ἐπὶ τῇ τῆς συμφοι- 
τήσεως αὐτῶν ἀνάγκῃ ἔπραξεν᾽ εἰ δ᾽ οὖν ποτε ἐκ 
συντυχίας τινὸς μὴ συλλεχϑεῖεν ὅσους ἡ χρεία ἕκά- 
στοτε ἐκάλει, πλὴν γὰρ ὅτι ὁσάκις ἂν αὐτὸς ὁ αὐτο- 
κράτωρ παρῇ. ἔν γε ταῖς ἄλλαις ἡμέραις ἐς πάντα 
ὀλίγου τὸ τῶν ἀϑροιξζομένων πλῆϑος καὶ τότε καὶ 
μετὰ ταῦτα ἀκριβῶς ἐξητάξετο, ἐβουλεύοντο μὲν καὶ 
ἥ γε γνώμη συνεγράφετο, οὐ μέντοι καὶ τέλος τι ὡς 
κεχυρωμένη ἐλάμβανεν. ἀλλὰ αὐκτώριτας ἐγίγνετο, 
ὅπως φανερὸν τὸ βούλημα αὐτῶν ἧ. τοιοῦτον γάρ τι 
ἡ δύναμις τοῦ ὀνόματος τούτου δηλοῖ᾽ ἑλληνίσαι 
γὰρ αὐτὸ καϑάπαξ ἀδυνατόὸν ἐστι. τὸ δ᾽ αὐτὸ τοῦτο 
καὶ εἴ ποτε ἐν τύπῳ τινὶ μὴ νενομισμένῳ ἢ ἡμέρᾳ 
ἡ καϑηκούσῃ, ἢ καὶ ἔξω νομίμου παραγγέλματος, 
ὑπὸ σπουδῆς ἠϑροίσϑησαν, ἢ καὶ ἐναντιωϑέντων 
τινῶν δημάρχων τὸ μὲν δόγμα οὐκ ἠδυνήϑη γενέ- 
σϑαι, τὴν δὲ δὴ γνώμην σφῶν οὐχ ὑπέμενον ἀπο- 
κρυφϑῆναι, ἐνομίξετο᾽ καὶ αὐτῇ μετὰ ταῦτα καὶ ἡ 
κύρωσις κατὰ τὰ πάτρια ἐπήγετο καὶ ἡ ἐπίκλησις 
ἡ τοῦ δόγματος ἐπεφέρετο. τοῦτό τε οὖν ἰσχυρῶς 
ἐπὶ πλεῖστον τοῖς πάλαι τηρηϑὲν ἐξίτηλον τρόπον 
τινὰ ἤδη γέγονε καὶ τὸ τῶν στρατηγῶν" καὶ γὰρ 
ἐκεῖνοι ἀγανακτήσαντες ὅτι μηδεμίαν γνώμην, καί- 
τοι τῶν δημάρχων. προτετιμημένοι . ἐς τὴν βουλὴν 
ἐσέφερον, παρὰ μὲν τοῦ Αὐγούστου ἔλαβον αὐτὸ 
ποιεῖν, ὑπὸ δὲ δὴ τοῦ χρόνου ἀφῃρέϑησαν. 

ταῦτά τε οὖν καὶ τἄλλα ἃ τότε ἐνομοθέτησεν, ἔς 
τε τὸ συνέδριον ἐν λευκώμασι γεγραμμένα προέϑηκε 
πρὶν χρηματίσαι τι περὶ αὐτῶν, καὶ τοῖς βουλευταῖς 


δι}, 740. 1406. 1. ΠΥϊὉ ΘΑΕΒΑΚ ΟΟΤΑΥΙΑΝΌΝ. 151 


μεϑ᾽ ἑνὸς ἑτέρου ἐσελϑοῦσιν ἀναγνῶναι ἐπέτρεψεν, 
ὅπως ἄν τι μὴ ἀρέσῃ αὐτοὺς ἢ καὶ ἕτερόν τι βέλτιον 
συμβουλεῦσαι δυνηϑῶσιν εἴπωσιν. οὕτω γάρ που 1 
δημοκρατικὸς ἠξίου εἷναι ὥστε τινὸς τῶν συστρατευ- 
σαμένων ποτὲ αὐτῷ συνηγορήματος παρ᾽ αὐτοῦ δεη- 
ϑέντος τὸ μὲν πρῶτον τῶν φίλων τινά. ὡς καὶ ἐν 
ἀσχολίᾳ ὦν, συνειπεῖν αὐτῷ κελεῦσαι, ἔπειτ᾽ ἐπειδὴ 
ἐκεῖνος ὀργισϑεὶς ἔφη “ ἐγὼ μέντοι, ὁσάκις ἐπικουρέας 
χρείαν ἔσχες, οὐκ ἄλλον τινὰ ἀντ᾽ ἐμαυτοῦ σοι ἔπεμ- 
ψα. ἀλλ᾽ αὐτὸς πανταχοῦ προεκινδύυνευσά σου." 
ἔς τε τὸ δικαστήριον ἐσελϑεῖν καὶ συνηγορήσαί οἵ. 
φίλῳ τὲ τινι δίκην φεύγοντι συνεξητάσϑη, προεπι- 3 
κοινῶσας αὐτὸ τοῦτο τῇ γερουσία᾽ καὶ ἐκεῖνον τε 
ἔσωσε, καὶ τὸν κατήγορον αὐτοῦ οὐχ ὅπως δι᾿ ὀργῆς 
ἔσχε καίπερ πάνυ πολλῇ παρρησίᾳ χφησάμενον, ἀλλὰ 
καὶ εὐϑυνόμενον ἐπὶ τοῖς τρόποις ἀφῆκεν, εἰπὼν 
ὅτι ἀναγκαία σφίσιν ἡ παρρησία αὐτοῦ διὰ τὴν ἄντι- 
κρυς τῶν πολλῶν πονηρίαν εἴη. ἄλλους γὲ μὴν ἐπι- 
βουλεύειν οἵ μηνυϑέντας ἐκόλασε. καὶ ταμίας ἔν τε « 
τῇ παραλίᾳ τῇ πρὸς τῇ πόλει καὶ ἐν ἑτέροις τισὶ τῆς 
Ἰταλίας χωρίοις ἄρχειν ἐποίησε καὶ τοῦτο καὶ ἐπὶ 
πλείω ἔτη ἐγένετο. 

τότε μὲν οὖν οὐκ ἠϑέλησεν ἐς τὴν πόλιν διὰ τὸν 
τοῦ ΖΔρούσου ϑάνατον, ὥσπερ εἷπον, ἐσελϑεῖν, τῷ δὲ ὃ 
ἑξῆς ἔτει, ἐν ᾧ ᾿4σίνιός τε Γάλλος καὶ Γάιος Μάρκιος γι 
ὑπάτευσαν, τήν τε ἄφιξιν ἐποιήσατο καὶ τὴν δάφνην ἐς 
τοῦ Διὸς τοῦ Φερετρίου παρὰ τὸ νομιξόμενον ἐσήνεγκε. 
καὶ αὐτὸς μὲν οὐδεμίαν ἐπὶ τούτοις ἑορτὴν ἤγαγε, πολὺ 
πλεῖον ἐν τῷ τοῦ “Ιρούσου ὀλέϑρῳ ἐζημιῶσϑαι ἢ ἐν ταῖς 
νίκαις ὠφελῆσϑαι νομίξων᾽ οἵ δὲ δὴ ὕπατοι τά τὲ 
ἄλλα ὅσα ἐπὶ τοῖς τοιούτοις γίγνεται ἐποίησαν, καὶ 
᾿ ἐκ τῶν αἰχμαλώτων τινὰς ἀλλήλοις συνέβαλον. καὶ 3 


ΠοΝ 


[Ὡ] 


ΦὡὈ 


158 μιν. ΘΑΕΒΑᾺΝ ΟΟΤΑΥΙΑΝΌΘ, ἃ. ἃ. 7460, 


μετὰ τοῦϑ᾽ ὁ Αὔγουστος, αἰτιαϑέντων καὶ ἐκείνων 
καὶ τῶν ἄλλων ἀρχόντων ὡς ἐκ δεκασμοῦ τινος 
ἀποδεδειγμένων, τοῦτο μὲν οὔτε ἐξήλεγξεν οὔτ᾽ ἀρ- 
χὴν προσεποιήσατο εἰδέναι᾽ οὔτε γὰρ κολάσαι τινὰς 
οὔτε αὖ συγγνῶναι ἐλεγχϑεῖσιν ἠϑέλησε' τοὺς δὲ 
δὴ σπουδαρχιώντας χρήματα πρὸ τῶν ἀρχαιρεσιῶν 
ὥσπερ τι ἐνέχυρον προήτησεν, ἐπὶ τῷ μηδὲν τοιοῦ- 
τὸ αὐτοὺς ποιῆσαι ἢ στερηϑῆναι τῶν δεδομένων. 
καὶ τοῦτο μὲν πάντες ἐπήνεσαν᾽ ὅτι δ᾽ οὐκ ἐξὸν ὃν 
δοῦλον κατὰ δεσπότου βασανισϑήναι ἐκέλευσεν, ὁσά- 
κις ἂν χρεία τοιούτου τινὸς γένηται, τῷ δημοσίῳ 
αὐτὸν ἢ καὶ ἑαυτῷ πιπράσκεσϑαι, ὅπως ὡς ἀλλότριος 
τοῦ κρινομένου ὧν ἐξετάξηται, οἵ μὲν ἡτιῶντο, ὅτι 
ὁ νόμος τῇ τοῦ δεσπότου μεταλλαγὴ καταλύεσϑαι 
ἔμελλεν, οἱ δ᾽ ἀναγκαῖον αὐτὸ ἔφασκον εἶναι. ὅτι 
πολλοὶ διὰ τοῦτο καὶ ἐπ᾽ αὐτῷ ἐκείνῳ καὶ ἐπὶ ταῖς 
ἀρχαῖς συνίσταντο. 

μετὰ δὲ δὴ ταῦτα τήν τε ἡγεμονίαν, καίπερ 
ἀφιείς, ὡς ἔλεγεν. ἐπειδὴ τὰ δέκα ἔτη τὰ δεύτερα 
ἐξεληλύϑει, ἄκων δῆϑεν αὖϑις ὑπέστη, καὶ ἐπὶ τοὺς 
Κελτοὺς ἐστράτευσε. καὶ αὐτὸς μὲν ἐν τῇ οἰκεία 
ὑπέμεινεν, ὁ δὲ δὴ Τιβέριος τὸν Ρῆνον διέβη. φυ- 
βηϑέντες οὖν αὐτοὺς οἱ βάρβαροι πλὴν τῶν Συγάμ- 
βρων ἐπεκηρυκεύσαντο, καὶ οὔτε τότε ἔτυχόν τινος, 
ὁ γὰρ Αὔγουστος οὐκ ἔφη σφίσιν ἄνευ ἐκείνων σπεί- 
σεσϑαι, οὔϑ᾽ ὕστερον. ἔπεμψαν μὲν γὰρ καὶ οἵ Σύ- 
γαμβροι πρέσβεις, τοσούτου δὲ ἐδέησαν διαπράξα- 
σϑαί τι ὥστε καὶ ἐκείνους πάντας, καὶ πολλοὺς καὶ 
ἐλλογέμους ὄντας, προσαπολέσϑαι᾽ ὃ τὲ γὰρ “ὑγου- 
στος συλλαβὼν αὐτοὺς ἐς πόλεις τινὰς κατέϑετο, καὶ 
ἐκεῖνοι δυσανασχετήσαντες ἑαυτοὺς κατεχρήσαντο. 
κἀκ τούτου χρόνον μέν τινα ἡσύχασαν, ἔπειτ᾽ ἐπὶ 


8. ὑ. 740, 9 1, ΟΛΕΒΑᾺΒ ΟΟΤΑΛΙΑΝΕΝ. 159 


πολλῷ τὸ πάϑημά σφῶν τοῖς Ῥωμαίοις ἀνταπέδοσαν. 
ὁ δ᾽ οὖν Αὔγουστος τοῦτό τε οὕτως ἐποίησε, καὶ 
τοῖς στρατιώταις ἀργύριον, οὐχ ὡς καὶ κεκρατηκχόσι, 
καίτοι τὸ τοῦ αὐτοκράτορος ὄνομα καὶ αὐτὸς λαβὼν 
καὶ τῷ Τιβερίῳ δούς, ἀλλ᾽ ὅτι τὸν Γάιον ἐν ταῖς 
γυμνασίαις τότε πρῶτον συνεξεταζόμενόν σφισιν 
ἔσχον, ἐχαρίσατο. τὸν δ᾽ οὖν Τιβέριον ἐς τὴν τοῦ 
αὐτοκράτορος ἀρχὴν ἀντὶ τοῦ Ζίρούσου προαγαγὼν 
τῇ τε ἐπικλήσει ἐκείνῃ ἐγαύρωσε καὶ ὕπατον αὖϑις 
ἀπέδειξε. γράμματά τε κατὰ τὸ ἀρχαῖον ἔϑος, καὶ 
πρὶν ἐς τὴν ἀρχὴν ἐσελϑεῖν, ἐκθεῖναι πρὸς τὸ κοινὸν 
ἐποίησε, καὶ προσέτι καὶ τοῖς ἐπινικίοις ἐσέμνυνεν᾽" 
αὐτὸς γὰρ ἐκεῖνα μὲν οὐκ ἠἡϑέλησε πέμψαι. ἐς δὲ δὴ 
τὰ γενέϑλια ἱπποδρομίαν ἀΐδιον ἔλαβε. τά τε τοῦ 
. πωμηρίου ὅρια ἐπηύξησε, καὶ τὸν μῆνα τὸν Σεξτί- 
λιον ἐπικαλούμενον Αὔγουστον ἀντωνόμασε᾽ τῶν 
γὰρ ἄλλων τὸν Σεπτέμβριον οὕτως, ἐπειδήπερ ἐν 
αὐτῷ ἐγεγέννητο, προσαγορεῦσαι ἐθελησάντων ἐκεῖ- 
νον αὐτοῦ προετίμησεν, ὅτι καὶ ὕπατος ἐν αὐτῷ τὸ 
πρῶτον ἀπεδέδεικτο καὶ μάχας πολλὰς καὶ μεγάλας 
ἐνενικήκει. 

ἐπὶ μὲν οὖν τούτοις ἐγαυροῦτο, τοῦ δὲ δὴ Μαι- 
κήνου τελευτήσαντος ἤλγησε. πολλὰ μὲν γὰρ καὶ 
ἄλλα ἀπ᾽ αὐτοῦ ἀπώνητο, ὅϑεν καίπερ ἱππεῖ αὐτῷ 
ὄντι καὶ τὸ ἄστυ ἐπὶ πολὺν χρόνον ἐπέτρεψε, μά- 
λιστα δὲ ὁσάκις ἀκρατοτέρῳ τῷ ϑυμῷ ἐχρῆτο᾽ τῆς 
τε γὰρ ὀργῆς αὐτὸν ἀεὶ παρέλυε καὶ ἐς τὸ ἠπιώτερον 
μεϑίστη. τεκμήριον δέ, δικάζοντί ποτε αὐτῷ προσ- 
στάς, καὶ ἰδὼν ὅτι πολλοὺς ϑανατώσειν μέλλοι, ἐπε- 
χείρησε μὲν διώσασϑαι τοὺς περιεστηκότας καὶ ἐγγύς 
οἱ προσελϑεῖν, μὴ δυνηϑεὶς δὲ ἔγραψεν ἐς γραμμα- 
τεῖον “ἀνάστηϑι ἤδη ποτέ, δήμιε," καὶ αὐτὸ ὡς καὶ 


1 


θ 


8 


1600 «1. ΘΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΆΝΌΘ. 6... 146. 747. 


ἕτερόν τι ἔχον ἐς τὸν κόλπον αὐτοῦ ἔρριψεν, ὥστ᾽ 
ἐκεῖνον μήτ᾽ ἀποκτεῖναί τινα καὶ εὐϑὺς ἐξαναστῆναι. 
οὐ γὰρ ὕπως ἠγανάκτει τοῖς τοιούτοις, ἀλλὰ καὶ 
ἔχαιρεν ὅτι ὅσα αὐτὸς ὑπό τε τῆς ἑαυτοῦ φύσεως καὶ 
ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης καὶ παρὰ τὸ προσ- 
ἤκον ἐϑυμοῦτο, ταῦτα τῇ τῶν φίλων παρρησίᾳ διωρ- 
ϑοῦτο. μέγιστον δ᾽ οὖν καὶ ἐκεῖνο τῆς τοῦ Μαική- 
νου ἀρετῆς δεῖγμα ἦν. ὅτι τῷ τε Αὐγούστῳ, καίτοι 
πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνϑιστάμενος. ὠκείωτο καὶ 
τοῖς ἄλλοις πᾶσιν ἠρέσκετο, πλεῖστόν τὲ παρ᾽ αὐτῷ 
δυνηϑείς, ὥστε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, 
οὐκ ἐξεφρόνησεν, ἀλλ᾽ ἕν τῷ τῶν ἱππέων τέλει κα- 
τεβίω. τούτων τε οὖν ἕνεκα ἰσχυρῶς αὐτὸν ὁ 4- 
γουστος ἐπόϑησε, καὶ ὅτι καὶ κληρονόμον αὐτόν, 
καίπερ ἐπὶ τῇ γυναικὶ δυσκολαίνων, κατέλιπε, καὶ 
ἐπ᾿ αὐτῷ πλὴν ἐλαχίστων ἐποιήσατο ἂν τέ τινι τῶν 
φίλων αὐτοῦ δοῦναί. τι ἐθελήσῃ ἂν τε καὶ μή. τοι- 
οὗτος μὲν ὁ Μαικήνας ἐγένετο, καὶ οὕτω τῷ Αὐγού- 
στῷ ἐχρῆτο᾽ πρῶτός τε κολυμβήϑραν ϑερμοῦ ὕδα- 
τος ἐν τῇ πόλει. κατεσκεύασε. καὶ πρῶτος σημεῖά 
τινα γραμμάτων πρὸς τάχος ἐξεῦρε, καὶ αὐτὰ διὰ 


᾿ἀκύλου ἀπελευϑέρου συχνοὺς ἐξεδίδαξε. 


Τιβέριος μὲν ἐν τῇ νουμηνίᾳ ἐν ἡ ὑπατεύειν 


Ἁ ’ ΄, " ι}ὔ ΄ 
745 μετὰ Γναίου Πέίσωνος ἤρξατο, ἐς τὲ τὸ Οχταουίειον 


τὴν βουλὴν ἤϑροισε διὰ τὸ ἔξω τοὺ πωμηρίου αὐτὸ 
εἶναι. καὶ τὸ Ὁμονόειον αὐτὸς ἑαυτῷ ἐπισκευάσαι 
προστάξας, ὕπως τό τε ἴδιον καὶ τὸ τοῦ “φούσου 
ὄνομα αὐτῷ ἐπιγράψῃ, τά τε νικητήρια ἤγαγε καὶ τὸ 
τεμένισμα τὸ Διούιον ὠνομασμένον καϑιέρωσε μετὰ 
τῆς μητρός καὶ αὐτὸς μὲν τὴν γερουσίαν ἐν τῷ 
Καπιτωλίῳ, ἐκείνη δὲ τὰς γυναῖκας ἰδίᾳ που εἱστία- 


2 -- - - 
8 σε. καὶ οὐ πολλῷ ὕστερον κινηϑέντων τινῶν ἐν τῇ 


8. ἃ. 148. .. τ, ΘΑΕΒΑΝ ΟΥΤΑΥΙΑΝΕΚΒ, 161 


Γερμανέᾳ ἐξωρμήϑη᾽ τὴν δὲ δὴ πανήγυριν τὴν ὑπὲρ 
τῆς ἐπανόδου τοῦ Αὐγούστου γενομένην ὁ Γάιος ἀντ᾽ 
αὐτοῦ σὺν τῷ Πίσωνι διέϑηκε. τό τε πεδίον τὸ Δγρίπ- 
πειον, πλὴν τῆς στοᾶς, καὶ τὸ διριβιτώριον αὐτὸς ὁ “4- 


γουστος ἐδημοσίευσε. τοῦτο μὲν γάρ, ἦν δὲ οἶκος μέγι- 


στος τῶν πώποτε μίαν ὀροφὴν σχόντων᾽ νῦν γὰρ δὴ 
πάσης τῆς στέγης αὐτοῦ καϑαιρεϑείσης, ὅτι οὐκ ἠδυ- 
νήϑη αὖθις συστῆναι, ἀχανής ἐστιν᾽ ὃ τὸ ᾿Δγρίππας 
οἰκοδομούμενον κατέλιπε, καὶ τότε συνετελέσϑη᾽ ἡ δὲ 
ἐν τῷ πεδίῳ στοά, ἣν ἡ Πόλλα ἡ ἀδελφὴ αὐτοῦ ἡ καὶ 
τοὺς δρόμους διακοσμήσασα ἐποίει, οὐδέπω ἐξείργαστο, 
κἂν τούτῳ καὶ αἱ ἐπιτάφιοι ἐπὶ τῷ ᾿Δἀγρίππᾳ ὁπλομα- 
χίαι, φαιὰν ἐσθῆτα τῶν τε ἄλλων πλὴν τοῦ Αὐγούστου 
καὶ αὐτῶν τῶν υἱέων αὐτοῦ λαβόντων, καὶ ἑνὸς πρὸς 
ἕνα καὶ πλειόνων πρὸς ἴσους, ἐν τοῖς σέπτοις διά τε τὴν 
ἐς τὸν ᾿Δγρίππαν τιμὴν καὶ διὰ τὸ πολλὰ τῶν περὶ τὴν 
ἀγορὰν οἰκοδομημάτων κεκαῦσϑαι, ἐγένοντο. καὶ τὸ 
μὲν τοῦ πυρὸς αἴτιον ἐς τοὺς χρεοφείλας ἀνεφέρετο, ὡς 
καὶ ἐπίτηδες αὐτὸ παρασκευάσαντας ἵν᾽ ἀποκόψωσί τι 
τῶν χρεῶν. συχνὰ δόξαντες ἐξημιῶσϑαι᾽ ἔτυχον δὲ 
ἐκεῖνοι μὲν οὐδενός, οἵ δὲ δὴ στενωποὶ ἐπιμελητῶν τι- 
νῶν ἐκ τοῦ δήμου, οὗς καὶ στενωπάρχους καλοῦμεν" 

καί σφισι καὶ τῇ ἐσϑῆτι τῇ ἀρχικῇ ) καὶ ῥαβδούχοις δύο, 
ἐν αὐτοῖς τοῖς χωρίοις ὧν ἂν ἄρχωσιν, ἡμέραις τισὶ 
χρῆσϑαι ἐδόϑη, ἢ τε δουλεία ἡ τοῖς ἀγορανόμοις τῶν 
ἐμπιμπραμένων ἕνεκα συνοῦσα ἐπετράπη, καίτοι καὶ 
ἐκείνων καὶ τῶν δημάρχων τῶν τὲ στρατηγῶν πᾶσαν 
τὴν πόλιν, δεκατέσσαρα, μέρη νεμηϑεῖσαν. “λῆρο 
προσταχϑέντων᾽ ὃ καὶ νῦν γίγνεται. 


τοσαῦτα μὲν ἐν τῷ ἔτει τούτῳ ἐπράχϑη᾽ ἐν γὰρ δὴ 9 
748 


τῇ Γερμανίᾳ οὐδὲν ἄξιον μνήμης συνέβη᾽ τῶ δὲ ὑστέ- 
ρῷ, ἐν ᾧ Γαιός τε ᾿Ἁντίστιος καὶ Δαίλιος Βάλβος ὑπά- 
ὍΙΟ ΘΟΑΒΒΙΟΒ, 11Ὶ 11 


"»-- 


ι 


“1 


ἐῷ 


ὡ» 


(- 


σι 


[-1} 


1602 1,1}. ΘΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΒ. διὰ, 748. 


τευσαν, ἰδὼν ὁ Αὔγουστος τόν τε Γαιον καὶ τὸν “ού- 
κιον αὐτούς τε μὴ πάνυ, οἷα ἐν ἡγεμονίᾳ τρεφομένους, 
τὰ ἑαυτοῦ ἤϑη ξηλούντας᾽ οὐ γὰρ ὅτι ἁβρότερον διῆ- 
γον, ἀλλὰ καὶ ἐθρασύνοντο᾽ ἐς γοῦν τὸ ϑέατρόν ποτε 
καϑ' ἑαυτὸν ὁ “Αούκιος ἐσῆλθε ᾿ καὶ πρὸς πάντων τῶν 
ἐν τῇ πόλει; τὰ μὲν γνώμῃ τὰ δὲ ϑεραπεία, κολακευο- 
μένους κἀκ τούτου ἔτι καὶ μᾶλλον ϑρυπτομένους, τάτε 
γὰρ ἄλλα καὶ ὕπατον τὸν Γάιον μηδὲ ἐς ἐφήβους πω τε- 
λοῦντα προεχειρίσαντο, ἠγανάκτησε, καὶ προσεπηύξα- 
το μηδεμίαν τοιαύτην καιρῶν ἀνάγκην ὁποία ποτὲ αὐ- 
τὸν κατέλαβε γενέσϑαι, ὥστε τινὰ νεώτερον εἰκοσετοῦς 
ὑπατεῦσαι. ἐπειδή τε καὶ ὡς ἐνέκειντό οἷ, τότε ἔφη 
χρῆναί τινὰ τὴν ἀρχὴν ταύτην λαμβάνειν, ὅ ὅταν μήτε 
τι αὐτὸς ἁμαρτάνειν καὶ ταῖς τοῦ δήμου σπουδαῖς ἀν- 
ϑίστασϑαι δύνηται. καὶ μετὰ τοῦϑ᾽ ἱερωσύνην μέν 
τινα αὐτῷ καὶ τὴν ἐς τὸ συνέδριον συμφοίτησιν τό τε 
συνϑεᾶσϑαι καὶ τὸ συνεστιᾶσϑαι τῇ βουλῇ ἔδωκε" 
βουληϑεὶς δὲ δὴ τρόπον τινὰ μᾶλλον αὐτοὺς σωφρονί- 
σαι, τῷ Τιβερίῳ τήν τε ἐξουσίαν τὴν δημαρχικὴν ἐς 
πέντε ἔτη ἔνειμε καὶ τὴν ᾿Δρμενίαν ἀλλοτριουμένην 
προσέταξε. συνέβη δ᾽ αὐτῷ καὶ ἐκείνοις καὶ τῷ Τιβερίῳ 
προσκροῦσαι μάτην, τοῖς μὲν ὅτι παρεωρᾶσϑαι ἔδοξαν, 
τῷ δὲ ὅτι τὴν ὀργὴν αὐτῶν ἐφοβήϑη. ἀμέλει καὶ ἐς 


Ῥόδον ὡς καὶ παιδεύσεώς τινος δεόμενος ἐστάλη, μήτ᾽ 


ἄλλους τινὰς μήτε τὴν ϑεραπείαν πᾶσαν ἐπαγόμενος, 
ἵν᾽ ἐκποδών σφισι καὶ τῇ ὄψει καὶ τοῖς ἔργοις γένηται. 
καὶ τήν τε ὁδὸν ἰδιωτικῶς ἐποιήσατο, πλὴν καϑ᾽ ὅσον 
τοὺς Παρίους τὸ τῆς Ἑστίας ἄγαλμα πωλῆσαί οἱ ἠνάγ- 


9, 4, 4, Τηΐοσ τρόπον οὐ 10, 2, 1, ρεὶ, οἱ ἱπίοσ 10, 1ὅ, 3, ὡς 
καὶ οὐ 108. 1, 1, ἑτέρους Ὀὲπα 0118 ἀδδαπΐ οοὐϊοὶ ν ποίο, ἀ4- 
αἰΐα ΟΧ ῪΥ͂ Ρ. 6602, γοτῦθα 6, 1, καὶ --- 7, 3, ἐστι, οἱ 1, 0, οἱ δὲ -- 8, 
6, ἐνεδέχετο, εἰ 10, 1ὅ, 4, καὶ --- 6, ἐκρέϑη, οπιίθιε ΧΊΡ ΜΙ ἢ 8. 


8. υ., 748. 752, 1. ΠΥ. ΟΘΑΕΒΑᾺΒ ΟΥΤΑΥΙΑΝΌΝ, 109 


κασεν, ὕπως ἐν τῷ Ὁμονοείῳ ἰδρυϑῇ᾽ καὶ ἐς τὴν νῆσον 
ἐλϑὼν οὐδὲν ὀγκηρὸν οὔτε ἔπραττεν οὔτε ἔλεγεν. 
ἡ μὲν οὖν ἀληϑεστάτη αἰτία τῆς ἐκδημίας αὐτοῦ 
τοιάδε ἐστί, λόγον δέ τινα ἔχει καὶ διὰ τὴν γυναῖκα 
τὴν Ἰοβλζον; ὅτι μηκέτ᾽ αὐτὴν φέρειν ἐδύνατο, τοῦτο 
ποιῆσαι κατέλιπε γοῦν αὐτὴν ἐν τῇ Ῥώμῃ. οἱ δὲ 
ἔφασαν χαλεπῆναι αὐτὸν ὅτι μὴ καὶ Καῖσαρ ἀπε- 
δείχϑη. οἵ δὲ ὑπ᾽ αὐτοῦ τοὺ “ὐγούστου ὡς καὶ τοῖς 
παισὶν αὐτοῦ ἐπιβουλεύοντα ἐκβληϑῆναι. ὅτι μὲν 
γὰρ οὔτε παιδείας ἕνεκα οὔτ᾽ ἀβουλήσας τὰ δεδογ- 
μένα ἀπεδήμησε, δῆλον ἔκ τε τῶν ἄλλων ὧν μετὰ 
ταῦτα ἔπραξε, καὶ ἐκ τοῦ τὰς διαϑήκας αὐτὸν εὐϑὺς 
τότε χαὶ λῦσαι καὶ τῇ μητρὶ τῷ τε Αὐγούστῳ ἀνα- 
γνώναι. ἐγένετο᾽ κατεικάξετο πάνϑ'᾽ ὅσα ἐνεδέχετο. 

. ὁ δὲ Αὔγουστος τὸ τοῦ δήμου τοῦ σιτοδοτου- 1 
μένου πλῆϑος ἀόριστον ὃν ἐς εἴκοσι μυριάδας κατέ- 22 
κλεισε, καὶ ὥς γέ τινες λέγουσι, καϑ'᾿ ἕνα ἑξήκοντα 
ΜΕΥ ἔδωκε. 

. (γρει, ἑαυτὸν δὲ καὶ τοὺς ἐγγόνους, ὁσάκις 2 
ἂν ἐθελήσωσι, τούς τε ἐκ τῶν παίδων ἐξιόντας καὶ ἐς 
τοὺς ἐφήβους ἐγγραφομένους ἐκεῖσε πάντως ἀφικχνεῖ- 
σϑαι, καὶ τοὺς ἐπὶ τὰς ἀρχὰς τὰς ἐχδήμους στελλο- 
μένους ἐκεῖθεν ἀφορμᾶσϑαι, τάς τε γνώμας τὰς περὶ 3 
τῶν νικητηρίων ἐκεῖ τὴν βουλὴν ποιεῖσϑαι, καὶ τοὺς 
πέμψαντας αὐτὰ τῷ ᾿ἄρει τούτῳ καὶ τὸ σκῆπτρον καὶ 
τὸν στέφανον ἀνατιϑέναι, καὶ ἐκείνους τε καὶ τοὺς 
ἄλλους τοὺς τὰς ἐπινικίους τιμὰς λαμβάνοντας ἐν τῇ 
ἀγορᾷ χαλκοῦς ἵστασϑαι, ἄν τέποτε σημεῖα στρατιω- 
τικὰ ἐς πολεμίους ἁλόντα ἀνακομισϑῆ, ἐς τὸν ναὸν 
αὐτὰ τίϑεσϑαι, καὶ πανήγυρίν τινα πρὸς τοῖς ἀνα- 
βασμοῖς αὐτοῦ ὑπὸ τῶν ἀεὶ ἰλαρχούντων ποιεῖσϑαι, 
ἡλόν τε αὐτῷ ὑπὸ τῶν τιμητευσάντων προσπήγνυ- 


115 


“2 


ω 


[ον 


1604 0Ἰ1ν. ΘΟΛΕΒΑΚΒ ΟὐΤΑΥΙΑΝΌΚ. ἃ. ὦ, 752. 


ὅ σϑαι, καὶ τήν τε παράσχεσιν τῶν ἵππων τῶν ἐς τὴν 


5» 


-. 


ἱπποδρομίαν ἀγωνιουμένων καὶ τὴν τοῦ ναοῦ φυλα- 
κὴν καὶ βουλευταῖς ἐργολαβεῖν ἐξεῖναι; καϑάπερ ἐπί 
τε τοῦ ᾿Απόλλωνος καὶ ἐπὶ τοῦ Διὸς τοῦ Καπιτω- 
λίονυ ἐνενομοϑέτητο. ἐπὶ μὲν τούτοις τὸ μέγαρον 
ἐκεῖνο ὁ Αὔγουστος ἐθείωσε, καίτοι τῷ τε Γαΐῳ καὶ 
τῷ “ουκίῳ πάντα καϑάπαξ τὰ τοιαῦτα ἱεροῦν ἐπι- 
τρέψας ὑπατικῇ τινι ἀρχῇ κατὰ τὸ παλαιὸν χρωμέ- 
νοις. καὶ τήν γε ἱπποδρομίαν αὐτοὶ τότε διέϑεσαν, 
τήν τε Τροίαν καλουμένην οἱ παῖδες οἵ πρώτοι μετὰ 
τοῦ ᾿Δγρίππου τοῦ ἀδελφοῦ αὐτῶν ἵππευσαν. καὶ 
λέοντες ἑξήκοντα καὶ διακόσιοι ἐν τῷ ἱπποδρόμῳ 


ἐσφάγησαν. ὁπλομαχία τε ἐν τοῖς σέπτοις καὶ ναῦυ- 


ῳρ 


μαχία ἐν τῷ χωρίῳ, ἐν ᾧ καὶ νῦν ἔτι σημεῖά τινὰ 
αὐτῆς δείκνυται, Περσὼν καὶ ᾿ϑηναίων ἐποιήϑη᾽ 
ταῦτα γὰρ τὰ ὀνόματα τοῖς ναυμαχοῦσιν ἐτέθη, καὶ 
ἐνίκων καὶ τότε οἵ ᾿4ϑηναῖοι. καὶ μετὰ τοῦτο ἔς τὲ 
τὸν Φλαμίνιον ἱππόδρομον ὕδωρ ἐσήχϑη, καὶ ἐν αὖ- 
τῷ κροκόδειλοι ξξ καὶ τριάκοντα κατεκόπησαν. οὐ 
μέντοι καὶ διὰ πασῶν τῶν ἡμερῶν τούτων ὁ “ὕγου- 
στος ὑπάτευσεν, ἀλλ᾽ ἐπ᾽ ὀλίγον ἄρξας ἄλλῳ τὸ ὄνομα 
τῆς ὑπατείας ἔδωκε. 

τῷ μὲν οὖν Ἄρει ταῦτ᾽ ἐγένετο, αὐτῷ δὲ δὴ τῷ 
Αὐγούστῳ ἀγών τε ἱερὸς ἐν Νέᾳ πόλει τῇ Καμπα- 
νέδι, λόγῳ μὲν ὅτι κακωϑεῖσαν αὐτὴν καὶ ὑπὸ σειδξ. 
μοῦ καὶ ὑπὸ πυρὸς ἀνέλαβε, τὸ δ᾽ ἀληϑὲς ἐπειδὴ 
τὰ τῶν Ἑλλήνων μόνοι τῶν προσχώρων τρόπον τινὰ 


10 ἐξήλουν, ἐψηφίσϑη. καὶ ἡ ἐπωνυμία ἡ τοῦ παερὸς 


ἀκριβῶς ἐδόϑη᾽ πρότερον γὰρ ἄλλως ἄνευ ψηφίσμα- 
τος ἐπεφημίξετο. καὶ μέντοι καὶ ἐπάρχους τῶν δὸο- 
ρυφόρων τότε πρῶτον Κύιντόν τε Ὀστώριον Σχκα- 
πούλαν καὶ Πούπλιον Σαλούιον ᾿ἄπρον ἀπέδειξεν" 


αἃ.υ, 702, .1}. ΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΒ. 10 


οὕτω γάρ τοι αὐτοὺς καὶ ἐγὼ μόνους τῶν ἐπαρχόν- 
τῶν τινός, ἐπειδήπερ ἐκνενίκηκεν, ὀνομάξω. ἐποίησε 
μὲν οὖν καὶ ὁ Πυλάδης ὁ ὀρχηστὴς πανήγυρίν τινα, 
οὐκ αὐτὸς χειρουργήσας ἅτε καὶ ὑπεργήρως ὦν, ἀλλὰ 
τῇ τε σκευῇ τῇ ἀρχικῇ καὶ τοῖς ἀναλώμασιν, ἐποίησε 
δὲ καὶ Κύιντος Κρισπῖνος στρατηγός. λέγω δὲ οὐ 
τοῦτο ἀλλ᾽ ὅτι ἄνδρες τε ἱππεῖς καὶ γυναῖκες οὐκ 
ἀφανεῖς ἐς τὴν ὀρχήστραν ἐπ᾽ αὐτοῦ ἐσήχϑησαν. 
ἀλλὰ ταῦτα μὲν ἐν οὐδενὶ λόγῳ ὁ “ὔγουστος ἐτέϑετο, 
τὴν δὲ δὴ Ἰουλίαν τὴν ϑυγατέρα ἀσελγαίνουσαν οὔ- 
τῶς ὥστε καὶ ἐν τῇ ἀγορᾷ καὶ ἐπ᾽ αὐτοῦ γε τοῦ βή- 
ματος καὶ κωμάξειν νύκτωρ καὶ συμπίνειν ὀψέ ποτε 
φωράσας ὑπερωργίσϑη. κατείκαξε μὲν γὰρ καὶ πρότε- 
ρον οὐκ ὀρϑώς αὐτὴν βιοῦν, οὐ μέντοι καὶ ἐπίστευεν" 
οἵ γάρ τοι τὰς ἡγεμονίας ἔχοντες πάντα μᾶλλον ἢ 
τὰ σφέτερα γιγνώσκουσι, καὶ οὔτ᾽ αὐτοί τι τοὺς συν- 
ὄντας ὧν ποιοῦσι λανθάνουσιν οὔτε τὰ ἐκείνων ἀκρι- 
βοῦσι. τότε δ᾽ οὖν μαϑὼν τὰ πραττόμενα τοσούτῳ 
ϑυμῷ ἐχρήσατο ὥστε μηδ᾽ οἴκοι αὐτὰ κατασχεῖν ἀλλὰ 
καὶ τῇ γερουσίᾳ κοινῶσαι. κἀκ τούτου ἐκείνη μὲν 
ἐς Πανδατερίαν τὴν πρὸς Καμπανίᾳ νῆσον ὑπερω- 
ρέσϑη, καὶ αὐτῇ καὶ ἡ Σκριβωνέα ἡ μήτηρ ἑκοῦσα 
συνεξέπλευσε᾽ τῶν δὲ δὴ χρησαμένων αὐτῇ ὁ μὲν 
Ἴουλος ὁ ᾿Αντώνιος, ὡς καὶ ἐπὶ τῇ μοναρχίᾳ τοῦτο 
πράξας, ἀπέϑανε μετ᾽ ἄλλων τινῶν ἐπιφανῶν ἀν- 
δρῶν, οἱ δὲ λοιποὶ ἐξ νήσους ὑπερωρέσϑησαν. καὶ 
ἐπειδὴ καὶ δήμαρχός τις ἐν αὐτοῖς ἦν, οὐ ἡρότερον 
πρὶν διάρξαι ἐκρίϑη. πολλῶν δὲ καὶ ἄλλων γυναι- 
κῶν ἐφ᾽ ὁμοίοις τισὶν αἰτίαν λαβουσῶν οὐ πάσας τὰς 


-» 


2 


με 


9 


δίκας ἐδέξατο, ἀλλὰ καὶ χρόνον τινὰ ἀφώριδεν ὥστε 16 


τὰ πρὸ ἐκείνου πραχϑέντα μὴ πολυπραγμονεῖσϑαι. 
ἐπὶ γὰρ τῆς ϑυγατρὸς μηδὲν μετριάσας, ἀλλὰ καὶ 


106 μιν, ΟΛΕΒΑΚ ΟΟΤΑΥΝΙΑΝΌΒ, ἃ. ὦ, 752, 


φήσας ὅτι Φοίβης πατὴρ μᾶλλον ἢ ἐκείνης γεγονέναι 
ἤϑελε, τῶν ἄλλων ἐφείδετο. ἡ δὲ δὴ Φοίβη ἐξελευ- 
ϑέρα τε τῆς Ἰουλίας καὶ συνεργὸς οὖσα προαπέϑα- 
νεν ἑκουσία, διόπερ καὶ ὁ Αὔγουστος αὐτὴν ἐπήνεσε. 


10. ςς, ἑτέρους ἐκ τῆς Αἰγύπτου ἐπιστρατεύσαντάς 


σφισιν ἀπεώσαντο, οὐ πρότερόν τε ἐνέδοσαν πρὶν 
χιλίαρχόν τινα ἐκ τοῦ δορυφορικοῦ ἐπ᾽ αὐτοὺς πεμ- 
φϑῆναι. καὶ ἐκεῖνος δὲ ἐν χρόνῳ τὰς καταδρομὰς 


᾿ αὐτῶν ἐπέσχεν, ὥστε ἐπὶ πολὺ μηδένα βουλευτὴν τῶν 


2 


ϑ 


᾿-- 


ὅ 


ταύτῃ πόλεων ἄρξαι. 

ταῦτά τε οὖν ἅμα καὶ τὰ τῶν Κελτῶν ἐκαινώϑη. 
ὃ γὰρ Δομέτιος πρότερον μέν, ἕως ἔτι τῶν πρὸς τῷ 
Ἴστρῳ χωρίων ἦρχε, τούς τε Ἑρμουνδούρους ἐκ τῆς 
οἰκείας οὐκ οἶδ᾽ ὅπως ἐξαναστάντας καὶ κατὰ ξήτη- 
σιν ἑτέρας γῆς πλανωμένους ὑπολαβὼν ἐν μέρει τῆς 
Μαρκομαννέδος κατῴκισε, καὶ τὸν ᾿Δλβέαν μηδενός 
οἵ ἐναντιουμένου διαβὰς φιλίαν τε τοῖς ἐκείνῃ βαρ- 
βάροις συνέϑετο καὶ βωμὸν ἐπ᾽ αὐτοῦ τῷ Αὐγούστῳ 
ἱδρύσατο. τότε δὲ πρός τε τὸν Ῥῆνον μετελϑών, καὶ 
ἐκπεσόντας τινὰς Χερούσκων καταγαγεῖν δι᾿ ἑτέρων 
ἐθελήσας, ἐδυστύχησε καὶ καταφρονῆσαί σφων καὶ 
τοὺς ἄλλους βαρβάρους ἐποίησεν. οὐ μέντοι καὶ 
πλέον τι τῷ ἔτει ἐκείνῳ - ὑπ᾽ αὐτοῦ ἐπράχϑη᾽ διὰ 
γὰρ τὸν Παρϑικὸν πόλεμον ὑπόγυον ὄντα οὐδεμία 
αὐτῶν ἐπιστροφὴ τότε ἐγένετο. 

οὐ μὴν οὐδὲ τοῖς Πάρϑοις ἐπολεμήϑη. ὁ γὰρ 
Φρατάκης τὸν Γάιον ἔν τε τῇ Συρίᾳ ὄντα καὶ ὑπατεύ- 
οντὰα ἀκούσας. καὶ προσέτι καὶ τὰ οἰκεῖα μηδὲ πρό-- 
τερον εὐνοϊκῶς οἵ ἔχοντα ὑποτοπήσας, προκατηλλαγη 
ἐπὶ τῷ αὐτός τε τῆς ᾿Δρμενίας ἀποστῆναι καὶ τοὺς 
ἀδελφοὺς αὐτοῦ πέραν ϑαλάσσης εἶναι. οἵ γε μὴν 
᾿Δρμένιοι, καίπερ τοῦ τε Τιγράνου ἐκ πολέμου τινὸς 


ἘΣ 5 σ 


0.2; ΠῚ. ΘΑΕΒΑΚ ΟΟΤΑΥΙΑΝΌΞΒ. 107 


βαρβαρικοῦ φϑαρέντος καὶ τῆς Ἐρατοῦς τὴν ἀρχὴν 
ἀφείσης, ὅμως ἐπειδὴ ᾿4ριοβαρξανει τινὶ Μήδῳ, ὅς 
ποτε μετὰ τοῦ Τιριδάτου πρὸς τοὺς Ῥωμαίους ἀφῖκτο, 
παρεδίδοντο, ἐπολέμησάν σφισι τῷ ὑστέρῳ ἔτει, ἐν 
ᾧ Πούπλιύς τε Οὐινέκιος καὶ Πούπλιος Οὔαρος ὑπά- 
τευσαν. καὶ ἄλλο μὲν οὐδὲν ἀξιόλογον ἔδρασαν, 
"δδων δέ τις τὰ ᾿Αρτάγειρα κατέχων ὑπηγάγετο τὸν 
Γάιον ὑπὸ τὸ τεῖχος ὡς καὶ τῶν τοῦ Πάρϑου τι ἀπορ- 
ρήτων αὐτῷ φράσων, καὶ ἔτρωσεν αὐτόν, κἀκ τού- 
του πολιορκηϑεὶς ἐπὶ πλεῖστον ἀντέσχεν. ἁλόντος δ᾽ 
οὖν ποτε αὐτοῦ τό τε ὄνομα τὸ τοῦ αὐτοχράτορος οὐχ 
ὁ Αὔγουστος μόνον ἀλλὰ καὶ ὁ Γάιος ἐπέϑετο, καὶ 
τὴν ᾿Δἀρμενίαν τότε μὲν ὁ ᾿Αριοβαρξάνης. ἀποϑανον- 
τος δὲ αὐτοῦ οὐ πολλῷ ὕστερον ᾿ἀρταβάξης ὁ υἱὸς 
παρά τε τοὺ Αὐγούστου καὶ παρὰ τῆς βουλῆς ἔλαβεν. 
ὁ δ᾽ οὖν Γάιος ἐκ τοῦ τραύματος ἠρρώστησε, καὶ 
ἐπειδὴ μηδ᾽ ἄλλως ὑγιεινὸς ἦν, ὑφ᾽ οὕπερ καὶ τὴν 
διάνοιαν ἐξελέλυτο, πολλῷ μᾶλλον ἀπημβλύνϑη. καὶ 
τέλος ἰδιωτεύειν τε ἠξίου καὶ ἐν τῇ Συρία που κατα- 
μεῖναι ἤϑελεν, ὥστε τὸν Αὔγουστον περιαλγήσαντα 
τῇ τε γερουσίᾳ τὸ βούλημα αὐτοῦ κοινῶσαι καὶ ἐκεῖ- 
νον ἐς γοῦν τὴν Ἰταλίαν ἐλϑόντα πράττειν ὅ,τι βού- 
λοιτο προτρέψασϑαι. πάντ᾽ οὖν εὐϑὺς τὰ τῆς ἀρχῆς 
ἀφεὶς ἐς Μυκίαν ἐν ὁλκάδι παρέπλευσε, κἀνταῦϑα 
ἐν “ιμύροις μετήλλαξε. πρὶν δὲ ἢ τελευτῆσαι αὐτὸν 


ὁ Λούκιος ἐν Μασσαλίᾳ προαπέσβη᾽ πολλαχῇ γάρ᾽ 


τοι καὶ ἐκεῖνος ἄλλοτε ἄλλῃ πεμπόμενος ἡσκεῖτο, καὶ 
τὰς γε τοῦ Γαΐου ἐπιστολὰς αὐτὸς ἐν τῇ βουλῇ, ὁσά- 
κις παρείη, ἀνεγίγνωσκεν. ἀπέϑανε δὲ ἐξαίφνης 
νοσήσας, ὥστε ἐπ᾿ ἀμφοτέροις σφίσι τὴν Λιουίαν, 
ἄλλως τε καὶ ὅτι ἐν τῷ χρόνῳ τούτῳ ὁ Τιβέριος ἐς 
τὴν Ῥώμην ἐκ τῆς Ῥόδου ἀφίκετο, ὑποπτευϑῆναι. 


».2 


ῳρ 


0 


ΕΝ 


1 


ἐῷ 


ἐφ 


ὧς 


ΠΣ 


108 ων, ΘΟΛΕΒΑᾺ ΟΥΤΑΥΙΑΝΌΞΒ, 8. (. 3. 


αὐτός τὲ γὰρ ἐμπειρότατος τῆς διὰ τῶν ἄστρων μαν- 
τικῆς ὦν, καὶ Θράσυλλον ἄνδρα πάσης ἀστρολογίας 
διαπεφυκότα ἔχων, πάντα καὶ τὰ ἑαυτῷ καὶ τὰ ἐκεί- 
νοις πεπρωμένα ἀκριβῶς ἠπίστατο᾽ καὶ λόγον γὲ 
ἔχει ὅτι μελλήσας ποτὲ ἐν τῇ Ῥόδῳ τὸν Θράσυλλον 
ἀπὸ τοῦ τείχους, ἐπειδὴ μόνος αὐτῷ πάνϑ᾽ ὅσα ἐνε- 
νόει συνήδει. ὥσειν, οὐκέτ᾽ αὐτὸ ἐποίησε σκυϑρω- 
πάσαντα αὐτὸν ἰδών, οὔτι γε καὶ διὰ τοῦτο, ἀλλ᾽ 
ὅτι ἐπερωτηϑεὶς διὰ τί συννένοφε, κίνδυνόν τινα 
ὑποπτεύειν οἵ γενήσεσϑαι ἔφη᾽ ϑαυμάσας γὰρ ὅτι 
καὶ τὴν μέλλησιν τῆς ἐπιβουλῆς. ...... «ον νος 


11,2,8, ἐπιβουλῆς) Ποδαπὲ οοἄϊοὶ Υ αποίο ἕο α ἄπο, ΧἰρὮ111- 

ὨῈ8 οὐ ΠΟΥ Ὁ Σοτῖβ 6χ 60 ἱπέουροϊ δὲὶ 8ῖο ᾿πᾶθ 8Ὸ 11, 2: καὶ λόγος 
γε ἔχει ὅτι μελλήσας ποτὲ ἐν τῇ Ῥόδῳ τὸν Θράσυλλον ἀπὸ τοῦ 
τείχους ὥσειν, ἐπειδὴ μόνος αὐτῷ πάνϑ᾽ ὅσα ἐνενόει συνήδει, 
ὡς εἶδεν αὐτὸν σκυϑρωπάσαντα, ἤρετο διὰ τί συννένοφεν, 
εἰπόντος δὲ κίνδυνὸν τινα ὑποπτεύειν, ϑαυμάσας οὐκέτ᾽ αὐτὸ 
ἐποίησεν. οὕτω γάρ που πάντα ἐκεῖνος σαφῶς ἤδει ὥστε καὶ τὸ 
πλοῖον τὸ τὴν ἀγγελέαν τῷ Τιβερίῳ τῆς ἐς τὴν Ῥώμην ἄἀνακομι- 
δῆς παρά τε τῆς μητρὸς καὶ παρὰ τοῦ Αὐγούστου φέρον πόρ- 
ρωϑὲεν κατιδὼν προσπλέον, προειπεῖν αὐτῷ ἃ ἀγγέλλειν ἤμελλε. 
. τοῦ δὲ Λουκίου τοῦ τε Γαΐου τὰ σώματα διά τε τῶν χιλιάρ- 
χων καὶ διὰ τῶν ἐφ᾽ ἕξκάστης πόλεως πρώτων ἐς τὴν Ῥώμην 
ἐκομίσϑη, καὶ αἷ πέλται τά τε δόρατα, ἃ παρὰ τῶν ἱππέων ἐς 
τοὺς ἐφήβους ἐσιόντες χρυσὰ εἰλήφεσαν, ἐς τὸ βουλευτήριον 
ἀνετέϑη. δεσπότης δὲ τότε ὁ Αὔγουστος ὑπὸ τοῦ δήμου ὄνο- 
μασϑεὶς οὐχ ὅπως ἀπεῖπε μηδένα τούτω πρὸς ἑαυτὸν τῷ προσ- 
ρήματι χρήσασϑαι, ἀλλὰ καὶ πάνυ διὰ φυλακῆς αὐτὸ ἐποιή- 
σατο. πληρωϑείσης δέ οἷ καὶ τῆς τρίτης δεκαετίας τὴν ἡγεμο- 


- νίαν καὶ τὸ τέταρτον, ἐκβιασϑεὶς δῆϑεν, ὑπεδέξατο, πραότερός 


τε καὶ ὀκνηρότερος ὑπὸ τοῦ γήρως πρὸς τὸ τῶν βουλευτῶν 
τισιν ἀπεχϑάνεσϑαι γεγονὼς οὐδενὶ ἔτ᾽ αὐτῶν προσκρούειν 
ἤϑελεν. ἐμπρησμοῦ δέ ποτε τὸ παλάτιον διαφϑείραντος, καὲ 
πολλῶν αὐτῷ πολλὰ διδόντων, οὐδὲν ἔλαβεν ἢ μόνον παρὰ μὲν 
τῶν δήμων χρυσοῦν παρὰ δὲ τῶν ἰδιωτῶν δραχμήν. χρυσοῦν 
γὰρ δὴ καὶ ἐγὼ τὸ νόμισμα τὸ τὰς πέντε καὶ εἴκοσι δραχμὰς 


ἃ. Ο. 4. .}γ, ΟΛΕΒΑΝ ΟΥΤΑΝΙΆΝΙΕ ΣΝ, 109 


Τιβέριον καὶ ἐποιήσατο καὶ ἐπὶ τοὺς Κελτοὺς ........ ἢ 
τὴν ἐξουσίαν αὐτῷ τὴν δημαρχικὴν ἐς δέκα ἔτη δούς. “,"" 
καὶ μέντοι καὶ αὐτὸν ἐκεῖνον ὑποπτεύσας πῃ ἐκφρο- 
νήσειν, καὶ φοβηϑεὶς μὴ καὶ νεοχμώσῃ τι. τὸν Γερ- 
μανικὸν οἵ τὸν ἀδελφιδοῦν καίτοι καὶ αὐτῷ υἱὸν 
ἔχοντι ἐσεποέησε. κἀκ τούτων ἐπιϑαρσήσας ὡς καὶ 3 
διαδόχους καὶ βοηϑοὺς ἔχων, διαλέξαι τὴν γερουσίαν 
αὖϑις ἠϑέλησε, καὶ δέκα βουλευτὰς οὖς μάλιστα ἐτί- 
μα προβαλόμενος τρεῖς ἀπ᾿ αὐτῶν ἐξεταστὰς ἀπέ- 
δειξεν, οὗς ὁ κλῆρος εἵλετο. οὐ μέντοι καὶ πολλοὶ 
οὔτε προκατέγνωσάν σφῶν ἐξουσίας αὐτοῖς δοθείσης, 
ὥσπερ καὶ πρότερον, οὔτ᾽ ἄκοντες ἀπηλίφησαν. τοῦτο 4 
μὲν δὴ δι᾿ ἑτέρων ἔπραξεν, αὐτὸς δὲ ἀπογραφὰς τῶν 
ἔν τε τῇ Ἰταλίᾳ κατοικούντων καὶ μὴ ἐλάττω πέντε 
μυριάδων οὐσίαν κεκτημένων ἐποιήσατο᾽ τοὺς γὰρ 
ἀσϑενεστέρους τούς τε ἔξω τῆς Ἰταλίας οἰκοῦντας οὐκ 
ἠνάγκασεν ἀπογράψασϑαι, δείσας μὴ νεωτερίσωσί τι 
ταραχϑέντες. καὶ ὅπως γε μὴ δόξειεν ὡς τιμητὴς 5 
αὐτὸ ποιεῖν, δι᾿ ὅπερ εἶπον πρότερον, ἀνθύπατον 
ἐξουσίαν πρός τε τὸ τέλος τῶν ἀπογραφῶν καὶ πρὸς 
δυνάμενον κατὰ τὸ ἐπιχώριον ὀνομάζω" καὶ τῶν Ἑλλήνων δέ ὃ 
τινες, ὧν τὰ βιβλία ἐπὶ τῶ ἀττικίξειν ἀναγινώσκομεν, οὕτως 
αὐτὸ ἐκάλεσαν. ὁ δὲ Αὔγουστος τὴν οἰκίαν οἰκοδομήσας 
ἐδημοσίωσε πᾶσαν, εἴτε δὴ διὰ τὴν συντέλειαν τὴν παρὰ τοῦ 
δήμου οἵ γενομένην, εἴτε καὶ ὅτι ἀρχιέρεως ἦν, ἵν᾽ ἐν τοὶς 
ἰδίοις ἅμα καὶ ἐν τοῖς κοινοῖς οἰκοίη. 

τοῦ δὲ δήμου σφόδρα ἐγκειμένου τῷ Αὐγούστῳ ἵνα κα- 18 
ταγάγῃ τὴν ϑυγατέρα αὐτοῦ, ϑᾶσσον ἔφη πῦρ ὕδατι μιχϑή- 
σεσϑαι ἢ ἐκείνην καταχϑήσεσϑαι. καὶ ὁ δῆμος πυρὰ ἐς τὸν 
Τίβεριν πολλὰ ἐνέβαλε" καὶ τότε μὲν οὐδὲν ἤνυσεν, ὕστερον 
δὲ ἐξεβιάσατο ὥστε ἐς γοῦν τὴν ἤπειρον αὐτὴν ἐκ τῆς νήσου 
κομισϑῆναι. Ταπι ΠὈτῚ ργδϑῖου γεποίαμι τὸν δέ γε Τιβέριον, 
εὖ τὸν Τιβέριον υἱοθετήσατο, οἰΐδτα ἴῃ οοίουβ Ρ8Ὲ110 ᾿ἱπίορυϊου, 
ΖΟΠΔΥΔΒ γ0]. 2, Ρ. 424, 1, 


170 ωι Υ ΘΑΕΒΑΒ ΟΥΤΑΥΙΑΝΌΒ, ἃ. (, 4. 


5 τὴν τοῦ καϑαρσίου ποίησιν προσέϑετο. ἐπειδή τε συχ- 


νοὶ τῶν νεανίσκων ἔκ τε τοῦ βουλευτικοῦ γένους κἀκ 
τῶν ἄλλων ἱππέων ἐπένοντο μηδὲν ἐπαίτιον ἔχοντες, 
τοῖς μὲν πλείοσι τὸ τεταγμένον τίμημα ἀνεπλήρωσεν, 
ὀγδοήλζοντα δέ τισι καὶ ἐς τριάκοντα αὐτὸ μυριάδας 


Ἰ ἐπηύξησε. πολλῶν τε πολλοὺς ἀκρίτως ἐλευϑερούντων, 


14 


12 


3 


νῷ 


διέταξε τήν τε ἡλικίαν ἣν τόν τε ἐλευϑερώσοντά τινα 

καὶ τὸν ἀφεϑησόμενον ὑπ᾽ αὐτοῦ ἔχειν δεήσοι, καὶ τὰ 

δικαιώματα οἷς οἵ τε ἄλλοι πρὸς τοὺς ἐλευϑερουμένους 
καὶ αὐτοὶ οἵ δεσπόται σφῶν γενόμενοι χρήδοιντο. 

πράσσοντι δὲ αὐτῷ ταῦτα ἐπεβούλευσαν ἄλλοι 

τε καὶ Γναῖος Κορνήλιος ϑυγατριδοῦς τοῦ μεγάλου 

Πομπηίου ὦν, ὥστε ἐν μεγάλῃ αὐτὸν ἀμηχανία χρό- 

νον τινὰ γενέσϑαι, μήτ᾽ ἀποκτεῖναί σφας. ὅτι οὐδὲν 

πλέον πρὸς ἀσφάλειαν ἐκ τῶν ἀπολλυμένων ἑώρα οἵ 

γιγνόμενον, μήτ᾽ ἀπολῦσαι, μὴ καὶ ἑτέρους ἐκ τού- 
. κα Α ; , 3 “- 

του ἐφ᾽ ἕαυτον ἐπισπάσηται, ἐθέλοντα. ἀἁπορούῦντίέ 

᾿: - 
τὲ οὐν αὐτῷ ὅ,τι πράξῃ, καὶ οὔτε μεϑ᾽ ἡμέραν 
Ξ “ 

ἀφροντιστεῖν οὔτ᾽ αὖ νύκτωρ ἀτρεμεῖν δυναμένῳ 
ς ͵, ἴς - ς ς» ; 

ἔφη ποτὲ ἡ Μιουία ᾿ τέ ἐστι τοῦτο. ὦ ἄνερ; διὰ τί 
᾽ ; 59 ς » ες »" καὶ 

οὐ καϑεύυδεις; καὶ ὁ υγουστος καὶ τίς ἂν εἶπεν, 


«τγψ ’ μ᾿ “ 3 , ’ 
ὦ γύναι, καν ἐλαχιστον ἁἀπομερμηρίσειε τοσουτους 


2. αὶ ᾿ " 4 » », ον 
τε ἀεὶ ἐχϑροὺς ἔχων καὶ συνεχῶς οὕτως ἄλλοτε ὑπ 
ἄλλων ἐπιβουλευόμενος; ἢ οὐχ ὁρᾶς ὅσοι καὶ ἐμοὶ 
καὶ τῇ ἀρχῇ ἡμῶν ἐπιτίϑενται; καὶ αὐτοὺς οὐδὲ αἵ 
τιμωρίαι τῶν δικαιουμένων ἀναστέλλουσιν, ἀλλὰ 
καὶ πᾶν τοὐναντίον, ὥσπερ ἐπ᾽ ἀγαϑόν τι ἐπειγό- 
μένοι, σπεύδουσι καὶ οἱ λοιποὶ προσαπόλλυσϑαι." 
3 , Ξ5 ’ ἰ δ ν"ν Α ; 
ἀκουσασα ουὐν τούυτῶν ἡ Μιουία τὸ μὲν ἐπιβουλευ- 
εσϑαί σε᾽ ἔφη “οὔτε ϑαυμαστὸν οὔτε ἔξω τοῦ ἀνθρω- 
πείου τρόπου ἐστί᾽ καὶ γὰρ πράσσεις πολλὰ ἅτε 
τηλικαύτην ἀρχὴν ἔχων. καὶ λυπεῖς, ὥσπερ εἰκός, 


ἃ.6. 4. ᾺὩΥν ΘΑΕΒΑΒ ΟΟΤΑΨΝΙΑΆΝΟΝ. 171 


Υ͂ ’ - : ;; 
συχνούς. οὐ γάρ που καὶ πᾶσιν οἷόν τε τὸν ἄρχοντα 
τινῶν ἀρέσκειν, ἀλλὰ καὶ ἀπεχϑάνεσϑαι πολλοῖς καὶ 
τὸν πάνυ ὀρϑῶς βασιλεύοντα ἀνάγκη. πολλῷ τὲ γὰρ 
πλείους τῶν δίκαιόν τι πραττόντων οἱ ἀδικεῖν ἐϑέ- 
, τ 3 Ἷ ἤ Ϊ ι ,᾿ 9 
λοντές εἰσιν. ὧν ἀδυνατὸν ἐστι τὰς ἐπιθυμίας ἀπο- 


’ 3 -" “ 3 , 
πιμπλαναι᾿ καὶ αὐτῶν τῶν ἀρετήν τινὰ ἐχόντων οἵ 


μὲν καὶ πολλῶν καὶ μεγάλων, ὧν οὐ δύνανται τυχεῖν, 
ἐπορέγονται; οἵ δὲ καὶ ἑτέρων ἐλαττωϑέντες ἄχϑον- 
ται; καὶ οὕτως ἀμφότεροι τὸν κρατοῦντα αἰτιῶνται. 
ὥστε ἔκ τε τούτων μὴ εἶναι κακοῦ ἁμαρτάνειν, καὶ 
προσέτι καὶ ἐκ τῶν ἐπιτιϑεμένων οὔτι γε σοὶ ἀλλὰ 
τῇ ἡγεμονίᾳ. σὲ μὲν γὰρ ἰδιωτεύοντα οὐδ᾽ ἂν εἷς 
ἐθελοντὴς κακόν τι, μηδέν γε προπαϑών.,. ἐποίησε" 
τῆς δὲ δὴ ἀρχῆς καὶ τῶν ἀγαϑῶν τῶν ἐν αὐτῇ πάν- 
τες, καὶ οἵ γε ἐν δυνάμει τινὶ ὄντες πολὺ μᾶλλον 
τῶν ὑποδεεστέρων, ὁ ὀριγνώνται. τοῦτο γὰρ ἔστι μὲν 
ἀδίκων ἀνθρώπων καὶ ἥκιστα νοῦν ἐχόντων ποιεῖν, 
οὐ μὴν ἀλλ᾽ ἔν τε τῇ φύσει αὐτῶν καϑάπερ τι καὶ 
ἄλλο ἔνεστι. καὶ οὐχ οἷόν τέ ἐστι τὰ τοιαῦτα οὔτε 
πείϑοντα οὔτ᾽ ἀναγκάζοντα ἐξελέσϑαι τινῶν οὐδεὶς 
γὰρ οὔτε νόμος οὔτε φόβος κρείττων τῶν φύσει πεφυ- 
κότων γίγνεται. ταῦτ᾽ οὖν λογιξόμενος τὰς μὲν τῶν 


ἄλλων ἁμαρτίας μὴ δυσχέραινε, φυλακὴν δ᾽ ἀκριβὴ 


καὶ σεαυτοῦ καὶ τῆς μοναρχίας ποιοῦ. ἵνα αὐτὴν μὴ 
ἐκ τοῦ σφόδρα κολάξειν τινὰς ἀλλ᾽ ἐκ τοῦ σφόδρα 
ῇ ᾽ - 35 ᾿ ψ - ἰν ᾿ 
φυλάσσειν ἀσφαλῶς ἔχωμεν. πρὸς οὐν ταῦτα ὁ 4υ- 
(δ »ὔ ᾽ ἱ Ξ , δ 5 

γουστος αλλ᾽ οἶδα μὲν καὶ ἐγώ, ὦ γύναι. οὁτι οὔτ 
ἄλλο τι τῶν μεγάλων ἔξω φϑόνου καὶ ἐπιβουλῆς κα- 
ϑέστηκεν. ἥκιστα δὲ αὐταρχέα᾽ καὶ γὰρ ἂν καὶ ἐσό- 
ϑεοι ἦμεν. εἰ μὴ καὶ πράγματα καὶ φροντέδας καὶ 
φόβους ὑπὲρ πάντας τοὺς ἰδιωτεύοντας εἴχομεν. ἐμὲ 
δὲ δὴ καὶ αὐτὸ τοῦτο λυπεῖ, ὅτι καὶ ἀναγκαῖόν ἐστι 


- 


φ» 


"ἃ 


ου 


1ὅ 


τῷ 


3 


ΕΙ 


οι 


[-} 


“-} 


172 .. τιν. ΘΟΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΝ, τ, Ὁ, 4. 


- 3 
ταῦϑ᾽ οὕτω γίγνεσϑαι, καὶ ἀδύνατον ϑεραπείαν τινὰ 
ΕῚ " ς " 33 (δ» 3 ΕῚ ’ - , 
αὐτῶν εὑρεϑῆναι “ἀλλ᾽ ἐπειδή γέ τινες τοιοῦτοί 
᾿ ς 
εἶσιν οἷοι πάντως ἀδικεῖν ἐθέλειν εἶπεν ἡ Διουέα, 


“ἡμεῖς γε αὐτοὺς φυλαττώμεϑα. ἔχομεν δὲ καὶ στρα- 


τιώτας πολλούς, ὧν οἵ μὲν πρὸς τοὺς πολεμέους ἀν- 
τιτεταγμένοι οἵ δὲ καὶ περὶ σὲ ὄντες φρουροῦσιν 
ἡμᾶς. καὶ ϑεραπείαν πολλήν, ὥστε καὶ οἴκοι καὶ ἔξω 
δι᾿ αὐτοὺς ἀσφαλῶς ζῆν." ὑπολαβὼν οὖν ὁ “ὔγου- 
στος “ὅτι μὲν πολλοὶ πολλάκις καὶ ὑπ᾽ αὐτῶν τῶν 
συνόντων ἐφθάρησαν. οὐδέν᾽ ἔφη “δέομαι λέγειν. 
πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοὐτ᾽ ἐν ταῖς μοναρχίαις 
χαλεπώτατόν ἐστὰν ὅτι μὴ μόνον τοὺς πολεμίους, 
ὥσπερ οἵ ἄλλοι. ἀλλὰ καὶ τοὺς φίλους φοβούμεϑα. 
καὶ πολύ γε πλείους ὑπὸ τῶν τοιούτων. ἅτε καὶ ἀεί, 
καὶ μεϑ᾽ ἡμέραν καὶ νύκτωρ, καὶ γυμνουμένοις σφίδι 
καὶ καϑεύδουσι σιτία τὸ καὶ ποτὰ ὑπ᾽ αὐτῶν παρε- 
σκευασμένα λαμβάνουσι συγγιγνομένων. ἐπεβουλεύ- 
ϑησαν ἢ ὑπὸ τῶν μηδὲν προσηκόντων᾽ τά τε γὰρ 
ἄλλα, καὶ πρὸς μὲν ἐκείνους ἔστι τούτους ἀντιτάξαι, 
πρὸς δὲ τούτους αὐτοὺς οὐκ ἔστιν ἄλλῳ τινὶ συμμά- 
χῷ χρήσασϑαι. ὥσϑ᾽ ἡμῖν διὰ πάντων δεινὸν μὲν 
τὴν ἐρημίαν δεινὸν δὲ καὶ τὸ πλῆϑος. καὶ φοβερὸν 
μὲν τὴν ἀφυλαξίαν, φοβερωτάτους δὲ αὐτοὺς τοὺς 
φύλακας, καὶ χαλεποὺς μὲν τοὺς ἐχϑροὺς χαλεπωτέ- 
ρους δὲ τοὺς φέλους εἶναι φίλους γὰρ ἀνάγκη πάν- 
τας σφᾶς, κἂν μὴ ὦσι, καλεῖσθαι. εἰ δ᾽ οὖν τις καὶ 
χρηστῶν αὐτῶν τύχοι, ἀλλ᾽ οὔτι γε οὕτω πιστεύσειεν 
ἄν σφισιν ὥστε καϑαρᾷ καὶ ἀφροντίστῳ καὶ ἀνυ- 
πόπτῳ τῇ ψυχῇ προσομιλεῖν. τοῦτό τε οὖν καὶ τὸ 
τοὺς ἄλλους τοὺς ἐπιβουλεύοντας ἀναγκαῖον εἶναι 
ἀμύνεσϑαι πάνδεινόν ἐστι τὸ γάρ τοι τιμωρεῖσϑαί 
τὲ καὶ κολάξειν ἀεί τινας ἀναγκάξεσϑαι μεγάλην 


ἃ. 0. 4. εν, ΟΑΕΒΑΙ ΟΟΤΓΑΥΊΑΝΟΌΝ, 178 


ἀχϑηδόνα τοῖς γὲ ἀγαϑοῖς ἀνδράσι φέρει." “ἀλλ᾽ ι6 
ὀρϑῶς τε λέγεις" ἀπεκρίνατο ἡ Διουία, “καί σοι γνώ- 

μην δοῦναι ἔχω, ἄ ἂν γε καὶ προσδέξασϑαι αὐτὴν ἐϑε- 

λήσῃς, καὶ μὴ διαμέμψῃ ὅτι γυνὴ οὖσα τολμῶ δοι 

συμβουλεύσαί τι οἷον οὐδ᾽ ἂν εἷς ἄλλος οὐδὲ τῶν 

πάνυ φίλων παραινέσειεν, οὐχ ὅτι οὐκ ἴσασιν αὐτό, 

αλλ᾽ ὅτι οὐ ϑαρσοῦσιν εἰπεῖν." “λέγ᾽" ἢ δ᾽ ὃς ὁ ὁ 
Αὔγουστος “ὅ,τι δή ποτε τοῦτό ἐστιν. ἡ οὖν Διουέα 
φράσω" ἔφη “μηδὲν κατοχνήσασα, ἅτε καὶ τὰ ἀγαϑὰ 
καὶ τὰ κακὰ ἐκ τοῦ ἴσου σοι ἔχουσα, καὶ σωξομένου 
μέν σου καὶ αὐτὴ τὸ μέρος ἄρχουσα, δεινὸν δέ τι 
παϑόντος, ὃ “μὴ γένοιτο, συναπολουμένη. εἶ γάρ τοι 
ἥ τε φύσις ἡ ἀνϑρωπένη πάντως τι ἁμαρτάνειν τινὰς 
ἀναπείϑει, καὶ ἀμήχανόν ἐστιν αὐτὴν πρᾶξαί τι ὡρ- 
μημένην ἐπισχεῖν. καὶ ἤδη γε καὶ αὐτὰ τὰ δοκοῦντά 
τισιν ἀγαϑὰ εἶναι, ἵνα μὴ τὰς τῶν πολλῶν κακίας 
εἴπω, καὶ πάνυ συχνοὺς ἀδικεῖν ἐπαίρει, καὶ γὰρ 
γένους αὔχημα καὶ πλούτου φρόνημα τιμῆς τε μέγε- 
ϑος καὶ ἐπ᾿ ἀνδρείᾳ ϑράσος ἐξουσίας τε ὄγκος πολ- 
λοὺς ἐξοκέλλειν ποιεῖ, καὶ μήτε τὸ γενναῖον δυσγενὲς 
μήτε τὸ ἀνδρεῖον δειλὸν μήτε τὸ ἔμφρον ἄνουν ἔστι 
ποιῆσαι, ἀδύνατον γάρ, μήτ᾽ αὖ τὰς περιουσίας τινῶν 
περικύπτειν ἢ τὰς φιλοτιμέας ταπεινοῦν μηδέν γὲ 
πλημμελούντων χρή, ἄδικον γάρ, τό τ᾽ ἀμυνόμενον 
ἢ καὶ προκαταλαμβάνοντά τινας καὶ ἀνιᾶσϑαι καὶ 
κακοδοξεῖν ἀναγκαῖόν ἐστι, φέρε μεταβαλώμεϑα καί 
τινος αὐτῶν φεισώμεϑα. καὶ γάρ μοι δοκεῖ πολλῷ 
πλείω φιλανθρωπίᾳ ἤ τινι ὠμότητι κατορϑούῦσϑαι. 
τοὺς μὲν γὰρ συγγνώμονας οὐ μόνον οἵ ἐλεηϑέντες 
ὑπ᾿ αὐτῶν φιλοῦσιν, ὥστε καὶ ἀμείβεσϑαί σφας 
σπουδάζειν. ἀλλὰ καὶ οἵ ἄλλοι πάντες καὶ αἰδοῦνται 
καὶ σέβουσιν, ὥστε μὴ εὐτολμεῖν αὐτοὺς ἀδικεῖν" 


ὡϑ 


ΤΩΝ 


σι 


17 


ἐφ 


Φ 


ψα 


18 


174 7.1}. ΘΛΑΕΒΑΙΝ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ. Ὁ. 4, 


τοὺς δ᾽ ἀπαραιτήτοις ὀργαῖς χρωμένους οὐκ ἐκεῖνοι 
μόνοι οἵ τι φοβούμενοι μισοῦσιν, ἀλλὰ καὶ οἱ λοιποὶ 
πάντες δυσχεραίνουσι. καὶ ἐκ τούτου καὶ ἐπιβουλεύ- 
ουσιν αὐτοῖς, ἵνα μὴ πρυαπόλωνται. ἢ οὐχ ὁρᾶς ὅτι 
καὶ οἱ ἰατροὶ τὰς μὲν τομὰς καὶ τὰς καύσεις σπανιώ- 
τατά τισι προσφέρουσιν, ἵνα μὴ ἐξαγριαίνωσιν αὐτῶν 
τὰ νοσήματα, τοῖς δὲ αἰονήμασι καὶ τοῖς ἠπίοις φαρ- 
μάκοις τὰ πλείω μαλϑάσσοντες ϑεραπεύουσι; μὴ γάρ, 
ὅτι ἐχεῖνα μὲν τῶν σωμάτων. ταῦτα δὲ τῶν ψυχῶν 
παϑήματά ἔστι, διαφέρειν τι νομίσῃς αὐτὰ ἀλλήλων. 
πάμπολλα γὰρ ὅμοια τρόπον τινὰ καὶ ταῖς γνώμαις 
τῶν ἀνθρώπων, κἂν τὰ μάλιστα ἀσώματοι ὦσι. καὶ 
τοῖς σώμασι συμβαίνει᾽ συστέλλονταί τε γὰρ ὑπὸ 
φόβου καὶ ἐξοιδοῦσιν ὑπὸ ϑυμοῦ λύπη τέ τινας κο- 
λούει καὶ ϑάρσος ὀγκοῖ, ὥστ᾽ ὀλίγον σφόδρα τὸ 
παραλλάττον εἶναι. καὶ διὰ τοῦτο καὶ παραπλη- 
σίων ἰαμάτων αὐτὰ δεῖσϑαι. λόγος τὲ γὰρ ἥπιός τῷ 
λεχϑεὶς πᾶν τὸ ἀγριαῖνον αὐτοῦ χαλᾷ, καϑάπερ 
τραχὺς ἕτερος καὶ τὸ ἀνειμένον ὀργίξει" καὶ συγ- 
γνώμη δοϑεῖσα καὶ τὸν πάνυ ϑρασὺν διαχεῖ. καϑά- 
περ ἡ τιμωρία καὶ τὸν πάνυ πρᾷον χαλεπαίνει. αἵ 
μὲν γὰρ βίαιοι πράξεις ἀεὶ πάντας, κἂν δικαιόταται 
ὦσι, παροξύνουσιν, αἵ δὲ ἐπιεικεῖς ἡμεροῦσι. καὶ 
διὰ τοῦτο πεισϑεὶς ἄν τις ῥᾷον καὶ τὰ δεινότατα 
ἑχὼν ἢ βιασϑεὶς ὑπομεένειδ. καὶ οὕτω γε φύσει τινὶ 
ἀναγκαίᾳ ἑκάτερον αὐτῶν χρῆται, ὥστε καὶ τῶν ἀλό- 
γῶν ξῴων τῶν μηδένα νοῦν ἐχόντων πολλὰ μὲν καὶ 
τῶν ἰσχυροτάτων καὶ ἀγριωτάτων ϑωπείαις τέ τισι 
τιϑασεύεται καὶ δελεάσμασι χειροῦται, πολλὰ δὲ καὶ 
τῶν δειλοτάτων καὶ ἀσϑενεστάτων λυπήμασί τε καὶ 
φόβοις καὶ ἐκταράττεται καὶ παροξύνεται. καὶ οὐ 
λέγω τοῦτο ὅτι δεῖ πάντων ἁπλῶς τῶν ἀδικούντων 


ἃ. Ὁ. 4. .}.}.. ΘΟΑΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΝ, 175 


φείδεσθαι, ἀλλ᾽ ὅτι τὸν μὲν ἴτην καὶ πολυπράγμονα 
καὶ κακοήϑη καὶ κακόβουλον καὶ ἀνηκέστῳ τινὶ καὶ 
διαρκεῖ πονηρίᾳ συνόντα ἐκκόπτειν ὥσπερ που καὶ 
τὰ πάνυ ἀνίατα μέρη τῶν σωμάτων, τῶν δὲ δὴ ἀλλῶν 
ὅσοι ἢ νεύτητι ἢ ἀμαϑίᾳ ἢ ἀγνοίᾳ ἢ καὶ ἑτέρᾳ τινὶ 
συντυχίᾳ οἱ μὲν ἑκόντες οἱ δὲ καὶ ἄκοντες ἁμαρτά- 
νουσι. τοὺς μὲν λόγοις νουϑετεῖν, τοὺς δὲ ἀπειλαῖς 
σωφρονίζειν, τοὺς δὲ καὶ ἕτερον τινὰ τρόπον μετρίως 
πῶς μεταχειρίξεσϑαι, καϑάπερ καὶ ἐπὶ τῶν τἄλλα 

οὖς τοὺς μὲν μείξοσι τοὺς δὲ ἐλάττοσι πάντες κολά- 
ἕξουσιν. ὥστε καὶ τὰ κατὰ τούτους ἀκινδύνως μετρι- 
ἄξειν ἔξεστί σοι. τοὺς μὲν φυγῇ τοὺς δὲ ἀτιμίᾳ τοὺς 
δὲ χρήμασι ξημιοῦντι, ἑτέρους ἐς χωρία. ἑτέρους ἐς 
πόλεις τινὰς κατατιϑεμένῳ. καὶ ἤδη γέ τινες καὶ 
ὑπὸ τοῦ μὴ τυχεῖν ὧν ἤλπιξον καὶ ὑπὸ τοῦ διαμαρ- 
τεῖν ὧν ἐφίεντο ἐσωφρονίσϑησαν. ἕδραι τε ἄτιμοι 
καὶ στάσεις ἐπονείδιστοι τό τε προλυπηϑῆναι καὶ τὸ 
προφοβηϑῆναι συχνοὺς βελτίους ἐποίησε᾽ καίτοι καὶ 
ἀποϑανεῖν ἕλοιτ᾽ ἄν τις εὖ τε γεγονὼς καὶ ἀνδρεῖος 
ὧν ἢ τοιοῦτό τι παϑεῖν. ἐξ οὖν τούτων ἐκείνοις μὲν 
οὐδὲν ῥάων ἡ τιμωρία, ἀλλὰ καὶ χαλεπωτέρα γίγνοιτ᾽ 
ἄν, ἡμῖν δὲ δὴ τὸ μήτε τινὰ ἐπηγορίαν ἔχειν καὶ 
ἀσφαλῶς ξῆν ὑπάρξειεν. ὡς νῦν γε...... πολ- 
λοὺς δὲ ἐπιϑυμίᾳ χρημάτων, ἄλλους ἀνδρείας φόβῳ, 
καὶ μάλα ἄλλους ἀρετῆς τινος φϑόνῳ κτείνειν δὸ- 
κοῦμεν. οὐδεὶς γὰρ ῥᾳδίως πιστεύει ὅτι τις ἔν τὲ 
ἐξουσίᾳ καὶ ἐν δυνάμει τοσαύτῃ ὧν ὑπ᾽ ἰδιώτου 
τινὸς ἀόπλου ἐπιβουλευϑῆναι δύναται, ἀλλ᾽ οἵ μὲν 
ταῦτα λογοποιοῦσιν, οἱ δὲ ὅτι ψευδὴ πολλὰ ἀκούομεν 
καὶ πολλοῖς μάτην ὡς καὶ ἀληϑέσι προσέχομεν. τοὺς 
γάρ τοι διοπτεύοντάς τε καὶ ὠτακουστοῦντας τὰ τοι- 
αὕτα, τοὺς μὲν ἔχϑρᾳ τοὺς δὲ ὀργῇ, ἄλλους ἀργύριον 


ἐφ᾿ 


τ 


170 μιν. ΘΟΑΕΒΑΚ ΟΟΤΑΥΙΑΝΌΚ. ἃ. Ὁ. 4, 


παρὰ τῶν ἐχϑρῶν αὐτῶν λαβόντας, ἄλλους παρ᾽ 
αὐτῶν ἐκείνων μὴ λαβόντας. πολλὰ καὶ ψευδὴ 
σκευωρεῖσϑαί φασιν, οὐ μόνον ὅτι τι δεινὸν ἔπραξαν 
τινες ἢ καὶ ποιήσειν μέλλουσι λέγοντας. ἀλλὰ καὶ ὅτι, 
ὁ μὲν ἐφϑέγξατο τοιόνδε τι, ὁ δὲ ἀκούσας ἐσιώπησεν, 
19 ἄλλος ἐγέλασεν. ἄλλος ἐδάκρυσε. μυρία ἂν τοιουτό- 
τροπα εἰπεῖν ἔχοιμι. ἃ εἰ καὶ τὰ μάλιστα ἀληϑὴ εἴη, 
ἀλλ᾽ οὔτι γε καὶ προσήκοντά ἐστιν οὔτε πολυπραγ- 
μονεῖσϑαι παρ᾽ ἐλευϑέροις ἀνθρώποις οὔτε σοὶ διαγ- 
γέλλεσϑαι. λαϑόντα μὲν γὰρ τὰ τοιαῦτα οὐδὲν ἄν 
σε βλάψειεν, ἀκουσϑέντα δὲ παροξύνειε καὶ ἄκοντα᾽ 
3 ὅπερ ἥκιστα χρὴ ἄλλως τε καὶ ἄρχοντί τινων συμ- 
βαίνειν. συχνοὺς γοῦν ἐκ τούτου, τοὺς μὲν ἀκρίτους 
τοὺς δὲ καὶ ἐσκευωρημένῃ τινὶ καταγνώσει δικαστη- 
φίου, ἀδέκως ἀπόλλυσϑαι νομίξουσιν᾽ οὔτε γὰρ τὰς 
μαρτυρίας οὔτε τὰς βασάνους οὔτ᾽ ἄλλο τι τῶν 
τοιούτων ὡς καὶ ἀληϑὲς ὃν κατ᾽ αὐτῶν προσίεν- 
ὃ ται. ταῦτα γὰρ οὕτως. εἰ καὶ μὴ δικαίως ἔστιν ἃ 
αὐτῶν, ἀλλ᾽ ἐπὶ πάντων γε ὡς εἰπεῖν τῶν οὕτω ϑα- 
νατουμένων ϑρυλεῖται. καὶ δεῖ σε, ὦ Αὔγουστε, μὴ 
μόνον μηδὲν ἀδικεῖν, ἀλλὰ μηδὲ δοκεῖν. ἰδιώτῃ μὲν 
γὰρ ἀρκεῖ μηδὲν πλημμελεῖν, ἄρχοντι δὲ δὴ προσήκει 
« μηδὲ δύχησίν τινα αὐτοῦ λαμβάνειν. ἀνθρώπων 
γάρ, ἀλλ᾽ οὐ ϑηρίων ἡγεμονεύεις᾽ καὶ μόνως ἂν 
οὕτως εὐνοεῖν σοι αὐτοὺς ἀληθώς ποιήσειας, ἂν παν- 
ταχόϑεν σφᾶς καὶ διὰ πάντων ὁμοίως πείσῃς ὅτι μήτε 
ἑκών τινα μήτε ἄκων ἀδικήσεις. φοβεῖσθαι μὲν γάρ 
τινα ἀναγκασϑῆναί τις δύναται, φιλεῖν δὲ πεισϑῆναι 
ὕ ὀφείλει. πείθεται δὲ ἐξ ὧν ἂν αὐτός τε εὖ πάϑῃ καὶ ἕτέ- 
ρους εὐεργετουμένους ἴδῃ. ὁ δ᾽ ὑποτοπήσας μὴ δι- 
καίως τινὰ ἀπολωλέναι καὶ φοβεῖται μή ποτέ τι ὅμοιον 
πάϑῃ, καὶ μισεῖν τὸν δράσαντα αὐτὸ ἀναγκάξεται. τὸ 


ἃ. Ο. 4. 0, ΟΛΕΒΑᾺΒ ΟΥΤΑΥΝΙΑΝΌΝ, 177 


δὲ δὴ μισεῖσϑαι ὑπὸ τῶν ἀρχομένων, πρὸς τῷ μηδ᾽ 
ἄλλως καλῶς ἔχειν, ἀλυσιτελέστατόν ἐστι. καὶ γὰρ 
καὶ νομίξουσιν οἵ πολλοὶ τοῖς μὲν ἄλλοις ἀναγκαῖον 
εἶναι πάντας τοὺς καὶ ὁτιοῦν ἀδικήσαντάς σφας ἀμύ- 
νεσϑαι, ἵνα μήτε καταφρονῶνται μήτε ἐκ τούτου 
πλεονεκτῶώνται. τοὺς δ᾽ ἄρχοντας τοῖς μὲν τὸ κοινὸν 
ἀδικοῦσιν ἐπεξιέναι χρῆναι, τοὺς δ᾽ ἐδία τι ἐς αὐτοὺς 
πλημμελεῖν δοκοῦντας φέρειν᾽ μήτε γὰρ ἐκ καταφρο- 
νήσεως μήτ᾽ ἐξ ἐπιδρομῆς ἀδικηϑῆναί σφας δυνα- 
σϑαι διὰ τὸ πολλὰ τὰ προφυλάσσοντα αὐτοὺς εἶναι. 
ὥστε ἔγωγε ταῦτά τε ἀκούουσα καὶ πρὸς ταῦτα ἀπο- 
βλέπουσα κινδυνεύω καὶ παντελῶς ἀπειπεῖν σοι μη- 
. δένα διὰ τοιοῦτό τι ἀποκτιννύναι. αἵ τε γὰρ προστα- 
σίαι ἐπί τε τῇ τῶν ἀρχομένων σωτηρία καϑίστανται, 
ὅπως μηδὲν μήϑ᾽ ὑπ᾽ ἀλλήλων μήϑ'᾽ ὑπὸ τῶν ἀλλο- 
φύλων βλάπτωνται. οὐ μὰ 4 οὐχ ὕπως ὑπ᾽ αὐτῶν 
ἐκείνων τι λυπώνται᾽ καὶ εὐκλεέστατόν ἐστιν οὐ τὸ 
πολλοὺς τῶν πολιτῶν ἀπολλύναι, ἀλλὰ τὸ πάντας, ἂν 
οἷόν τε ἢ, σώξειν δύνασϑαι. παιδεύειν μὲν γὰρ αὐτοὺς 
καὶ νόμοις καὶ εὐεργεσίαις καὶ νουϑεσίαις δεῖ, ὅπως 
σωφρονώῶσι. καὶ προσέτι καὶ τηρεῖν καὶ φυλάττειν, ἵνα 
κἂν ἀδικεῖν ἐθελήσωσι μὴ δυνηϑώσιν᾽ ἂν δὲ δὴ νοσήσῃ 
τι, ϑεραπεύειν τε τρύπον τινὰ αὐτὸ καὶ ἐπανορϑοῦν, 
ἵνα μὴ παντελῶς φϑαρῇ. τὸ τε γὰρ φέρειν τὰ τῶν 
πολλῶν ἁμαρτήματα καὶ πάνυ μεγάλης καὶ φρονή- 
σεως καὶ δυνάμεως ἔργον ἐστίν᾽ ἄν τέ τις πάντα 
ἁπλῶς τὰ τοιαῦτα κατὰ τὴν ἀξίαν κολάξῃ, λήσει τοὺς 
πλείους τῶν ἀνθρώπων ἀπολέσας. ὅϑεν καὶ διὰ 
ταῦτά οι γνώμην δίδωμι ϑανάτῳ μὲν μηδένα τῶν 
τοιούτων τιμωρεῖσϑαι, ἑτέρως δέ πως αὐτούς, ὥστε 
μηδὲν ἔτι δεινὸν δρᾶσαι, σωφρονίξειν. τί γὰρ ἂν 
ἀδικήσειέ τις ἐς νῆσον κατακλεισϑείς, ἢ καὶ ἐν ἀγρῷ 
ὍΙΟ σΑΒΒΙΌΒ. 111, 12 


Φ᾿ 


20 


ἐς 


ῳ 


ῥω. 


σι 


178 ᾿ μιν, ΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΝ, 8. Ὁ. 4. 


πόλει τέ τινι, οὐχ ὅπως ἄνευ πλήϑους οἰκετῶν ἢ χρη- 
μάτων, ἀλλὰ καὶ μετὰ φρουρᾶς ὦν, ἂν γε καὶ τούτου 
ῦ δεήσῃ; εἰ μὲν γὰρ ἐγγύς που ἐνταῦϑα οἵ πολέμιοι 
ἦσαν, ἢ καὶ τῆς ϑαλάσσης ταύτης ἀλλότριόν τι ἦν, 
ὥστε τινὰ αὐτῶν διαδράντα πρὸς ἐκείνους κακὸν τι 
ἡμᾶς ἐργάσασϑαι. πόλεις τέ τινες ἐν τῇ Ἰταλίᾳ ἔἐχυ- 
ραὶ καὶ τείχη καὶ ὅπλα ἔχουσαι ὑπήρχον., ὥστε τινὰ 
καταλαβόντα αὐτὰς φοβερὸν ἡμῖν γενέσϑαι, ἕτερος ἂν 

τ ἦν λόγος" ἀόπλων δὲ δὴ πάντων τῶν ταύτῃ καὶ 
ἀτειχίστων ὡς πρὸς πόλεμον ὄντων. καὶ τῶν πολε- 
μέων παμπληϑὲς ἀπ᾿ αὐτῶν ἀφεστηκότων, πολλὴ μὲν 
γὰρ ϑάλασσα, πολλὴ δὲ καὶ γῆ, καὶ ὕρη καὶ ποτα- 
8 μοὺς δυσδιαβάτους ἔχουσα, διὰ μέσου ἐστί, τί ἂν τις 
φοβηϑείη τὸν δεῖνα, γυμνούς. ἰδιωτεύοντας, ἐνταῦ- 
ϑά που ἐν μέσῃ τῇ σῇ ἀρχὴ ὄντας καὶ ἐντὸς τῶν σῶν 
ὅπλων κατακεκλειμένους ; ἐγὼ μὲν γὰρ οὔτ᾽ ἂν ἐννο- 
ἡσαί τινα τοιοῦτον οὐδέν, οὔτ᾽ ἄν, εἰ καὶ τὰ μάλιστα 
21 μανείη τις. δυνασϑαί γέ τι πρᾶξαι νομίξω. πεῖραν 
οὖν ἀπ᾿ αὐτῶν τούτων ἀρξάμενοι ποιησώμεϑα. τάχα 
γὰρ ἂν καὶ αὐτοὶ μεταβάλοιντο καὶ τοὺς ἄλλους ἀμεί- 
νους ποιήσειαν᾽ καὶ γὰρ ὁρᾷς ὅτι καὶ ὁ Κορνήλιος 
καὶ εὐγενὴς καὶ ὀνομαστός ἐστι. δεῖ δέ που καὶ 
2 ταῦτα ἀνθρωπίνως ἐκλογίξεσϑαι. οὐ πάντα τοι τὸ 
ξίφος διαπράττεται, μέγα γὰρ ἦν ἂν ἀγαϑόν. εἰ σω- 
φρονίξειν τέ τινας καὶ πείϑειν ἢ καὶ καταναγκάξειν 
φιλεῖν τινα ἀληϑῶς ἐδύνατο, ἀλλὰ τὸ μὲν σῶμά 
τινος φϑείρειεν ἂν, τὰς δὲ δὴ τῶν ἄλλων ψυχὰς 
ἀλλοτριώσειεν᾽ οὐ γὰρ ἐξ ὧν ἂν ἕτεροι τιμωρηϑώσι, 
προσφιλέστεροί τινι, ἀλλ᾽ ἐξ ὧν ἂν αὐτοὶ φοβηϑώσιν, 

8 ἐχϑίους γίψνονται. καὶ ταῦτα μὲν οὕτως ἔχει. οἵ δὲ 
δὴ συγγνώμης τινὸς τυχόντες καὶ μετανοοῦσιν, αἰσχυ- 
νόμενοι αὖϑές τι τοὺς εὐεργέτας ἀδικῆσαι, καὶ πολλὰ 


ν᾽ 


ἃ. Ὁ, 4. 010. ΘἈΑΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΚ. 179 


αὐτοῖς ἀνϑυπουργοῦσιν, ἐλπίζοντες πλείω ἀντ᾽ εὖ πεί- 
σεσϑαι" ὑφ᾽ οὐ γὰρ ἂν τις ἀδικηϑέντος τι σωϑῇ, 
τοῦτον εὖ παϑόντα οὐδὲν ὅ γτι οὐκ εὐεργετήσειν ἕαυ- 
τὸν ἡγεῖται. πείσϑητι οὖν μοι, φίλτατε, καὶ μετα- 
βαλοῦ. οὕτω μὲν γὰρ καὶ τἄλλα τὰ δυσχερῆ πάντα 
ἀνάγκῃ πεποιηκέναι δόξεις οὐ γὰρ ἔστι πόλιν τηλι- 
καύτην ἐκ δημοκρατίας πρὸς μοναρχίαν ἄγοντα ἀναι- 
μωτὶ μεταστῆσαι ἂν δὲ ἐπὶ τοῖς αὐτοῖς ἐπιμένῃς, 
καὶ ἐκεῖνα γνώμῃ δεδρακέναι νομισϑήσῃ." 

ταῦτα τῆς Λιουίας εἰπούσης ὁ Αὔγουστος ἐπείσϑη 22 
τε αὐτῇ, καὶ ἀφῆκε μὲν πάντας τοὺς ὑπαιτίους λόγοις 
τισὶ νουϑετήσας, τὸν δὲ δὴ Κορνήλιον καὶ ὕπατον 
ἀπέδειξε. κἀκ τούτου καὶ ἐκεῖνον καὶ τοὺς λοιποὺς 2 
ἀνθρώπους οὕτως ὠκειώσατο ὥστε μηδένα ἔτ᾽ αὐτῷ 
τῶν ἄλλων μήτ᾽ ὄντως ἐπιβουλεῦσαι. μήτε δόξαι ἡ 
γὰρ δὴ Διουία αἰτιωτάτη τῆς σωτηρίας τῷ Κορνη- 
λίῳ γενομένη ἤμελλεν αὐτὴ τὴν αἰτίαν τοῦ ϑανάτου 
τοῦ Αὐγούστου λήψεσϑαι. τότε δ᾽ , οὖν ἐπί τε τοῦ 3 - 
Κορνηλίου καὶ ἐπὶ Οὐαλερίου Μεσσάλου ὑπάτων " ἾΩ 
σεισμοί τε ἐξαίσιοι συνέβησαν. καὶ ὁ Τίβερις τήν τε 
γέφυραν κατέσυρε καὶ πλωτὴν τὴν πόλιν ἐπὶ ἑπτὰ 
ἡμέρας ἐποίησε, τοῦ τε ἡλίου τι ἐκλιπὲς ἐγένετο, καὶ 
λιμὸς συνηνέχϑη.. κἀν τῷ αὐτῷ ἔτει τούτῳ ὃ τε 4 
᾿“γρίππας ἐς ἐφήβους, μηδενὸς τῶν αὐτῶν τοῖς ἀδελ- 
φοῖς τυχών, ἐσεγράφη᾽ καὶ τὰς ἱπποδρομίας χωρὶς 
μὲν οἵ βουλευταὶ χωρὶς δὲ οἵ ἱππεῖς ἀπὸ τοῦ λοιποῦ 
πλήϑους εἶδον. ὃ καὶ νῦν γίγνεται. ἐπειδή τε οὐ 5 " 
ῥαδέως οἵ πάνυ εὐγενεῖς τὰς ϑυγατέρας ἐς τὴν τῆς 
Ἑστίας ἱερατείαν ἐπεδίδοσαν, ἐνομοϑετήϑη καὶ ἐξ 
ἀπελευϑέρων γεγεννημένας ἱδεροῦσϑαι. καὶ ὁ μὲν 
κλῆρος αὐτῶν, ἐπεὶ πλείους ἠμφισβήτησαν, ἐν 
τῷ συνεδρίῳ παρόντων τῶν πατέρων σφῶν, ὅσοι 

1 


ΓΝ 


[Ὶ 


ς: 


-- 


φι 


0 


180 0. Ὡν. ΘΑΕΒΑᾺΒ ΟΥΤΑΥΙΑΝΙΝ, ἃ. 6, ὃ. 


γε ἵππευον, ἐγένετο, οὐ μέντοι καὶ τοιαύτη τις 
ἀπεδείχϑη. 

χαλεπῶς δὲ δὴ τῶν στρατιωτῶν πρὸς τὴν τῶν 
ἄϑλων σμικρότητα διὰ τοὺς πολέμους τοὺς τότε ἐνε- 
στηκότας οὐχ ἥκιστα ἐχόντων, καὶ μηδενὸς ἔξω τοῦ 
τεταγμένου τῆς στρατείας σφίσι χρόνου ὅπλα λαβεῖν 
ἐθέλοντος, ἐψηφίσϑη τοῖς μὲν ἐκ τοῦ δορυφορικοῦ 
πεντακισχιλίας δραχμάς, ἐπειδὰν ἑκκαίδεκα ἔτη, τοῖς 
δὲ ἑτέροις τρισχιλίας, ἐπειδὰν εἴκοσι στρατεύσωνται, 
δέδοσθαι. τρία δὲ δὴ τότε καὶ εἴκοσι στρατόπεδα, 
ἢ ὥς γε ἕτεροι λέγουσι πέντε καὶ εἴκοσι. πολιτικὰ 
ἐτρέφετο. νῦν μὲν γὰρ ἐννεακαίδεκα ἐξ αὐτῶν μόνα 
διαμένει. τό τε δεύτερον τὸ “ὐγούστειον τὸ ἐν Βρετ- 
τανίᾳ τῇ ἄνω χειμάξζον. καὶ τὰ τρία τὰ τρίτα. τό τε 
ἐν Φοινίκῃ τὸ Γαλατικόν, καὶ τὸ ἐν ᾿Δἀραβία τὸ Κυ- 
ρηναΐϊκόν, τὸ τε ἐν Νουμιδίᾳ τὸ Αὐγούστειον. τέταρ- 
τον Σ;κυϑικὸν ἐν Συρίᾳ, πέμπτον Μακεδονικὸν ἐν 
Δακίᾳ, ἕκτα δύο, ὧν τὸ μὲν ἐν Βρεττανία τῇ κάτω, 
τὸ τῶν νικητόρων, τὸ δὲ ἐν Ἰουδαίᾳ, τὸ σιδηροῦν, 
τέτακται. καὶ οἵ ἕβδομοι οἵ ἐν τῇ Μυσία τῇ ἄνω, οἵ 
καὶ τὰ μάλιστα Κλαυδέειοι ὠνομάδαται. οἵ δὲ ὄγδοοι 
Αὐγούστειοι, ἐν τῇ Γερμανία τῇ ἄνω ὄντες. καὶ οἵ 
δέκατοι ἑκάτεροι, οἵ τε ἐν τῇ Παννονίᾳ τῇ ἄνω οἵ 
δίδυμοι, καὶ οἵ ἐν Ἰουδαία. τό τε ἑνδέκατον τὸ ἐν 
τῇ Μυσίᾳ τῇ κάτω, τὸ Κλαυδίειον᾽ οὕτω γὰρ τὰ δύο 
στρατόπεδα ἀπὸ τοῦ Κλαυδίου ἐπεκλήϑη, ὅτι αὐτῷ 
ἐν τῇ τοῦ Καμίλλου ἐπαναστάσει μὴ ἀντεπολέμησε. 
καὶ τὸ δωδέκατον τὸ ἐν Καππαδοκίᾳ τὸ κεραυνοφό- 
ρον, τὸ τὲ τρίτον καὶ δέκατον τὸ ἐν Ζακίᾳ τὸ δέδυ- 
μον, καὶ τὸ τέταρτον καὶ δέκατον τὸ ἐν τῇ Παννονία 
τῇ ἄνω τὸ δίδυμον, τό τε πεντεκαιδέκατον τὸ ᾿“4πολ- 
λώνειον τὸ ἐν Καππαδοκίᾳ. καὶ οἱ εἰκοστοὶ οἵ καὶ 


ἃ. Ὁ. ὅ. μιν, ΘΟΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΕΞΒ. 181 


Οὐαλερέειοι καὶ νικήτορες ὠνομασμένοι καὶ ἐν Βρετ- 
τανίᾳ τῇ ἄνω ὄντες οὕστινας ὁ “ὔγουστος, ἐμοὶ δο- 
κεῖν, μετὰ τῶν τήν τε τοῦ εἰκοστοῦ ἐπωνυμίαν ἐχόν- 
τῶν καὶ ἐν τῇ Γερμανίᾳ τῇ ἄνω χειμαξόντων, εἰ καὶ 
τὰ μάλιστα μήϑ᾽ ὑφ᾽ ἁπάντων Οὐαλερίειοι ἐπεκλή- 
ϑησαν μήτε νῦν ἔτι τῇ προσηγορίᾳ ταύτῃ χρῶνται, 
παραλαβὼν ἐτήρησε. ταῦτ᾽ ἐκ τῶν “ὐγουστείων 
στρατοπέδων σώξεται᾽ τὰ γὰρ δὴ λοιπὰ τὰ μὲν παν- 


- [ -ν 
τελῶς διελύϑη, τὰ δὲ καὶ ἑτέροις τισὶν ὑπὸ τε αὐτοῦ 


ἐκείνου καὶ ὑπ᾽ ἄλλων αὐτοκρατόρων ἀνεμέχϑη, ἀφ᾽ 
οὑπερ᾽ καὶ δέδυμα ὠνομασμένα νενόμισται. 
ἐπειδὴ δὲ ἅπαξ ἐς τὸν περὶ τῶν στρατοπέδων 
λ 7 ’ 9 ὶ Χλλ Ἅ " »ἬᾺ} [κὰ π 
ὄγον προήχϑην, καὶ ταλλα τὰ νῦν ὄντα, ὡς που 
Ἃ -" -» [ 
πρὸς τῶν μετὰ ταῦτα αὐταρχησάντων κατελέχϑη, 
φράσω, ἵν᾽. ἑνὶ χωρίῳ πάντα γεγραμμένα ῥαδίως τὸν 
βουλόμενόν τι περὶ αὐτῶν μαϑεῖν διδάσκῃ. ὃ τε 
Α Ἵ , »" ἢ 3 , 2 , 
γὰρ Νέρων τὸ πρῶτὸν τε καὶ Ἰταλικὸν ὀνομαξόμενον 
- ς 
καὶ ἐν τῇ κάτω Μυσίᾳ χειμάξον, καὶ ὁ Γάλβας τό τε 
πρῶτον τὸ ἐπικουρικὸν τὸ ἐν τῇ Παννονίᾳ τῇ κάτω 
καὶ τὸ ἕβδομον τὸ ἐν ᾿Ιβηρίᾳ συνέταξαν, Οὐεσπασια- 
νὸς τό τε δεύτερον τὸ ἐπικουρικὸν τὸ ἐν Παννονέᾳ 
- ’ Ἁ , Ἁ Ἁ 
τῇ κατῶ καὶ τὸ τέταρτον τὸ Φλαουέειον τὸ ἐν Μυσίᾳ 
τῇ ἄνω, τό τε ἑἕκκαιδέκατον τὸ Φλαουΐέειον τὸ ἐν 
Συρίᾳ, Ζομιτιανὸς τὸ πρῶτον τὸ ᾿4ϑηναῖον τὸ ἐν 
Γερμανέα τῇ κάτω, Τραϊανὸς τὸ δεύτερον τὸ Αἰγύ- 
᾿ Ξ3 
πτιον καὶ τὸ τριακοστὸν τὸ Γερμανικόν, ἃ καὶ ἀφ 
Ρ - ; ᾿] τῷ ς ’ ’; ; 
ἑαυτοῦ ἐπωνόμασεν, ἀντωνῖνος ὁ Μάρκος τὸ τε δευ- 
᾿] -» Ἁ ᾿ ς 
τερον τὸ ἐν Νωρικῷ καὶ τὸ τρέτον τὸ ἔν Ῥαιτίᾳ. ἃ 
καὶ Ἰταλικὰ κέκληται, Σεουῆρος τὰ Παρϑικά, τό τε 
πρῶτον καὶ τὸ τρίτον τὰ ἐν Μεσοποταμίᾳ, καὶ τὸ 
διὰ μέσου τὸ δεύτερον τὸ ἐν τῇ Ἰταλίᾳ. 
- ἃ - ,ὕ - »" 
νῦν μὲν δὴ τοσαῦτα τείχη τῶν ἐκ τοῦ καταλόγου 


«2 


24 


[ 


4 


ι 


5 


ΚΙ 


οΌ 


182 0, ΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΒ, ἃ. (, ὅ. 


στρατευομένων ἔξω τοῦ τε ἀστικοῦ καὶ τοῦ δορυφο- 
φικοῦ ἔστι, τότε δὲ ἐπὶ τοῦ Αὐγούστου ταῦτά τε, 
εἴτ᾽ οὖν τρία εἴτε πέντε καὶ εἴκοσιν ὄντα, ἐτρέφετο, 
καὶ συμμαχικι καὶ πεζῶν καὶ ἱππέων καὶ ναυτῶν 
ὁσαδήποτε ἦν᾽ οὐ γὰρ ἔχω τὸ ἀκριβὲς εἰπεῖν. οἵ τε 
σωματοφύλακες μύριοι ὄντες καὶ δεκαχῇ τεταγμένοι, 
καὶ οἵ τῆς πόλεως φρουροὶ ἑξακισχίλιοί τε ὄντες καὶ 
τετραχῇ νενεμημένοι. ξένοι τε ἱππεῖς ἐπίλεκτοι, οἷς 
τὸ τῶν “Βαταούων ἀπὸ τῆς Βαταούας τῆς ἐν τῷ Ῥήνῳ 
νήσου ὄνομα, ὅτι δὴ κράτιστοι ἱππεύειν εἰσί, κεῖται" 
οὐ μέντοι ἀριϑμὸν αὐτῶν ἀκριβῆ, ὥσπερ οὐδὲ τῶν 
ἀνακλήτων, εἰπεῖν δύναμαι. καὶ γὰρ τούτους ἤρξατο 
μὲν νομέξειν ἀφ᾽ οὗ “τοὺς συστρατευσαμένους τῷ 
πατρὶ πρὸς τὰ ὅπλα αὖϑις ἐπὶ τὸν ᾿Αντώνιον ἀνεκά- 
λεσεν. ἐτήρησε δέ᾽ καὶ εἰσὶ καὶ νῦν σύστημα ἴδιον. 
ῥάβδους φέροντες ὥσπερ οἷ ἑκατόνταρχοι. 

δι᾿ οὖν ταῦτ᾽ ἀπορῶν χρημάτων, γνώμην ἐς τὴν 
βουλὴν ἐσήνεγκε πόρυν τινὰ διαρκῆ καὶ ἀείνων ἀπο- 
δειχϑῆναι, ὅπως μηδενὸς ἔξωϑεν μηδὲν λυπουμένου 
ἀφϑόνως ἐκ τῶν τεταγμένων καὶ τὴν τροφὴν καὶ τὰ 
γέρα λαμβάνωσι. καὶ ὁ μὲν ἐξητεῖτο, ἐπειδή τὲ μηδεὶς 
ἀγορανομῆσαι ἑχὼν ἤϑελεν, ἠναγκάσϑησαν ἔκ τε τῶν 
τεταμιευκότων καὶ ἐκ τῶν δεδημαρχηκότων κλήρῳ 
τινὲς αὐτὸ ποιῆσαι, καὶ τοῦτο καὶ ἄλλοτε πολλάκις ἐγέ- 
νετο᾽ μετὰ δὲ ταῦτα ἐπίτε Αἰμιλίου “επέδου καὶ ἐπὶ 


- Δουκίου ᾿ἀρρουντίου ὑπάτων, ἐπειδὴ μηδεὶς πόρος 


,», Α ο΄, 3 ι ἢ ᾿ “" Η͂ 
ἀρέσκων τισὶν εὐρίσκετο, ἀλλὰ καὶ πάνυ πᾶντες οτι καὶ 
ἐξητεῖτο ἐβαρύνοντο, ἐσήνεγκεν ὁ Αὔγουστος χρήματα 
καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τοῦ Τιβερίου ἐς τὸ ταμι- 
δῖον, ὃ καὶ στρατιωτικὸν ἐπωνόμασε, καὶ τρισὶ τῶν 
ἐστρατηγηκότων τοῖς λαχοῦσιν ἐπὶ τρία ἔτη διοικεῖν 
᾿ “ ἤ »“»ὕ»Ἥ ι 
προσέταξε, δαβδούχοις τε ἀνὰ δύο καὶ τῇ ἄλλῃ ὑπη- 


ἃ. Ὁ, 6. ΡΥ. ΟΛΕΒΑΒ ΟΥΤΑΥΙΑΝΌΝ, 1898 


ρεσίᾳ τῇ προσηκούσῃ χρωμένοις. καὶ τοῦτο καὶ ἐπὶ 
πλεέω ἔτη κατὰ διαδοχὴν ἐγένετο᾽ νῦν γὰρ καὶ αἷ- 
ροῦνται πρὸς τοῦ ἀεὶ αὐτοκράτορος καὶ χωρὶς ῥαβ- 
δούχων περιίασιν. αὐτός τε οὖν συνεσήνεγκέ τινα, 
καὶ τοῦτο κατ᾽ ἔτος πράξειν ὑπέσχετο, καὶ παρὰ βα- 
σιλέων δήμων τέ τινων ἐπαγγελίας ἐδέξατο᾽ παρὰ 
γὰρ τῶν ἰδιωτῶν. καίπερ συχνῶν ἐθϑελοντί, ὥς γε 
ἔλεγον, ἐπιδιδόντων τι, οὐδὲν ἔλαβεν. ὡς δ᾽ οὖν 
ταῦτά τε ἐλάχιστα πρὸς τὸ πλῆϑος τῶν ἀναλισκομέ- 
νῶν ἦν καὶ ἀϑανάτου τινὸς εὐπορίας ἐδεῖτο, προσέ- 
ταξε τοῖς βουλευταῖς ξητῆσαι πόρους ἰδίᾳ καὶ καϑ' 
ἑαυτὸν ἕκαστον, καὶ τούτους ἐς βιβλία γράψαντας 
δοῦναί οἵ διασκέψασϑαι. οὐχ ὅτι οὐκ ἐπενόει τινά, 
ἀλλ᾽ ὅπως ὅτι μάλιστα αὐτοὺς πείσῃ ὃν ἐβούλετο 
ἐλέσϑαι. ἀμέλει ἄλλων ἄλλα ἐσηγησαμένων ἐκείνων 
μὲν οὐδὲν ἐδοκίμασε, τὴν δ᾽ εἰκοστὴν τῶν τε κλή- 
ρων καὶ τῶν δωρεῶν, ἃς ἂν οἵ τελευτῶντές τισι πλὴν 
τῶν πάνυ συγγενῶν ἢ καὶ πενήτων καταλείπωσι, 
κατεστήσατο, ὡς καὶ ἐν τοῖς τοῦ Καίσαρος ὑπομνή- 
μασι τὸ τέλος τοῦτο γεγραμμένον εὑρών᾽ ἐσῆκτο 
μὲν γὰρ καὶ πρότερόν ποτε, καταλυϑὲν δὲ μετὰ 
ταῦτα αὖϑις τότε ἐπανήχϑη. τὰς μὲν οὖν προσόδους 
οὕτως ἐπηύξησε, τὰ δ᾽ ἀναλώματα διὰ τριῶν ἀνδρῶν 
ὑπατευκότων, οὖς ὁ κλῆρος ἀπέφηνε, τὰ μὲν συνέ- 
στειλε τὰ δὲ καὶ παντάπασι διέγραψε. 

ταῦτά τε οὖν τοὺς Ῥωμαίους ἐλύπει, καὶ προσέτι 
καὶ λιμὸς ἰσχυρός, ὥσϑ᾽ ὑπ᾽ αὐτοῦ τούς τε μονομα- 
χοῦντας καὶ τὰ ἀνδράποδα τὰ ὥνια ὑπὲρ πεντήκοντα 
καὶ ἑπτακοσίους σταδίους ἐξωσϑῆναι, ἔκ τε τῆς 8ὲ- 
ραπείας καὶ τὸν Αὔγουστον καὶ τοὺς ἄλλους τὸ 
πλεῖον ἀποπέμψασϑαι, καὶ δικῶν ἀνοχὰς γενέσϑαι., 
ἐχδημεῖν τε τοῖς βουλευταῖς ἔνϑα ἂν ἐθελήσωσιν 


᾿. 


... 


184 μιν. ΟΑΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ. Ὁ. 6. 


2 ἐπιτραπῆναι. καὶ ὅπως γ᾽ ἂν μηδὲν ἐκ τούτου τὰ 
δόγματα ἐμποδίζηται, κύρια πάντα τὰ γιγνωσκόμενα 
ὑπὸ τῶν ἀεὶ παρόντων εἶναι ἐκελεύσϑη. καὶ προσέτι 
καὶ ἄνδρες ὑπατευκότες ἐπί τε τοῦ σίτου καὶ ἐπὶ 
τοῦ ἄρτου κατέστησαν. ὥστε τακτὸν ἑκάστῳ πιπρά- 

8 ὄκεσϑαι. ἐπέδωκε μὲν γὰρ καὶ προῖκα ὁ Αὔγουστος 
τοῖς σιτοδοτουμένοις τοσοῦτον ἕτερον ὅσον ἀεὶ ἐλάμ- 
βανον᾽ ὡς δὲ οὐδὲ ἐκεῖνό σφισιν ἐξήρκεσεν, οὐδὲ ἐς τὰ 
ἑαυτοῦ γενέϑλια δημοσίᾳ αὐτοὺς ἑστιαϑῆναι εἴασεν. 

4 ἐπειδή τε ἐν τῷ χρόνῳ τούτῳ πολλὰ τῆς πόλεως 
πυρὶ διεφρϑάρη, ἄνδρας τε ἐξελευϑέρους ἑπταχῇ πρὸς 
τὰς ἐπικουρίας αὐτῆς κατελέξατο, καὶ ἄρχοντα ἱππέα 
αὐτοῖς προσέταξεν, ὡς καὶ δι᾿ ὀλίγου σφᾶς διαλύ- 

ὅ σῶν. οὐ μέντοι καὶ ἐποίησε τοῦτο᾽ καταμαϑὼν γὰρ 
ἐκ τῆς πείρας καὶ χρησιμωτάτην καὶ ἀναγκαιοτάτην 
τὴν παρ᾽ αὐτῶν βοήϑειαν οὖσαν ἐτήρησεν αὐτούς. 
καὶ εἰσὶ καὶ νῦν οἵ νυκτοφύλακες οὗτοι ἴδιόν τινα 
τρόπον οὐκ ἐκ τῶν ἀπελευϑέρων ἔτι μόνον ἀλλὰ καὶ 
ἐκ τῶν ἄλλων στρατευόμενοι. καὶ τείχη τὲ ἐν τῇ 
πόλει ἔχουσι καὶ μισϑὸν ἐκ τοῦ δημοσίου φέρουσιν. 

21 ὁ δ᾽ οὖν ὅμιλος, οἷα ὑπό τε τοῦ λιμοῦ καὶ ὑπὸ 

τοῦ τέλους τοῖς 8᾽ ὑπὸ τοῦ πυρὸς ἀπολωλόσι κεκα- 

κωμένος, ἤσχαλλε, καὶ πολλὰ μὲν καὶ φανερῶς νεω- 
τεροποιὰ διελάλουν, πλείω δὲ δὴ βιβλία νύκτωρ 
ἐξετίϑεσαν. καὶ ταῦτ᾽ ἐλέγετο. μὲν ἐκ παρασκευῆς 

Πουπλίου τινὸς ἹΡούφου γίγνεσϑαι. ὑπωπτεύετο δὲ 

ἐς ἄλλους ὁ μὲν γὰρ Ῥοῦφος οὔτε ἐνθυμηϑῆναί τι 

αὐτῶν οὔτε πρᾶξαι ἐδύνατο. ἕτεροι δὲ τῷ ἐκείνου 
ὀνόματι καταχρώμενοι καινοτομεῖν ἐπιστεύοντο. καὶ 
διὰ τοῦτο ξήτησίς τε αὐτῶν ἐψηφίσϑη καὶ μήνυτρα 
προετέϑη᾽ μηνύσεις τὲ ἐγίγνοντο. καὶ ἡ πόλις καὶ 
ἐκ τούτων ἐταράττετο, μέχρις οὗ ἢ τὸ σιτοδεία ἐπαύ- 


ἐῷ 


ω 


ἃ. Ὁ. 0. Ἂι Υ. ΟΛΕΒΛΕ ΟΟΤΑΥΙΑΝΌΞΒ, 180 


σατο, καὶ μονομαχίας ἀγῶνες ἐπὶ τῷ Ζίρούσῳ πρός 
τε τοῦ Γερμανικοῦ τοῦ Καίσαρος καὶ πρὸς Τιβερίου 
Κλαυδίου Νέρωνος, τῶν υἱέων αὐτοῦ, ἐγένοντο. 
τοῦτό τε γὰρ αὐτοὺς ἐπὶ τῇ τοῦ Ζρούσου μνήμῃ 
παρεμυϑήσατο, καὶ ὅτι τὸ Διοσκόρειον ὃ Τιβέριος 
καϑιερώσας οὐ τὸ ἑαυτοῦ μόνον ὄνομα αὐτῷ, Κλαυ- 
διανὸν ἑαυτὸν ἀντὶ τοῦ Κλαυδίου διὰ τὴν ἐς τὸ τοῦ 
Αὐγούστου γένος ἐκποίησιν ὀνομάσας, ἀλλὰ καὶ τὸ 
ἐκείνου ἐπέγραψε. τά τε γὰρ τῶν πολέμων ἅμα διῴ- 
κει, καὶ ἐς τὴν πόλιν, ὁπότε παράσχοι. συνεχῶς ἐσε- 
φοίτα, τὸ μέν τι πραγμάτων τινῶν ἕνεκα, τὸ δὲ δὴ 
πλεῖστον φοβούμενος μὴ ὁ Αὔγουστος ἄλλον τινὰ 
παρὰ τὴν ἀπουσίαν αὐτοῦ προτιμήσῃ. 

ταῦτά τε ἐν τῷ ἔτει τούτῳ ἐγένετο, καὶ ἐπειδὴ 
ὁ τῆς ᾿Ἵχαΐας ἄρχων μεσούσης που τῆς ἡγεμονίας 
ἀπέϑανε, τῷ τε ταμίᾳ καὶ τῷ παρέδρῳ αὐτοῦ, ὃν 
πρεσβευτήν, ὥσπερ εἶπον, καλοῦμεν, τῷ μὲν τὰ ἐντὸς 
τοῦ ἰσϑμοῦ τῷ δὲ τὰ λοιπὰ διοικῆσαι προσετάχϑη. 
ὃ τε Ἡρώδης ὁ Παλαιστῖνος., αἰτίαν τινὰ ἀπὸ τῶν 
ἀδελφῶν λαβών, ὑπὲρ τὰς 'άλπεις ὑπερωρίσϑη. καὶ 
τὸ μέρος τῆς ἀρχῆς αὐτοῦ ἐδημοσιώϑη. 

κἀν τοὶς αὐτοῖς τούτοις χρόνοις καὶ πόλεμοι πολ- 
λοὺ ἐγένοντο. καὶ γὰρ λῃσταὶ συχνὰ κατέτρεχον, 
ὥστε τὴν Σὰρδὼ μηδ᾽ ἄρχοντα βουλευτὴν ἔτεσι τρισὶ 
σχεῖν, ἀλλὰ στρατιώταις τε καὶ στρατιάρχοις ἱππεῦ- 
σιν ἐπιτραπῆναι᾽ καὶ πόλεις οὐκ ὀλίγαι ἐνεωτέριξον, 
ὥστε καὶ ἐπὶ δύο ἔτη τοὺς αὐτοὺς ἐν τοῖς τοῦ δήμου 
ἔϑνεσι. καὶ αἱρετούς γε ἀντὶ τῶν κληρωτῶν. ἄρξαι" 
τὰ γὰρ τοῦ Καίσαρος καὶ ἄλλως ἐπὶ πλείω χρόνον 
τοῖς αὐτοῖς προσετάττετο. οὐ μέντοι καὶ περὶ πάν- 
των αὐτῶν ἀκριβῶς ἐπεξάξω᾽ πολλά τὸ γὰρ ὡς ἕκά- 
στοις καὶ οὐκ ἀξιόλογα συνηνέχϑη, καὶ οὐδὲν ἂν 


σι 


ς- 


28 


ἐῷ 


1860 μιν. ΘΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΒ, ἃ. Ο, 6. 


8 λεπτολογηϑέντα ὠφελήσειξ. τά γε μὴν μνήμης τινὸς 
ἄξια κεφαλαιώσας, πλὴν τῶν μεγίστων, ἐρῶ. Ἴσαυροί 
τε γὰρ ἐκ λῃστείας ἀρξάμενοι καὶ ἐς πολέμου δεινό- 
τηταὰ προήχϑησαν, μέχρις οὗ κατεδαμάσϑησαν᾽ καὶ 
Γαιτούλοι τῷ. τε Ἰούβα τῷ βασιλεῖ ἀχϑόμενοι, καὶ 
ἅμα ἀπαξιοῦντες μὴ οὐ καὶ αὐτοὶ ὑπὸ τῶν Ῥωμαίων 
ἄρχεσϑαι, ἐπανέστησαν αὐτῷ, καὶ τήν τε πρόσχωρον 
ἐπόρϑησαν καὶ συχνοὺς καὶ τῶν Ρωμαίων ἐπιστρα- 
τεύσαντάς σφισιν ἀπέκτειναν. τό τε σύμπαν ἐπὶ το- 
σοῦτον ἐπηυξήϑησαν ὥστε Κορνήλιον Κύσσον τὸν 
κατεργασάμενόν σφας τιμάς τε ἐπινικέους καὶ ἐπῶω- 
νυμίαν ἀπ᾿ αὐτῶν λαβεῖν. ταῦτά τε ἅμα ἐγίγνετο, 
καὶ ἐπὶ τοὺς Κελτοὺς ἐστράτευσαν μὲν καὶ ἄλλοι 
τινές, ἐστράτευσε δὲ καὶ ὁ Τιβέριος. καὶ μέχρι γὲ 
τοῦ ποταμοῦ, πρότερον μὲν τοῦ Οὐισούργου, μετὰ 
δὲ τοῦτο καὶ τοῦ ᾿Αλβίου. προεχώρησεν, οὐ μέντοι 
καὶ ἀξιομνημόνευτόν τι τότε γε ἐπράχϑη, καίτοι καὶ 
αὐτοχράτορος μὴ ὅτι τοῦ “ὐγούστου ἀλλὰ καὶ τοῦ 
Τιβερίου ἐπ᾽ αὐτοῖς κληϑέντος, καὶ τιμὰς ἐπινικίους 
Γαΐου Σεντίου τοῦ τῆς Γερμανίας ἄρχοντος λαβόν- 
τος, ἐπειδὴ μὴ μόνον ἅπαξ ἀλλὰ καὶ δεύτερον, φοβη- 
ϑέντες αὐτούς. ἐσπείσαντο. αἴτια, ὃὲ τοῦ καίπερ 
παρασπονδήσασί σφισι δι᾽ ὀλίγου αὖϑις τὴν εἰρήνην 
δοϑήναι τά τε τῶν Ζ᾽ελματῶν καὶ τὰ τῶν Παννο- 
νίων, μειξόνως τὲ ταραχϑέντα καὶ ὀξείας ἐπιστροφῆς 
29 δεηϑέντα, ἐγένετο. ταῖς γὰρ ἐσφοραῖς τῶν χρημά- 
τῶν οἵ “ελμάται βαρυνόμενοι τὸν μὲν ἔμπροσϑεν 
χρόνον καὶ ἄκοντες ἡσύχαξον᾽ ὡς δ᾽ ὃ τε Τιβέριος 
ἐπὶ τοὺς Κελτοὺς τὸ δεύτερον ἐστράτευσε. καὶ Οὐα- 
λέριος Μεσσαλῖνος ὁ τότε καὶ τῆς Ζελματίας καὶ τῆς 
Παννονίας ἄρχων αὐτός τε σὺν ἐκείνῳ ἐστάλη καὶ 

2 τὸ πολὺ τοῦ στρατοῦ συνεξήγαγε, καίτινα καὶ σφεῖς 


ὡ»- 


σι 


Φ5 


ΒΕῚ 


ἃ. Ὁ. 6. Γι. ὩΝ, ΘΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΚ. 1857 


δύναμιν πέμψαι κελευσϑέντες συνῆλθϑόν τε ἐπὶ τού- 
τῷ καὶ τὴν ἡλικίαν σφῶν ἀνθοῦσαν εἶδον, οὐκέτι 
διεμέλλησαν, ἀλλ᾽ ἔνάγοντος αὐτοὺς ὅτι μάλιστα Βά- 
τωνός τινος Ζησιδιάτου τὸ μὲν πρῶτον ὀλίγοι τινὲς 
ἐνεωτέρισαν καὶ τοὺς Ῥωμαέους ἐπελϑόντας σφίσιν 
ἔσφηλαν, ἔπειτα δὲ ἐκ τούτου καὶ οἱ ἄλλοι προσαπέ- 
στησαν. καὶ μετὰ τοῦτο καὶ Βρεῦκοι Παννονικὸν 
ἔϑνος, Βάτωνα καὶ αὐτοὶ ἕτερον προστησάμενοι, ἐπί 
τε τὸ Σίρμιον καὶ ἐπὶ. τοὺς ἐν αὐτῷ Ῥωμαίους ὧρ- 
μησαν. καὶ ἐκεῖνο μὲν οὐκ ἐξεῖλον. αἰσϑόμενος γὰρ 
τῆς ἐπαναστάσεως αὐτῶν Καικένας Σεουῆρος ὁ τῆς 
πλησιοχώρου Μυσίας ἄρχων ἐπῆλϑέ τε αὐτοῖς διὰ 
ταχέων περὶ τὸν ΖΔραοῦον ποταμὸν οὖσι καὶ συμβα- 
λὼν ἐνίκησεν, ἀναμαχέσεσϑαι δέ πῃ διὰ βραχέος, 
ἐπειδὴ καὶ τῶν Ῥωμαίων συχνοὶ ἐπεπτώκεσαν, ἐλπί- 
ὅαντες πρὸς παράκλησιν συμμάχων ἐτράποντο. καὶ 
οἷ μὲν συνέστων ὅσους ἐδύναντο, ἐν δὲ τούτῳ ὁ Βά- 
τῶν ὃ ΖΙελμάτης ἐπὶ Σάλωνα στρατεύσας αὐτὸς μὲν 
λέϑῳ χαλεπῶς πληγεὶς οὐδὲν ἔπραξεν, ἑτέρους δέ 
τινας πέμψας πάντα τὰ παραϑαλάσσια μέχρι τῆς 
᾿Αἀπολλωνίας ἐλυμήνατο. καί τινα ἐνταῦϑα μάχην δι᾽ 
αὐτῶν τοὺς προσμίξαντάς σφισι Ῥωμαίους, καίπερ 
ἡττηϑείς, ἀντεπεκράτησε. πυϑόμενος οὖν ταῦϑ᾽ ὁ 30 
Τιβέριος, καὶ φοβηϑεὶς μὴ καὶ ἐς τὴν Ἰταλίαν ἐσβά- 
λωσιν, ἔκ τε τῆς Κελτικῆς ἀνέστρεψε, καὶ τὸν ΙΜεσσα- 
λῖνον προπέμψας αὐτὸς τῷ πλείονι τοῦ στρατοῦ ἐφεί- 
πεέτο. αἰσϑόμενος δὲ τῆς προσόδου αὐτῶν ὁ Βάτων 
ἀπήντησε τῷ Μεσσαλίνῳ, καίπερ μηδέπω καλῶς ἔχων, 
καὶ ἐπικρατέστερος αὐτοῦ ἐν παρατάξει γενόμενος 
ἔπειτ᾽ ἐξ ἐνέδρας ἐνικήϑη. κἀκτούτου πρός τε τὸν Βά- 
τῶνα τὸν Βρεῦκον ἦλϑε, καὶ κοινωσάμενος αὐτῷ τὸν 
πόλεμον ὅρος τι ᾿Δλμὰν κατέλαβε᾽ κἀνταῦϑα πρὸς 3 


» 


“-»" 


“- 


-ι 


Φ- 


91 


188 ,ν. ΘΟΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΣ, ἃ. Ὁ.8.7. 


μὲν τοῦ Ῥυμητάλκου τοῦ Θρακός, προπεμφϑέντος ἐπ᾽ 
αὐτοὺς ὑπὸ τοῦ Σεουήρου, βραχείᾳ τινὶ μάχῃ ἡττή- 
ϑησαν, πρὸς δ᾽ αὐτὸν ἐκεῖνον ἰσχυρῶς ἀντέσχον. 
καὶ μετὰ ταῦτα τοῦ τε Σεουήρου ἐς τὴν Μυσίαν διά 
τε τοὺς ΖΙακοὺς καὶ διὰ τοὺς Σαυρομάτας πορϑοὺν- 
τας αὐτὴν ἀπάραντος,. καὶ τοῦ Τιβερίου τοῦ τε Μεσ- 
σαλίνου ἐν Σισκίᾳ ἐγχρονισάντων, τήν τε συμμαχίδα 
σφῶν ἐπέδραμον καὶ συχνοὺς προσαπέστησαν. καὶ 
ἐς μὲν χεῖρας; καίπερ τοῦ Τιβερίου πλησιάσαντός 
σφισιν, οὐκ ἦλϑον αὐτῷ. ἄλλοσε δὲ καὶ ἄλλοσε με- 
ϑιστάμενοι πολλὰ οι ἰὀρϑήδιουν τῆς τε γὰρ χώρας 
ἐμπείρως ἔχοντες καὶ κούφως ἐσκευασμένοι. ῥαδίως 
ὅπῃ ποτὲ ἐβούλοντο ἐχώρουν. καὶ ἐπειδή γὲ ὁ χει- 
μῶν ἐνέστη, πολὺ πλείω ἐκακούργησαν᾽ καὶ γὰρ καὶ 
ἐς τὴν Μακεδονίαν αὖϑις ἐνέβαλον. καὶ τούτους μὲν 
Ὁ τὲ Ῥυμητάλκης καὶ ὁ ἀδελφὸς αὐτοῦ Ῥασκύπορις 
μάχῃ κατέλαβον οἱ δὲ δὴ ἄλλοι τῇ μὲν χώρᾳ σφῶν 


. πορϑουμένῃ μετὰ τοῦτο ἐπί τε Καικιλίου Μετέλλου 


καὶ ἐπὶ Λικινίου Σιλανοῦ ὑπάτων οὐκ ἐπήμυναν, ἐς 
ὃξ τὰ ἐρυμνὰ ἀναφυγόντες ἐκεῖϑεν ὅπῃ παρείκοι 
καταδρομὰς ἐποιοῦντο. 

μαϑὼν οὖν ταῦτα ὁ “ὔγουστος, καὶ ὑποπτεύσας 


Ἁ ᾿ ς κ᾿ 
ἐς τὸν Τιβέριον ὡς δυνηϑέντα μὲν ἂν διὰ ταχέων 


2 


αὐτοὺς κρατῆσαι, τρίβοντα δὲ ἐξεπίτηδες. ἵν᾽ ὡς 
ἐπὶ πλεῖστον ἐν τοῖς ὅπλοις ἐπὶ τῇ τοῦ πολέμου προ- 
φάσει ἡ, πέμπει τὸν Γερμανικὸν καίτοι ταμιεύοντα, 
στρατιώτας οἱ οὐκ εὐγενεῖς μόνον; ἀλλὰ καὶ ἐξελευ- 
ϑέρους δούς, ἄλλους τε καὶ ὅσους παρά τε τῶν ἀν- 
δρῶν καὶ παρὰ τῶν γυναικῶν δούλους, πρὸς τὰ 
τιμήματα αὐτῶν, σὺν τροφῇ ἐχμήνῳ λαβὼν ἡλευ- 
ϑέρωσεν. οὐ μόνον δὲ τοῦτο πρὸς τὴν τοῦ πολέμου 
χρείαν ἔπραξεν, ἀλλὰ καὶ τὴν ἐξέτασιν τῶν ἱππέων 


ἃ. Ο.. 7. 1.1}. ΘΑΕΒΑΒ ΟΟΤΑΥΙΆΝΌΞ. 1809 


τὴν ἐν τῇ ἀγορᾷ γιγνομένην ἀνελάβετο. κατά τε τῆς 
πανηγύρεως τῆς μεγάλης ηὔξατο, ὅτι γυνή τις ἐς τὸν 
βραχίονα γράμματα ἅττα ἐντεμοῦσα ἐϑείασέ τινα. 
ἤσϑετο μὲν γὰρ ὅτι οὐκ ἐκ ϑεοὺῦ κατέσχητο. ἀλλ᾽ ἐκ 
παρασκευῆς αὐτὸ ἐπεποιήκει᾽ ἐπειδὴ δὲ τὸ πλῆϑος 
ἄλλως τε καὶ διὰ τοὺς πολέμους τόν τὲ λιμόν, ὃς καὶ 
τότε αὖϑις συνέβη. δεινῶς ἐταράττετο, πιστεύειν τε 
καὶ αὐτὸς τοῖς λεχϑεῖσιν ἐπλάττετο, καὶ πάνϑ᾽ ὅσα 
παραμυϑήσεσϑαι τὸν ὅμιλον ἤμελλεν ὡς καὶ ἀναγ- 
καῖα ἔπραττε. καὶ ἐπί γε τῇ σιτοδείᾳ δύο αὖθις 
ἐκ τῶν ὑπατευκότων ἐπιμελητὰς τοῦ σίτου σὺν ῥδαβ- 
δούχοις ἀπέδειξε. προσδεόμενος δὲ δὴ χρημάτων ἔς 
τε τοὺς πολέμους καὶ ἐς τὴν τῶν νυκτοφυλάκων τρο- 
φήν, τό τε τέλος τὸ τῆς πεντηκοστῆς ἐπὶ τῇ τῶν ἀν- 
δραπόδων πράσει ἐσήγαγε, καὶ τὸ ἀργύριον τὸ τοῖς 
στρατηγοῖς τοῖς τὰς ὁπλομαχίας ποιοῦσιν ἐκ τοῦ δη- 
μοσίου διδόμενον ἐκέλευσε μηκέτ᾽ ἀναλίσκεσθαι. 

τὸν δὲ δὴ Γερμανικόν, ἀλλ᾽ οὐ τὸν ᾿Δγρίππαν 382 
ἐπὶ τὸν πόλεμον ἐξέπεμψεν, ὅτι δουλοπρεπής τε ἐκεῖ- 
νος ἦν καὶ τὰ πλεῖστα ἡλιεύετο, ὕϑενπερ καὶ Ποσει- 
δώνα ἑαυτὸν ἐπωνόμαζξε, τῇ τε ὀργῇ προπετεῖ ἐχρῆτο, 
καὶ τὴν Ἰουλίαν ὡς μητρυιὰν διέβαλλεν, αὐτῷ τε 2 
τῷ «Αὐγούστῳ πολλάκις ὑπὲρ τῶν πατρῴων ἐπεκάλει. 
καὶ οὐ γὰρ ἐσωφρονίξετο, ἀπεκηρύχϑη, καὶ ἥ τε οὐ- 
σία αὐτοῦ τῷ στρατιωτικῷ ταμιείῳ ἐδόϑη, καὶ αὐτὸς 
ἐς Πλανασίαν τὴν πρὸς Κύρνῳ νῆσον ἐνεβλήϑη. 

ταῦτα μὲν ἐν τῇ πόλει ἐγένετο᾽ τοῦ δὲ δὴ Γερ- ὃ 
μανικοῦ ἐς τὴν Παννονέαν ἐλϑόντος καὶ στρατευμά- 
τῶν πολλαχόϑεν ἐκεῖσε συνιόντων. τηρήσαντες οἵ 
Βάτωνες τὸν Σεουῆρον ἐκ τῆς Μυσίας προσιόντα 
ἐπέπεσον αὐτῷ ἀπροσδόκητοι, στρατοπεδευομένῳ πρὸς 
τοῖς Οὐολκαίοις ἕλεσι, καὶ τοὺς μὲν ἔξω τοῦ ταφρεύ- 


.: 


» 


.190 ιν, ΘΑΕΒΑΒ ΟΟΤΑΥΝΙΑΝΌΣ, ἃ. (, 8. 


Ε 


98 
8. , 


ματος ἐφόβησαν καὶ κατήραξαν ἐς αὐτό, δεξαμένων 
δέ σφας τῶν ἔνδον ἡττήϑησαν. καὶ μετὰ τοὔϑ᾽ οἵ 


Ῥωμαῖοι νεμηϑέντες, ὅπως πολλαχῇ ἅμα τῆς χώρας 


κατατρέχωσιν, οἵ μὲν ἄλλοι οὐδὲν ἄξιον λόγου τότε 
γὲ ἔδρασαν. ὁ δὲ δὴ Γερμανικὸς Μαξαίους ΖΙελμα- 
τικὸν ἔϑνος μάχῃ νικήσας ἐκάκωσεν. 

ἐν μὲν δὴ τῷ ἔτει ἐκείνῳ ταῦτ᾽ ἐπράχϑη, Μάρ- 
κου δὲ δὴ Φουρίου μετὰ Σέξτου Νωνίου ὑπατεύ- 
σαντος ἐπεθύμησαν μὲν καὶ οἵ Δελμᾶάται καὶ οἵ 
Παννόνιοι συμβῆναι διὰ τὸ τὸ μὲν πρῶτον λιμῷ, 
εἶτα καὶ νόσῳ ἀπ᾿ αὐτοῦ, πόαις τέ τισιν ἀλλοκότοις 
καὶ ῥίξαις χρώμενοι. πονηϑῆναι, οὐκ ἐπεκηρυκεύ- 
σαντο δὲ χωλυσάντων τῶν μηδεμίαν παρὰ τῶν Ῥω- 
μαέων ἐλπίδα σωτηρίας ἐχόντων, ἀλλὰ καὶ ὡς ἀντεῖ- 


2 χον. καὶ Σκενοβαρδὸς τέ τις προσποιησάμενος μὲ- 


94. 


ταστήσεσϑαι, καὶ πέμψας κατ᾽ αὐτὸ τοῦτο πρὸς 
Μάνιον Ἔννιον φρούραρχον Σισκίας ὡς ἕτοιμος μὲν 
ὧν αὐτομολῆσαι, δεδιὼς δὲ μὴ προπάϑῃ .... .... 

. μέντοι καὶ ἐν τοῖς πρώτοις ἀλλ᾽ ἐν τοῖς ὑστάτοις 
ἀπεφαίνετο, ὅπως ἰδιοβουλεῖν ἅπασιν ἐξείη καὶ μης- 
δεὶς αὐτῶν τῆς ἑαυτοῦ γνώμης. ὡς καὶ ἀ ἀνάγκην τινὰ 
συμφρονήῆσαί οἱ ἔχων. ἐξίσταιτο. καὶ τοῖς ἄρχουσι 


88, 2, 4. προπάϑῃ]) ἀοδιιπὶ οοὔϊοὶ ομποίο απδέϊπου [ο011ἃ. 
Οφίουϊ ργὸ μ18 αὰδ βιαπὺ πὶ 110 38, 2, 1, καὶ Σκενόβαρδος --- 
84, 2, 1, τότε δὲ τῇ μὲν, δθο βυαρροπυπὲ: τοῦ δέ γε Γερμα- 
νικοῦ τοῦ υἱέος ΖΔρούσου, ὡς εἴρηται, κατ᾽ αὐτῶν ἐστρατευ- 
μένου, καὶ πόλει τινὶ ὀχυρᾷ προσκαϑημένου, καὶ μὴ οἵου 
τε γιγνομένου ταύτην ἑλεῖν, Πουλίων ἱππεὺς Κελτὸς λέϑον 
ἐς τὸ τεῖχος ἀφεὶς οὕτω τὴν ἔπαλξιν διέσεισεν ὥστε αὐτὴν 
αὐτίκα πεσεῖν καὶ τὸν ἄνδρα τὸν ἐπικεκλιμένον οἵ συγκα- 
τασπάσαι. γενομένου δὲ τούτου ἐκπλαγέντες οἵ ἄλλοι καὶ 
φοβηϑέντες τό τε τεῖχος ἐκεῖνο ἐξέλιπον καὶ ἐς τὴν ἀκρόπο- 
λιν ἀνέδραμον, καὶ μετὰ τοῦτο καὶ ταύτην καὶ ἑαυτοὺς πα- 


ἃ, Ὁ. 8, 1}. ΘΟΛΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΝΒ, 191 


πολλάκις συνεδίκαξεν᾽ καὶ ὁσάκις γε οἱ παρεδρεύ- 
οντές σφισιν ἐδιχογνωμόνουν, καὶ ἡ ἐκείνου ψῆφος 
ἀπὸ τῆς ἴσης ταῖς τῶν ἄλλων ἠριϑμεῖτο. τότε δὲ τῇ 
μὲν γερουσίᾳ καὶ ἄνευ ἑαυτοῦ τὰ πολλὰ δικάξειν 
ἐπέτρεπεν, ἐς δὲ τὸν δῆμον οὐκέτι παρήει, ἀλλὰ τῷ 
μὲν προτέρῳ ἔτει πάντας τοὺς ἄρξοντας αὐτός, ἐπει- 
δήπερ ἐστασιάξετο, ἀπέδειξε, τούτῳ δὲ καὶ τοῖς ἔπει- 
τὰ γράμματά τινα ἐκτιϑ εὶς συνίστη τῷ τὲ πλήϑει καὶ 
τῷ δήμῳ ὕσους ἐσπούδαξε. πρὸς μέντοι τὰς τῶν 
πολέμων διαχειρίσεις οὕτως ἔρρωτο ὥσϑ᾽, ἵν᾽ ἐγγύ- 
ϑὲν καὶ ἐπὶ τοῖς Ζελμάταις καὶ ἐπὶ τοῖς Παννονίοις 
πᾶν ὅ,τι χρὴ συμβουλεύειν ἔχῃ, πρὸς ᾿Δρίμινον ἐξωώρ- 
μησε. καὶ ἐπί τε τῇ ἐξόδῳ αὐτοῦ εὐχαὶ ἐγένοντο 
καὶ ἐπὶ τῇ ἐπανόδῳ αἱ ϑυσέαι ὥσπερ ἐκ πολεμίας 
τινὸς ἀνακυμισϑέντος ἐτελέσϑησαν. 

ταῦτα μὲν ἐν τῇ Ῥώμῃ ἐπράχϑη, ἐν δὲ τούτῳ ὁ 
Βάτων ὁ Βρεῦκος, ὁ τόν τε Πίννην προδοὺς καὶ 
μισϑὸν τούτου τὴν ἀρχὴν τῶν Βρεύχων λαβών, ἑάλω 
τε ὑπὸ τοῦ ἑτέρου Βάτωνος καὶ διεφϑάρη᾽ ἐπειδὴ 
γὰρ ὑποπτεύσας τι ἐς τὸ ὑπήκοον ὁμήρους καϑ᾽ ἕκα- 
στον τῶν φρουρίων περιιὼν ἥτει, μαϑὼν τοῦτ᾽ ἐκεῖ- 
νος ἐνήδρευσέ που αὐτόν, καὶ μάχῃ κρατήσας κατέ- 


ρέδοσαν. (Ηδοθο μοί ϊία εχ δ6, 11, 3.) τοῦ δὲ δὴ Βάτωνος, 
ὃς πολλὰ τοὺς Ῥωμαίους, ἀποστήσας τοὺς “αλμάτας ἐκά- 
κωσε, καϑ᾽ ὁμολογίαν ποτὲ τῷ Τιβερίῳ προσκεχωρηκύτος, 
καὶ τῇ ὑστεραίᾳ ἐπὶ βήματος αὐτῷ καϑημένῳ προσενεχϑέν- 
τος, ὁ μὲν Τιβέριος ἠρώτησεν αὐτόν “τί ὑμῖν ἔδοξε καὶ 


ἀποστῆναι καὶ τοσοῦτον ἡμῖν χρόνον ἀντιπολεμῆσαι "ὁ ὃ᾽ 


ἔφη ὅτι ὑμεῖς τούτων αἴτιοι ἐστέ" ἐπὶ γὰρ τὰς ἀγέλας 
ὑμῶν φύλακας οὐ κύνας οὐδὲ νομέας ἀλλὰ λύκους πέμπετε. 
(Ηδθο ροέϊία οχ ὅθ, 16, 3.) ἡ μὲν οὖν Ζαλματία, τοῦτο μὲν 
πολέμω τοῦτο δὲ καὶ ὁμολογίᾳ, πάλιν προσεχώρησε τοῖς 
ἹῬωμαίοις. τότε δὲ καὶ ὁ Αὔγουστος τῇ μὲν κ. τ. 1. Εδάθται 


ὦ 


νὼ». 


ων 


9: 


102 [.1}. ΘΑΕΒΑΚ ΟΟΤΑΥΙΑΝΌΘ. ἃ. Ὁ. 8. 


κλεισεν ἐς τεῖχος, καὶ μετὰ τοῦτ᾽ ἐκδοϑέντα ὑπὸ τῶν 
ἔνδον λαβὼν παρήγαγέ τε ἐς τὸ στράτευμα, καὶ κα- 
ταψηφισϑέντα ἀποθανεῖν ἐν χερσὶν ἐποίησε. γενο- 
μένου δὲ τούτου συχνοὶ τῶν Παννονίων ἐπανέστη- 


σαν, καὶ αὐτοῖς ὁ Σιλουανὸς ἐπιστρατεύσας τούς τὲ 


ωΖΣ 


Βρεύκους ἐνίκησε καὶ τῶν ἄλλων τινὰς ἀμαχὶ προσε- 
ποιήσατο. ἰδὼν οὖν ταῦτα ὁ Βάτων τῆς μὲν Παννο- 
νίας οὐδεμίαν ἔτ᾽ ἐλπίδα ἔσχε, τὰς δὲ ἐς τὴν Ζ1ελ- 
ματίαν ἐξ αὐτῆς ἐσόδους φρουραῖς διαλαβὼν ἐκείνην 
ἐπόρϑει. καὶ οὕτω καὶ οἵ λοιποὶ τῶν Παννονίων, 
ἄλλως τε καὶ τῆς χώρας σφῶν ὑπὸ τοῦ Σιλουανοῦ 
κακουμένης, ὡμολόγησαν, πλὴν καϑ᾽΄ ὅσον λῃστικά 
τινα οἷα ἐκ ταραχῆς τοσαύτης ἐπὶ πλεῖον κακουρ- 
γοῦντα διεγένετο, ὅπερ που καὶ ἀεὶ ὡς εἰπεῖν παρά 
τὲ τοῖς ἄλλοις καὶ παρ᾽ ἐκείνοις μάλιστα συμβαίνει. 


ἴοσο ΧΙΡΒΣητι5, ἰδὲ αποά ᾿ΠΤΟΡΎΪΟΥΙ 85 ΘΧΘΙΡΙΔΥΙ 510 
Ροβὲ 30, 1, ὁ, ἀνοχὰς γενέσϑαι ροτρὶῦ Ρ. 89: λωφήσαντος 
δέ ποτε τοῦ λιμοῦ, ἐπί τε τῷ Γερμανικοῦ ὀνόματι, ὃς ἦν 
τοῦ Δρούσου παῖς, καὶ ἐπὶ τῷ τοῦ ἀδελφοῦ αὐτοῦ ἵππο- 
δρομίας (μονομαχίας 37, 8) ἐποίησε, καὶ ἐν αὐταῖς ἐλέφας 
τε δινοκέρωτα κατεμαχέσατο, καὶ ἀνὴρ ἱππεὺς πλούτῳ ποτὲ 
προενεγκὼν ἐμονομάχησε. καὶ ἐπειδὴ καὶ τῷ γήρᾳ καὶ τῇ 
τοῦ σώματος ἀσϑενείᾳ ἔκαμνεν, ὥστε μὴ δύνασθαι πᾶσι 
τοῖς δεομένοις τι αὐτοῦ χρηματίξειν, τὰ μὲν ἄλλα αὐτὸς με-᾿ 
τὰ τῶν συνέδρων καὶ διεσκέψατο καὶ ἐδίκαξεν, ἐν τῷ Παλα- 
τίῳ ἐπὶ βήματος προκαϑήμενος" τὰς δὲ πρεσβείας τάς τε 
παρὰ τῶν δήμων καὶ τὰς παρὰ τῶν βασιλέων ἀφικνουμένας 
τρισὶ τῶν ὑπατευκότων ἐπέτρεψεν, ὥστ᾽ αὐτοὺς χωρὶς ἕκα- 
στον καὶ διακούειν τινῶν καὶ ἀπόκρισιν αὐτοῖς διδόναι 
πλὴν τῶν ὅσα ἀναγκαῖον ἦν τήν τε βουλὴν καὶ ἐκεῖνον 
ἐπιδιακρίνειν. κατὰ δὲ τὸν καιρὸν τοῦτον Γερμανικοῦ κ. τ. 1. 


ΠΠΩΝΟΣ 
ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ᾿ς. 


Καὶ ταῦτα μὲν ἄλλοι καϑήρουν, ὁ δὲ δὴ Τιβέ- «. Ὁ 
οιος ἐς τὴν Ῥώμην, μετὰ τὸν χειμῶνα ἐν ᾧ Κύιντος ἥ 
Σουλπέκιος καὶ Γάιος Σαβῖνος ὑπάτευσαν. ἀνεκο- 
μίσϑη᾽ καὶ αὐτῷ καὶ ὁ Αὔγουστος ἐς τὸ προάστειον 
ἀπαντήσας ἠλϑέτε μετ᾽ αὐτοῦ ἐς τὰ σέπτα, κἀνταῦϑα 
ἀπὸ βήματος τὸν δῆμον ἠσπάσατο, καὶ μετὰ τοῦτο 
τά τε ἄλλα τὰ προσήκοντα ἐπὶ τοῖς τοιούτοις ἐποίησε 
καὶ ϑέας ἐπινικίους διὰ τῶν ὑπάτων. ἐπειδή τε οἵ . 
ἱππεῖς πολλῇ ἐν αὐταῖς σπουδῇ τὸν νόμον τὸν περὶ 
τῶν μήτε γαμούντων μήτε τεκνούντων καταλυϑῆναι 
ἠξίουν, ἤϑροισεν ἐς τὴν ἀγορὰν χωρὶς μὲν τοὺς 
ἀγύνους σφῶν χωρὶς δὲ τοὺς γεγαμηκότας ἢ καὶ 
τέχνα ἔχοντας. καὶ ἰδὼν πολὺ τούτους ἐκείνων ἐλάτ- 
τους ἤλγησέ τε καὶ διελέξατο αὐτοῖς τοιάδε. 

“εἰ καὶ ὀλίγοι παντάπασιν. ὥς γε πρὸς τοσοῦτον 2 
ὄγκον πόλεως εἰπεῖν, καὶ πολλῷ καταδεέστεροι τῶν 
ἑτέρων τῶν μηδὲν τῶν δεόντων πράττειν ἐθελόντων 
ἐστέ, ἀλλ᾽ ἔγωγε καὶ κατ᾽ αὐτὸ τοῦτο μάλλον ὑμᾶς 
ἐπαινῶ καὶ πολλὴν χάριν ὑμῖν ἔχω, ὅτι καὶ ἐπείσϑητε 
καὶ τὴν πατρίδα συμπληϑύνετε. ἐκ γὰρ τῶν οὕτω 
βιούντων παμπληϑεῖς οἱ μετὰ ταῦτα Ῥωμαῖοι γενή- 
δονται᾿ καὶ γὰρ τὸ κατ᾽ ἀρχὰς καὶ πάνυ βραχεῖς 
ὄντες ; ἔπειτα γάμων ἐπιμεληϑέντες καὶ τέκνα ποιη- 
σάμενοι πάντας ἀνθρώπους οὐκ εὐανδρίᾳ μόνον 
ἀλλὰ καὶ πολυανϑρωπίᾳ ὑπερέφυμεν. ὧν χρὴ μεμνὴ- 
μένους τὸ ϑνητὸν τῆς φύσεως ἡμῶν ἀιδίῳ διαδοχῇ 
γενῶν ὥσπερ τινῶν λαμπαδίων παραμυϑεῖσϑαι, ἵν᾽ 

ΡΙΟ ΟΑΒΒΙῦΒ. 1Π|. 19 


ὲἐΦ 


ὧν» 


ὧι 


ἐῷ 


9 


Ὁ» 


194 [,101. ΘΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ. Ὁ. 9. 
ἐν ᾧ μόνῳ τῆς ϑείας εὐδαιμονίας ἡττώμεϑα, τοῦτ᾽ 
ἐξ ἀλλήλων ἀϑάνατον καϑιστώμεϑα. διὰ γὰρ τοῦτο 
καὶ τὰ μάλιστα ὁ πρῶτος καὶ μέγιστος ἐκεῖνος ϑεός, 
ὁ τεχτηνάμενος ἡμᾶς, διχῇ τε διεῖλε τὸ ϑνητὸν γένος. 
καὶ τὸ μὲν ἃ ἄρρεν αὐτοῦ τὸ δὲ ϑήλυ ἀποδείξας ἔρωτα 
καὶ ἀνάγκην σφίσι τῆς πρὸς ἀλλήλους συνουσίας 
ἐνέβαλε, καὶ γόνιμον τὴν ὁμιλίαν αὐτῶν ἐποίησεν, 
ὅπως ἐκ τῶν ἀεὶ γεννωμένων ἀίδιον τρύπον τινὰ καὶ 
τὸ ϑνητὸν ἀπεργάσηται. καίτοι καὶ αὐτῶν τῶν ϑεῶν 
οἵ μὲν ἄρρενες αἷ δὲ ϑήλειαι νομίζονται, καὶ οἱ μὲν 
γεγεννηκέναι τινὰς οἱ δ᾽ ἔκ τινων γεγεννῆσϑαι παρα- 
δέδονται οὕτω καὶ παρ᾽ ἐκείνοις τοῖς μηδὲν τούτων 
δεομένοις καλὸν εἶναι δέδοκται καὶ γάμος καὶ τέκνω- 
σις. ὥστε ὀρϑῶς μὲν ἐποιήσατε τοὺς ϑεοὺς μιμησά- 
μενοι, ὀρϑῶς δὲ καὶ τοὺς πατέρας ξηλώσαντες, ἵν᾽ 
ὥσπερ ὑμᾶς ἐκεῖνοι ἐγέννησαν, οὕτω καὶ ὑμεῖς ἄλλους 
τεχνώσητε, καὶ καϑάπερ ἐκείνους ὑμεῖς προγόνους 
καὶ ἡγεῖσϑε καὶ ὀνομάξετε. οὕτω καὶ ὑμᾶς ἕτεροι 
καὶ νομίσωσι καὶ προσείπωσι,. τά τε ἔργα ὅσα ἐκεῖνοι 
καλῶς πράξαντες ὑμῖν μετ᾽ εὐκλείας παρέδοσαν, καὶ 
ὑμεῖς ἄλλοις παραδῶτε, καὶ τὰ κτήματα ὅσα αὐτοὶ 
κτησάμενοι κατέλιπον ὑμῖν, καὶ ὑμεῖς ἑτέροις ἐξ 
ὑμῶν αὐτῶν γεγονόσι καταλίπητε. πῶς μὲν γὰρ οὐκ 
ἄριστον γυνὴ σώφρων. οἰχουρύς. οἰκονόμος, παιδὸ- 
τρόφος, ὑγιαίνοντά τε εὐφρᾶναι καὶ ἀσθενοῦντα ϑ8ε- 
ραπεῦσαι, εὐτυχοῦντέ τε συγγενέσϑαι καὶ δυστυ- 
χοῦντα παραμυϑήσασϑαι, τοῦ τε νέου τὴν ἐμμανὴ 
φύσιν καϑεῖρξαι καὶ τοῦ πρεσβυτέρου τὴν ἔξωρον 
αὐστηρότητα κεράσαι; πῶς δ᾽ οὐχ ἡδὺ ἀνελέσϑαι 
τέκνον “ἐξ ἀμφοῖν συμπεφυκὸς καὶ ϑρέψαι καὶ παι- 
δεῦσαι, εἰκόνα μὲν τοῦ σώματος εἰκόνα δὲ καὶ τῆς 
ψυχῆς, ὥστε ἐν ἐκείνῳ αὐξηϑέντι ἕτερον αὐτὸν γενέ- 


8. Ὁ. 9. 6 ὉΥ1. ΘΑΛΕΒΑᾺΚ ΟΟΤΑΥΙΑΝΌΝΣ, 10 


σϑαι; πὼς δ᾽ υὐ μακαριστὸν, ἀπαλλαττόμενον ἐκ τοῦ 
βίου. διάδοχον καὶ κληρονόμον οἰκεῖον ἐξ ἑαυτοῦ 
γεγονότα καὶ τοῦ γένους καὶ τῆς οὐσίας καταλιπεῖν, 
καὶ τῇ μὲν φύσει τῇ ἀνθρωπίνῃ διαλυϑῆναι, τῇ 
δὲ ἐκείνου διαδοχῇ ξῆσαι, καὶ μήτ᾽ ἐπ᾽ ἀλλοτρίοις 
ὥσπερ ἐν πολέμῳ γενέσθαι μήτε ἄρδην ἀπολέ- 
σϑαι; καὶ ταῦτα μὲν τὰ κέρδη ἴδιά που τοῖς 
γαμοῦσι καὶ τεκνοποιοῦσιν ὑπάρχει" τῷ δὲ δὴ κοι- 
νῷ; οὗπερ ἕνεκα καὶ παρὰ γνώμην πολλὰ ποιεῖν 
ὀφείλομεν, πῶς μὲν οὐ καλὸν πῶς δ᾽ οὐκ ἀναγκαῖον, 
εἴπερ αἵ τε πόλεις καὶ οἱ δῆμοι ἔσονται, καὶ ὑμεῖς 
τε ἑτέρων ἄρξετε καὶ οἵ ἄλλοι ὑμῖν ὑπακούσουσι, 
πολυπληϑία ἔν τε εἰρήνῃ γῆν ἐργάσασϑαι καὶ ναῦυτι- 
λίας ναυτέλασϑαι τέχνας τε ἀσκῆσαι καὶ δημιουργίας 
ἐπιτηδεῦσαι, καὶ ἐν πολέμῳ τά τε ὄντα προϑυμό- 
τερον διὰ τὰ γένη σῶσαι καὶ ἀντὶ τῶν ἀπολλυμένων 
ἑτέρους ἀντικαταστῆσαι; ὑμᾶς μὲν οὖν, ὦ ἄνδρες. 
μόνοι γὰρ ἂν ἄνδρες δικαίως ὀνομάξοισϑε, καὶ ὦ 
πατέρες, καὶ γὰρ ταύτην ἄξιοι τὴν ἐπωνυμίαν ὁμοίως 
ἐμοὶ ἔχειν ἐστέ, καὶ φιλῶ διὰ ταῦτα καὶ ἐπαινῶ, καὶ 
τούτοις τε οἷς ἔϑηκα ἄϑλοις ἀγάλλω, καὶ προσέτι 
καὶ ἄλλαις καὶ τιμαῖς καὶ ἀρχαῖς ἐπιγαυρώσω, ὥστ᾽ 
αὐτούς τε μεγάλα καρπώσασϑαι καὶ τοῖς παισὶ μὴ 
ἐλάττω καταλιπεῖν. μεταβήσομαι δὲ δὴ καὶ ἐπὶ τοὺς 
ἄλλους τοὺς οὔτε τι τῶν ὁμοίων ὑμῖν πεποιηκότας 
καὶ πάντων διὰ τοῦτο τῶν ἐναντίων τευξυμένους, 
ἵνα μὴ μόνον ἐκ τῶν λόγων ἀλλὰ καὶ ἐκ τῶν ἔργων 
ἔτι καὶ μᾶλλον καταμάϑητε ὅσον αὐτῶν διαφέρετε." 

ταῦτ᾽ εἰπών, καὶ τὰ μὲν παραχρῆμα δούς τισιν 
αὐτῶν τὰ δ᾽ ὑποσχόμενος, μετήλϑέ τε πρὸς τοὺς ἕτέ- 
φους καὶ ἔλεξε καὶ ἐκείνοις τάδε. 

“ϑαυμαστὸν μέν τι πέπονϑα, ὦ τί ἂν ὀνομάσαιμι 

10" 


ὃ 


-1 


φὡ 


[δ 


μον 


ὧι 


φὸ 


σι 


196 1. ΟΛΕΒΑΒ ΟΟΤΑΛΙΑΝΌΝ, ἃ. Ο.9 


ς - » 5 “7 γ.δλ 3 Ν “- ἢ ’ 
υμᾶς; ἄνδρας; αλλ ουδὲν ἀνδρῶν ἔργον παρέχεσϑε. 
πολίτας; ἀλλ᾽ ὅσον ἐφ᾽ ὑμῖν, ἡ πόλις ἀπόλλυται. 


,͵ 3 ωβ ι» - - 
Ῥωμαίους; ἀλλ᾽ ἐπιχειρεῖτε τὸ ὄνομα τοῦτο καταλῦ- 


σαι. οὐ μὴν ἀλλ᾽ ἔγωγε, οἵτινές ποτέ ἐστε καὶ ὃτι- 
δήποτε χαίρετε ὀνομαζόμενοι, παράδοξον μέν τι πά- 
ϑὸς πέπονϑα. ὑπὲρ γὰρ τῆς πολυανϑρωπίας ἡμῶν 
ἀεί τὲ πάντα ποιὼν καὶ νῦν ἐπιτιμήσειν ὑμῖν μέλ- 
λων, ἀηδῶς ὑμᾶς ὁρῶ πολλοὺς ὄντας. καὶ μᾶλλον 
ἂν ἠβουλόμην τοσούτους μὲν τοὺς ἑτέρους ἐκείνους. 
οἷς προδιξίλεγμαι, εἶναι, ὅσοι ὑμεῖς ὁρᾶσϑε, ὑμᾶς δὲ 
δὴ μάλιστα μὲν σὺν ἐκεένοις τετάχϑαι, εἰ δὲ μή, μηδὲ 
εἶναι" οἵτενες οὔτε τῆς τῶν ϑεῶν προνοίας οὔτε τῆς 
τῶν προπατόρων ἐπιμελείας ἐνθυμηϑέντες ἐπιϑυ- 
μεῖτε πᾶν μὲν τὸ γένος ἡμῶν ἀφανίσαι καὶ ϑνητὸν 
ὄντως ποιῆσαι, πᾶν δὲ τὸ Ῥωμαίων ἔϑνος φϑεῖραι 
καὶ παῦσαι. τί μὲν γὰρ ἂν ὑπολειφϑείη σπέρμα ἀν- 
ϑρώπινον, ἂν τὰ αὐτὰ ὑμῖν καὶ οἵ ἄλλοι πάντες 
πράξωσιν; ὧν ἀρχηγοὶ γεγονότες εὐλόγως ἂν τὴν 
αἰτίαν τῆς πανωλεϑρίας ἔχοιτε. πῶς δ᾽ οὐκ, ἂν μη- 
δένες ἄλλοι ξηλώσωσιν ὑμᾶς. εἰκότως ἂν καὶ δι᾽ 
αὐτὸ τοῦτο μισοῖσϑε, ὅτι παρορᾶτέ τε ἃ μηδεὶς ἂν 
ἄλλος παρέδοι καὶ ἀμελεῖτε ὧν οὐδεὶς ἂν ἄλλος ἀμε- 
λήσειε, καὶ νόμους καὶ ἐπιτηδεύματα τοιαῦτα ἐσφέ- 
ρετε ἃ ξηλώσαντες μὲν πάντες ἂν ἀπόλοιντο, μιδή- 
ὄαντες δ᾽ ὑμᾶς ἂν δικαιώσειαν. οὐδὲ γὰρ οὐδὲ τῶν 
φονέων φειδόμεϑα ὅτι μὴ πάντες φονεύουσιν, οὐδὲ 
τοὺς ἱεροσύλους ἀφίεμεν ὅτι μὴ πάντες ἱεροσυλοῦσιν, 
ἀλλ᾽ ὅστις ἂν τῶν ἀπειρημένων τι πράττων ἁλῷ, καὶ 
ὑπὲρ αὐτοῦ τούτου κολάξεται;, ὅτι μόνος ἢ καὶ μετ᾽ 
ὀλίγων ποιεῖ τι τοιοῦτον ὃ μηδεὶς ἕτερος. καίτοι 
κἂν τὰ μέγιστά τις ἀδικήματα ὀνομάσῃ, οὐδέν ἐστι 
τἄλλα πρὸς τοῦτο τὸ νῦν ὑφ᾽ ὑμῶν γιγνόμενον, οὐχ 


8ἃ.0Οὅ.9θ. ΘΟ ΤΥ. ΘΛΕΒΑΒ ΟΥΤΑΥΙΑΝΌΝ, 197 


ὅτι ἕν πρὸς ἕν ἐξεταξόμενα, ἀλλ᾽ οὐδὲ ὁμοῦ πάντα 
πρὸς τοῦτο τὸ ὃν παφαβαλλόμενα. καὶ γὰρ μιαυ- 
φονεῖτε, μηδὲ τεκνοῦντες ἀρχὴν τοὺς ἐξ ὑμῶν γεννη- 
ϑῆναι ὀφείλοντας, καὶ ἀνοσιουργεῖτε, τά τὲ ὀνόματα 
καὶ τὰς τιμὰς τῶν προγόνων παύοντες, καὶ ἀσεβεῖτε, 
τά τε γένη ὑμῶν τὰ καταδειχϑέντα ὑπὸ τῶν ϑεῶν 
ἀφανίξοντες. καὶ τὸ μέγιστον τῶν ἀναϑημάτων αὖ- 
τῶν, τὴν ἀνθρωπίνην φύσιν. ἀπολλύντες. τά τε 
ἱερὰ διὰ τούτου καὶ τοὺς ναοὺς αὐτῶν ἀνατρέποντες. 
καὶ μέντοι καὶ τὴν πολιτείαν καταλύετε. μὴ πειϑό- 
μενοι τοῖς νόμοις, καὶ τὴν πατρέδα προδέδοτε, στερί- 
φην τὲ αὐτὴν καὶ ἄγονον ἀπεργαζόμενοι, μᾶλλον 
δὲ ἄρδην κατασκάπτετε. ἔρημον τῶν οἰκησόντων 
ποιοῦντες ἄνθρωποι γάρ που πόλις ἐστίν. ἀλλ᾽ οὐκ 
οἰκέαι οὐδὲ στοαὶ οὐδ᾽ ἀγοραὶ ἀνδρῶν κεναί. ἐνθϑὺυ- 
᾿μήϑητε οὖν, τίνα μὲν οὐκ ἂν ὀργὴν ὁ Ῥωμύλος ἐκεῖ- 
νος ὃ ἀρχηγέτης ἡμῶν δικαίως λάβοι, λογισάμενος 
τά τὲ καϑ' ἑαυτόν. ὅϑεν ἐγεννήϑη,. καὶ τὰ ὑμέτερα, 
ὅτι οὐδὲ ἐκ νομίμων γάμων παιδοποιεῖσθαι ἐϑέλετε" 
τίνα δ᾽ οὐκ ἂν οἵ μετ᾽ αὐτοῦ Ρωμαῖοι, ἐννοήσαντες 
ὅτι αὐτοὶ μὲν καὶ τὰς ἀλλοτρίας κόρας ἥρπασαν, 
ὑμεῖς δὲ οὐδὲ τὰς οἰκείας ἀγαπᾶτε, καὶ οἱ μὲν καὶ 
ἐκ τῶν πολεμίων ἐπαιδοποιήσαντο, ὑμεῖς δὲ οὐδὲ ἐκ 
τῶν πολιτέδων τεκνοῦτε᾽ τίνα ὁ Κούρτιος ὃ καὶ ἀπο- 
ϑανεῖν ὑπομείνας. ἵνα μὴ στερηϑῶσι τῶν γυναικὼν 
οὗ γεγαμηκότες τίνα Ἑρσιλία ἡ καὶ τῇ ϑυγατρὶ ἀκο- 
λουϑήσασα καὶ τὰ γαμικὰ πάνϑ᾽ ἡμῖν καταδείξασα. 
ἀλλ᾽ οἱ μὲν πατέρες ἡμῶν καὶ ἐπολέμησαν πρὸς Σα- 
βίνους ὑπὲρ τῶν γάμων. καὶ κατελύσαντο τῶν τὲ 
γυναικῶν αὐτῶν καὶ τῶν τέκνων συναλλαξάντων 
σφᾶς, ὅρκους τε ἐπὶ τούτοις ἐπήγαγον καὶ συνθήκας 
τινὰς ἐποιήσαντο᾽ ὑμεῖς δὲ καὶ ἐκεῖνα πάντα συγχεῖτε. 


4 


ἂ 


102 .,.. ΥΠ ΘΑΕΒΑΒ ΟΟΤΑΥΙΆΝΌΞ. 8. Ὁ, 9. 


Ἁ Ἢ ο ᾽ 24 » τ ἰὴ Ν 
1 διὰ τί; ἡ ἵνα καὶ αὐτοὶ ἀεὶ ἄγυνοι τε, ὡσπερ αἱ 


6 


ἐΦ 


ὧθ 


πον 


σι 


95 


ἱέρειαι αἵ ἀειπαρϑένοι ἄνανδροί εἰσιν; οὐκοῦν καὶ 
κολάξεσϑ'᾽, ἂν ἀσελγαίνητέ τι, ὥσπερ καὶ ἐκεῖναι. 
πικρῶς εὖ οἶδ᾽ ὅτι καὶ τραχέως δοκῶ ὑμῖν δια- 
λέγεσϑαι. ἀλλὰ πρῶτον μὲν λογίσασϑε ὅτι καὶ οἱ 
ἰατροὶ συχνοὺς καὶ κάοντες καὶ τέμνοντες, ὅταν μὴ 
δύνωνται ἄλλως πὼς ὑγιεῖς γενέσϑαι, ϑεραπεύουσιν, 
ἔπειτα δὲ ὅτι οὔτε ἑκὼν οὔϑ᾽ ἡδέως αὐτὰ λέγω, 
ὥστε ἐγὼ μὲν καὶ αὐτὸ τοῦϑ᾽ ὑμῖν ἐγκαλῶ ὅτι μὲ ἐς 
τούτους τοὺς λόγους προηγάγετε, ὑμεῖς δ᾽ εἴπερ ἄχ- 
ϑεσϑὲε τοῖς εἰρημένοις. μὴ ποιεῖτε ταῦτα ἐφ᾽ οἷς 
ἀναγκαίως κακῶς ἀκούετε. εἰ γὰρ δὴ δάκνει τινὰς 
ὑμῶν τὰ ὑπ᾽ ἐμοῦ λεγόμενα, πῶς οὐ πολὺ μᾶλλον 
καὶ ἐμὲ καὶ τοὺς ἄλλους Ῥωμαίους πάντας τὰ ὑφ᾽ 
ὑμῶν ποιούμενα; οὐκοῦν εἴπερ ὡς ἀληϑῶς ἀσχάλλετε, 
μεταβάλεσϑε, ἵνα καὶ ἐπαινέσω ὑμᾶς καὶ διαμείψω- 
μαι. ὅτι γὰρ οὔτε τῇ φύσει χαλεπός εἰμι, πάντα τὲ 
ὅσα προσῆκον ἦν τὸν ἀγαϑὸν νομοϑέτην πρᾶξαι ἀν-, 
ϑρωπένως προκατεστησάμην, οὐδ᾽ αὐτοὶ ἀγνοεῖτε. ἦν 
μὲν γὰρ οὐδὲ πρόσϑεν ἐξὸν ἀμελεῖν τισι παιδοποιίας 
καὶ γάμων᾽ καὶ γὰρ ἀπ᾽ ἀρχῆς εὐθὺς ἅμα τῇ πρώτῃ 
τῆς πολιτείας καταστάσει ἀκριβῶς περὶ αὐτῶν ἐνο- 
μοϑετήϑη, καὶ μετὰ τοῦτο πολλὰ καὶ τῇ βουλῇ καὶ 
τῷ δήμῳ ἔδοξεν, ἃ περιττὸν ἂν εἴη καταλέγειν᾽ ἐγὼ 
ὃὲ ἐπηύξησα μὲν τὰ ἐπιτίμια τοῖς ἀπειϑοῦσιν, ἵνα 
φόβῳ τοῦ περιπεσεῖν αὐτοῖς σωφρονίζοισϑε, ἔϑηκα 
δὲ καὶ ἀϑλα τοῖς πειϑαρχοῦσι τοσαῦτα καὶ τηλικαῦτα 
ἡλίκα καὶ ὅσα ἐπ᾽ οὐδεμιᾷ ἄλλῃ ἀνδραγαϑίᾳ δέδοται, 
ἵνα εἰ καὶ διὰ μηδὲν ἄλλο, διά γε ταῦτα καὶ γαμεῖν 
καὶ παιδοποιεῖν ἀναπείϑοισϑε. ἀλλ᾽ ὑμεῖς οὔτε ἐκεί- 
νῶν τινὸς ὀριγνηϑέντες οὔτε τῶν ἐπιτιμίων τι φοβη- 
ϑέντες πάντα τε αὐτὰ κατεφρονήσατε καὶ πάντα 


ἃ. Ο.9. ΠΟ 1. ΘΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΞΒ. 199 


αὐτὰ ὡς οὐδὲ ἐν πόλει τινὶ οἰκοῦντες κατεπατήσατε. καὶ 
φατὲ μὲν τὸν εὔξωνον δὴ τοῦτον καὶ ἐλεύϑερον βίον, 
τὸν ἄγυνον καὶ ἄτεκνον, ἐπανῃρῆσϑαι, λῃστῶν δὲ δὴ 
καὶ ϑηρίων τῶν ἀγριωτάτων οὐδὲν διαφέρετε. οὐ 
γὰρ δήπου μοναυλίαᾳ χαίρετε, ἵν᾿ ἄνευ γυναικῶν 
διάγητε, οὐδὲ ἔστιν ὅστις ὑμῶν ἢ σιτεῖται μόνος ἢ 
καϑεύδει μόνος, ἀλλ᾽ ἐξουσίαν καὶ ὑβρίξειν καὶ ἀσελ- 
γαίνειν ἔχειν ἐθέλετε. καίτοι καὶ μνηστεύειν ὑμῖν 
ἁπαλὰς ἔτι κόρας καὶ μηδέπω γάμων ὡραίας ἐπέ- 
τρεψα, ἵνα τὸ ὄνομα τῶν μελλονυμφίων ἔχοντες οἰκω- 
φελῶς βιῴητε, καὶ ἐξελευϑέρας τοῖς γε ἔξω τοῦ βου- 
λευτικοῦ οὖσιν ἄγεσϑαι συνεχώρησα, ἵν᾽ εἰ καί τις 
ἐξ ἔρωτος ἢ καὶ συνηϑείας τινὸς ἐς ταὐϑ᾽ ὑπαχϑείη, 
ἐννόμως αὐτὸ ποιοίη. καὶ οὐδὲ ἐς ταῦτα μέντοι κα- 
τήπειξα ὑμᾶς, ἀλλὰ τὸ μὲν πρῶτον τρία ἔτη ὅλα πρὸς 
παρασκευὴν ὑμῖν ἔδωκα, τὸ δὲ δεύτερον δύο. ἀλλ᾽ 
οὐδὲν οὐδ᾽ οὕτως οὔτ᾽ ἀπειλῶν οὔτε προτρέπων 
οὔτ᾽ ἀναβαλλόμενος οὔτε δεόμενος πεποίηκα. ὁρᾶτε 
γὰρ καὶ αὐτοὶ ὅσῳ πλείους τῶν γεγαμηκότων ἐστέ 
οὖς ἐχρὴν ἤδη τοσούτους ἕτέρους. μᾶλλον δὲ πολ- 
λαπλασίους παῖδας ἡμῖν παρεσχηκέναι. πῶς μὲν γὰρ 

ἂν ἄλλως τὰ γένη διαμεένειδ, πῶς δ᾽ ἂν τὸ κοινὸν 
διασωϑείη μήτε γαμούντων ὑμῶν μήτε παιδοποιου- 
μένων; οὐ γάρ που καὶ ἐκ τῆς γῆς προσδοκᾶτέ τινας 
ἀναφύσεσϑαι τοὺς διαδεξομένους τά τε ὑμέτερα καὶ 
τὰ δημόσια, ὥσπερ οἱ μῦϑοι λέγουσιν. οὐ μὴν οὐδ᾽ 
ὅσιον ἢ καὶ καλῶς ἔχον ἐστὶ τὸ μὲν ἡμέτερον γένος 
παύσασϑαι καὶ τὸ ὄνομα τὸ Ῥωμαίων ἐν ἡμῖν ἀπο- 
σβῆναι, ἄλλοις δέ τισιν ἀνθρώποις Ἕλλησιν ἢ καὶ 
βαρβάροις τὴν πόλιν ἐκδοϑῆναι. ἢ τοὺς μὲν δούλους 
δι᾿ αὐτὸ τοῦτο μάλιστα ἐλευϑεροῦμεν, ὅπως ὡς πλεί- 
στους ἐξ αὐτῶν πολίτας ποιώμεϑα, τοῖς τε συμμάχοις 


-ν 


ωι 


[-} 


900 ψ. 1}. ΘΑΕΒΑᾺΒ ΟΟΤΑΙΆΝΌΒ. ἃ. Ὁ. 9. 


τῆς πολιτείας μεταδίδομεν ὅπως πληϑύωμεν᾽ αὐτοὶ 
δ᾽ ὑμεῖς οἱ ἀπ᾿ ἀρχῆς Ῥωμαῖοι. οἵ τοὺς προγόνους 
τοὺς Μαρκίους. τοὺς Φαβίους. τοὺς Κυιντίους, τοὺς 
Οὐαλερίους, τοὺς Ἰουλίους. καταλέγοντες, ἐπιϑυμεῖτε 
μεϑ᾽ ὑμῶν αὐτῶν καὶ τὰ γένη ἅμα καὶ τὰ ὀνόματα ἀπο- 
Β λέσαι; ἀλλ᾽ ἔγωγε αἰσχύνομαι καὶ ὅτι τοιοῦτον εἰπεῖν 
προήχϑην παύσασϑε οὖν μαινόμενοι, καὶ λογίσασϑε 
ἤδη ποτὲ ὅτι ἀδύνατόν ἐστι. πολλῶν μὲν ἐν ταῖς νόσοις 
πολλῶν δὲ καὶ ἐν τοῖς πολέμοις ἑκάστοτε τελευτώντων, 
σωϑῆναι τὴν πόλιν, ἂν μὴ τὸ πλῆϑος αὐτῆς ἐκ τῶν 
2 ἀεὶ ἐπιγιγνομένων ἀναπληρῶται. καὶ μηδεὶς ὑμῶν 
οἰέσϑω με ἀγνοεῖν ὅτι ἔστι τινὰ καὶ ἐν τῷ γάμῳ καὶ 
ἐν τῇ τεχνοποιίᾳ καὶ δυσχερὴ καὶ λυπηρά ἀλλ᾽ 
ἐκεῖνο ἐνθυμεῖσθε ὅτι οὐδ᾽ ἄλλο τι ἀγαϑὸν ἔχομεν 
ὦ μὴ καὶ ἀνιαρόν τι παραμέμικται, καὶ τοῖς γε πλεί- 
στοις καὶ μεγίστοις αὐτῶν πλεῖστα καὶ μέγιστα συμ- 
8 πέφυχεν. ὥστ᾽ εἰ ταῦτ᾽ ἐκκλίνετε. μηδὲ ἐχείνων 
ἐπορέγεσϑε. πᾶσι γὰρ ὡς εἰπεῖν τοῖς ἀρετὴν καὶ 
ἡδονήν τινα εἰλικρινῆ ἔχουσι καὶ προπονεΐν καὶ συμ- 
πονεῖν καὶ ἐπιπονεῖν χρή᾽ τί γὰρ δεῖ καϑ᾽ ἕκαστον 
αὐτῶν ἐπεξιόντα μακρηγορεῖν; οὐκοῦν εἰ καὶ ἐν τῷ 
γῆμαι καὶ ἐν τῷ τεκνώσαι ἀνιαρά τινα ἔνεστιν. ἀν- 
τιλογίξεσϑε καὶ τὰ ἀμείνονα, καὶ πλείω τε καὶ ἀναγ- 
4 καιότερα αὐτὰ εὑρήσετε. πρὸς γὰρ δὴ τοῖς ἄλλοις 
ἀγαϑοῖς τοῖς φύσει προυσοῦσιν αὐτοῖς καὶ τὰ παρὰ 
τῶν νόμων ἀϑλα, ὧν πολλοστὸν μέρος καὶ ἀποϑνή- 
σκειν συχνοὺς ἀναπείϑει, πάντα ἂν τινὰ πειϑαρχῆ- 
σαί μοι ὑπαγάγοιτο. καίτοι πῶς οὐκ αἰσχρόν. ὑπὲρ 
ὧν ἕτεροι καὶ ἑαυτοὺς προΐενται, ὑπὲρ τούτων ὑμᾶς 
μήτε γυναῖκας ἄγεσϑαι μήτε τέχνα τρέφειν βού- 
λεσϑαι; 
9 ἐγὼ μέν, ὦ ἄνδρες πολῖται, νομίξω γὰρ ὑμᾶς 


ἃ. Ὁ. 9. Ι,.. 1.1. ΘΑΕΒΑᾺΒ ΟΟΥ̓ΑΥΙΆΝΌΞ. 901 


νῦν γε πεπεικέναι καὶ ἐν τῷ τῶν πολιτῶν ὀνόματι ἐμ- 
μεῖναι καὶ τὴν τῶν ἀνδρῶν τῶν τε πατέρων προσηγο- 
ρίαν προσλαβεῖν, ταῦϑ᾽ ὑμῖν ἐπετίμησα ἀηδώς μὲν 
ἀναγκαίως δέ, οὐχ ὡς ἐχϑρὸς οὐδ᾽ ὡς μισῶν ὑμᾶς, ἀλλὰ 
φιλῶν, καὶ ἐπιϑυμῶν καὶ ἑτέρους ὁμοίους ὑμῖν πολ- 
λοὺς κτήσασϑαι, ἵν ἑστίας ἐννόμους οἰκοῦντες καὶ 
οἰκίας πλήρεις γενῶν ἔχοντες τοῖς τε ϑεοῖς μετά τε τῶν 
γυναικῶν καὶ μετὰ τῶν παίδων προσερχώμεϑα, καὶ 
ἀλλήλοις ὁμιλῶμεν πάντα τε ἐκ τοῦ ἴσου παραβαλλό- 
μενοι καὶ τὰς ἐπ᾽ αὐτοῖς ἐλπίδας ἐκ τοῦ ὁμοίου καρπού- 
μενοι. ἢ πῶς μὲν ἂν καλῶς ἄρχοιμι ὑμῶν. ἂν ἐλάτ- 
τους ὑμᾶς ἀεὶ γιγνομένους ὁρῶν ἀνέχωμαι; πῶς δ᾽ 
ἂν ἔτι πατὴρ ὑμῶν ὀρϑῶς ὀνομαξοίμην. ἂν μὴ καὶ 
παῖδας τρέφητε; ὥστ᾽ εἴπερ ὄντως τά τε ἄλλα ἀγα- 
πᾶτέ με, καὶ ταύτην μοι τὴν προσηγορίαν οὐχ ὡς 
κολακεύοντες ἀλλ᾽ ὡς τιμῶντες ἐδώκατε, ἐπιϑυμήσατε 
καὶ ἄνδρες καὶ “πατέρες γενέσθαι. ἵνα καὶ αὐτοὶ τῆς 
ἐπωνυμίας ταύτης μεταλάβητε καὶ ἐμὲ φερώνυμον 
αὐτῆς ποιήσητε. 

τότε μὲν τοιαῦτα ἀμφοτέροις αὐτοῖς διελέχϑη, 


Ἁ ᾿ ; - ω Ἀ ᾿ ,ὔ “" Ν , ᾿ 
μετὰ δὲ δὴ τοῦτο τοῖς μὲν τὰ τέκνα ἔχουσι τὰ γέρα 


προσεπηύξησε. τοὺς δὲ γεγαμηκότας ἀπὸ τῶν ἀγύνων 

τῷ τῶν ἐπιτιμίων διαφόρῳ διεχώρισε, καὶ ἐνιαυτὸν 

ἑκατέροις ἐς τὸ τοὺς πειϑαρχήσαντάς οἵ ἐν τῷ χρύνῷ 

τούτῳ ἀναιτίους γενέσϑαι προσεπέδωκε. τῶν τε γυ- 

ναικαᾶν τισι καὶ παρὰ τὸν Οὐοκώνειον νόμον, καϑ'᾽ 

τὰ ᾿ ᾿ δ. ἡμὴ 2 . δ 4 , ἢ " 

ον οὐδεμιᾷ αὐτῶν οὐδενὸς ὑπὲρ δύο ἡμισυ μυριαδας 
3 “ -» ; - βασι 

οὐσίας κληρονομεῖν ἐξῆν, συνεχωρησε τοῦτο ποιεῖν 

καὶ ταῖς ἀειπαρϑένοις πάνϑ᾽ ὅσαπερ αἷ τεκοῦσαι 
Ω 2 3 ’ “ , ἰ 

εἶχον ἐχαρίσατο. κἀκ τούτου ὃ τε Πάπιος καὶ ὁ Ποπ- 

φ 

παῖος νόμος ὑπό τὲ Μάρχου Παπίου Μουτίλου καὶ 
- Ἁ ’ ; " Υ 

ὑπὸ Κυίντου Ποππαίου Σεκούνδου, τῶν τότε ἔν 


ἐῷ 


ῷ- 


11 


ἐφ 


{ 


ΓΝ 


σι 


202 ιν]. ΟΑΛΕΒΑΒ ΟΥΤΑΥΙΑΝΌΝΒ, ἃ. Ο.9, 


μέρει τοῦ ἔτους ὑπατευόντων, ἐτέϑησαν. καὶ συνέβη 
γὰρ ἀμφοτέρους σφᾶς μὴ ὅτι παῖδας, ἀλλὰ μηδὲ γυ- 
ναῖκας ἔχειν᾽ καὶ ἀπ᾽ αὐτοῦ τούτου ἡ ἀνάγκη τοῦ 
νόμου κατεφωράϑη. 

ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτα ἐπράχϑη, Γερμανικὸς 
δὲ ἐν τούτῳ ἄλλα τε χωρία ΖΙελματικὰ εἷλε καὶ 
Σπλαῦνον, καίπερ τῇ τε φύσει ἰσχυρὸν ὃν καὶ τοῖς 
τείχεσιν εὖ πεφραγμένον τούς τε ἀμυνομένους παμ- 
πληϑεῖς ἔχον. οὔκουν οὔτε μηχαναῖς οὔτε προσβο- 
λαῖς ἠδυνήϑη τι ἐξεργάσασϑαι, ἀλλ᾽ ἐκ τοιᾶσδε αὐτὸ 
συντυχίας ἔλαβε. Πουσίων͵ ἱππεὺς Κελτὸς λίϑον ἐς 
τὸ τεῖχος ἀφεὶς οὕτω τὴν ἔπαλξιν διέσεισεν ὥστε 
αὐτήν τε αὐτίκα πεσεῖν καὶ τὸν ἄνδρα τὸν ἐπικεκλι- 
μένον οἷ συγκατασπάσαι. γενομένου δὲ τούτου ἐκ- 
πλαγέντες οἵ ἄλλοι καὶ φοβηϑέντες τό τε τεῖχος 
ἐκεῖνο ἐξέλιπον καὶ ἐς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ 
μετὰ τοῦτο καὶ ταύτην καὶ ἑαυτοὺς παρέδοσαν. 

ἐντεῦϑεν δὲ ἐπὶ Ῥαίτινον ἐλϑόντες οἱ Ῥωμαῖοι 
οὐχ ὁμοίως ἀπήλλαξαν. οἵ γὰρ ἐναντίοι βιαξόμενοι τῷ 
πλήϑει σφῶν, καὶ μὴ δυνάμενοι ἀντέχειν, πῦρ ἐϑελού- 
σιοι ἔς τε τὸν κύκλον πέριξ καὶ ἐς τὰ οἰκοδομήματα 
πλησίον. αὐτοῦ ἐνέβαλον, μηχανησάμενοι ὅπως ὅτι μά- 
λιστα μὴ παραχρῆμα ἐκλάμψῃ ἀλλ᾽ ἐπὶ χρόνον τινὰ 
διαλάϑῃ. καὶ οἱ μὲν τοῦτο ποιήσαντες ἐς τὴν ἄκραν 
ἀνεχώρησαν᾽ ἀγνοοῦντες δὲ οἵ Ρωμαῖοι τὸ πεπραγ- 
μένον ἐπεσέπεσον ὡς καὶ αὐτοβοεὶ πάντα διαρπά- 
σοντες, καὶ ἔσω τε τῆς τοῦ πυρὸς περιβολῆς ἐγένοντυ, 
καὶ οὐ πρότερον εἶδον αὐτό, πρὸς τοὺς πολεμίους 
τὸν νοῦν ἔχοντες, πρὶν πανταχόϑεν ὑπ᾽ αὐτοῦ περι- 
ληφϑῆναι. τότε δὲ ἐν παντὶ κινδύνου ἐγένοντο, ἄνω- 
ϑὲν μὲν ὑπὸ τῶν ἀνθρώπων βαλλόμενοι, ἔξωϑεν δὲ 
ὑπὸ τῆς φλογὸς κακούμενοι, καὶ μήτε κατὰ χώραν 


ἃ. Ὁ. 9.10. Ιμ ΚΥ1, ΟΑΕΒΑΚ ΟΟΤΑΥΙΑΝΌΞΒ. " 203 


ἀσφαλῶς μεῖναι μήτε πῃ διαπεσεῖν ἀκινδύνως δυνά- 
μένοι. εἶτε γὰρ ἔξω βέλους ἀφίσταντο, πρὸς τοῦ 
πυρὸς ἀναλοῦντο, εἴτ᾽ ἀπὸ τῆς φλογὸς ἀπεπήδων, 
πρὸς τῶν βαλλόντων ἐφϑείροντο᾽ καί τινὲς ἐν στε- 
νοχωρίᾳ, ἀπ᾽ ἀμφοτέρων ἅμα ἀπώλοντο. τῇ μὲν 
τιτρωσκχόμενοι τῇ δὲ καύμενοι. οἵ μὲν οὖν πλείους 
τῶν ἐσελθόντων οὕτως ἀπήλλαξαν ὀλίγοι δέ τινες 
νεχροὺς ἐς αὐτὴν τὴν φλόγα ἐμβαλόντες, καὶ δίοδόν 
σφισι δι᾿ αὐτῶν καϑάπερ ἐπὶ γεφύρας ποιήσαντες, 
διέφυγον. οὕτω γάρ που τὸ πῦρ ἐπεκράτησεν ὥστε 
μηδὲ τοὺς ἐν τῇ ἀκροπόλει ὄντας κατὰ χώραν μεῖναι, 
ἀλλὰ τῆς νυκτὸς αὐτὴν ἐκλιπεῖν καὶ ἐς οἰκήματα κα- 
τώρυχα κατακρυφϑῆναι. 

ἐκεῖ μὲν δὴ ταῦτ᾽ ἐγένετο, Σερέτιον δέ, ὅπερ 
ποτὲ ὁ Τιβέριος πολιορκήσας οὐχ ἡρήκει, ἐχειρώϑη, 
καὶ μετὰ τοῦτο καὶ ἄλλα τινὰ ῥᾷον προσεκτήϑη. τῶν 
δ᾽ οὖν λοιπῶν καὶ ὡς ἀνταιρόντων, καὶ τοῦ τὲ πολέ- 
μου μηκυνομένου καὶ λιμοῦ δι᾽ αὐτὸν οὐχ ἥκιστα 
ἐν τῇ Ἰταλίᾳ γενομένου, τὸν Τιβέριον ὁ Ο Αὔγουστος 


Φ5 


Ἷ 


12 


ἐς τὴν Δελματίαν αὖϑις ἔπεμψε. καὶ ὃς ἰδὼν τοὺς : 


στρατιώτας μηκέτι τὴν τριβὴν φέροντας, ἀλλὰ καὶ ἡ 


μετὰ κινδύνου διαπολεμῆσαί πῶς ἐπιϑυμοῦντας, καὶ 
φοβηϑεὶς μὴ καὶ καϑ᾽ ἕν ὄντες στασιάσωσι,. τριχῇ 
διεῖλεν αὐτούς, καὶ τοὺς μὲν τῷ Σιλουανῷ,, τοὺς δὲ 
Μάρκῳ “επέδῳ προστάξας ἐπὶ τὸν Βάτωνα μετὰ τῶν 
λοιπῶν σὺν τῷ Γερμανικῷ ὥρμησε. καὶ ἐκεῖνοι μὲν 
οὐ χαλεπῶς τοὺς ἀντιταχϑέντας σφίσι μάχαις κατε- 
στρέψαντο, αὐτὸς δὲ διὰ πάσης τε ὡς εἰπεῖν τῆς: 
χώρας ἐπλανήϑη, τοῦ Βάτωνος ἄλλῃ καὶ ἄλλῃ περιφοι- 
τῶντος. καὶ τέλος καταφυγόντι αὐτῷ ἐς ᾿άἀνδήριον τεῖ- 
χοὸς ἐπ᾽ αὐτῇ τῇ Σαλώνῃ ἐπφῳκισμένον προσεδρεύσας 
δεινῶς ἐπόνησε. τό τε γὰρ φρούριον ἐπ᾽ εὐερκοῦς 


΄ 


8 


4 


204 ΨΥ]. ΘΑΕΞΑᾺΒ ΟΟΤΑΥΙΆΝΕΒ. 8. Ὁ, 10. 


πάνυ καὶ δυσπροσβάτου πέτρας ἐτετείχιστο, φάραγξι 
βαϑείαις ποταμοὺς χειμάρρους ἐχούσαις ἐγκεκλειμέ- 
νον, καὶ οἵ ἄνϑρωποι πάντα ἐς αὐτὸ τὰ ἐπιτήδεια τὰ 
μὲν προεσενηνόχεσαν τὰ δὲ καὶ ἐκ τῶν ὀρῶν ὧν ἐκρά- 


5 τοῦν ἐπήγοντο, καὶ προσέτι καὶ τὴν σιτοπομπίαν τῶν 


18 


ἐῶ 


ὡ 


ΟΝ 


ἰν 
Ῥωμαίων ἐνεδρεύοντες ἐκώλυον. ὥστε τὸν Τιβέριον, 


πολιορκεῖν σφας δοκοῦντα, αὐτὸν τὰ τῶν πολιορκου- 
μένων πάσχειν. ἀποροῦντος οὖν αὐτοῦ καὶ μὴ εὑ- 
οίσκοντος ὅ,τι πράξῃ. ἥ τε γὰρ προσεδρεία καὶ μα- 
ταία καὶ ἐπικίνδυνος ἐγίγνετο καὶ ἡ ἀποχώρησις 
ἐπαισχὴς ἐφαίνετο, ἐθορύβησαν οἱ στρατιῶται, καὶ 
τοσαύτῃ γε καὶ τηλικαύτῃ βοῇ ἐχρήσαντο ὥστε τοὺς 
πολεμίους τοὺς ὑπὸ τῷ τείχει αὐλιξομένους ἐκπλαγή- 
ναΐί τε καὶ ἀναχωρῆσαι. ἐξ οὖν τούτων τοῦ μὲν 
ὀργισϑεὶς τοῦ δὲ ἡσϑεὶς συνεκάλεσέ τε αὐτούς, καὶ 
τὰ μὲν ἐπιτιμήσας σφίσι τὰ δὲ καὶ παραινέσας οὔτε 
ἐθρασύνατο οὔτ᾽ ἀπανέστη, ἀλλὰ κατὰ χώραν ἡσυχά- 
ξων ἔμεινε, μέχρις οὗ ὁ Βάτων ἀπογνοὺς τὴν ἐπικρά- 
τησιν, τά τε γὰρ ἄλλα πλὴν ὀλίγων ἐκεχείρωτο καὶ 
ἡ δύναμις ἣν εἶχε τῆς τότε ἀντικαϑεστηκυίας οἵ ἠλατ- 
τοῦτο. διεχηρυκεύσατο πρὸς αὐτόν, καὶ ἐπειδὴ μὴ 
ἔπεισε καὶ τοὺς ἄλλους σπείσασθαι. ἐγκατέλιπεν αὖ- 
τούς. καὶ ὁ μὲν οὐκέτ᾽ οὐδ᾽ ἄλλῳ τινί, καίπερ πολ- 
λῶν αὐτὸν ἐπικαλουμένων, ἐβοήϑησεν᾽ ὁ δὲ δὴ Τι- 
βέριος καταφρονήσας ἐκ τούτου τῶν λοιπῶν τῶν ἐν 
τῷ τείχει ὄντων. καὶ νομίσας ἀναιμωτί σφῶν κρα- 
τήσειν, οὐδὲν ἔτι τοῦ χωρίου προείδετο, ἀλλὰ καὶ 
πρὸς αὐτὸ τὸ ἐρυμνὸν ἐχώρησεν. ἐπεὶ δὲ μήτε ὁμα- 
λόν τι ἦν μήτε ἐπικατέβαινον οἵ πολέμιοι, αὐτὸς μὲν 
ἐπὶ βήματος ἐν περιφανεῖ ἱδρύϑη, ὁπὼς τά τε γιγνό- 
μενα καϑορῴη πρὸς τὸ προϑυμότερον τοὺς στρατιώ- 
τας ἀγωνίσασϑαι, καὶ ἐν καιρῷ σφισιν, ἄν που δεήσῃ, 


ἃ. Ὁ. 10. ει..}}1. ΟΛΕΒΛΑΝ ΟΟΤΑΝΙΆΝΟΕΝ, 2θῦ 


προσαμύνῃ, καὶ γὰρ μέρος ἐπ᾽ αὐτὸ τοῦτο τοῦ στρα- 
τοῦ, πολὺ γὰρ τῷ πλήϑει περιῆν, κατέσχεν, οἱ δ᾽ 
ἄλλοι τὸ μὲν πρῶτον ἐν πλαισίῳ πυκνῷ συντεταγ- 
μένοι βάδην ἀνεπορεύοντο, ἔπειτα δ᾽ ὑπό τε τοῦ 
ὀρϑίου καὶ ὑπὸ τῆς ἀνωμαλίας τοῦ ὄρους, χαραδρῶδές 
τὲ γὰρ ἦν καὶ ἐς φάραγγας πολλαχῇ κατετέτμητο, διε- 
σπάσϑησαν, καὶ οἵ μὲν ϑᾶσσον οἵ δὲ βραδύτερον προσ- 
ανήεσαν. ἰδόντες δὲ τοῦτο οἵ ΖΙελμάται ἔξω τε τοῦ τεί- 
χους ὑπὲρ αὐτοῦ τοῦ κρημνώδους παρετάξαντο, καὶ 
λίϑους πολλοὺς τοὺς μὲν σφενδόναις ἐπ᾿ αὐτοὺς ἔβαλ- 
λον τοὺς δὲ καὶ κατεκυλίνδουν. ἄλλοι τροχούς, ἄλλοι 
ἁμάξας ὅλας πλήρεις πετρῶν, ἄλλοι κιβωτοὺς περι- 
φερεῖς , ἐπιχωρίως πῶς πεποιημένας καὶ λέϑων γε- 
μούσας, ἠφίεσαν. καὶ ταῦτά τὲ πάντα ἅμα πολλῇ 
ῥύμῃ καταφερόμενα διεσφενδονᾶτο, καὶ τοὺς Ῥω- 
μαίους διέσπα τὲ ἔτι καὶ μᾶλλον ἀπ᾿ ἀλλήλων καὶ 
συνήλου᾽ καὶ ἕτεροι, οἵ μὲν βέλη οἵ δὲ δοράτια ἀφι- 
ἔἐντες, συχνοὺς αὐτῶν κατέβαλλον. κἀν τούτῳ πολλὴ 
μὲν τῶν μαχομένων φιλοτιμέα ἐγίγνετο, τῶν μὲν 
ἀναβῆναί τε καὶ ἐπικρατῆσαι τῶν ἄκρων, τῶν δὲ 
ἀποκρούσασϑαί τε αὐτοὺς καὶ ἀπορράξαι πειρωμέ- 
νῶν; πολλὴ δὲ καὶ τῶν ἄλλων τῶν τε ἀπὸ τοῦ τεί- 
χους ὁρώντων τὰ γιγνόμενα καὶ τῶν περὶ τὸν Τιυβέ- 
ριον ὄντων. τοῖς τὲ γὰρ σφετέροις ἑκάτεροι παρε- 
κελεύοντο, τοὺς μὲν προϑυμουμένους σφῶν ἐπιρρων- 
νύντες, τοῖς δ᾽ ὑπείκουσί πῃ ἐπιτιμώντες, καὶ ἀϑρόοι 
καὶ καϑ᾽ ἑκάστους καὶ ὅσοι ὑπὲρ τοὺς ἄλλους ἐγε- 
γώνισκον, καὶ τοὺς ϑεοὺς ἅμα ἀνεκάλουν, ὑπέρ τε 
τῆς αὐτίκα τῶν μαχομένων ἀμφότεροι σωτηρίας καὶ 
ὑπὲρ τῆς ἑαυτῶν ἐς τὸ ἔπειτα οἱ μὲν ἐλευϑερίας οἱ 
δὲ εἰρήνης ἐπιβοώμενοι. κἂν παντελῶς οἱ ἹΡωμαῖοι 
“μάτην ἐκινδύνευσαν, ἅτε πρὸς δύο ἅμα, τήν τε τῶν 


φι 


μ- 


ἐῷ 


ὡς 


ὧι 


4 


2060 . 1. ΟΑΛΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΕΣ, ἃ. Ὁ. 10. 


τόπων φύσιν καὶ τὴν τῶν ἀντιπάλων ἀντίταξιν. τὸν 
ἀγῶνα ποιούμενοι, εἰ μὴ ὁ Τιβέριος ἐκείνους τὲ 
ἀκραιφνέσι βοηϑείαις φυγεῖν ἐκώλυσε. καὶ τοὺς πο- 


᾿λεμίους ἑτέρων ἠωῆι ἀνέτητον ἐς τὸ γι δον ἐκ πλεί- 


[0] 


".: 


15 


[᾿] 


φ--. 


ονος περιελϑοῦσιν, ἣν περιπέμψει ἐτάραξε. κἀκ τού- 
του οἵ μὲν τραπέντες οὐδὲ ἐς τὸ τεῖχος ἐσελϑεῖν 
ἠδυνήϑησαν, ἀλλὰ ἀνὰ τὰ ὄρη, προαπορρίψαντες τὰ 
ὅπλα ὥστε κουφίξειν ἐσκεδάσϑησαν᾽ οἱ δὲ ἐπιδιώ- 
κοντές σφας, πάνυ τε γὰρ διαπολεμῆσαι ἐγλέχοντο, 
καὶ οὐκ ἐβούλοντο συστραφέντας αὖϑις αὐτοὺς χαλε- 
πούς σφισι γενέσϑαι, ἐπίπαν ἐπεξήλϑον, καὶ ἐκείνων 
τε τοὺς πλείους ἐν ταῖς ὕλαις κρυπτομένους ἀνευ- 
θόντες ὥσπερ ϑηρία ἀπέκτειναν; καὶ μετὰ τοῦτο καὶ 
τοὺς ἐν τῷ φρουρίῳ προσχωρήσαντας ἔλαβον. 

καὶ τούτοις μὲν ὁ Τιβέριος τά τε ἄλλα καὶ δὴ 
καὶ τὰ ὁμολογηϑέντα σφίσι καϑίστατο, Γερμανικὸς 
δὲ ἐπὶ τοὺς ἀνθεστηκότας ἐτράπετο αὐτόμολοι γὰρ 
παρ᾽ αὐτοῖς συχνοὶ ὄντες οὐκ εἴων σφᾶς συμβῆναι. 
καὶ ἐδουλώσατο μὲν χωρίον τι Ἄρδουβαν, οὐ μέντοι 
καὶ τῇ οἰκείᾳ δυνάμει, καίτοι πολὺ πλείονι τῶν ἐναν- 
τίων οὔσῃ, ἠδυνήϑη τοῦτο ποιῆσαι᾽ αὐτὸ τὲ γὰρ 
ἰσχυρῶς ὠχύρωτο, καὶ ποταμὸς ῥοώδης τοὺς πρό- 
ποδας αὐτοῦ κύκλῳ πλὴν βραχέος περιρρεῖ᾽ ἀλλ᾽ οἵ 
αὐτόμολοι στασιάσαντες πρὸς τοὺς ἐπιχωρίους ἐπειδὴ 
τῶν σπονδῶν ὠρέγοντο, ἐς χεῖρας αὐτοῖς ἦλϑον, καὶ 
συλλαβομένων σφίσι τῶν γυναικῶν τῶν ἐν τῷ τείχει 
οὐσῶν, τῆς τε γὰρ ἐλευϑερίας καὶ παρὰ τὴν τῶν 
ἀνδρῶν γνώμην ἐφίεντο, καὶ πᾶν ὁτιοῦν πρὸ τοῦ 
δουλεῦσαι παϑεῖν ἡροῦντο, μάχη τε ἰσχυρὰ ἐγένετο, 
καὶ κρατηϑέντες αὐτοὶ μὲν ἐνέδοσαν. καί τινὲς αὖ- 
τῶν καὶ διέφυγον, αἱ δὲ δὴ γυναῖκες τὰ παιδία ἀρ- 
πάσασαι, αἷ μὲν ἐς πῦρ ἑαυτὰς ἐνέβαλον, αἱ δὲ ἐς 


ἃ. Ὁ, 10. μι ΕΥ1. ΘΑΛΕΒΑᾺΝ ΟΟΤΑΥΙΑΝΌΝ, 207 


ποταμὸν κατεκρήμνισαν. καὶ οὕτω καὶ ἐκείνου τοῦ 
φρουρίου ἁλόντος, καὶ τἄλλα τὰ πλησία αὐτῷ ἐϑε- 
λοντὶ τῷ Γερμανικῷ ὡμολόγησε. καὶ ὁ μὲν ταῦτα 
πράξας πρὸς τὸν Τιβέριον ἀνεχώρησεν, ὁ δὲ δὴ Πο- 
στούμιος τὰ λοιπὰ προσκατειργάσατο. κἀν τούτῳ καὶ 
ὁ Βάτων, Σκευᾶν τὸν υἱὸν πρὸς Τιβέριον πέμψας, 
παραδώσειν οἷ καὶ ἑαυτὸν καὶ τοὺς σὺν αὐτῷ πάᾶν- 
τας ὑπέσχετο, ἂν τῆς ἀδείας τύχῃ. καὶ μετὰ τοῦτο 
πίστιν λαβὼν νυκτός τε ἐς τὸ στρατόπεδον αὐτοῦ 
ἐσῆλθε, καὶ τῇ ὑστεραίᾳ ἐπὶ βήματος αὐτῷ καϑη- 
μένῳ προσαχϑεὶς ὑπὲρ μὲν ἑαυτοῦ οὐδὲν ἐδεήϑη, 
ἀλλὰ καὶ τὴν κεφαλὴν προέτεινεν ὥστ᾽ ἀποκοπῆναι, 
ὑπὲρ δὲ τῶν ἄλλων πολλὰ ἀπελογήσατο. καὶ τέλος 
ἐρωτηϑεὶς ὑπὸ τοῦ Τιβερίου “τέ ὑμῖν ἔδοξε καὶ ἀπο- 
στῆναι καὶ ἐπὶ τοσοῦτον ἡμῖν χρόνον ἀντιπολεμῆσαι;" 
ἔφη ὅτι ὑμεῖς τούτων αἴτιοί ἐστε ἐπὶ γὰρ τὰς ἀγέ- 
λας ὑμῶν φύλακας οὐ κύνας οὐδὲ νομέας ἀλλὰ λύ- 
κους πέμπετε. 

ὁ μὲν οὖν πόλεμος τοῦτο τὸ τέλος ἔσχε, πολλῶν 
μὲν καὶ ἀνδρῶν, πλείστων δὲ δὴ καὶ χρημάτων ἀπο- 
λομένων᾽ πάμπολλά τε γὰρ ἐς αὐτὸν στρατόπεδα 
ἐτράφη καὶ λεία ἐλαχίστη ἑάλω. ἀνήγγειλε δὲ καὶ 
τότε τὴν νίκην ὁ Γερμανικός, καὶ ἐπ᾽ αὐτῇ τῷ μὲν 
Αὐγούστῳ καὶ τῷ Τιβερίῳ τό τε τὸ τοῦ αὐτοκράτορος 
ὄνομα προσϑέσϑαι καὶ τὸ τὰ ἐπινίκια πέμψαι, ἄλλαι 
τέ τινες τιμαὶ καὶ ἁψῖδες ἐν τῇ Παννονίᾳ τροπαιο- 
φόροι δύο ἐδόϑησαν, ταῦτα γὰρ ἀπὸ πολλῶν τῶν 
ψηφισϑέντων σφίσιν ὁ Αὔγουστος ἐδέξατο, τῷ δὲ δὴ 
Γερμανικῷ αἵ τε νικητήριον τιμαί, ὅπερ που καὶ τοῖς 
ἄλλοις στρατιάρχοις ὑπῆρξε, καὶ αἷ στρατηγικαί. τὸ 
τε τὴν γνώμην πρώτῳ μετὰ τοὺς ὑπατευκότας ἀπο- 
φαίνεσθαι, καὶ τὸ τὴν ὑπατείαν ϑᾶσσον παρὰ τὸ 


ἐϑ 


Ωϑ 


,Ὡ» 


17 


8ϑ 


18 


[ 


φ- 


μ- 


208 ὃ 1. ΘΛΕΒΑᾺΒ ΟΥΤΑΥΙΑΝΌΣ, ἃ. (Ὁ. 10. 


νενομισμένον λαβεῖν. καὶ τῷ Ζίρούσῳ δὲ τῷ τοῦ 
Τιβερίου υἱεῖ. καίτοι μὴ μετασχόντι τοῦ πολέμου, 
καὶ ἐς τὸ συνέδριον συμφοιτᾶν πρὶν βουλεῦσαι, καὶ 
ἐπειδὰν ταμιεύσῃ, γνώμην πρὸ τῶν ἐστρατηγηκότων 
ποιεῖσθαι, ἐψηφίσϑη. 

ἄρτι τε ταῦτα ἐδέδοκτο, καὶ ἀγόλία δεινὴ ἐκ 
τῆς Γερμανίας ἐλϑοῦσα ἐκώλυσέ σφας διξορτάσαι. 
ἐν γὰρ τῷ αὐτῷ ἐκείνῳ χρόνῳ καὶ ἐν τῇ Κελτικῇ 
τάδε συνηνέχϑη. εἶχον τινὰ οἵ Ῥωμαῖοι αὐτῆς, οὐκ 
ἀϑρύα ἀλλ᾽ ὥς που καὶ ἔτυχε χειρωϑέντα, διὸ οὐδὲ 
ἐς ἱστορίας μνήμην ἀφέκετο᾽ καὶ στρατιῶταί τε αὐ- 
τῶν ἐκεῖ ἐχείμαξον καὶ πόλεις συνῳκίξοντο, ἔς τὲ 
τὸν χύσμον σφῶν οἵ βάρβαροι μετερρυϑμίξοντο καὶ 
ἀγορὰς ἐνόμιξον συνόδους τε εἰρηνικὰς ἐποιοῦντο. 
οὐ μέντοι καὶ τῶν πατρίων ἐθῶν τῶν τε συμφύτων 
τρύπων χαὶ τῆς αὐτονόμου διαίτης τῆς τὲ ἐκ τῶν 
ὅπλων ἐξουσίας ἐκλελησμένοι ἦσαν. καὶ διὼ τοῦτο, 
τέως μὲν κατὰ βραχὺ καὶ ὁδῷ τινι μετὰ φυλακῆς 
μετεμάνθϑανον αὐτά. οὔτε ἐβαρύνοντο τῇ τοὺ βίου 
μεταβολῇ καὶ ἐλάνϑανόν σφας ἀλλοιούμενοι᾽ ἐπεὶ 
δὲ ὁ Οὔαρος ὁ Κυιντίλιος τήν τε ἡγεμονέαν τῆς Γερ- 
μανίας λαβὼν καὶ τὰ παρ᾽ ἐκείνοις ἐκ τῆς ἀρχῆς 
διοικῶν ἔσπευσεν αὐτοὺς ἀϑροώτερον μεταστῆσαι, 
καὶ τά τε ἄλλα ὡς καὶ δουλεύουσί σφισιν ἐπέταττε 
καὶ χρήματα ὡς καὶ παρ᾽ ὑπηκόων ἐσέπρασσεν, οὐκ 
ἠνέσχοντο, ἀλλ᾽ οἵ τε πρῶτοι τῆς πρόσϑεν δυ- 
ναστείας ἐφιέμενοι, καὶ τὰ πλήϑη τὴν συνήϑη κατά- 
στασιν πρὸ τῆς ἀλλοφύλου δεσποτείας προτιμῶντες. 
ἐκ μὲν τοῦ φανεροῦ οὐκ ἀπέστησαν, πολλοὺς μὲν 
πρὸς τῷ Ῥήνῳ πολλοὺς δὲ καὶ ἐν τῇ σφετέρᾳ τῶν 
ὁ Ῥωμαίων ὁρῶντες ὄντας, δεξάμενοι δὲ τὸν Οὔαρον 
ὡς καὶ πάντα τὰ προστασσόμενά σφισι ποιήσοντες 


ἃ. Ὁ, 10, 0 ΤΥ. ΘΑΕΒΑᾺΒ ΟΥΤΑΥΙΑΝΌΘ, 209 


προήγαγον αὐτὸν πόρρω ἀπὸ τοῦ Ῥήνου ἔς τε τὴν 
Χερουσχίδα καὶ πρὸς τὸν Οὐίσουργον, κἀνταῦϑα 
εἰρηνικώτατά τε καὶ φιλικώτατα διαγαγόντες πίστιν 
αὐτῷ παρέσχον ὡς καὶ ἄνευ στρατιωτῶν δουλεύειν 
δυνάμενοι. οὔτ᾽ οὖν τὰ στρατεύματα, ὥσπερ εἰκὸς 
ἦν ἐν πολεμίᾳ, συνεῖχε. καὶ ἀπ᾽ αὐτῶν συχνοὺς αἱ- 
τοῦσι τοῖς ἀδυνάτοις ὡς καὶ ἐπὶ φυλακῇ χωρίων 
τινῶν ἢ καὶ λῃστῶν συλλήψεσι παραπομπαῖς τέ τισι 
τῶν ἐπιτηδείων διέδωκεν. ἦσαν δὲ οἵ μάλιστα συνο- 
μόσαντες καὶ ἀρχηγοὶ τῆς τε ἐπιβουλῆς καὶ τοῦ πο- 
λέμου γενόμενοι ἄλλοι τε καὶ ᾿Αρμένιος καὶ Σηγί- 
μέρος, συνόντες τὲ αὐτῷ ἀεὶ καὶ συνεστιώμενοι πολ- 
λάκις. ϑαρσοῦντος οὖν αὐτοῦ, καὶ μήτε τι δεινὸν 
προσδεχομένου, καὶ πᾶσι τοῖς τό τε γιγνόμενον ὑπο- 
τοποῦσι καὶ φυλαάττεσϑαί οἵ παραινοῦσιν οὐχ ὕπως 
ἀπιστοῦντος ἀλλὰ καὶ ἐπιτιμῶντος ὡς μάτην αὐτοῖς 
τε ταραττομένοις καὶ ἐκείνους διαβάλλουσιν. ἐπανί- 
στανταί τινες πρῶτοι τῶν ἄπωϑεν αὐτοῦ οἰκούντων 
ἐκ παρασκευῆς, ὅπως ἐπ᾽ αὐτοὺς ὁ Οὔαρος ὁρμήσας 
εὐαλωτύτερός σφισιν ἐν τῇ πορείᾳ, ὡς καὶ διὰ φιλίας 
διιών. γένηται, μηδὲ ἐξαίφνης πάντων ἅμα πολεμω- 
ϑέντων αὐτῷ φυλακήν τινα ποιήσηται. καὶ ἔσχεν 
οὕτω᾽ προέπεμψάν τὲ γὰρ αὐτὸν ἐξορμῶντα, καὶ οὐ 
παρέμενον ὡς καὶ τὰ συμμαχικὰ παφασκευάσοντες 
καὶ διὰ ταχέων οἵ προσβοηϑήσοντες. τάς τε δυνά- 
μεις ἐν ἑτοίμῳ που οὖσας παρέλαβον. καὶ ἀποκτεί- 
ναντὲες τοὺς παρὰ σφίσιν ἕκαστοι στρατιώτας, οἷς 
πρότερον ἠτήκεσαν, ἐπῆλθον αὐτῷ ἐν ὕλαις ἤδη 
δυσεκβάτοις ὄντι. χἀνταῦϑα ἅμα τε ἀνεφάνησαν 
πολέμιοι ἀνϑ' ὑπηκόων ὄντες, καὶ πολλὰ καὶ δεινὰ 
εἰργάσαντο. τά τε γὰρ ὄρη καὶ φαραγγώδη καὶ ἀνώ- 


μαλὰ καὶ τὰ δένδρα καὶ πυκνὰ καὶ ὑπερμήκη ἦν, 
ὍΙ0 ΟΑ581ῦ8. 111. 14 


ῷ 


ΓΟ 


ι 


2 


ϑ 


ΓΝ 


σι 


21 


2 


210 ωι. ΠΥ]. ΘΑΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΒ, ἃ. Ὁ, 10. 


ὥστε τοὺς Ῥωμαίους, καὶ πρὶν τοὺς πολεμίους σφίσι 
προσπεσεῖν, ἐκεῖνα τε τέμνοντας καὶ ὁδοποιοῦντας 
γεφυροῦντας τε τὰ τούτου δεόμενα πονηϑῆναι. ἦγον 
δὲ καὶ ἁμάξας πολλὰς καὶ νωτοφόρα πολλὰ ὡς ἐν 
εἰρήνῃ παῖδές τε οὐκ ὀλίγοι καὶ γυναῖκες ἥ τε ἄλλη 
ϑεραπεία συχνὴ αὐτοῖς συνείπετο, ὥστε καὶ κατὰ τοῦτ᾽ 
ἐσκεδασμένῃ τῇ ὁδοιπορίᾳ χρῆσϑαι. κἀν τούτῳ καὶ 
ὑετὸς καὶ ἄνεμος πολὺς ἐπιγενόμενοι ἔτι καὶ μᾶλλόν 
σφας διέσπειραν᾽ τὸ τε ἔδαφος ὀλισϑηρὸν περί τε 
ταῖς δίξαις καὶ περὶ τοῖς στελέχεσι γενόμενον σφαλε- 
ρώτατα αὐτοὺς βαδίζειν ἐποίει. καὶ τὰ ἄκρα τῶν 
δένδρων καταϑραυόμενα καὶ καταπίπτοντα διετά- 
φασσεν. ἐν τοιαύτῃ οὖν δή τινι ἀμηχανίᾳ τότε τῶν 
Ῥωμαίων ὄντων, οἵ βάρβαροι πανταχόϑεν ἅμα αὐ- 
τοὺς ἐξαπιναίως δι᾿ αὐτῶν τῶν λοχμωδεστάτων, ἅτε 
καὶ ἔμπειροι τῶν τριμμῶν ὄντες, περιεστοιχέσαντο, 
καὶ τὸ μὲν πρῶτον πόρρωϑεν ἔβαλλον. ἔπειτα δέ, 
ὡς ἠμύνετο μὲν οὐδείς. ἐτιτρώσκοντο δὲ πολλοί, 
ὁμόσε αὐτοῖς ἐχώρησαν᾽ οἷα γὰρ οὔτε ἐν τάξει τινὶ 
ἀλλὰ ἀναμὶξ ταῖς τε ἁμάξαις καὶ τοῖς ἀόπλοις πορευό- 
μένοι, οὔτε συστραφὴναί πῃ ῥαδίως δυνάμενοι, ἐλάτ- 
τους τε καϑ' ἑκάστους τῶν ἀεὶ προσμιγνύντων σφίσιν 
ὔῦντες, ἔπασχον μὲν πολλά, ἀντέδρων δὲ οὐδέν. αὐ- 
τοῦ τε οὖν ἐστρατοπεδεύσαντο., χωρίου τινὸς ἐπιτη- 
δείου, ὥς γε ἐν ὄρει ὑλώδει ἐνεδέχετο, λαβόμενοι, 
καὶ μετὰ τοῦτο τάς τε πλείους ἁμάξας καὶ τἄλλα τὰ 
μὴ πάνυ σφίσιν ἀναγκαῖα τὰ μὲν κατακαύσαντες τὰ 
δὲ καὶ καταλιπόντες, συντεταγμένοι μέν πῃ μᾶλλον 
τῇ ὑστεραίᾳ ἐπορεύϑησαν, ὥστε καὶ ἐς ψιλόν τι χω- 
ρίον προχωφῆσαι; οὐ μέντοι καὶ ἀναιμωτὶ ἀπήλλαξαν. 
ἐντεῦϑεν δὲ ἃ ἄραντες ἔς τε ὕλας αὖϑις ἐσέπεδον, καὶ 
ἠμύνοντο μὲν πρὸς τοὺς προσπίπτοντάς σφισιν, οὐκ 


΄ 


8. Ὁ. 10, 7.101. ΟΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΝ. 211 


ἐλάχιστα δὲ δὴ κατ᾽ αὐτὸ τοῦτο ἔπταιον᾽ συστρεφό- 
μενοι γὰρ ἐν στενοχωρίᾳ, ὅπως ἀϑρόοι ἱππεῖς τξ 
ὁμοῦ καὶ ὁπλῖται ἐπιτρέχωσιν αὐτοῖς, πολλὰ μὲν 
περὶ ἀλλήλοις, πολλὰ δὲ καὶ περὶ τοῖς δένδροις 
ἐσφάλλοντο. τετάρτη τε ἡμέρα πορευομένοις σφίσιν 
ἐγένετο καὶ αὐτοῖς ὑετός τε αὖϑις λάβρος καὶ ἄνεμος 
μέγας προσπεσὼν οὔτε ποι προϊέναι οὔϑ᾽ ἵστασϑαι 
παγίως ἐπέτρεπεν, ἀλλὰ καὶ τὴν χρῆσίν σφας τῶν 
ὅπλων ἀφείλετο οὔτε γὰρ τοῖς τοξεύμασιν οὔτε τοῖς 
ἀκοντίοις, ἢ ταῖς γε ἀσπίσιν ἅτε καὶ διαβρόχοις οὔ- 
σαις, καλῶς χρῆσϑαι ἐδύναντο. τοῖς γὰρ πολεμίοις, 
ψιλοῖς τε τὸ πλεῖστον οὖσι καὶ τὴν ἐξουσίαν καὶ τῆς 
ἐφόδου καὶ τῆς ἀναχωρήσεως ἀδεᾶ ἔχουσιν. ἧττόν 
που ταῦτα συνέβαινε. πρὸς δ᾽ ἔτι αὐτοί τὲ πολὺ 
πλείους γεγονότες, καὶ γὰρ τῶν ἄλλων τῶν πρότερον 
περισκοπούντων συχνοὶ ἄλλως τε καὶ ἐπὶ τῇ λείᾳ 
συνῆλθον. καὶ ἐκείνους ἐλάττους ἤδη ὄντας. πολλοὶ 
γὰρ ἐν ταῖς πρὶν μάχαις ἀπωλώλεσαν, καὶ ἐκυκλοῦντο 
ῥᾶον καὶ κατεφόνευον, ὥστε καὶ τὸν Οὔαρον καὶ 
τοὺς ἄλλους τοὺς λογιμωτάτους, φοβηϑέντας μὴ ἤτοι 
ξωγρηϑῶσιν ἢ καὶ πρὸς τῶν ἐχϑίστων ἀποϑάνωσι, 
καὶ γὰρ τετρωμένοι ἦσαν, ἔργον δεινὸν μὲν ἀναγ- 
καῖον δὲ τολμῆσαι αὐτοὶ γὰρ ἑαυτοὺς ἀπέχτειναν. 
ὡς δὲ τοῦτο διηγγέλθη, οὐδὲ τῶν ἄλλων οὐδεὶς ἔτι, 
εἰ καὶ ἔρρωτό τις, ἠμύνατο, ἀλλ᾽ οἵ μὲν τὸν ἄρχοντά 
όφων ἐμιμήσαντο, οἵ δὲ καὶ τὰ ὅπλα παρέντες ἐπέτρε- 
πόὸν σφας τῷ βουλομένῳ φονεύειν φυγεῖν γὰρ οὐδ᾽ 
εἰ τὰ μάλιστά τις ἤϑελεν ἐδύνατο. ἐκόπτετό τε οὖν 
ἀδεῶς πᾶς καὶ ἀνὴρ καὶ ἵππος καὶ τά τε........ 
εὐτὰν φρπ ὦ δνα “τὸ ὩΣ  ΡᾺ τὸ μὲν πρῶτον τό τε δεύ- 
τερὸν σφῶν φυλακτήριον παρῆλϑον, ἐπεὶ δὲ πρὸς τῷ 
92, ὃ, 3, Ῥοβὶ καὶ τά τ οοὔϊοὶϊ γομποίο ἄθοϑὲ ἔο]  πτη, 


143 


ῳ 


ΓΝ 


φι 


22 


φ» 


"Ὡ 


29 


τῷ 


φ» 


212 [{01. ΘΑΕΒΑᾺΚ ΟΟΤΑΥΙΑΝΌΣ, ἃ. Ὁ. 10, 


τρίτῳ ἐγένοντο, ἐρωράϑησαν, τῶν τε γυναικῶν καὶ 
τῶν παίδων συνεχῶς τοὺς ἐν τῇ ἡλικίᾳ διά τε τὸν 
κάματον καὶ διὰ τὸν φόβον τό τε σκότος καὶ τὸ ψῦχος 
ἀνακαλούντων. κἂν πάντες ἀπώλοντο ἢ καὶ ἑάλωσαν, 
εἰ μὴ οἵ βάρβαροι περὶ τὴν τῆς λείας ἁρπαγὴν ἄσχολοι 
ἐγένοντο. οὕτω γὰρ οἵ τε ἐρρωμενέστατοι πολὺ ἀπέσπα- 
σαν, καὶ οἱ σαλπικταὶ οἵ σὺν αὐτοῖς ὄντες τροχαῖόν τι 
συμβοήσαντες δόξαν τοῖς ἐναντίοις ὡς καὶ παρὰ τοῦ 
᾿Ασπρήνου πεπεμμένοι παρέσχον. κἀκ τούτου ἐκεῖνοί 
τε ἐπέσχον τῆς διώξεως, καὶ ὁ ᾿ἀσπρήνας μαϑὼν τὸ 
γιγνόμενον ὄντως σφίσιν ἐπεκούρησε. καί τινες μετὰ 
τοῦτο καὶ τῶν ἑαλωκότων ἀνεκομίσθησαν, λυτρω- 
ϑέντες ὑπὸ τῶν οἰκείων᾽ ἐπετράπη γάρ σφισι τοῦτο 
ποιῆσαι ἐφ᾽ ᾧ τε ἔξω τῆς Ἰταλίας αὐτοὺς εἶναι. 
τοῦτο μὲν ὕστερον ἐγένετο᾽ τότε δὲ μαϑὼν ὁ 
Αὔγουστος τὰ τῷ Οὐάρῳ συμβεβηκότα τήν τε ἐσθῆτα, 
ὥς τινές φασι, περιερρήξατο, καὶ πένϑος μέγα ἐπί τε 
τοῖς ἀπολωλόσι καὶ ἐπὶ τῷ περί τε τῶν Γερμανιῶν 
καὶ περὶ τῶν Γαλατιῶν δέει ἐποιήσατο, τὸ τε μέγι- 
στον ὅτι καὶ ἐπὶ τὴν Ἰταλίαν τήν τε Ῥώμην αὐτὴν 
ὁρμήσειν σφᾶς προσεδόκησε. καὶ οὔτε πολιτική οἵ 
ἡλικία ἀξιόλογος ὑπελέλειπτο, καὶ τὰ συμμαχικά, ὧν 
τι χαὶ ὄφελος ἦν, ἐκεκάκωτο. ὅμως δ᾽ οὖν τά τε 
ἄλλα ὡς ἐκ τῶν παρόντων παρεσκευάσατο, καὶ ἐπει- 
δὴ μηδεὶς τῶν τὴν στρατεύσιμον ἡλικίαν ἐχόντων 
καταλεχϑῆναι ἠϑέλησεν, ἐκλήρωσεν αὐτούς, καὶ τῶν 
μὲν μηδέπω πέντε καὶ τριάκοντα ἔτη γεγονότων τὸν 
πέμπτον. τῶν δὲ πρεσβυτέρων τὸν δέκατον ἀεὶ λα- 
χόντα τήν τε οὐσίαν ἀφείλετο καὶ ἠτίμωσε. καὶ 
τέλος, ὡς καὶ πάνυ πολλοὶ οὐδ᾽ οὕτω τι αὐτοῦ προ- 
ἐτίμων, ἀπέχτεινέ τινας. ἀποκληρῶώσας δὲ ἔκ τε τῶν 
ἐστρατευμένων ἤδη καὶ ἐκ τῶν ἐξελευϑέρων ὅσους 


ἃ. (. 10. 1. ΚΥ1. ΟΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΝ, 218 


ἠδυνήϑη. κατέλεξε, καὶ εὐθὺς σπουδῇ μετὰ τοῦ Τι- 
βερίου ἐς τὴν Γερμανίαν ἔπεμψεν. ἐπειδή τε συχνοὶ 
ἐν τῇ Ῥώμῃ καὶ Γαλάται χαὶ Κελτοί, οἵ μὲν ἄλλως 
ἐπιδημοῦντες οἱ δὲ καὶ ἐν τῷ δορυφορικῷ στρατευό- 
μενοι, ἦσαν, ἐφοβήϑη μή τι νεοχμώσωσι. καὶ τούτους 
μὲν ἐς νήσους τινὰς ἀπέστειλε, τοῖς δ᾽ ἀόπλοις ἐκχω- 
ρῆσαι τῆς πόλεως προσέταξε. 

τότε μὲν ταῦτ᾽ ἔπραξε, καὶ οὔτ᾽ ἄλλο τι τῶν 


νομιξομένων ἐγένετο οὔϑ᾽ αἵ πανηγύρεις ἑωρτάσϑη- Ὁ Γ᾽ 


σαν᾽ μετὰ δὲ τοῦτο ἀκούσας ὅτι τῶν τε στρατιωτῶν 
τινες ἐσώϑησαν καὶ αἴ Γερμανίαι ἐφρουρήϑησαν, τό 
τὲ πολέμιον οὐδὲ ἐπὶ τὸν Ῥῆνον ἐλθεῖν ἐτόλμησε, 
τῆς τὲ ταραχῆς ἀπηλλάγη καὶ διαγνώμην ἐποιήσατο. 
τὸ τὲ γὰρ “πάϑος οὐκ ἄνευ δαιμονίου τινὸς ὀργῆς 
καὶ μέγα οὕτω καὶ ἀϑρόον ἐδόκει οἵ γεγονέναι" καὶ 
προσέτι καὶ ὑπὸ τῶν τεράτων τῶν πρό τε τῆς ἥττης 
καὶ μετὰ ταῦτα συμβάντων δεινὴν ὑποψίαν ἐς τὸ 
ϑεῖον ἔσχεν. ὃ τε γὰρ τοῦ ἴἄρεος ναὸς ὁ ἐν τῷ πε- 
δίῳ αὐτοῦ ὧν ἐκεραυνώϑη. καὶ ἀττέλεβοι πολλοὶ ἐς 
αὐτὸ τὸ ἄστυ πετόμενοι ὑπὸ χελιδόνων ἀνηλώϑησαν, 
αἵ τε κορυφαὶ τῶν “Ἄλπεων συμπεπτωκέναι τε ἐς 
ἀλλήλας καὶ κίονας τρεῖς πυροειδεῖς ἀνεικέναι ἔδο- 
ἕαν, καὶ ὁ οὐρανὸς φλεγομένῳ πολλαχὴ ἐῴκει, ἀστέ- 
ρὲς τὲ κομῆται συχνοὶ ἅμα κατεφαίνοντο, καὶ δόρατα 
ἀπ᾿ ἄρκτου φερόμενα πρὸς τὰ τῶν Ῥωμαίων στρατό- 
πεδα προσπίπτειν ἐδόκει, μέλισσαί τε περὶ τοὺς βω- 
μοὺς αὐτῶν κηρία ἀνέπλασσον, καὶ νέκης τι ἄγαλμα 
ἔν τε τῇ Γερμανίᾳ ὃν καὶ πρὸς τὴν πολεμίαν 
βλέπον πρὸς τὴν Ἰταλίαν μετεστράφη᾽ καί ποτε καὶ 
περὶ τοὺς ἀετοὺς τοὺς ἐν τοῖς στρατοπέδοις. ὡς καὶ 
τῶν βαρβάρων ἐπ᾿ αὐτοὺς ἐσπεπτωχότων, μάχη καὶ 
ἀγωνισμὸς τῶν στρατιωτῶν διὰ κενῆς ἐγένετο. 


μ᾿». 


24 
11 


1 


20 


ἐϑ 


Ω» 


ΓΕ 


[91] 


Φ95 


214 ι Υ1. ΘΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΝ. ἃ. Ὁ.11. 


τούτων τε οὖν ἕνεκα καὶ ὅτι καὶ... μετὰ τὴν 
στρατηγίαν ἔχων. τῷ δὲ δευτέρῳ τά τε ἄλλα τὰ 
προδιρημένα ἐγένετο, καὶ τὸ Ὁμονόειον ὑπὸ τοῦ Τι- 
βερίου καϑιερώϑη, καὶ αὐτῷ τό τε ἐκείνου ὄνομα 
καὶ τὸ τοῦ Ζίρούσου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τεϑνη- 
κότος ἐπεγράφη. Μάρκου δὲ Αἰμιλίου μετὰ Στατι- 
λίου Ταύρου ὑπατεύσαντος, Τιβέριος μὲν καὶ Γερ- 
μανικὸς ἀντὶ ὑπάτου ἄρχων ἔς τὲ τὴν Κελτικὴν 
ἐσέβαλον καὶ κατέδραμόν τινα αὐτῆς, οὐ μέντοι οὔτε 
μάχῃ τινὶ ἐνίκησαν, ἐς γὰρ χεῖρας οὐδεὶς αὐτοῖς ἤει, 
οὔτε ἔϑνος τι ὑπηγάγοντο᾽ δεδιότες γὰρ μὴ καὶ συμ- 
φορᾷ αὖϑις περιπέσωσιν, οὐ πάνυ πόρρω τοῦ Ῥήνου 
προῆλθον, ἀλλ᾽ αὐτοῦ που μέχρι τοῦ μετοπώρου 
μείναντες καὶ τὰ τοῦ “ὐγούστου γενέϑλια ἑορτάσαν- 
τὲς καί τινα ἱπποδρομίαν ἐν αὐτοῖς διὰ τῶν ἕκατον- 
τάρχων ποιήσαντες ἐπανῆλθον. ἐν δὲ δὴ τῇ Ῥώμῃ 
ΔΙροῦσός τε Καῖσαρ ὁ τού Τιβερίου παῖς ἐταμίευσε, 
καὶ στρατηγοὶ ἑκκαίδεκα ἦρξαν. ἐπειδὴ τοσοῦτοί τὲ 
τῆς ἀρχῆς ἀντεποιήσαντο καὶ οὐδένα αὐτῶν λυπῆσαι 
ὁ «Αὔγουστος, οἷα ἐν τοιούτοις ὦν, ἠϑέλησεν᾽ οὐ 
μὴν καὶ τοῖς ἄλλοις τοῖς ἐφεξῆς ἔτεσι ταὐτὸν ἐγένετο, 
ἀλλ᾽ οἱ δώδεκα ἐπὶ πολὺ κατέστησαν. τότε δ᾽ οὖν 
ταῦτά τε οὕτως ἐπράχϑη, καὶ τοῖς μάντεσιν ἀπηγο- 
ρξεύϑη μήτε κατὰ μόνας τινὶ μήτε περὶ ϑανάτου, 
μηδ᾽ ἂν ἄλλοι συμπαρῶσίν οἱ, χρᾶν᾽ καίτοι οὕτως 
οὐδὲν τῷ Αὐγούστῳ τῶν καϑ' ἑαυτὸν ἔμελεν ὥστε 
ἐκ προγραφῆς πᾶσι τὴν τῶν ἀστέρων διάταξιν, ὑφ᾽ 
ἣν ἐγεγέννητο. φανερῶσαι. οὐ μὴν ἀλλ᾽ ἐκεῖνό τε 
ἀπεῖπε, καὶ τῷ ὑπηκόῳ προσπαρήγγειλε μηδενὶ τῶν 
προστασσομένων αὐτοῖς ἀρχόντων μήτε ἐν τῷ τῆς 
ἀρχῆς χρόνῳ μήτε ἐντὸς ἑξήκοντα ἡμερῶν μετὰ τὸ 

24, ὅ, 4. Απίε μετὰ οοὐἀϊοὶ γεποίο ἀδοβὲ ἔο] ππι. 


ἃ. Ὁ.11.12, ΕΣ. ΜΥ]. ΘΟΑΕΒΑᾺΒ ΟΥὙΤΑΥΙΑΝΌΒ, 21 


ἀπαλλαγῆναί σφας τιμήν τινα διδόναι, ὅτι τινὲς 
μαρτυρίας παρ᾽ αὐτῶν καὶ ἐπαίνους προπαρασκευα- 
ξόμενοι πολλὰ διὰ τούτου ἐκακούργουν. ταῖς τὲ πρεσ- 
βείαις τρεῖς καὶ τότε βουλευταὶ ἐχρημάτισαν, καὶ 
τοῖς ἱππεῦσιν. ὃ καὶ ϑαυμάσειεν ἂν τις, μονομαχεῖν 
ἐπετράπη. αἴτιον δὲ ὅτι ἐν ὀλιγωρίᾳ τινὲς τὴν ἀτι- 
μίαν τὴν ἐπ᾿ αὐτῷ ἐπικειμένην ἐποιοῦντο. ἐπεὶ γὰρ 
ιἡτ᾽ ὄφελός τι τῆς ἀπορρήσεως ἐγίγνετο καὶ τιμωρίας 
μξίξονος ἄξιοι εἶναι ἐδόκουν, ἢ καὶ ἀποτραπήσεσϑαι 
ἐνομίσϑησαν, συνεχωρήϑη σφέσι τοῦτο ποιεῖν. καὶ 
οὕτως ἀντὶ τῆς ἀτιμίας ϑάνατον ὠφλίσκανον᾽ οὐδὲν 
γὰρ ἧττον ἐμονομάχουν, καὶ μάλισϑ᾽ ὅτι δεινῶς οἵ 
ἀγῶνες αὐτῶν ἐσπουδάξοντο, ὥστε καὶ τὸν Αὐγου- 
στον τοῖς στρατηγοῖς τοῖς ἀγωνοθετοῦσί σφας συν- 
ϑεᾶάσϑαι. 

Γερμανικὸς δὲ μετὰ τοῦτο τὴν ὕπατον ἀρχὴν 


.Ὁ 


ο 


μηδὲ στρατηγήσας ἐδέξατο, καὶ δι᾽ ὅλου. αὐτὴν τοῦ “5΄ 


ἔτους, οὐ πρὸς τὴν ἀξίωσιν ἀλλ᾽ ὡς που καὶ ἄλλοι 
τινὲς ἔτι καὶ τότε ἦρχον, ἔσχε. καὶ αὐτὸς μὲν οὐδὲν 
ἄξιον μνήμης ἔπραξε, πλὴν ὅτι καὶ τότε ὑπερεδίκη- 
σεν, ἐπεί γε ὁ συνάρχων αὐτοῦ Γάιος Καπίτων καὶ 
πάνυ τὴν ἄλλως ἠριϑμεῖτο᾽ ὁ δὲ δὴ “ὕγουστος ἐκεῖ- 
νὸν τε ὡς καὶ ἐπὶ γήρως ὧν τῇ βουλῇ καὶ ταύτην 
τῷ Τιβερίῳ παρακατέϑετο. ἀνέγνω δὲ τὸ βιβλίον 
οὐκ αὐτός, οὐ γὰρ οἷός τε ἦν γεγωνίσκειν, ἀλλ᾽ ὁ 
Γερμανικός. ὥσπερ εἰώϑει. καὶ μετὰ τοῦτ᾽ ἡτήσατο 
παρ᾽ αὐτῶν, ἐπὶ τῇ τοῦ Κελτικοῦ πολέμου προφάσει, 
μήτ᾽ οἴκοι αὐτὸν ἀσπάξεσϑαι μήτ᾽ ἀγανακτεῖν εἰ μη- 
κέτι συσσιτοίη σφίσι" τὸ μὲν γὰρ πλεῖστον, ἄλλως 
τὸ καὶ ὁσάκις ἔδρα αὐτῶν ἐγίγνετο, ἔν τε τῇ ἀγορᾷ, 
καὶ ἐν αὐτῷ γε ἔστιν ὅτε τῷ συνεδρίῳ καὶ ἐσιόντα 
αὐτὸν καὶ ἀπιόντα αὖϑις ἠσπάζοντο. ἤδη δὲ καὶ ἐν 


ἐῶ 


{1} 


27 


ἐῷ 


ᾧὡρ 


ὧν 


σι 


210 ιν}. ΘΟΑΕΒΑΙ ΟΟΤΑΥΙΑΝΌΝ. ἃ. , 12. 


τῷ παλατίῳ, καὶ καϑήμενόν γε, ἔστι δ᾽ ὅτε καὶ κα- 
τακείμενον, οὐχ ὅτι ἡ γερουσία ἀλλὰ καὶ οἱ ἱππεῖς 
τοῦ τε δήμου πολλοί. οὐ μέντοι καὶ τἄλλα ἧττόν τι 
παρὰ τοῦτο διῴκει, ἀλλὰ καὶ τοῖς ἱππεῦσι δημαρχίαν 
αἰτῆσαι ἐπέτρεψε. καὶ μαϑὼν ὅτι βιβλία ἄττα ἐφ᾽ 
ὕβρει τινῶν συγγράφοιτο, ξήτησιν αὐτῶν ἐποιήσατο, 
καὶ ἐκεῖνά τε, τὰ μὲν ἐν τῇ πόλει εὑρεϑέντα πρὸς τῶν 
ἀγορανόμων τὰ δὲ ἔξω πρὸς τῶν ἑκασταχόϑι ἀρχόν- 
των, κατέφλεξε, καὶ τῶν συνϑέντων αὐτὰ ἐκόλασέ 
τινας. ἐπειδή τε συχνοὶ φυγάδες οἱ μὲν ἔξω τῶν 
τόπων ἐς οὗς ἐξωρίσϑησαν τὰς διατριβὰς ἐποιοῦντο, 
οἱ δὲ καὶ ἐν αὐτοῖς ἐκείνοις ἁβρότερον διῆγον, ἀπη- 
γόρευσε μηδένα πυρὸς καὶ ὕδατος εἰρχϑέντα μήτε 
ἐν ἠπείρῳ διατρίβειν μήτε ἐν νήσῳ τῶν ὅσαι ἔλατ- 
τον τετρακοσίων ἀπὸ τῆς ἠπείρου σταδίων ἀπέχουσι, 
πλὴν Κῶ τε καὶ Ῥόδου Σαρδοὺς τὲ καὶ “έσβου" 
ταύτας γὰρ οὐκ οἶδ᾽ ὅπως μόνας ὑπεξείλετο. ἐκεῖνά 
τε οὖν αὐτοῖς προσέταξε, καὶ τὸ μήτε περαιοῦσϑαί 
ποι ἄλλοσε, μήτε πλοῖα πλείω φορτηγοῦ τε ἑνὸς χι- 
λιοφόρου καὶ κωπήρων δύο κεκτῆσϑαι, μήτε δούλοις 
ἢ καὶ ἀπελευϑέροις ὑπὲρ εἴκοσι χρῆσϑαι, μήτ᾽ οὐσίαν 
ὑπὲρ δώδεκα καὶ ἡμίσειαν μυριάδα ἔχειν, τιμωρη- 
ϑήσεσϑαι καὶ αὐτοὺς ἐκείνους καὶ τοὺς ἄλλους τούς 
τι παρὰ ταῦτα συμπραάξαντάς σφισιν ἐπαπειλήσας. 
ταῦτά τε οὕτως. ὅσα γε καὶ ἐς ἱστορίαν ἀναγκαῖα 
ἐστι, διενομοϑετήϑη, καὶ πανήγυρις ἔξω τῶν νενο- 
μισμένων ὑπό τε τῶν ὀρχηστῶν καὶ ὑπὸ τῶν ἵππο- 
τρόφων ἐποιήϑη. τά τε ἴάρεια τότε μέν, ἐπειδὴ ὁ 
Τίβερις τὸν ἱππόδρομον προκατέσχεν, ἐν τῇ τοῦ 
“ὐγούστου ἀγορᾷ καὶ ἵππων δρόμῳ τρόπον τινὰ καὶ 
ϑηρίων σφαγῇ ἐτιμήϑη, αὖϑις δὲ ὥσπερ εἴϑιστο 
ἐγένετο, καὶ λέοντάς γε ἐς αὐτὰ ἐν τῷ ἱπποδρόμῳ 


ἃ. Ὁ. 19. ω1}1. ΘΟΑΕΒΑΚ ΟΟΤΑΥΙΑΝΌΒ, 517 


διακοσίους ὁ Γερμανικὸς ἀπέκτεινεν. ἤ τε στοὰ ἡ 
Λιουία καλουμένη ῳφκοδομήϑη τὲ ἐς τιμὴν τοῦ τὲ 
Γαΐου καὶ τοῦ Μουκίου τῶν Καισάρων, καὶ τότε κα- 
ϑιερώϑη. 

“ουκίου δὲ δὴ Μουνατίου καὶ Γαΐου Σιλίου ἐς 28 
τοὺς ὑπατεύοντας ἐσγραφέντων, τήν τε προστασίαν Σ᾽ 
τῶν κοινῶν τὴν δεκέτη τὴν πέμπτην ἄκων δὴ ὁ 40ὑ- 
γουστος ἔλαβε, καὶ τῷ Τιβερίῳ τὴν ἐξουσίαν τὴν 
δημαρχικὴν αὖϑις ἔδωκε, τῷ τε Ζίρούσῳ τῷ υἱεῖ 
αὐτοῦ ὑπατείαν ἐς ἔτος τρίτον, καὶ πρὶν στρατηγὴ- 
σαι, αἰτῆσαι ἐπέτρεψε. καὶ συμβούλους ὑπὸ τοῦ 
γήρως, ὑφ᾽ οὗπερ οὐδ᾽ ἐς τὸ βουλευτήριον ἔτι πλὴν 
σπανιώτατα συνεφοίτα. εἴχοσιν ἐτησίους ἡτήσατο᾽ 
πρότερον γὰρ καϑ᾿ ἕκμηνον πεντεκαίδεκα προσετί- 
ϑετο. καὶ προσεψηφίσϑη, πάνϑ᾽ ὅσα ἂν αὐτῷ μετά 
τε τοῦ Τιβερίου καὶ μετ᾽ ἐκείνων τῶν τὲ ἀεὶ ὑπα- 
τευόντων καὶ τῶν ἐς τοῦτο ἀποδεδειγμένων, τῶν τε 8 
ἐγγόνων αὐτοῦ τῶν ποιητῶν δῆλον ὅτι, τῶν τε 
ἄλλων ὅσους ἂν ἑκάστοτε προσπαραλάβῃ, βουλευο- 
μένῳ δόξῃ κύρια ὡς καὶ πάσῃ τῇ γερουσίᾳ ἀρέσαντα 
εἶναι., τοῦτ᾽ οὖν ἐκ τοῦ δόγματος. ὅπερ που καὶ 
πλλος τῷ γε ἔργῳ εἶχε, προσϑέμενος, οὕτω τὰ πλείω 
καὶ κατακείμενος ἔστιν ὅτε ἐχρημάτιξεν. ἐπεί τε ἐπὶ 
τῇ εἰκοστῇ πάντες ὡς εἰπεῖν ἐβαρύνοντο καὶ ἐδόκει 
τι νεώτερον ἔσεσϑαι., ἐσέπεμψε βιβλίον ἐς τὴν βου- 
λήν, κελεύων ἄλλους τινὰς αὐτὴν πόρους ξητῆσαι. 
τοῦτο δὲ οὐχ ὡς καὶ ἐκεῖνο τὸ τέλος καταλύσων ἐποί- 
ησεν, ἀλλ᾽ ἵνα μηδενὸς ἄλλου αἱρετωτέρου σφίσι 
φανέντος καὶ ἄχοντες αὐτὸ ἄνευ τῆς ἑαυτοῦ διαβο- 
λῆς βεβαιώσωσι. καὶ ὅπως γε μὴ τοῦ Γερμανικοῦ 
τοῦ τὲ ΖΔρούσου γνώμην τινὰ εἰπόντων ὑποτοπήσωσί 
τὲ ἐκ τῆς αὑτοῦ ἐντολῆς τοῦτο γεγονέναι καὶ ἀνεξέ- 


[Ὁ 


νέαν 


ὧι 


5» 


ΠῚ 


29 


ἐφ 


α. (, 


[11 


218 .Ἐ}1. ΘΑΕΒΑΝ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ. Ὁ. 13. 


ταῦτον αὐτὴν ἕλωνται. προσέταξε μηδέτερον αὐτῶν 
μηδὲν εἰπεῖν. καὶ ἐλέχϑη μὲν πολλά, καί τινα καὶ 
διὰ βιβλίων τῷ Αὐγούστῳ ἐδηλώϑη᾽ καταμαϑὼν δὲ 
ἐξ αὐτῶν πάντα μᾶλλον ἢ ἐκεῖνο ἑτοίμους σῷφᾶς ὑπο- 
μεῦναι ὄντας, ἐπί τε τοὺς ἀγροὺς καὶ ἐπὶ τὰς οἰκίας 
τὴν συντέλειαν ἢ ἤγαγε; καὶ παραχρῆμα μηδὲν εἰπών, 
μήϑ᾽ ὅσον μήϑ᾽ ὅπως αὐτὸ δώσουσιν, ἔπεμψεν ἄλλους 
ἄλλῃ τά τε τῶν ἰδιωτῶν καὶ ..... Εὐον ντρτὸ το ΒΡ τὸ τὸ 
τό τε συνέδριον κεκλειμένον εὑρέϑη καὶ βύας ὑπὲρ 
αὐτοῦ καϑήμενος ἔβυξε. καὶ κεραυνὸς ἐς εἰκόνα 
αὐτοῦ ἐν τῷ Καπιτωλίῳ ἑστῶσαν ἐμπεσὼν τὸ γράμμα 
τὸ πρῶτον τοῦ ὀνόματος τοῦ Καίσαρος ἠφανισεν᾽ 
ὅϑεν οἱ μάντεις ἑἕκατοστῇ μετὰ τοῦτο αὐτὸν ἡμέρα 
ϑείας τινὸς μοίρας μεταλήψεσϑαι ἔφασαν, τεκμαιρό- 


28, 0, θ. ἐδιωτῶν καὶ ....} οοβὲ ἑοϊϊια οοάϊοὶ αποίο. 
Οποᾶ ποιὰ Θχρ]θηΐ απ ΧΊΡΒΙ]ΠΙηὰ8 μαρϑὲ Ρ. 93: τὰ τῶν πόλεων 
κτήματα ἀπογραψομένους, ἵν᾽ ὡς καὶ μειξόνως ξημιωϑησό- 
μενοι δείσωσι καὶ τὴν εἰκοστὴν τελεῖν ἀνϑέλωνται. ὃ καὶ 
ἐγένετο. 

καὶ ταῦτα μὲν ὧδέ πῃ τῷ Αὐγούστῳ διῳκεῖτο" ἐν δὲ 
τῇ τῶν Αὐγουσταλίων ϑέᾳ, ἥτις ἐπὶ τοῖς αὐτοῦ γενεϑλίοις 
ἐγίνετο, ὠνήρ τις ἐμμανὴς ἔς τε τὸν δίφρον τὸν τῷ Καί- 
σαρι τῷ Ἰουλίω κείμενον ἐνιδρύνϑη καὶ τὸν στέφανον αὐτοῦ 
λαβὼν περιέϑετο. καὶ ἐδόκει ἐς τὸν Αὔγουστόν τι σημαί- 
νεσϑαι. ὅπερ καὶ ἀληϑὲς ἦν᾽ τῷ γὰρ ἐχομένῳ ἔτει, ἐν ᾧ 
Σέξτος τε ᾿ἀπουλήιος καὶ Σέξτος Πομπήιος ὑπάτευσαν, 
ἐξωρμήϑη τε ἐς τὴν Καμπανίαν ὁ Αὔγουστος, καὶ τὸν ἀγῶνα 
τὸν ἐν τῇ Νεαπόλει διαϑεὶς ἔπειτα ἐν Νώλῃ μετήλλαξε. 
τέρατα δὲ ἄρα ἐς τοῦτο αὐτῷ φέροντα οὔτε ἐλάχιστα οὔτε 
δυσσύμβλητα ἐγεγένητο ὅ, τε γὰρ ἥλιος πᾶς ἐξέλιπε, καὶ 
τοῦ οὐρανοῦ τὸ πολὺ καίεσθαι ἔδοξε, ξύλα τε διάπυρα ἀπ᾽ 
αὐτοῦ πίπτοντα ἐφαντάσϑη, καὶ ἀστέρες κομῆται καὶ αἷμα- 
τώδεις ὥφϑησαν. βουλῆς τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγεῖ- 
ϑείσης, ἵν᾽ εὐχὰς ποιήσωνται, τό τε συνέδριον κ. τ. λ. 


ἃ. Ὁ, 14, μι. ΘΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΞΒ. 219 


ὠξνοι ὅτι τό τε στοιχεῖον ἐκεῖνο τὸν τῶν ἑκατὸν 
ἀριϑμὸν παρὰ τοῖς Λατίνοις καὶ τὸ λοιπὸν πᾶν ὄνομα 
ϑεὸν παρὰ τοῖς Τυρσηνοῖς νοεῖ. ταῦτα μὲν ξῶντος 
ἔτ᾽ αὐτοῦ προεφᾶάνη, τοῖς δὲ δὴ ἔπειτα ἀνθρώποις καὶ 
τὸ τῶν ὑπάτων τὸ τε τοῦ Σιερουέου Σουλπικίου Γαλ- 
βου ἐνθύμιον ἐγένετο. ἐκεῖνοί τε γὰρ συγγενεῖς πῃ 
τοῦ Αὐγούστου ὄντες ἦρχον, καὶ ὁ Γάλβας ὁ τὸ κρά- 
τος ὕστερον χρόνῳ λαβὼν τότε ἐν αὐτῇ τῇ νουμηνίᾳ 
ἐς τοὺς ἐφήβους ἐνεγράφη. ἐπεὶ οὖν πρῶτος μετὰ 9 
τὸ τοῦ Αὐγούστου γένος ἐκ τῶν ἄλλων Ῥωμαίων 
ἐμονάρχησε, λόγον τισὶ παρέσχεν ὡς οὐκ ἀπὸ ταῦτο- 
μάτου τότε ταῦτα ἀλλ᾽ ἐκ δαιμονίου προβουλῆς 
ἐγένετο. 

ὁ δ᾽ οὖν Αὔγουστος νοσήσας μετήλλαξε᾽ καί 80 
τινα ὑποψίαν τοῦ ϑανάτου αὐτοῦ ἡ Λιουέα ἔλαβεν, 
ἐπειδὴ πρὸς τὸν ᾿ἀγρίππαν κρύφα ἐς τὴν νῆσον διέ- 
πλευσε καὶ ἐδόκει οἱ καὶ πᾶσι πάντα καταλλαγήσεσϑαι. 
δείσασα γάρ, ὥς φασι. μὴ καὶ ἐπὶ τῇ μοναρχίᾳ αὖὐ- 
τὸν καταγάγῃ, σῦκά τινα ἐπὶ δένδροις ἔτ᾽ ἐπόντα, 
ἀφ᾽ ὧν ὁ «ὔγουστος αὐτοχειρίᾳ συκάξειν εἰώϑει; 
φαρμάκῳ ἔχρισε, καὶ αὐτή τε ἅμα τὰ ἀνήλιφα ἤσϑιε 
κἀκείνῳ τὰ πεφαρμακευμένα προσέβαλλεν. εἴτ᾽ οὖν 
ἐκ τούτου εἴτε καὶ ἄλλως ἀρρωστήσας τούς τε ἕταί- 
ρους “συνεκάλεσε, καὶ εἰπὼν αὐτοῖς ὅσα ἔχρῃξε, τέλος 
ἔφη ὅτι τὴν Ῥώμην γηίνην παραλαβὼν λιϑίνην ὑμῖν 
καταλείπω. τοῦτο μὲν οὖν οὐ πρὸς τὸ τῶν οἰκοδο- 4 
μημάτων αὐτῆς ἀκριβὲς ἀλλὰ πρὸς τὸ τῆς ἀρχῆς 
ἐσχυρὸν ἐνεδείξατο᾽ κρότον δὲ δή τινα παρ᾽ αὐτῶν 
ὁμοίως τοῖς γελωτοποιοῖς, ὡς καὶ ἐπὶ μίμου τινὸς 
τελευτῇ, αἰτήσας καὶ πάμπανυ πάντα τὸν τῶν ἀν- 
ϑρώπων βίον διέσκωψε. 

καὶ ὁ μὲν οὕτω τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγού- 5 


΄ι 


τῷ 


Ὁ 


31 


ἐῷ 


ὡ 


92 


220 μι. Υ]. ΟΛΕΒΑΚ ΟΟΤΑΥΙΑΝΙΣ, ἃ. Ὁ, 14, 


στου, ἐν ἡ ποτὲ τὸ πρῶτον ὑπάτευσε, μετήλλαξε, 
ξήσας μὲν πέντε καὶ ἑβδομήκοντα ἔτη καὶ μῆνας 
δέχα καὶ ἡμέρας δξ καὶ εἴκοσι. τῇ γὰρ τρίτῃ καὶ 
εἰκοστῇ τοῦ Σεπτεμβρίου ἐγεγέννητο, μοναρχήσας 
δέ, ἀφ᾽ οὗ πρὸς τῷ ᾿Ακτίῳ ἐνίκησε, τέσσαρα καὶ 
τεσσαράκοντα ἔτη. δεκατριῶν ἡμερῶν δέοντα. οὐ 
μέντοι καὶ ἐκφανὴς εὐθὺς ὁ ϑάνατος αὐτοῦ ἐγένετο" 
ἡ γὰρ Διουία, φοβηϑεῖσα μὴ τοῦ Τιβερίου ἐν τῇ 
“Ζελματίᾳ ἔτ᾽ , ὄντος νεωτερισϑῇ τι. συνέκρυψεν αὖ- 
τὸν μέχρις οὗ ἐκεῖνος ἀφίκετο. ταῦτα γὰρ οὕτω τοῖς 
τε πλείοσι καὶ τοῖς ἀξιοπιστοτέροις γέγραπται εἰσὶ 
γάρ τινες οἱ καὶ παραγενέσϑαι τὸν Τιβέριον τῇ νόσῳ 
αὐτοῦ καὶ ἐπισκήψεις τινὰς παρ᾽ αὐτοῦ λαβεῖν ἔφα- 
σαν. τὸ δ᾽ οὖν σώμα τὸ τοῦ Αὐγούστου ἐκ μὲν τὴς 
Νώλης οἵ πρῶτοι καϑ'΄ ἕκάστην πόλιν ἐκ διαδοχῆς 
ἐβάστασαν, πρὸς δὲ δὴ τῇ Ῥώμῃ γενόμενον οἵ ἱππεῖς 
παραλαβόντες νυχτὸς ἐς τὸ ἄστυ ἐσεκόμισαν. τῇ τὲ 
ὑστεραίᾳ βουλὴ ἐγένετο. καὶ ἐς αὐτὴν οἱ μὲν ἄλλοι 
τὴν ἱππάδα στολὴν ἐνδεδυκότες συνῆλθον, οἱ δ᾽ 
ἄρχοντες τὴν βουλευτικὴν πλὴν τῶν ἱματίων τῶν 
περιπορφύρων" δ δὲ δὴ Τιβέριος καὶ ὁ “Ζφοῦσος ὁ 
υἱὸς αὐτοῦ φαιάν, τὸν ἀγοραῖον τρόπον πεποιημένην, 
εἶχον. καὶ τοῦ μὲν λιβανωτοῦ καὶ αὐτοὶ ἔϑυσαν, τῷ 
δ᾽ αὐλητῇ οὐκ ἐχρήσαντο. ἐκαϑέξοντο δὲ οἵ μὲν 
πολλοὶ ὥς που ἕκαστος εἰώϑει. οἱ δ᾽ ὕπατοι κάτω 


ἐν τοῖς βάϑροις ὁ μὲν τῷ τῶν στρατηγῶν ὁ δὲ τῷ 


τῶν δημάρχων. καὶ μετὰ τοῦτο τῷ τε Τιβερίῳ ἄδεια 
ἐδόϑη, ὅτι τοῦ τε νεκροῦ, οὐκ ἐξὸν᾽ δή, ἥψατο καὶ 
συμπαρέπεμψεν αὐτόν. καίτοι τὰς... .. ....ος ἀρ- 


32,1, 3, Ῥοβί τὰς ζοϊπτη ἀθοϑὶ οοάϊοιϊ  οηοίο, οὐἱὰβ ῥτοχὶ- 
τηατῃ ἱποποδπὲ γοῦθα 84, 3, 1, χόντων, ἑτέρα δέ. Τιαοῦπαιῃ 18 
ὀχρ] οὐ ΧΙΡΒΠΙππΒ Ρ. 94: καὶ τὰς διαϑήκας αὐτοῦ Πολύβιός τις 


“ 


ἃ. Ὁ. 14. [0 .1. ΘΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΝ, 221 


χόντων, ἑτέρα δὲ ἐκ τοῦ βουλευτηρίου χρυσῆ, καὶ ἑτέρα 
αὖ ἐφ᾽ ἄρματος πομπικοῦ ἤγετο. καὶ μετὰ ταύτας αἵ τε 
τῶν προπατόρων αὐτοῦ καὶ αἵ τῶν ἄλλων συγγενῶν 
τῶν τεϑνηκχότων, πλὴν τῆς τοῦ Καίσαρος ὅτι ἐς τοὺς 
ἥρωας ἐσεγέγραπτο. αἵ τε τῶν ἄλλων Ῥωμαίων τῶν 
καὶ καϑ' ὅ,τι πρωτευσάντων, ἀπ᾽ αὐτοῦ τοῦ Ῥω- 
μύλου ἀρξάμεναι, ἐφέροντο. καί τις καὶ τοῦ Πομ- 


Καισάρειος ἀνέγνω ὡς μὴ πρέπον βουλευτῇ τοιοῦτόν τι ἀνα- 
λέγεσϑαι. κατελέλειπτο δὲ ἐν αὐταῖς τὰ μὲν δύο μέρη τοῦ κλή- 
ρου τῷ Τιβερίῳ, τὸ δὲ λοιπὸν τῇ Λιουία, ὥς τινες λέγουσιν" 
ἵνα γάρ τι καὶ ἐκείνη τῆς οὐσίας αὐτοῦ ἀπόνηται, παρὰ 
τῆς βουλῆς ἠτήσατο τοσοῦτον αὐτῇ καὶ παρὰ τὸν νόμον κα- 
ταλιπεῖν δυνηϑῆναι. κληρονόμοι μὲν δὴ οὗτοι ἐγεγράφατο᾽" 
κτήματα δὲ καὶ χρήματα πολλὰ πολλοῖς καὶ τῶν προσηκὸν- 
των οἵ καὶ τῶν ἀλλοτρίων, οὐχ ὕπως βουλευταῖς καὶ [ππεῦ- 
σιν ἀλλὰ καὶ βασιλεῦσι, τῷ τε δήμῳ χιλίας μυριάδας, καὶ 
τοῖς στρατιώταις τοῖς μὲν δορυφόροις κατὰ πεντήκοντα καὶ 
διακοσίας δραχμάς, τοῖς δ᾽ ἀστικοῖς τὴν ἡμίσειαν, τῷ τε 
λοιπῷ τῷ πολιτικῷ πλήϑει πέντε καὶ ἑβδομήκοντα δοϑῆναι 
ἐκέλευσε. καὶ προσέτι καὶ τοῖς παισὶν ὧν μικρῶν ἔτι ὄντων 
τοὺς πατέρας τῶν οὐσιῶν ἐκεκληρονομήκει, προσέταξε πάντα 
μετὰ τῶν προσόδων, ἐπειδὰν ἀνδρωθῶσιν, ἀποδοϑῆναι. ὅπερ 
που καὶ ξῶν ἐποίει" εἰ γάρ τινὰ τέκνα ἔχοντα διεδέξατο, 
τοῖς παισὶν αὐτοῦ πάντως, εἰ μὲν ἤδη τότε τέλειοι ἦσαν, 
εὐθύς, εἰ δὲ μή, μετὰ τοῦτο πάντα ἀπεδίδου. τοιοῦτος 
μέντοι περὶ τοὺς ἀλλοτρίους παῖδας ὧν τὴν ϑυγατέρα οὔτε 
κατήγαγε, καίπερ καὶ δωρεῶν ἀξιώσας, καὶ ταφῆναι ἐν τῷ 
αὑτοῦ μνημείῳ ἀπηγόρευσε. τοσαῦτα μὲν αἷ διαϑῆκαι ἐδή- 
λουν, ἐσεκομίσϑη δὲ καὶ βιβλία τέσσαρα" καὶ αὐτὰ ὁ. “ροῦ- 
σος ἀνέγνω. (Ρίατα πἷος δάᾶϊ! Ζομδαγαβ Ρ. 429, 30.) ἐγέγραπτο 
δὲ ἐν μὲν τῷ πρώτῳ ὅσα τῆς ταφῆς εἴχετο, ἐν δὲ τῷ δευ- 
τέρῳ τὰ ἔργα ἃ ἔπραξε πάντα, ἃ καὶ ἐς χαλκᾶς στήλας 
πρὸς τῷ ἡρώῳ αὐτοῦ σταϑείσας ἀναγραφῆναι ἐκέλευσε, 
τὸ τρίτον τά τε τῶν στρατιωτῶν καὶ τὰ τῶν προσόδων τῶν 
τε ἀναλωμάτων τῶν δημοσίων, τὸ τε πλῆϑος τῶν ἐν τοῖς 
ϑησαυροῖς χρημάτων, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς τὴν 


94 


39 


4 


80 


ὧφ 


σι 


94 


ἐφΘ 


Δ} .1ν1. ΘΑΕΒΑᾺΚ ΟΥὙΤΑΥΙΑΝΌΞΒ. 8. Ὁ, 14, 


πηίου τοῦ μεγάλου εἰκὼν ὥφϑη, τά τε ἔϑνη πάνϑ᾽ 
ὅσα προσεκτήσατο, ἐπιχωρίως σφίσιν ὡς ἕκαστα ἀπῃ- 
κασμένα ἐπέμφϑη. κἀκ τούτου καὶ τὰ ἄλλα αὐτοῖς, 
ὅσα ἐν τοῖς ἄνω λόγοις εἴρηται, ἐφέσπετο. προτε- 
ϑείσης δὲ τῆς κλίνης ἐπὶ τοῦ δημηγορικοῦ βήματος, 
ἀπὸ μὲν ἐκείνου ὁ “Ιφοῦσός τι ἀνέγνω, ἀπὸ δὲ τῶν 
ἑτέρων ἐμβόλων τῶν Ἰουλιείων ὁ Τιβέριος δημόσιον 
δή τινα κατὰ δόγμα λόγον ἐπ᾽ αὐτῷ τοιόνδε ἐπε- 
λέξατο.. 

“ὅσα μὲν ἰδία καὶ παρὰ τῶν συγγενῶν ἐπὶ τῶ 
ϑείῳ ἐκείνῳ Αὐγούστῳ λεχϑῆναι ἔδει, Δροῦσος 
εἴρηκεν ἐπειδὴ δὲ καὶ δημοσίας τρόπον τινὰ φωνῆς 
ἡ γερουσία καλῶς ποιοῦσα ἠξίωσεν αὐτόν. οἶδα μὲν 


ἡγεμονίαν φέροντα ἦν, εἶχε, καὶ τὸ τέταρτον ἐντολὰς καὶ 
ἐπισκήψεις τῷ Τιβερίῳ καὶ τὼ κοινῶ, ἄλλας τε καὶ ὅπως 
μήτ᾽ ἀπελευϑερῶσι πολλούς, ἕνα μὴ παντοδαποῦ ὄχλου τὴν 
πόλιν πληρώσωσι, μήτ᾽ αὖ ἐς τὴν πολιτείαν συχνοὺς ἐσγρά- 
φωσιν, ἵνα πολὺ τὸ διάφορον αὐτοῖς πρὸς τοὺς ὑπηκόους 
ἢ. τά τε κοινὰ πᾶσι τοῖς δυναμένοις καὶ εἰδέναι καὶ πράτ- 
τειν ἐπιτρέπειν, καὶ ἐς μηδένα ἀναρτᾶν αὐτὰ παρήνεσε 
σφίσιν, ὅπως μήτε τυραννίδος τις ἐπιϑυμήσῃ, μήτ᾽ αὖ πταί- 
σαντος ἐκείνου τὸ δημόσιον σφαλῇ. γνώμην τε αὐτοῖς ἔδωκε 
τοῖς τε παροῦσιν ἀρκεσϑῆναι καὶ μηδαμῶς ἐπὶ πλεῖον τὴν 
ἀρχὴν ἐπαυξῆσαι ἐϑελῆσαι' δυσφύλακτόν τε γὰρ αὐτὴν 
ἔσεσϑαι, καὶ κινδυνεύσειν ἐκ τούτου καὶ τὰ ὄντα ἀπολέσαι 
ἔφη. τοῦτο γὰρ καὶ αὐτὸς ὄντως ἀεί ποτὲ οὐ λόγῳ μόνον 
ἀλλὰ καὶ ἔργῳ ἐτήρησε᾽ παρὸν γοῦν αὐτῷ πολλὰ ἐκ τοῦ 
βαρβαρικοῦ προσκτήσασϑαι οὐκ ἠϑέλησε: 

ταῦτα μὲν αἵ ἐντολαὶ εἶχον, μετὰ δὲ τοῦτο ἡ ἐκφορὰ 
αὐτοῦ ἐγένετο. κλίνη ἦν ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ 
πεποιημένη καὶ στρώμασιν ἁλουργοὶς διαχρύσοις κεκοσμη- 
μένη" καὶ ἐν αὐτῇ τὸ μὲν σῶμα κάτω που ἐν ϑήκηῃ συνε- 
κέκρυπτο, εἰκὼν δὲ δή τις αὐτοῦ κηρίνη ἐν ἐπινικίῳ στολῇ 
ἐξεφαίνετο. καὶ αὕτη μὲν ἐκ τοῦ παλατίου πρὸς τῶν ἐς 
νέωτα ἀρχόντων. 


ἃ. Ὁ, 14. μι]. ΘΟΑΕΒΑΒ ΟΟΤΑΥΙΑΝΌΚΒ. 228 


προσήκοντα ἐμαυτῷ τὸν λόγον τόνδε ἐπιτραπείς, τίς 
γὰρ ἂν δικαιότερον ἐμοῦ τοῦ καὶ παιδὸς αὐτοῦ καὶ 
διαδόχου τὸν ἐπ᾽ αὐτῷ ἔπαινον ἐνεχειρίσϑη; οὐ μέν- 
τοι καὶ ϑαρρεῖν ἔχω ὡς οὐ πολὺ καταδεέστερος καὶ 
τῆς ὑμετέρας περὶ αὐτοῦ βουλήσεως καὶ τῆς ἐκείνου 
ἀξιώσεως ὦν. ἀλλ᾽ εἰ μὲν ἐν ἀλλοτρίοις τισὶ λέξειν 
ἔμελλον, σφόδρα ἂν ἐφοβούμην μὴ τῷ ἐμῷ λόγῳ 
προσέχοντες τοιαῦτα καὶ τὰ ἔργα αὐτοῦ νομίσωσιν 
εἶναι" νῦν δὲ δὴ παραμυϑεῖταί μὲ ὅτι παρ᾽ ὑμῖν 
τοῖς πάντα τε αὐτὰ ἀκριβῶς εἰδόσι καὶ πάντων αὖὐ- 
τῶν πεπειραμένοις, καὶ διὰ ταῦτα καὶ τῶν ἐπαίνων 
τῶνδε αὐτὸν ἠξιωκόσι, τοὺς λόγους ποιήσομαι. οὐ 
γὰρ ἐξ ὧν ἂν ἐγὼ εἴπω καὶ τὴν ἐκείνου ἀρετὴν κρι- 
νεῖτε, ἀλλ᾽ ἐξ ὧν αὐτοὶ σύνιστε καὶ τοῖς ἐμοῖς λόγοις 
βοηϑήσετε, ἀναπληροῦντες τὸ ἐλλεῖπον τῇ μνήμῃ 
τῶν γεγονότων, ὥστε κοινὸν κἀν τούτῳ παρὰ πᾶν- 
τῶν τὸν ἔπαινον γενέσϑαι, ἐμοῦ τε ὥσπερ ἐν χορῷ 
τινὶ τὰ κεφάλαια ἀποσημαίνοντος, καὶ ὑμῶν τὰ λοιπὰ 
συνεπηχούντων. οὐ γὰρ δὴ καὶ ἐκεῖνο δέδοικα μὴ 
ἤτοι ἐμοῦ ἀσϑένειαν τινα καταγνώτε, ὅτι μὴ δύναμαι 
τῆς ἐπιϑυμίας ὑμῶν τυχεῖν, ἢ αὐτοὶ τῷ ὑπερβάλλοντι 
ὑμᾶς τῆς ἀρετῆς αὐτοῦ φϑονήσητε. τίς γὰρ οὐκ 
ἐπίσταται τοῦϑ᾽ ὅτι οὔτ᾽ ἂν πάντες ἄνϑρωποι συνελ- 
ϑόντες ἀξίους αὐτοῦ ἐπαίνους εἴποιεν, καὶ πάντες 
ἐθελονταὶ τῶν νικητηρίων αὐτῷ παραχωρεῖτε, οὐχ 
ὅτι οὐδεὶς ἃ ἂν ὑμῶν ἐξισωϑείη οἱ φϑονοῦντες, ἀλλὰ 
καὶ αὐτῷ ,τῷ ὑπερέχοντι αὐτοῦ ἀγαλλόμενοι. ὅσῳ 
γὰρ ἂν οὗτος μείζων ὑμῶν φανῇ; τοσούτῳ «ἐμείξονα 
ὑμεῖς δὐηργετῆσϑαι δόξετε, ὥστε μὴ ἀφ᾽ ὧν ἐλατ- 
τοῦσϑε αὐτοῦ βασκανίαν ὑμῖν, ἀλλ᾽ ἀφ᾽ ὧν δὺ 
πεπόνϑατε ὑπ᾽ αὐτοῦ σεμνότητα ἐγγενέσθαι. 
ἄρξομαι δὲ ἐντεῦϑεν ὅϑενπερ καὶ ἐκεῖνος τὰ 


2 


Ὡ 


ωι. 


ἐφ 


ω 


σι 


91 


224 μων}. ΟΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΣ. ἃ, Ο,114, 


κοινὰ πράττειν ἤρξατο, τοῦτ᾽ ἔστιν ἀπὸ τῆς πρώτης 
ἡλικίας αὐτοῦ. καὶ γὰρ τοῦτο ἕν τῶν μεγίστων τοῦ 
Αὐγούστου ἔργων ἐστὶν ὅτι ἄρτι ἔκ τε τῶν παίδων 
ἐξεληλυϑὼς καὶ μειρακιοῦσϑαι ἀρχόμενος τὸν μὲν 
ἄλλον χρόνον, καϑ' ὃν καλῶς τὰ δημόσια πρὸς τοῦ 
ἡμιϑέου ἐκείνου Καίσαρος διῳκεῖτο, παιδείᾳ προσ- 
εἴχεν, ἐπεὶ δὲ ἐπιβουλευϑέντος αὐτοῦ πάντα τὰ 
κοινὰ ἐταράχϑη, τῷ τε πατρὶ ἅμα ἱκανῶς ἐτιμώρησε 
καὶ ὑμῖν ἀναγκαίως ἐπεχούρησε, μήτε τὸ πλῆϑος 
τῶν ἐχϑρῶν φοβηϑεὶς μἥτε τὸ μέγεϑος τῶν πραγμά- 
τῶν δείσας μήτε τὴν ὀλιγοετίαν τὴν ἑαυτοῦ ὀκνήσας. 
καίτοι τέτοιοῦτον ἢ 4λέξανδρος ὁ Μακεδὼν ἢ Ῥωμύλος 
ὁ ἡμέτερος. οἵπερ που μάλιστα νεαροὶ ὄντες ἐλλόγι- 
μόν τι ποιῆσαι δοκοῦσιν, ἔπραξαν; ἀλλὰ τούτους μὲν 
ἐάσω. ἵνα μὴ καὶ ἐξ αὐτοῦ τοῦ παραβάλλειν οἱ καὶ 
παραδεικνύναι σφᾶς, καὶ ταῦτα ἐν ὑ ὑμῖν μηδὲν ἧττον 
ἐμοῦ αὐτοὺς εἰδόσι, σμικροτέραν. τὴν τοῦ Αὐγούστου 
ἀρετὴν ποιεῖν νομισϑῶ᾽ πρὸς μόνον δὲ δὴ τὸν Ἥρα- 
κλέα καὶ τὰ ἐκείνου ἔργα παραϑεωρώῶν αὐτὸν ὀρϑῶς 
μὲν ἂν κατ᾽ αὐτὸ τοῦτο ποιεῖν δόξαιμι. τοσοῦτον δ᾽ 
ἂν τῆς προαιρέσεως διαμάρτοιμι ὅσον ἐκεῖνος μὲν ἔν 
τε παισὶν ὄφεις καὶ ἐν ἀνδράσιν ἔλαφόν τέ τινα καὶ 
κάπρον καὶ νὴ Ζ΄ία καὶ λέοντα ἄκων καὶ ἐξ ἐπιτάξεως 
ἀπέχτεινεν, οὗτος δὲ οὐκ ἐν ϑηρίοις ἀλλ᾽ ἐν ἀνδρά- 
σιν, ἐθελοντὴς καὶ πολεμῶν καὶ νομοϑετῶν, τὸ τὲ 
κοινὸν ἀχριβῶς ἔσωσε καὶ αὐτὸς ἐλαμπρύνϑη. τοι- 
γάρτοι διὰ ταῦτα καὶ στρατηγὸν αὐτὸν εἴλεσϑε καὶ 
ὕπατον ἐδείξατε ἐκεῖνο τῆς ἡλικίας ἔχοντα ἐν ᾧ μηδὲ 
στρατεύεσϑαί τινες ἐθέλουσιν. 

αὕτη μὲν δὴ καὶ Αὐγούστῳ τοῦ πολιτικοῦ βίου 
ἀρχὴ καὶ ἐμοὶ τοῦ περὶ αὐτοῦ λόγου γέγονε᾽ μετὰ 


ἃ. Ο 14. . ΕΥὦἑῚ. ΘΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΤΙΒ. 22ὅ 


δὲ δὴ τοῦτο ὁρῶν τὸ μὲν πλεῖστον καὶ κράτιστον καὶ 
τοῦ δήμου καὶ τῆς βουλῆς ἑαυτῷ συμφρονοῦν,, στα- 
σιωτείαις δέ τισι τόν τε “έπιδον καὶ τὸν ᾿ἀντώνιον 
τόν τε Σέξτον καὶ τὸν Βροῦτον τόν τε Κάσσιον χρω- 
μένους, καὶ φοβηϑεὶς μὴ πολλοῖς ἅμα πολέμοις. καὶ 
τούτοις ἐμφυλίοις, ἡ πόλις συνενεχϑεῖσα καὶ διασπα- 
σϑῇ καὶ ἐκτρυχωϑῇ ὥστε μηδένα ἔτι τρόπον ἀνενεγ- 
κεῖν δυνηϑῆναι. φρονιμώτατα καὶ δημωφελέστατα 
αὐτοὺς διέϑηκε᾽ τούς τε γὰρ ἰσχύοντας καὶ αὐτῷ 
τῷ ἄστει ἐπικειμένους προσλαβὼν κατεπολέμησε μετ᾽ 
αὐτῶν τοὺς ἑτέρους. καὶ τούτων ὑπεξαιρεϑέντων 
αὖϑις αὖ καὶ ἀπ᾽’ ἐκείνων ἠλευθέρωσεν ἡμᾶς. ἐλό- 
μένος μὲν ὀλίγους τινὰς καὶ ἄκων σφίσι προέσϑαι 
ὥστε τοὺς πλείους διασῶσαι, ἑλόμενος δὲ καϑ᾽ ἔκά- 
στους αὐτοῖς ἐπιτηδείως πῶς προσενεχϑῆναι ὥστε 
μὴ πᾶσιν ἅμα πολεμῆσαι. ἐξ ὧν ἐκεῖνος μὲν οὐδὲν 
ἰδίᾳ ἐκέρδανεν, ἡμᾶς δὲ δὴ πάντας περιφανῶς ὠφέ- 
λησε. καὶ τὰ μὲν κατὰ τοὺς πολέμους τούς τε ἐμφυ- 
λίους καὶ τοὺς ὀϑνείους ἔργα αὐτοῦ τί ἂν τις μακρη- 
γοροίη, ἄλλως τε καὶ διότι τὰ μὲν ὥφελε μηδ᾽ ἀρχὴν 
γεγονέναι, τὰ δὲ ἐκ τῶν ἐπικτηϑέντων πολὺ ἐναργε- 
στέραν τὴν ὠφέλειαν παντὸς λόγου παρέχεται. καὶ 
προσέτι καὶ τῆς τύχης τὸ πλεῖστον ὄντα, καὶ μετὰ 
πολλῶν μὲν πολιτῶν πολλῶν δὲ καὶ συμμάχων κα- 
τορϑωϑέντα, καὶ κοινὴν πρὸς ἐκείνους τὴν αἰτέαν 
αὐτῷ ἔχει, καὶ τάχα ἂν καὶ ἑτέρων τινῶν πράξεσι 
παραβληϑείη. ταῦτα μὲν οὖν παραλείψω᾽ καὶ γάρ 
που πολλαχῇ αὐτὰ καὶ γεγραμμένα καὶ τετυπωμένα 
καὶ ὁρᾶν καὶ ἀναγιγνώσκειν δύνασϑε᾽ ἃ δὲ δὴ μά- 
λιστα αὐτοῦ τε τοῦ Αὐγούστου ἔργα ἐστί. καὶ μήτ᾽ 
ἄλλῳ τινὶ ἀνθρώπων πέπρακται, καὶ τὴν πόλιν 
ἡμῶν οὐ μόνον ἐκ πολλῶν καὶ παντοδαπῶν κινδύ- 
ὍὯΙΟ ΟΑΒΒΙῦΒ, 111: 15 


φρ 


νῶν 


[- 


1 


98 


ἐϑ 


Φ 


9226 1. ΧΥἹ. ΘἈΑΕΒᾺΒ ΟΟΤΑΥΙΑΝΌΞ. ἃ. Ο. 14. 


νῶν περιπεποίηκεν ἀλλὰ καὶ εὐπορωτέραν καὶ δυνα- 
τωτέραν ἐξείργασται, ταὐτ᾽ ἐρῶ μόνα ἐκείνῳ τε γὰρ 
εὔκλειαν ἐξαίρετον λεχϑέντα οἴσει, καὶ ὑμῶν τοῖς 
μὲν πρεσβυτέροις ἡδονὴν ἄμεμπτον ποιήσει, τοῖς δὲ 
νεωτέροις διδασκαλίαν ἀκριβῆ τοῦ τε τρόπου καὶ τῆς 
καταστάσεως τῆς πολιτείας παρέξει. 

ὁ τοίνυν Αὔγουστος οὗτος, ὃν δι᾿ αὐτὰ ταῦτα 
καὶ τῆς ἐπωνυμίας ταύτης ἠξιώσατε, ἐπειδὴ τάχιστα 
τῶν ἐμφυλίων πολέμων ἀπηλλάγη καὶ πράξας καὶ 
παϑὼν οὐχ ὅσα αὐτὸς ἤϑελεν ἀλλ᾽ ὅσα τῷ δαιμονίῳ 
ἔδοξε, πρῶτον μὲν τοὺς πλείους τῶν ἀντιστάντων 
οὗ καὶ περιγενομένων ἐκ τῶν παρατάξεων ἔσωσεν, 
ἐν μηδενὶ τὸν Σύλλαν μιμησάμενος τὸν εὐτυχὴ ὀνο- 
μαξόμενον. καὶ ἵνα μὴ πάντας αὐτοὺς καταλέγω, τίς 
οὐκ οἷδε τὸν Σόσιον, τίς τὸν Σκαῦρον τὸν ἀδελφὸν 
τοῦ Σέξτου, τίς τὸν “έπιδον αὐτόν. ὃς καὶ ἐπεβέω 
τοσοῦτον τῇ ἥττῃ χρόνον καὶ ἀρχιέρεως διὰ παντὸς 
αὐτοῦ ὧν διετέλεσεμ; ἔπειτα δὲ τοὺς συνεξετασϑέν- 
τας οἱ πολλαῖς καὶ μεγάλαις δωρεαῖς τιμήσας οὔὐϑ᾽ 
ὑπερήφανόν τι πράττειν οὔϑ᾽ ὑβρίζειν εἴασεν. ἀλλ᾽ 
ἴστε γὰρ ἀκριβῶς καὶ ἐν τούτῳ τούς τε ἄλλους καὶ 
τὸν Μαικήναν καὶ τὸν ᾿Αγρίππαν, ὥστε μὲ μηδὲν 
μηδὲ τούτους ἐξαριϑμήσασϑαι δεῖσθαι. δύο μὲν δὴ 
ταῦτ᾽ ἔσχεν οἷα ἐν οὐδενὶ ἄλλῳ ἕνὶ ἐγένετο. ἤδη 
γὰρ οἶδ᾽ ὅτι καὶ ἐχϑρῶν τινες ἐφείσαντο καὶ ἕτεροι 
τοῖς ἑταίροις ἀσελγαίνειν οὐκ ἐπέτρεψαν᾽ ἀλλὰ ἀμ- 
φότερα τῷ αὐτῷ ἅμα διὰ πάντων ὁμοίως οὐκ ἔστιν 
ὅτῳ ποτὲ ἄλλῳ ὑπῆρξε. τεχμήριον δέ, Σύλλας μὲν 
καὶ Μάριος καὶ τοὺς παῖδας τῶν ἀντιπολεμησάντων 
σφίσιν ἤχϑηραν᾽ τέ γὰρ δεῖ τῶν ἄλλων ἀνδρῶν τῶν 
μικροτέρων μνημονεύειν; Πομπήιος ὃὲ καὶ Καῖσαρ 


τούτου μὲν ἀπέσχοντο ὥς γε ἐπίπαν εἰπεῖν. τοῖς δὲ 


ἃ. Ὁ, 14. «1001. ΟΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΆΝΌΝ, 221 


δὴ φίλοις οὐκ ὀλίγα παρὰ τὰ ἑαυτῶν ἤϑη ποιεῖν 
ἐφῆκαν. ἀλλ᾽ οὗτος οὕτως ἑκάτερον αὐτῶν ἔμιξε καὶ 
ἐκέρασεν ὥστε τοῖς τε ἐναντιωθεῖσίν οἱ νέκην τὴν 
ἧτταν ἀποφῆναι καὶ τοῖς συναγωνισαμένοις εὐτυχῆ 
τὴν ἀρετὴν ἀποδεῖξαι. 

ποιήσας δὲ ταῦτα, καὶ τὸ μὲν στασιωτικὸν πᾶν 
τὸ περιλειφϑὲν φιλανθρωπίᾳ καταστήσας, τὸ δὲ στρα- 
τιωτικὸν τὸ κρατῆσαν εὐεργεσία μετριάσας, καὶ δυ- 
νηϑεὶς ἂν ἐκ τούτων καὶ ἐκ τῶν ὅπλων τῶν τε χρη- 
μάτων μόνος ἀναμφιλόγως κύριος ἁπάντων, ὧν γε 
καὶ ὑπ᾽ αὐτῶν τῶν πραγμάτων ἐγεγόνει. εἶναι, οὐκ 
ἠϑέλησεν, ἀλλ᾽ ὥσπερ τις ἰατρὸς ἀγαϑὸς σῶμα νενο- 
σηκὸς παραλαβὼν καὶ ἐξιασάμενος, ἀπέδωκε πάντα 
ὑμῖν ὑγιὰ ποιήσας. καίτοι τοῦτο ἡλίκον ἐστὶ μάλιστα 
ἂν ἐξ ἐκείνου τεχμήραισϑε ὅτι καὶ τὸν Πομπήιον καὶ 
τὸν Μέτελλον τὸν τότε ἀνθήσαντα ἐπήνεσαν οἵ πα- 
τέρες ἡμῶν, ἐπειδὴ τὰς δυνάμεις μεϑ᾽ ὧν ἐπολέμη- 
σαν ἐθελονταὶ διαφῆκαν. εἰ γὰρ ἐκεῖνοι μικράν τινα 
ἰσχὺν καὶ ταύτην πρόσκαιρον ἔχοντες, καὶ προσέτι 
καὶ ἀντιπάλους τοὺς οὐκ ἐπιτρέψοντάς σφισιν ἄλλο 
τι ποιῆσαι κεχτημένοι, τοῦτό τε ἔπραξαν καὶ ἐπ᾽ 
αὐτῷ ἔπαινον ἔσχον, ποῦ δὴ δύναιτ᾽ ἂν τις τῆς 
Αὐγούστου μεγαλοφροσύνης ἐφικέσϑαι; ῦστις πάσας 
μὲν τὰς δυνάμεις ὑμῶν τηλικαύτας οὔσας ἔχων, πάν- 
τῶν δὲ τῶν χρημάτων πλείστων ὄντων κρατῶν; καὶ 
μήτε φοβούμενός τινα μήϑ᾽ ὑποπτεύων, ἀλλ᾽ ἐξὸν 
αὐτῷ πάντων συνεπαινούντων μόνῳ ἄρχειν, οὐκ 
ἠξίωσεν, ἀλλὰ καὶ τὰ ὅπλα καὶ τὰ ἔϑνη καὶ τὰ χρή- 
ματα ἐς τὸ μέσον ὑμῖν κατέϑηκεν ; ὅϑενπερ καὶ ὑμεῖς, 
χαλῶς ποιοῦντες καὶ ὀρϑῶς φρονοῦντες, οὐκ ἠνέσ- 
χεσϑε οὐδὲ ἐπετρέψατε αὐτῷ ἰδιωτεῦσαι. ἀλλ᾽ ἅτε 
εὖ εἰδότες ὅτι δημοκρατία μὲν οὔποτ᾽ ἂν τηλικούτοις 

18 ἢ 


νὰ 


39 


εὖ 


" 


σι 


228 Π. Δ.1. ΘΑΕΒΑΚ ΟΥΤΑΥΙΑΝΌΝ, ἃ. Ὁ, 14. 


πράγμασιν ἁρμόσειε, προστασία δὲ ἑνὸς ἀνδρὸς μά- 
λιστ᾽ ἂν αὐτὰ σώσειε, οὔτε λόγῳ μὲν ἐπανελϑεῖν ἐς 
τὴν αὐτονομίαν ἔργῳ δὲ ἐς τοὺς στασιασμοὺς ἠϑε- 


6 λήσατε. καὶ ἐκεῖνον, ὃν αὐτοῖς τοῖς ἔργοις ἐδεδοκι- 


40 


εὖ 


ἀψὺ 


ῥα. 


μάχειτε, προκρίναντες ἠναγκάσατε χρόνον γέ τινὰ 
ὑμῶν προστῆναι. ἐξ οὗ δὴ πολὺ μᾶλλον αὐτοῦ πει- 
ραϑέντες, καὶ δεύτερον αὖϑες καὶ τρίτον τέταρτόν 
τε καὶ πέμπτον ἐξεβιάσασϑε αὐτὸν ἐν τῇ τῶν κοινῶν 
διαχειρίσει ἐμμεῖναι. καὶ μάλα εἰκότως τίς μὲν γὰρ 
οὐκ ἂν ἕλοιτο ἀπραγμόνως σώξεσϑαι καὶ ἀκινδύνως 
εὐδαιμονεῖν, καὶ τῶν μὲν ἀγαϑῶν τῶν τῆς πολιτξίας 
ἀφϑόνως ἀπολαύειν. ταῖς δὲ δὴ φροντίσι ταῖς ὑπὲρ 
αὐτῆς μὴ συνεῖναι: τίς δ᾽ ἂν ἄμεινον τοῦ “Αὐγούστου 
τῆς ἰδίας οἰκίας μόνης, μήτι 7ε καὶ ἄλλων ἀνθρώπων 
τοσούτων, ἦρξεν; ὅστις τὰ μὲν ἐπίπονα καὶ πολέμια 
ἔϑνη αὐτὸς καὶ φρουρήσειν καὶ σώσειν ὑπεδέξατο, 
τὰ δ᾽ ἄλλα τὰ εἰρηναῖα καὶ ἀκίνδυνα ὑμῖν ἀπέδωκε, 
στρατιώτας τε τοσούτους ἀϑανάτους πρὸς τὸ προπο- 
λεμεῖν ὑμῶν τρέφων οὐδενὶ τῶν σφετέρων λυπηροὺς 
αὐτοὺς ἐποίησεν. ἀλλ᾽ ἐπὶ μὲν τὸ ὀϑνεῖον φύλακας 
φοβερωτάτους, πρὸς δὲ τὸ οἰκεῖον ἀόπλους ἀπολέμους 
εἶναι παρεσκεύασε. καὶ μέντοι καὶ τῶν βουλευτῶν 
οὔτε ἐν ταῖς ἡγεμονίαις τὴν τοῦ κλήρου τύχην ἀφεί- 
λετο, ἀλλὰ καὶ τὰ ἀϑλά σφισι τῆς ἀρετῆς προσπα- 
ρέσχεν, οὔτε ἐν ταῖς διαγνώμαις τὴν ἐξουσίαν τῆς 
διαψηφίσεως κατέλυσεν, ἀλλὰ καὶ τὴν ἀσφάλειαν. τῆς 
παρρησίας προσέϑηκεν. ἔκ τε τοῦ δήμου τὸ δύσκρι- 
τον ἐν ταῖς διαγνώσεσιν ἐς τὴν τῶν δικαστηρίων 
ἀκρίβειαν μεταστήσας, τό τε ἀξίωμα τῶν ἀρχαιρεσιῶν 
αὐτῷ ἐτήρησε, κἀν ταύταις τὸ φιλότιμον ἀντὶ τοῦ 
φιλονείκου σφᾶς ἐξεπαίδευσε, κἀκ τῶν σπουδαρχιῶν 
αὐτῶν τὸ πλεονεχτικὸν ἐκκόψας τὸ εὔδοξον αὐτοῖς 


ἃ. Ὁ, 14. 1. ΕΥ̓. ΘΑΕΒΑᾺ ΟΟΤΑΥΙΑΝΌΝ, 229 


ἀντέδωκε. τά τε ἑαυτοῦ χρήματα σωφρόνως ἐπαύ- 
ξων ἐς τὴν δημοσίαν χρείαν ἀνήλισκε, καὶ τῶν κου- 
νῶν ὡς ἰδίων κηδόμενος ὡς ἀλλοτρέων ἀπείχετο. 
καὶ πάντα μὲν τὰ ἔργα τὰ πεπονηκότα ἐπισκευάσας 
οὐδενὸς τῶν ποιησάντων αὐτὰ τὴν δόξαν ἀπεστέρη- 
ὅε᾽ πολλὰ δὲ καὶ ἐκ καινῆς, τὰ μὲν ἐπὶ τῷ ἑξαυτοῦ 
ὀνόματι τὰ δὲ καὶ ἐφ᾽ ἑτέρων, τὰ μὲν αὐτὸς κατε- 
σκεύασε τὰ δὲ ἐκείνοις οἰκοδομῆσαι ἐπέτρεψε, τὸ τῷ 
κοινῷ χρήσιμον διὰ πάντων ἰδών, ἀλλ᾽ οὐ τῆς ἐπ᾽ 
αὐτοῖς εὐκλείας ἰδία τισὶ φϑονήσας. τοῖς τε τῶν 
οἰκειοτάτων ὑβρίσμασιν ἀπαραιτήτως ἐπεξιὼν τὰ 
τῶν ἄλλων ἁμαρτήματα ἀνθρωπίνως μετεχειρέξετο. 


καὶ τοὺς μὲν ἀρετήν τινα ἔχοντας ἀφϑόνως εἴα οἵ 


παρισοῦσϑαι, τοὺς δ᾽ ἄλλως πως βιοῦντας οὐκ ἤλεγ- 
χεν. ἀλλὰ καὶ τῶν ἐπιβουλευσάντων αὐτῶ μόνους 
τοὺς μηδ᾽ ἂν ἑαυτοῖς λυσιτελούντως ξήσαντας ἐδι- 
καίωσε, τοὺς ὃὲ δὴ λοιποὺς οὕτω διέϑηκεν ὥστε 
παμπληϑῆ χρόνον μηδένα μήτ᾽ οὖν ἀληϑῆ μήτε ψευ- 
δὴ αἰτίαν ἐπιϑέσεως λαβεῖν. ϑαυμαστὸν μὲν γὰρ 
οὐδὲν εἰ καὶ ἐπεβουλεύϑη ποτέ οὐδὲ γὰρ οὐδ᾽ οἱ 
ϑεοὶ πᾶσιν ὁμοίως ἀρέσκουσιν᾽ ἡ δὲ δὴ τῶν καλῶς 
ἀρχόντων ἀρετὴ οὐκ ἐξ ὧν ἂν ἕτεροι κακουργήσωσιν, 
ἀλλ᾽ ἐξ ὧν ἂν αὐτοὶ εὖ ποιήσωσι φαίνεται. 

εἴρηκα, ὦ Κυιρῖται, τὰ μέγιστα καὶ ἐκπρεπέστατα, 
ὥς γε ἐν κεφαλαίοις διελθεῖν, ἐπεὶ ἄν γέ τις πάντα 
ἀκριβὼς καϑ'᾿ ἕκαστον ἀναριϑμήσασϑαι ἐθελήσῃ, 
παμπόλλων ἂν ἡμερῶν δεηϑείη. πρὸς δὲ καὶ εὖ οἷδ᾽ 
ὅτι παρ᾽ ἐμοῦ μὲν μόνα ταῦτα ἀκηκούτες ἔσεσϑε, παρ᾽ 
ἑαυτοῖς δὲ δὴ καὶ τἄλλα ἐξ αὐτῶν πάντα ἀναμνησϑή- 
σεσϑε, ὥστε τρόπον τινὰ καὶ ἐκεῖνα ἐμὲ δοκεῖν εἰρη- 
κέναι. οὐδὲ γὰρ ἄλλως κόμπου τινὸς ἐν ἑτέροις τοῖς 
περὶ αὐτοῦ λόγον οὔϑ᾽ ὑμεῖς τὴν ἀκρόασιν πεποέησϑε, 


φψι 


41 


ΓΑῚ 


κῶν 


σι 


290 1. 1}1. ΘΟΛΕΒΑΙ ΟΥΤΑΥΙΑΝΌΞΒ, ἃ, Ὁ, 14. 


ἀλλ᾽ ὅπως τὰ πεπραγμένα αὐτῷ πολλὰ καὶ ἀγαϑὰ 
ὄντα ἀειμνήστου παρὰ ταῖς ψυχαῖς ὑμῶν εὐκλείας 
τύχῃ. τίς μὲν γὰρ οὐκ ἂν τῶν βουλευτῶν αὐτοῦ 
μνημονεύσειεν, ὧν τὸ φαῦλον τὸ ἐκ τῶν στάσεων. 
ἐπιπολάσαν ἀλύπως ἀφελὼν τὸ λοιπὸν αὐτῷ τε τού- 
τῷ ἐσέμνυνε καὶ τῇ αὐξήσει τοῦ τιμήματος ἐμεγάλυνε 
τῇ τὲ δόσει τῶν χρημάτων ἐπλούτισεν" οἷς ἐξ ἴσου 
καὶ αὐτὸς τὴν. γνώμην ἐδίδου, καὶ μεϑ' ὧν συμμε- 
ϑίέστατο᾽ οἷς πάντα τὰ μέγιστα καὶ ἀναγκαιότατα 
ἀεί ποτε ἢ ἐν τῷ συνεδρίῳ ἢ καὶ οἴκοι διὰ τε τὴν 
ἡλικίαν καὶ διὰ τὴν ἀσϑένειαν τοῦ σώματος, παρα- 
λαμβάνων ἄλλοτε ἄλλους, ἐπεκοίνου. τίς δ᾽ οὐκ ἂν 
τῶν λοιπῶν Ῥωμαίων, οἷς ἔργα, χρήματα, ἀγῶνας, 
πανηγύρεις, ἄδειαν, ἀφϑονίαν τῶν ἐπιτηδείων, ἀσφά- 
λειαν οὐκ ἀπὸ τῶν πολεμίων οὐδ᾽ ἀπὸ τῶν. κακούρ- 
γῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐκ τοῦ δαιμονίου οὐχ 
ὅτε μεϑ᾽ ἡμέραν ἀλλὰ καὶ νύκτωρ συμπιπτόντων, 
παρεσκεύασε. τίς τῶν συμμάχων, οἷς ἀκίνδυνον 
τὴν ἐλευϑερίαν, οἷς ἀξήμιον τὴν συμμαχίαν ἐποίησε. 
τίς τῶν ὑπηκόων, ὧν οὐδεὶς οὔϑ᾽ ὑβρίσϑη ποτὲ οὔτε 
ἐπηρεάσϑη. πῶς δ᾽ ἂν τις ἐπιλάϑοιτο ἀνδρὸς ἐδία 
μὲν πένητος δημοσίᾳ δὲ πλουσίου. καὶ πρὸς ἑαυτὸν 
μὲν οἰκονομικοῦ πρὸς δὲ τοὺς ἄλλους ἀναλωτικοῦ 
γενομένου, καὶ αὐτοῦ μὲν πάντα ἀεὶ καὶ πόνον καὶ 
κίνδυνον ὑπὲρ ὑμῶν ὑπομείναντος, ὑμᾶς δὲ δὴ μηδ᾽ 
ὅσον προπέμψαι ποι αὐτὸν ἀπιόντα ἢ καὶ ἀπαντῆσαί 
οἱ ἐπανιόντι ταλαιπωρήσαντος, καὶ ἐν μὲν ταῖς ἕορ- 
ταῖς καὶ τὸν δῆμον οἴκαδε προσδεξαμένου, ἐν δὲ ταῖς 
ἄλλαις ἡμέραις καὶ τὴν γερουσίαν ἐν αὐτῷ τῷ βου- 
λευτηρέῳ ἀσπασαμένου; πῶς τοῦ τε πλήϑους καὶ τῆς 
ἀκριβείας ἅμα τῶν νόμων τῶν τοῖς μὲν ἀδικουμένοις 
αὔταρκες παραμύϑιον τοῖς δ᾽ ἀδικοῦσιν οὐκ ἀπάν- 


ἃ. Ὁ. 14. μι. ΨΥ. ΘΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΒ, 231 


ϑρῶπον τιμωρίαν ἐχόντων; πῶς τῶν γερῶν τῶν τοῖς 
γαμοῦσι καὶ τεκνοῦσι προκειμένων; πῶς τῶν ἄϑλων 
τῶν τοῖς στρατιώταις ἄνευ τινὸς ἑτέρου βλάβης δε- 
δομένων; τί δέ; τὸ τοῖς ἅπαξ ἀναγκαίως κτηϑεῖσιν 
ἀρκεσϑῆναι αὐτὸν καὶ μηδὲν ἕτερον προδκατεργά- 
σασϑαι ἐθολῆσαι, ἐξ οὗ πλειόνων ἂν δόξαντες ἄρχειν 
καὶ τὰ ὄντα ἀπωλέσαμεν, ἢ τὸ τοῖς μὲν πάνυ φίλοις 
καὶ συνησϑῆναι ἀεί ποτε αὐτὸν καὶ συλλυπηϑῆναι καὶ 
συμπαῖξαι καὶ συσπουδάσαι, πᾶσι δ᾽ ἁπλῶς τοῖς 
ὠφέλιμόν τι ἐπινοῆσαι δυνασϑεῖσι παρρησιάσασϑαι 
ἐπιτρέψαι, καὶ τοὺς μὲν ἀληϑιξομένους τινὰ ἐπαινέ- 
σαι. τοὺς δὲ κολακεύοντας μισῆσαι, καὶ πολλὰ μὲν 
καὶ ἐκ τῶν οἰκείων πολλοῖς χαρίσασϑαι, πάντα δὲ 
τὰ καταλειφϑέντα αὐτῷ ὑπό τινων παῖδας ἐχόντων 
αὐτοῖς ἐκείνοις ἀποδοῦναι, ποίᾳ ἂν ἐπιλησμοσύνῃ 
φϑαρείη; τοιγαροῦν διὰ ταῦτα εἰκότως καὶ προστά- 
την αὐτὸν καὶ πατέρα δημόσιον ἐποιήσασϑε, καὶ 
ἄλλοις τε πολλοῖς καὶ ὑπατείαις πλείσταις ἐπεγαυ- 
ρώσατε, καὶ τὸ τελευταῖον καὶ ἥρωα ἀπεδείξατε καὶ 
ἀθάνατον ἀπεφήνατε. οὔκουν οὐδὲ πενϑεῖν αὐτὸν 
ἡμῖν πρέπει, ἀλλὰ τὸ μὲν σῶμα αὐτοῦ τῇ φύσει ἤδη 
ἀποδοῦναι, τὴν δὲ ψυχὴν ὡς καὶ ϑεοῦ ἀεὶ ἀγάλλειν." 

Τιβέριος μὲν ταῦτα ἀνέγνω, μετὰ δὲ τοῦτο τὴν 
κλίνην οἵ αὐτοὶ οἵπερ καὶ πρότερον ἀράμενοι διὰ 
τῶν ἐπινικίων πυλῶν κατὰ τὰ τῇ βουλῇ δόξαντα 
διεχόμισαν. παρὴν δὲ καὶ συνεξέφερεν αὐτὸν ἤ τὲ 
γερουσία καὶ ἡ ἵππάς, αἴ τε γυναῖκες αὐτῶν καὶ τὸ 
δορυφορικόν, οἵ τε λοιποὶ πάντες ὡς εἰπεῖν οἷ ἐν τῇ 
πόλει τότεῦντες. ἐπεὶ δὲ ἐς τὴν πυρὰν τὴν ἐν τῷ ““ρείῳ 
πεδίῳ ἐνετέϑη, πρῶτοι μὲν οἵ ἱερεῖς πάντες περιῆλθον 
αὐτήν, ἔπειτα δὲ οἵ τε ἱππεῖς, οἵ τε ἐκ τοῦ τέλους καὶ 
οἱ ἄλλοι, καὶ τὸ ὁπλιτικὸν τὸ φρουρικὸν περιέδραμον, 


- 


42 


ἐῶ 


Γ 


48 


ἐφ 


φὡ 


κα 


252 ον. ΕΥ̓͂. ΘΑΕΒΑΚ ΟΟΤΑΥΙΑΝΌΣ, ἃ. Ὁ 14. 


πάντα τὰ νικητήρια, ὅσα τινὲς αὐτῶν ἐπ᾽ ἀριστεία 
ποτὲ παρ᾽ αὐτοῦ εἰλήφεσαν, ἐπιβάλλοντες αὐτῷ. 
κἀκ τούτου δᾷδας ἑκατόνταρχοι, ὥς που τῇ βουλῇ 
ἐδόκει. λαβόντες ὑφῆψαν αὐτήν᾽ καὶ ἡ μὲν ἀνη- 
λίσκετο, ἀετὸς δέ τις ἐξ αὐτῆς ἀφεϑεὶς ἀνίπτατο ὡς 
καὶ δὴ τὴν ψυχὴν αὐτοῦ ἐς τὸν οὐρανὸν ἀναφέρων. 
πραχϑέντων δὲ τούτων οἱ μὲν ἄλλοι ἀπηλλάγησαν, 
ἡ δὲ δὴ Λιουία κατὰ χώραν πέντε ἡμέραις μετὰ τῶν 
πρώτων ἱππέων μείνασα τά τε ὀστᾶ αὐτοῦ συνελέ- 
ξατο καὶ ἐς τὸ μνημεῖον κατέϑετο. 

τὸ δὲ δὴ πένϑος τὸ μὲν ἐκ τοῦ νόμον οἱ μὲν 
ἄνδρες οὐ πολλαῖς ἡμέραις αἵ δὲ γυναῖκες ἐνιαυτῷ 
ὅλῳ κατὰ ψήφισμα ἐποιήσαντο, τὸ δ᾽ ἀληϑὲς ἐν μὲν 
τῷ παραχρῆμα οὐ πολλοὶ ὕστερον δὲ πάντες ἔσχον. 
εὐπρόσοδός τε γὰρ πᾶσιν ὁμοέως ἦν, καὶ ἐς χρήματα 
πολλοῖς ἐπήρκει., τούς τὲ φίλους ἰσχυρῶς ἑτέμα, καὶ 
ταῖς παρρησίαις αὐτῶν ὑπερέχαιρε. τεκμήριον ὃὲ 
πρὸς τοῖς εἰρημένοις ὅτι τοῦ ᾿“ϑηνοδώρου ἐν δίφρῳ 
ποτὲ καταστέγῳ ἐς τὸ δωμάτιον αὐτοῦ ὡς καὶ γυναι- 
κός τινος ἐσκομισϑέντος,. καὶ ἐξ αὐτοῦ ξιφήρους 
ἐχπηδήσαντος, καὶ πφοσεπειπόντος “οὐ φοβῇ μή τίς 
ὅδε οὕτως ἐσελϑὼν ἀποκτείνῃ; Ἢ οὐχ ὅπως ὠργίσϑη, 
ἀλλὰ καὶ χάριν αὐτῷ ἔγνω. ταῦτά τε οὖν αὐτοῦ ἄνε- 
μιμνήσκοντο, καὶ ὅτι καὶ τοῖς λυπήσασί τι αὐτὸν οὐκ 
ἀκρατῶς ὠργίζετο, τήν τε πίστιν καὶ πρὸς τοὺς οὐκ 
ἀξίους αὐτῆς ἐτήρει" Κοροκότταν γοῦν τινα λῃστὴν 
ἐν Ἰβηρία ἀκμάσαντα τὸ μὲν πρῶτον οὕτω δι᾿ ὀργῆς 
ἔσχεν ὥστε τῷ ξωγρήσαντι αὐτὸν πέντε καὶ εἴκοσι 
μυριάδας ἐπικηρύξαι, ἔπειτ᾽ ἐπειδὴ ἑκών οἵ προσῆλ- 
ϑεν, οὔτε τι κακὸν εἰργάσατο καὶ προσέτι καὶ τῷ 
ἀργυρίῳ ἐκείνῳ ἐπλούτισε. διά τε οὖν ταῦτα, καὶ 
ὅτι τὴν μοναρχίαν τῇ δημοκρατίᾳ μίξας τό τε λεύ: 


ἃ. Ὁ. 14. ν.}1. ΟΛΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΝ, 299 


ϑερόν σφισιν ἐτήρησε καὶ τὸ κόσμιον τό τε ἀσφαλὲς 
προσπαρεσκεύασεν, ὥστ᾽ ἔξω μὲν τοῦ δημοχρατικοῦ 
ϑράσους ἔξω δὲ καὶ τῶν τυραννικῶν ὕβρεων ὄντας 
ἔν τε ἐλευϑερίᾳ σώφρονι καὶ ἐν μοναρχία ἀδεεῖ ξὴν, 
βασιλευομένους τε ἄνευ δουλείας καὶ δημοκρατου- 


μένους ἄνευ διχοστασίας. δεινῶς αὐτὸν ἐπόϑουν. εἰ 44 


γάρ τινὲς καὶ τῶν προτέρων τῶν ἐν τοῖς ἐμφυλίοις 
πολέμοις γενομένων ἐμνημόνευον, ἐκεῖνα μὲν τῇ τῶν 
πραγμάτων. ἀνάγκῃ ἀνετέϑεσαν, τὴν δὲ δὴ γνώμην 
αὐτοῦ ἐξ οὗ τὸ κράτος ἀναμφίλογον ἔσχεν ἐξετάξειν 
ἠξίουν᾽ πλεῖστον γὰρ δὴ τὸ διάφορον ὡς ἀληϑῶς 
παρέσχετο. καὶ τοῦτο μὲν καϑ᾽ ἕκαστον ἄν τις τῶν 
πραχϑέντων ἐπεξιὼν ἀκριβώσειε᾽ κεφάλαιον δὲ ἐφ᾽ 
ἅπασιν αὐτοῖς γράφω ὅτι τὸ τε στασιάξον πᾶν ἔπαυσε 
καὶ τὸ πολίτευμα πρός τε τὸ κράτιστον μετεκόσμησε 
καὶ ἰσχυρῶς ἐκράτυνεν. ὥστε εἰ καὶ βιαιότερόν τι, 
οἷα ἐν τοῖς παραλόγοις φιλεῖ συμβαίνειν, ἐπράχϑη, 
δικαιότερον ἄν τινα αὐτὰ τὰ “πράγματα ἢ ἢ ἐκεῖνον 
αἰτιάσασϑαι. οὐκ ἐλάχιστον δ᾽ οὖν αὐτῷ πρὸς εὐδοξίαν 
καὶ τὸ πολυχρόνιον τὴς ἡγεμονίας συνήρατο. τῶν 
μὲν γὰρ ἐκ τῆς δημυκρατίας ἀνδρῶν καὶ οἱ πλείους καὶ 
οὗ δυνατώτεροι ἀπωλώλεσαν᾽ οἵ δ᾽ ὕστεροι ἐκείνης μὲν 
οὐδὲν εἰδότες, τοῖς δὲ παροῦσι μόνοις ἢ καὶ μάλιστα 
ἐντραφέντες. οὐ μόνον οὐκ ἤχϑοντο αὐτοῖς ἅτε καὶ 
συνήϑεσιν οὖσιν, ἀλλὰ καὶ ἔχαιρον; καὶ βελτίω καὶ 
ἀδεέστερα αὐτὰ ὧν ἤκουον ὁρῶντες ὄντα. 

ταῦτα δὲ ἠπίσταντο μὲν καὶ ξώντος αὐτοῦ, ἐπὶ 
πλεῖον δὲ ὅμως μεταλλάξαντος ἔγνωσαν᾽ καὶ γὰρ 
φιλεῖ πως τὸ ἀνθρώπειον οὐχ οὕτω τι εὐπαϑοῦν τῆς 
εὐδαιμονίας αἰσϑάνεσϑαι ὡς δυστυχῆσαν ποϑεῖν αὐ- 
τήν. ὅπερ που καὶ τότε περὶ τὸν ἀὔγουστον συνέβη᾽ 
τοῦ γὰρ Τιβερίου μετ᾽ αὐτὸν οὐχ ὁμοίου πειραϑέντες 


40 


2 


ς-: 


46 


[δ 


Φὡ- 


μ» 


294 0101. ΘΑΕΒΑΚΝ ΟΟΤΑΥΙΑΝΌΝ, ἃ, Ὁ, 14, 


ἐκεῖνον ἐξήτουν. καὶ ἦν μὲν καὶ παραχρῆμα τὴν με- 
ταβολὴν τῆς καταστάσεως τοῖς -ἔμφροδι τεκμήρασϑαι" 
ὃ τὲ γὰρ ὕπατος ὁ Πομπήιος ἐξορμήσας ὡς καὶ τοῖς 
τὸ τοῦ “ὐγούστου σῶμα ἄγουσιν ἀπαντήσων τό τε 
σκέλος ἐπλήγη καὶ μετ᾽ αὐτοῦ φοράδην ἀνεκομίσϑη, 
καὶ βύας αὖϑις ὑπὲρ τοῦ συνεδρίου ἐν αὐτῇ τῇ 
πρώτῃ τῆς βουλῆς μετὰ τὸν ϑάνατον αὐτοῦ ἕδρᾳ 
ἱδρύϑη καὶ πολλὰ καὶ οὐκ αἴσια ἐπεφϑέγξατο. τοσού- 
τον δ᾽ οὖν τὸ σύμπαν ἀλλήλω διήνεγκαν ὥστε τινὰς 
καὶ ἐς τὸν Αὔγουστον ὑποπτεῦσαι ὅτι ἐξεπίτηδες τὸν 
Τιβέριον, καίπερ εὖ εἰδὼς ὁποῖος ἦν, διάδοχον ἀπέ- 
δειξεν, ἵνα αὐτὸς εὐδοξήσῃ. 

ταῦτα μὲν δὴ οὖν ὕστερον διαϑροεῖν ἤρξαντο, 
τότε δὲ ἀϑανατίσαντες αὐτόν, καὶ ϑιασώτας οἵ καὶ 
ἱερὰ ἱέρειάν τε τὴν ΜΛιουίαν. Ἰουλίαν τε καὶ “40Ὁ- 
γουσταν ἤδη καλουμένην, ἀπέδειξαν. καὶ οἱ μὲν καὶ 
ῥαβδούχῳ χρῆσθαι ἐν ταῖς ἱερουργίαις αὐτῇ ἐπέ- 
τρεψαν᾽ ἐκείνη δὲ δὴ Νουμερίῳ τινὶ ᾿Ἁττικῷ, βου- 
λευτῇ ἐστρατηγηκότι, πέντε καὶ εἴκοσι μυριάδας ἐχα- 
οσατο, ὅτι τὸν Αὔγουστον ἐς τὸν οὐρανόν, κατὰ τὰ 
περίτε τοῦ Πρόκλου καὶ περὶ τοῦ ἹΡωμύλου λεγόμενα, 
ἀνιόντα ἑορακέναι ὥμοσε. καὶ αὐτῷ ἔν τε τῇ Ῥώμῃ 
ἡρῷον ψηφισϑὲν μὲν ὑπὸ τῆς γερουσίας οἰκοδομηϑὲν 
δὲ ὑπό τὲ τῆς Πιουίας καὶ ὑπὸ τοῦ Τιβερίου ἐποιήϑη, 
καὶ ἄλλοϑι πολλαχόϑι τὰ μὲν ἑκόντων δὴ τῶν δήμων τὰ 
δὲ ἀκόντων οἰκοδομουμένων. καί οἵ καὶ ἡ ἐν τῇ Νώλῃ 
οἰκέα, ἐν ἡ μετήλλαξεν, ἐτεμενίσϑη. ἐν ᾧ δ᾽ οὖν τὸ ἐν 
τῇ Ῥώμῃ ἡρῷον ἐγίγνετο, εἰκόνα αὐτοῦ χρυσὴν ἐπὶ 
κλίνης ἐς τὸν τοῦ ΄ἄρεος ναὸν ἔϑεσαν, καὶ ἐκείνῃ πάντα 
ὅσα τῷ ἀγάλματι αὐτοῦ μετὰ τοῦτο χρήσεσϑαι ἔμελλον 
ἐνόμισαν. ταῦτά τε αὐτῷ ἐψηφίσϑη, καὶ ὅπως μήτ᾽ 
εἰκὼν αὐτοῦ ἐν ἐκφορᾷ τινος πομπεύῃ, καὶ τὰ γενέσια 


ἃ. Ο, 14. μιν. ΘΟΑΕΒΑᾺΒ ΟΟΤΑΥΙΑΝΌΞ. 280 


οἱ ὕπατοι ἐξ ἴσου τοῖς ᾿Αρείοις ἀγωνοθετώσι, τά τε 
ΑΑἀὐὐγουστάλια οἵ δήμαρχοι ὡς καὶ ἱεροπρεπεῖς ὄντες 
διατιϑῶσι. καὶ οἱ τὰ μὲν ἄλλα ὥσπερ εἰώϑει γέγνε- 
σϑαι ἔπραξαν, καὶ γὰρ τῇ ἐσθῆτι τῇ ἐπινικέῳ ἐν τῇ 
ἱπποδρομίᾳ ἐχρήσαντο, οὐ μέντοι, καὶ τοῦ ἅρματος 
ἐπέβησαν. χωρὶς δὲ τούτων καὶ ἡ Διουέα ἰδίαν δή 
τινα αὐτῷ πανήγυριν ἐπὶ τρεῖς ἡμέρας ἐν τῷ παλα- 
τίῳ ἐποίησεν, ἣ καὶ δεῦρο ἀεὶ ὑπ᾽ αὐτῶν τῶν ἀεὶ 
αὐτοκρατόρων τελεῖται. 

ἐπὶ μὲν οὖν τῷ Αὐγούστῳ τοσαῦτα, λόγῳ μὲν 41 
ὑπὸ τῆς γερουσίας ἔργῳ δὲ ὑπό τε τοῦ Τιβερίου καὶ 
ὑπὸ τῆς Διουίας, ἐνομέσϑη᾽ ἄλλων γὰρ ἄλλα ἐσηγου- 
μένων, ἔδοξέ σφισι βιβλία παρ᾽ αὐτῶν τὸν Τιβέριον 
λαβόντα ἐκλέξασϑαι ὅσα ἐβούλετο. προσέϑηκα δὲ τὸ 
τῆς Διουίας ὄνομα, ὅτι καὶ αὐτὴ τῶν πραγμάτων ὡς 
καὶ αὐταρχοῦσα ἀντεποιεῖτο. κἀν τούτῳ τὸ πλῆϑος 
τῶν ὀρχηστῶν τινος μὴ ἐθελήσαντος ἐπὶ τῷ τεταγ- 
μένῳ μισϑῷ ἐς τὸ ϑέατρον ἐν τοῖς Αὐγουσταλίοις 
ἐσελϑεῖν, ἐστασίασε᾽ καὶ οὐ πρότερον ἐπαύσαντο 
ταραττόμενοι πρὶν τοὺς δημάρχους τήν τε βουλὴν 
αὐϑημερὸν συναγαγεῖν, καὶ δεηϑῆναι αὐτῆς ἐπιτρέ- 
ψαι σφίσι πλεῖόν τι τοῦ νενομισμένου ἀναλώσαι. 


ἐῷ 


ΙΙΩΝΟΣ 
ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑ͂Σ ΝΖ. 


Ταῦτα μὲν κατὰ Αὔγουστον ἐγένετο, Τιβέριος 
δὲ εὐπατρίδης μὲν ἦν καὶ ἐπεπαίδευτο, φύσει δὲ 
ἰδιωτάτῃ ἐκέχρητο. οὔτε γὰρ ὧν ἐπεϑύμει προσ- 
εποιεῖτό τι, καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖν ἐβούλετο, 
ἀλλ᾽ ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λόγους που- 
οὕμενος πᾶν τε ὃ ἐπόϑει ἠρνεῖτο καὶ πᾶν ὃ ἐμίσει 
προετείνετο᾽ ὠργίξετό τε ἐν οἷς ἥκιστα ἐϑυμοῦτο, καὶ 
ἐπιεικὴς ἐν οἷς μάλιστα ἠγανάκτει ἐδόκει εἶναι ἠλέει 
τε δῆϑεν οὗς σφόδρα ἐκόλαξε. καὶ ἐχαλέπαινεν οἷς 
συνεγίγνωσκε᾽ τόν τε ἔχϑιστον ὡς οἰκειότατον ἔστιν 
ὅτε ἑώρα, καὶ τῷ φιλτάτῳ ὡς ἀλλοτριωτάτῳ προσε- 
φέρετο. τό τε σύμπαν οὐκ ἠξίου τὸν αὐταρχοῦντα 
κατάδηλον ὧν φρονεῖ εἶναι" ἔκ τε γὰρ τούτου πολλὰ 
καὶ μεγάλα πταίεσϑαι καὶ ἐκ τοῦ ἐναντίου πολλῷ 
πλείω καὶ μείξω κατορϑοῦσϑαι ἔλεγε. καὶ εἰ μὲν 
μόνα ταῦτ᾽ εἶχεν, εὐφύλακτος ἂν τοῖς ἐς πεῖραν αὐ- 
τοῦ ἐλθοῦσιν ἦν πρὸς γάρ τοι τὸ ἐναντιώτατον 
πάντα ἂν λαμβάνοντες ἐκ τοῦ ἴσου τό τε μὴ βού- 
λεσϑαι δή τι αὐτὸν τῷ πάνυ ποϑεῖν καὶ τὸ ὀρέγεσϑαί 
τινος τῷ μὴ ἐφίεσθαι ἐνύμιξον᾽ νῦν δὲ ὠργίζετο εἴ 
τις αὐτοῦ συνεὶς φανερὸς ἐγένετο, καὶ πολλοὺς οὐδὲν 
ἄλλο σφίσιν ἢ ὅτι συνενόησαν αὐτὸν ἐγκαλέσαι ἔχων 
4 ἀπέκτεινεν. ὥστε χαλεπὸν μὲν ἦν μηδεμίαν αὐτοῦ 


τῷ 


Φ»- 


ἃ. 6. 14, ΠΥ. ΤΙΒΕΆΙΌΝ, 287 


σύνεσιν ποιεῖσϑαι, πολλοὶ γὰρ ἅτε προς τὸ λεγόμενον 
ἀλλὰ μὴ πρὸς τὸ βουλόμενον συναινοῦντές οἵ ἐσφάλ- 
λοντο., χαλεπώτερον δὲ συνιέναι᾽ τήν τε γὰρ ἐπιτή- 
δευσιν αὐτοῦ καταφωρᾶν κἀκ τούτου καὶ ἄχϑεσϑαι 
αὐτῇ ὑπωπτεύοντο. μόνος οὖν ὡς εἰπεῖν, ὅπερ που 
σπανιώτατον ἐστι, διεγένετο, ὃς οὔτ᾽ ἠγνόησε τὴν 
φύσιν αὐτοῦ οὔτ᾽ ἤλεγξεν᾽ οὕτω γὰρ οὔτε πιστεύ- 
σαντές οἵ ἠπατήϑησαν. οὔτε ἐνδειξάμενοι νοεῖν ἃ 
ἔπραττεν ἐμισήϑησαν. πάνυ γὰρ πολὺν ὄχλον παρεῖ- 
χεν, εἴτε τις ἐναντιοῖτο οἷς ἔλεγεν εἴτε καὶ συναί- 
θοιτο᾿ τὸ μὲν γὰρ ἀληϑῶς γενέσϑαι τὸ δὲ δοκεῖν 
βούλεσϑαι ἐθέλων, πάντως τέ τινας πρὸς ἑκάτερον 
ἐναντιουμένους εἶχε, καὶ διὰ τοῦτο τοὺς μὲν τῆς 
ἀληϑείας τοὺς δὲ τῆς δοκήσεως ἕνεκα ἤχϑαιρε. 
τοιοῦτος οὖν δή τις ὧν ἔς τε τὰ στρατόπεδα καὶ 
ἐς τὰ ἔϑνη πάντα ὡς αὐτοκράτωρ εὐϑὺς ἀπὸ τῆς 
Νιώλης ἐπέστειλε, μὴ λέγων αὐτοκράτωρ εἶναι" ψη- 
φισϑὲν γὰρ αὐτῷ καὶ τοῦτο μετὰ τῶν ἄλλων ὀνομά- 
τῶν οὐκ ἐδέξατο, καὶ τὸν κλῆρον τοῦ Αὐγούστου 
λαβὼν τὴν ἐπίκλησιν αὐτοῦ ταύτην οὐκ ἔϑετο. τούς 
τε σωματοφύλακας ἀμφ᾽ αὑτὸν ἤδη ἔχων ἐδεῖτο δὴ 
τῆς γερουσίας συνάρασϑαΐί οἵ ὥστε μηδὲν βίαιον ἐν 
τῇ τοῦ σώματος αὐτοῦ ταφῇ παϑεῖν᾽ ἐδεδίει γὰρ 
δῆϑεν μή τινες αὐτὸ ἁρπάσαντες ἐν τῇ ἀγορᾷ, ὥσπερ 
τὸ τοῦ Καίσαρος, καύσωσι. καὶ ἐπειδή γε κομψευ- 
σάμενός τις ἐπὶ τούτῳ φρουρὰν αὐτῷ ὡς οὐκ ἔχοντι 
δοϑῆναι ἐσηγήσατο, τὸν τε χλευασμὸν αὐτοῦ συνῆκε, 
καὶ ἔφη καὶ ὅτι οἵ στρατιῶται οὐκ ἐμοὶ ἀλλὰ δημόσιοί 
εἰσι. ταῦτά τε οὖν οὕτως ἔπρασσε, καὶ τὰ τῆς ἀρχῆς 
ἔργῳ πάντα διοικῶν ἠρνεῖτο μηδὲν αὐτῆς δεῖσθαι. 
καὶ τὸ μὲν πρῶτον καὶ πᾶσαν αὐτὴν διά τε τὴν ἡλι- 
κίαν, ἕξ γὰρ καὶ πεντήκοντα ἔτη ἐγεγόνει, καὶ δι᾽ 


σι 


[9] 


- 


δ 


238 ς. 101}. ΤΙΒΕΙΙΓΌΒ, ἃ. Ο, 14. 


ἀμβλυωπίαν, πλεῖστον γὰρ τοῦ σκχότους βλέπων 
ἐλάχιστα τῆς ἡμέρας ἑώρα, ἐξίστασθαι ἔλεγεν᾽ ἔπειτα 
δὲ κοινωνούς τέ τινας καὶ συνάρχοντας. οὔτι γε καὶ 
πάντων καϑάπαξ ὥσπερ ἐν ὀλιγαρχίᾳ, ἀλλ᾽ ἐς τρία μέρη 
νέμων αὐτήν, ἥτει, καὶ τὸ μὲν αὐτὸς ἔχειν ἠξίου, τῶν 
δὲ ἑ ἑτέρων ἄλλοις παρεχώρει. ἦν δὲ ταῦτα ἕν μὲν ἥ τε 
Ῥώμη καὶ ἡ ἄλλη Ἰταλία, ἕτερον δὲ τὰ στρατόπεδα, καὶ 
ἕτερον οἵ λοιποὶ ὑπήκοοι. ὡς οὖν πολὺς ἐνέκειτο, οὗ 
μὲν ἄλλοι καὶ ὥς ἀντέλεγον δῆϑεν καὶ ἐδέοντο αὐτοῦ 
ἄρχειν πάντων, ᾿Ασίνιος δὲ δὴ Γάλλος παρρησίᾳ ἀεί 
ποτὲ πατρῴᾳ καὶ ὑπὲρ τὸ συμφέρον αὐτῷ χρώμενος 


ς ἑλοῦ" ἔφη “ ἣν ἂν ἐθελήσῃς μοῖραν. καὶ Τιβέριος 


"ι 


ὃ 


2 


“καὶ ποὺς οἷόν τέ ἐστιν" εἶπε “ τὸν αὐτὸν καὶ ᾿ νέμειν 
τι καὶ αἱρεῖσϑαι;᾽ συνεὶς οὖν ὁ Γάλλος ἐν ᾧ κακοῦ 
- ς 
ἐγεγόνει, τῷ μὲν λόγῳ ἐθεράπευσεν αὐτόν, ὑπολα- 
, ’ 3 ς Ἁ [7 ’ 4 3 ς 
βῶν οτι οὐχ ὡς καὶ τὸ τρέτον ἕξοντὸς σου, αλλ ὡς 
3 ἤ εἰ} 1 3 Ἁ - α«- ’ , 
ἀδύνατον ὃν τὴν ἀρχὴν διαιρεϑῆναι, τοῦτό σοι προέ- 
τεινα, οὐ μέντοι καὶ τῷ ἔργῳ ἐτιϑάσευσεν, ἀλλὰ 
πολλὰ καὶ δεινὰ προπαϑὼν μετὰ ταῦτα ἐπαπεσφαάγη. 
καὶ γὰρ καὶ τὴν γυναῖκα αὐτοῦ τὴν προτέραν ἐγεγα- 
μήκει, τόν τε ΖΔροῦσον ὡς υἱὸν προσεποιεῖτο, ὅϑεν- 
»ν 5 
περ καὶ πρότερον διὰ μίσους αὐτῷ ἡν. 
ς 3 3 , - ’ ,: Α » 
Ο ὃ οὖν Τιβέριος ταῦτα τότε ἐποίει τὸ μὲν πλεῖ- 
ἰχὶ 
στον ὅτι οὕτω τὲ ἐπεφύκει καὶ οὕτω προήρητο, ἤδη 
δὲ καὶ ὅτι τό τε στρατεύματα, καὶ τὰ Παννονικὰ καὶ 
ς - 
τὰ Γερμανικά, ὑπετόπει. καὶ τὸν Γερμανικὸν τῆς τὲ 
Γερμανίας ἄρχοντα καὶ φιλούμενον ὑπ᾽ αὐτῶν ἐδε- 
δέει. τοὺς μὲν γὰρ ἐν τῇ Ἰταλίᾳ ὄντας τοῖς ὅρκοις 
ς " Σ Ἂ- 
τοῖς ὑπὸ τοῦ “ὐγούστου καταδειχϑεῖσι προκατέλαβεν. 
ἐς δὲ ἐκείνους ὑποπτεύων ἐπ᾽ ἀμφότερα ἀνεῖχεν, ὅπως. 
ἂν τι νεωτερίσαντες ἐπικρατήσωσιν, ὡς καὶ ἰδιω- 
Υ͂ -" ᾿ -» 
τεύων σωϑῇ. καὶ πολλάκις γε διὰ τοῦτο καὶ ἀρρω- 


ἃ, Ὁ, 14. .Ἅ}}. ΤΙΒΕΒΙΓΒ, 299 


στεῖν προσεποιεῖτο καὶ οἴκοι κατέμενεν, ἵνα μὴ ἀναγ- 
κασϑῇ ἀποκεκριμένον τι εἰπεῖν ἢ πρᾶξαι. ἤδη μὲν 
γὰρ ἤκουσα ὅτι, ἐπειδὴ ἡ Λιουία ἄκοντος τοῦ “4ὁ- 
γούστου τὴν ἀρχὴν αὐτῷ περιπεποιηκέναι ἐλέγετο, 
ἔπλαττεν, ὅπως μὴ παρ᾽ ἐκείνης, καὶ γὰρ πάνυ αὐτῇ 
ἤχϑετο, ἀλλὰ παρὰ τῆς βουλῆς ἀναγκαστός, ὡς καὶ 
κατ᾽ ἀρετήν σφων προήκων, δόξειεν αὐτὴν εἰληφέ- 
ναι καὶ προσέτι καὶ ἐκεῖνο ὅτι τοὺς ἀνθρώπους 
ὁρῶν ἀλλοτρίως ἑαυτῷ ἔχοντας διέμελλε καὶ διῆγεν, 
ὅπως μὴ φϑάσαντές τι νεοχμώσωσιν ἐλπίδι τοῦ καὶ 
ἐθελούσιον αὐτὸν τὴν ἀρχὴν ἀφήσειν, μέχρις οὗ 
ἐγκρατὴς αὐτῆς διὰ πάντων ἐγένετο. οὐ μέντοι καὶ 
ταῦϑ᾽ οὕτως αἴτια τῆς διαγωγῆς ταύτης γράφω ὡς 
τήν τε ἐπιτήδευσιν τῆς γνώμης αὐτοῦ καὶ τὴν ταρα- 
χὴν τῶν στρατιωτῶν. τὸν μὲν γὰρ ᾿Δγρέππαν παρα- 
χρῆμα ἀπὸ τῆς Νώλης πέμψας τινὰ ἀπέχτεινε᾽ καὶ 
ἔλεγε μὲν μὴ ἐκ τῆς ἑαυτοῦ προστάξεως τοῦτο γξγο- 
νέναι, ἐπηπείλει τε τῷ δράσαντι, οὐ μὴν καὶ τιμω- 
ρέαν τινὰ αὐτοῦ ἐποιήσατο, ἀλλ᾽ εἴα τοὺς ἀνθρώπους 
λογοποιεῖν, τοὺς μὲν ὅτε ὁ Αὔγουστος αὐτὸν ὑπὸ 
τὴν τελευτὴν ἀπεχρήσατο, τοὺς δ᾽ ὅτι ὁ ἑκατόνταρ- 
χος ὁ τὴν φρουρὰν αὐτοῦ ἔχων καινοτομοῦντά τι 
ἀπέσφαξεν αὐτογνωμονήσας, ἄλλους ὡς ἡ Διουίέα, 
ἀλλ᾽ οὐκ ἐκεῖνος, ἀποθανεῖν αὐτὸν ἐκέλευσε. 
τοῦτον μὲν οὖν αὐτίχα ὑπεξείλετο, τὸν δὲ δὴ 
Γερμανικὸν δεινῶς ἐφοβεῖτο. ἐθορύβησαν μὲν γὰρ 
καὶ οἵ ἐν τῇ Παννονίᾳ στρατιῶται, ἐπειδὴ τάχιστα 
τῆς τοῦ Αὐγούστου μεταλλαγῆς ἤσϑοντο᾽ καὶ συνελ- 
ϑόντες ἐς ἕν τεῖχος, καὶ ἐκεῖνο κρατυνάμενοι, πολλὰ 
καὶ στασιαστικὰ ἔπραξαν. τά τε γὰρ ἄλλα καὶ τὸν 
ἄρχοντά ὅφων Ἰούνιον Βλαῖσον ἀποκτεῖναι ἐπεχεί- 
ρησαν, τούς τε δούλους αὐτοῦ συλλαβόντες ἐβασάνι- 


ῳ 


240 ιν}. ΤΙΡΕΒΙΌΒ, ἃ. 6. 14, 


σαν. τὸ τε σύμπαν οὔϑ᾽ ὑπὲρ ἑκκαίδεκα ἔτη στρα- 
τεύεσϑαι ἤϑελον, καὶ δραχμὴν ἡμερησίαν φέρειν τά 
τε ἀϑλα εὐθὺς αὐτοῦ ἐν τῷ στρατοπέδῳ λαμβάνειν 
ἠξίουν, ἀπειλοῦντες. ἂν μὴ τύχωσιν αὐτῶν, τό τε 
ἔϑνος ἀποστήσειν καὶ ἐπὶ τὴν Ῥώμην ἐλάσειν. οὐ 
μὴν ἀλλ᾽ ἐκεῖνοι μὲν τότε τε μόλις ποτὲ ὑπὸ τοῦ 
Βλαίσου πεισϑέντες πρέσβεις πρὸς τὸν Τιβέριον 
ὑπὲρ αὑτῶν ἔπεμψαν᾽ ἐν γὰρ τῇ μεταβολῇ τῆς ἀρ- 
χῆς πάνϑ᾽ ὅσα ἐπεθύμουν, ἢ αὐτὸν ἐκφοβήσαντες 
ἢ καὶ ἄλλῳ τινὶ τὸ κράτος δόντες, καταπράξειν ἤλ- 
πιξον᾽ καὶ μετὰ ταῦτα τοὺ Ζρούσου σὺν τοῖς δορυ- 
φόροις ἐπελθόντος σφίσιν ἐταράχϑησαν μέν, ἐπεὶ 
μηδὲν αὐτοῖς βέβαιον ἐλέγετο, καὶ τῶν τε συνόντων 
αὐτῷ κατέτρωσαν τινας καὶ αὐτὸν τῆς νυκτὸς περιε- 
φρούρησαν, μὴ διαφύγῃ, τῆς δὲ δὴ σελήνης ἐκλι- 
πούσης ἐνθυμηϑέντες ἀπημβλύνϑησαν, ὥστε κακὸν 
μὲν μηδὲν ἔτ᾽ αὐτοὺς ποιῆσαι, πρέσβεις δ᾽ αὐὖϑις 
πρὸς τὸν Τιβέριον ἀποστεῖλαι. κἀν τούτῳ χειμῶνος 
μεγάλου γενομένου, καὶ δι᾿ αὐτὸν ἐς τὰ οἰκεῖα ἑκά- 
στῶν τείχη ἀναχωρησάντων, οἵ τὲ ϑρασύτατοι ὑπό 
τε τοῦ ΖΙρούσου καὶ ἐν αὐτῇ γε τῇ σκηνῇ αὐτοῦ, 
μεταπεμφϑεέντες ὡς καὶ ἐπ᾽ ἄλλο τι" καὶ ὑπὸ τῶν 
συνακολουϑησάντων αὐτῷ ἄλλοι κατ᾽ ἄλλον τρόπον 
ἐφθάρησαν, καὶ οἱ λοιποὶ κατέστησαν, ὥστε καὶ 
πρὸς τιμωρίαν τινὰς ὡς καὶ αἰτίους τῆς στάσεως 
γεγονότας ἐκδοῦναι. 

ὄ καὶ οὗτοι μὲν οὕτως ἡσύχασαν, οἱ δὲ ἐν τῇ Γερ- 
μανίᾳ. καὶ πολλοὶ διὰ τὸν πόλεμον ἠἡϑροισμένοι καὶ 
τὸν Γερμανικὸν καὶ Καίσαρα καὶ πολὺ τοῦ Τιβερίου 
κρείττω ὁρῶντες ὄντα, οὐδὲν ἐμετρίαξον, ἀλλὰ τὰ 
αὐτὰ προτεινόμενοι τόν τὲ Τιβέριον ἐκακηγόρησαν 

2 καὶ τὸν Γερμανικὸν αὐτοκράτορα ἐπεκάλεσαν. ἐπειδή 


το 


ΠΩΣ 


Ὁ 


α, Ὁ, 14. ΠῸΨΠ. ΤΙΒΕΆΙΌΒ. 241 


τε ἐκεῖνος πολλὰ εἰπὼν καὶ μὴ δυνηϑεὶς αὐτοὺς κα- 
ταστῆσαι, τέλος τὸ ξίφος ὡς καὶ ἑαυτὸν καταχρησό- 
μενος ἐσπάσατο, ἐπεβόησάν οἵ αἰάξοντες; καί τις 
αὐτῶν τὸ ἑαυτοῦ ξίφος ἀνατείνας “ τοῦτο᾽ ἔφη “λαβέ. 
τοῦτο γὰρ ὀξύτερόν ἐστιν ὁ οὖν Γερμανικὸς ἰδὼν 
ὅποι τὸ πρᾶγμα προεληλύϑει, ἀποκτεῖναι μὲν ἑαυτὸν 
οὐκ ἐτόλμησε διά τε τἄλλα καὶ ὅτι στασιάσειν αὐτοὺς 
οὐδὲν ἧττον ἤλπισε, γράμματα δὲ δή τινα ὡς καὶ 
παρὰ τοῦ Τιβερίου πεμῳφϑέντα συνϑείς, τήν τε δω- 
ρεὰν τὴν ὑπὸ τοῦ Αὐγούστου καταλειφϑεῖσαν σφισι 
διπλὴν ὡς καὶ παρ᾽ ἐκείνου ἔδωκε, καὶ τοὺς ἔξω τῆς 
ἡλικίας ἀφῆκε᾽ καὶ γὰρ ἐκ τοῦ ἀστικοῦ ὄχλου, οὗς 
ὁ Αὔγουστος μετὰ τὴν τοῦ Οὐάρου συμφορὰν προσ- 
κατέλεξεν, οἵ πλείους αὐτῶν ἦσαν. τότε μὲν οὖν 
οὕτω στασιάξοντες ἐπαύσαντο᾽ ὕστερον δὲ πρεσβευ- 
τῶν παρὰ τοῦ Τιβερίου βουλευτῶν ἐλθόντων, οἷς 
ἐκεῖνος ἐν ἀπορρήτῳ “μόνα εἶπεν ὅσα τὸν Γερμανικὸν 
μαϑεῖν ἠϑέλησεν, εὖ τε γὰρ ἠπίστατο πάντως σφᾶς 
ἐροῦντάς οἵ πάντα τὰ ἑαυτοῦ διανοήματα, καὶ οὐκ 
ἠβουλήϑη παρὰ ταῦτα οὐδέν, ὡς καὶ μόνα ὄντα, οὔτε 
ἐχείνους οὔτε τὸν Γερμανικὸν πολυπραγμονῆσαι, τού- 
τῶν οὖν ἀφικομένων οἵ στρατιῶται τὸ τε τοῦ Γερ- 
μανικοῦ στρατήγημα μαϑόντες. καὶ τοὺς βουλευτὰς 
ὡς καὶ ἐπὶ τῇ τῶν πεπραγμένων ὑπ᾽ αὐτοῦ κατα. 


8 


ΓΝ 


ὅ 


λύσει παρόντας ὑποπτεύσαντες. ἐθορύβησαν αὖϑις, ὁ 


καὶ τῶν τε πρέσβεων ὀλίγου τινὰς ἀπέσφαξαν καὶ 
ἐνέκειντο, τήν τε γυναῖκα αὐτοῦ ᾿Δγριππῖναν, τοῦ 
τε ᾿Δγρίππου καὶ τῆς Ἰουλίας τῆς τοῦ Αὐγούστου 
ϑυγατέρα οὖσαν, καὶ τὸν υἱόν, Γάιον Καλιγόλαν, 
ὅτι ἐν τῷ στρατοπέδῳ τὸ πλεῖστον τραφεὶς τοῖς στρα- 
τιωτικοῖς ὑποδήμασιν ἀντὶ τῶν ἀστικῶν ἐχρῆτο, 
προσωνόμαξον, ὑπεκπεμφϑέντας ποι ὑπὸ τοῦ Γερ- 
ὈΙΟ ΟΛΒΒ1Ό8. 1ΓΠ- 10 


Ἵ 


[ΠῚ 


242 0 1}}.. ΤΙΒΕΆΙΌΣ, 8. Ὁ, 14. 


μανικοῦ συνέλαβον. καὶ τὴν μὲν ᾿4γριππῖναν ἐγκύ- 
μονα οὖσαν ἀφῆκαν αὐτῷ δεηϑέντι, τὸν δὲ δὴ Γάιον 
κατέσχον. χρόνῳ δ᾽ οὖν ποτε καὶ τότε, ὡς οὐδὲν 
ἐπέραινον, ἡσύχασαν. καὶ ἐς τοσαύτην γε μεταβολὴν 
ἦλθον ὥστε καὶ αὐτοὶ τοὺς ϑρασυτάτους σφῶν αὖὐ- 
τοκέλευστοι συλλαβεῖν καὶ τοὺς μὲν ἰδίᾳ ἀποκτεῖναι, 
τοὺς δὲ καὶ ἐς τὸ μέσον ἀγαγόντες ἔπειτα πρὸς τὸ 
τῶν πλειόνων βούλημα τοὺς μὲν ἀποσφάξαι τοὺς δ᾽ 
ἀπολῦσαι. φοβηϑεὶς δ᾽ οὖν. καὶ ὡς ὁ Γερμανικὸς 
μὴ καὶ αὖϑις στασιάσωσιν, ἐς τὴν πολεμίαν ἐνέβαλε, 
καὶ ἐν αὐτῇ ἀσχολίαν τε ἅμα αὐτοῖς καὶ τροφὴν 
ἄφϑονον ἐκ τῶν ἀλλοτρέων παρέχων ἐνεχρόνισε. 

καὶ ὁ μὲν δυνηϑεὶς ἂν τὴν αὐτοκράτορα ἀρχὴν 
λαβεῖν, ἡ γὰρ εὔνοια πάντων ἁπλῶς τῶν τε Ῥωμαίων 
καὶ τῶν ὑπηκόων σφῶν ἐς αὐτὸν ἐποίει, οὐκ ἠϑέ- 
λησε᾽ Τιβέριος δὲ ἐπήνεσε μὲν αὐτὸν ἐπὶ τούτῳ, 
καὶ πολλὰ καὶ κεχαρισμένα καὶ ἐκείνῳ καὶ τῇ ᾿ά4γριπ- 
πίνῃ ἐπέστειλεν, οὐ μέντοι καὶ ἤσϑη οἷς ἔπραξεν, 
ἀλλὰ καὶ ἐπὶ πλεῖον αὐτὸν ὡς καὶ τὰ στρατεύματα 
ἀνηρτημένον ἔδεισεν. οὐ γάρ που καὶ φρονεῖν οὔ- 
τως ὡς ἐδόκει, ἐξ ὧν ἑαυτῷ συνήδει ἄλλα μὲν λέγοντι 
ἄλλα δὲ ποιοῦντι, ὑπελάμβανεν, ὥσϑ᾽ ὑπετόπει μὲν 
καὶ ἐκεῖνον, ὑπετόπει δὲ καὶ τὴν γυναῖκα αὐτοῦ" 
ἦν γὰρ ἀντίπαλον τὸ φρόνημα τῷ τοῦ γένους ὄγκῳ 
ἔχουσα. οὐ μὴν καὶ προσεποιεῖτο ἄχϑεσϑαί σφισιν, 
ἀλλὰ καὶ ἐπαίνους ἐν τῇ βουλῇ τοῦ Γερμανικοῦ πολ- 
λοὺς ἐποιήσατο, καὶ ϑυσίας ἐπὶ τοῖς πραχϑεῖσιν 
ὑπ᾽ αὐτοῦ, ὥσπερ καὶ ἐπὶ τοῖς ὑπὸ τοῦ 4Ζρούσου, 
γενέσϑαι ἐσηγήσατο. τοῖς τε στρατιώταις τοῖς ἐν τῇ 
Παννονίᾳ τὰ αὐτὰ τοῖς ὑπ᾽ ἐκείνου δοϑεῖσιν ἐδω- 


΄, ,ν " ἘΣ 
5 θήσατο. ἐς μέντοι τὸ ἔπειτα οὐ πρότερον τοὺς ἔξω 


ἃ, 6. 14. . 011. ΤΙΒΕΆΙΌΒ, 248 


τῆς Ἰταλίας στρατευομένους ἀπέλυε πρὶν τὰ εἴκοσιν 
ἔτη στρατεύσασϑαι. 

ὡς δ᾽ οὖν οὐδὲν ἔτι νεώτερον ἠγγέλλετο, ἀλλὰ 
ἀσφαλῶς πάντα τὰ τῶν Ῥωμαίων ἐς τὴν ἡγεμονίαν 
αὐτοῦ συνεφρόνησε, τήν τε ἀρχὴν οὐδὲν ἔτι εἰρω- 
νευόμενος ὑπεδέξατο, καὶ ἐν τοιῷδε αὐτὴν τρόπῳ, 
ἐφ᾽ ὅσον ὁ Γερμανικὸς ἔξη, διήγαγεν. αὐτὸς μὲν 
καϑ᾽ ἑαυτὸν ἤ τι ἢ οὐδὲν ἔπραττε, πάντα δὲ δὴ καὶ 
τὰ σμικρότατα ἔς τε τὴν γερουσίαν ἐσέφερε καὶ 
ἐκείνῃ ἐκοίνου. ἐπεποίητο μὲν γὰρ βῆμα ἐν τῇ ἀγο- 
ρᾷ, ἐφ᾽ οὐ προκαϑίξων ἐχρημάτιξε, καὶ συμβούλους 
ἀεὶ κατὰ τὸν Αὔγουστον παρελάμβανεν, οὐ μέντοι 
καὶ διῴκει λόγου τι ἄξιον ὃ μὴ καὶ τοῖς ἄλλοις ἐπε- 
κοίνου. καὶ ἔς γε τὸ μέσον τὴν ἑαυτοῦ γνώμην 
τιϑεὶς οὐχ ὅπως ἀντειπεῖν αὐτῇ παντί τῷ παρρησίαν 
ἔνεμεν, ἀλλὰ καὶ τἀναντία οἵ ἔστιν ὅτε ψηφιξομένων 
τινῶν ἔφερε. καὶ γὰρ αὐτὸς ψῆφον πολλάκις ἐδίδου. 
ὁ μὲν γὰρ Δροῦσος ἐξ ἴσου τοῖς ἄλλοις τοτὲ μὲν 
πρῶτος τοτὲ δὲ μεϑ᾽ ἑτέρους τοὔτ᾽ ἐποέει᾽ ἐκεῖνος 
δὲ ἔστι μὲν ὅτε ἐσιώπα, ἔστι δ᾽ ὅτε καὶ πρῶτος ἢ καὶ 
μετ᾽ ἄλλους τινὰς ἢ καὶ τελευταῖος τὰ μὲν ἄντικρυς 
ἀπεφαίνετο, τὰ δὲ δὴ πλείω, ἵνα δὴ μὴ δοκῇ τὴν 
παρρησίαν αὐτῶν ἀφαιρεῖσϑαι, ἔλεγεν ὅτι εἰ γνώμην 
ἐποιούμην, τὰ καὶ τὰ ἂν ἀπεδειξάμην. καὶ ἦν μὲν 
καὶ τοῦτο τὴν ἴσην τῷ ἑτέρῳ ἰσχὺν ἔχον, οὐ μέντοι 
καὶ ἐκωλύοντο οἵ λοιποὶ ὑπ᾽ αὐτοῦ τὰ δοκοῦντά σφισι 


λέγειν, ἀλλὰ καὶ πολλάκις ὁ μὲν τὸ ἐγίγνωσκεν. οἵ 


δὲ μετ᾽ αὐτὸν ἕτερον τι ἀνθῃφοῦντο, καὶ ἔστιν ὅτε 

καὶ ἐπεκρατουν᾽ καὶ οὐδενὶ μέντοι παρὰ τοῦτο ὀργὴν 

εἶχεν. ἐδίκαξε μὲν οὖν ὥσπερ εἷπον, ἐπεφοίτα δὲ 

καὶ ἐπὶ τὰ τῶν ἀρχόντων δικαστήρια, καὶ παρακα- 

λούμενος ὑπ᾽ αὐτῶν καὶ ἀπαράκλητος, καὶ ἐκείνους 
165 


[Ὁ 


[Ὁ 


σι 


8 


["] 


δ 


244 [Ὁ 111. ΤΙΒΕΆΙΓΝ, 8ἃ. Ὁ, 14, 


μὲν ἐν τῇ ἑαυτῶν χώρᾳ καϑῆσϑαι εἴα, αὐτὸς δὲ ἐπὶ 


τοῦ βάϑρου τοῦ κατ᾽ ἀντικρύ σφων κειμένου καϑίξων 
ἔλεγεν ὅσα ἐδόκει αὐτῷ ὡς πάρεδρος. 

καὶ τἄλλα δὲ πάντα κατὰ. τὸν αὐτὸν τοῦτον τρό- 
πον ἐποίει. οὔτε γὰρ δεσπότην ἑαυτὸν τοῖς ἐλευϑ ἕ- 
ροις οὔτε αὐτοχράτορα πλὴν τοῖς στρατιώταις καλεῖν 
ἐφίει, τό τε τοῦ πατρὸς καὶ τῆς πατρίδος πρόσρημα 
παντελῶς διεώσατο, καὶ τὸ τοῦ “ὐγούστου οὐκ ἐπέϑετο 
μέν, οὐδὲ γὰρ ψηφισϑῆναί ποτὲ εἴασε. λεγόμενον δ᾽ 
ἀκούων καὶ γραφόμενον δου ν σχαν ἔφερε᾽ καὶ 
ὁσάκις γε βασιλεῦσί τισιν ἐπέστελλε, καὶ ἐκεῖνο προσ- 
ενέγραφε. τὸ δ᾽ ὅλον Καῖσαρ, ἔστι δ᾽ ὅτε καὶ Γερμανι- 
κὸς ἐκ τῶν ὑπὸ τοῦ Γερμανικοῦ πραχϑέντων, πρόκριτός 
τε τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον καὶ ὑφ᾽ ἑαυτοῦ ὦνο- 
μάξετο, καὶ πολλάκις γε ἔλεγεν ὅτι δεσπότης μὲν τῶν 
δούλων. αὐτοκράτωρ δὲ τῶν στρατιωτῶν, τῶν δὲ δὴ 
λοιπῶν πρόχριτός εἰμι. εὔχετό τε, ὁσάκις τοιοῦτό τι 
παραπέσοι, τοσοῦτον καὶ ξῆσαι καὶ ἄρξαι χρόνον ὅσον 
ἂν τῷ δημοσίῳ συμφέρῃ. καὶ οὕτω γε διὰ πάντων 
ὁμοίως δημοτικὸς ἦν ὥστε οὔτε ἐν τοῖς γενεϑλίοις 
αὐτοῦ γίγνεσθαί τι παρὰ τὸ καϑεστηκὸς ἐπέτρεπεν, 
οὔτ᾽ ὀμνύναι τοῖς ἀνθρώποις τὴν ἑαυτοῦ τύχην συνε- 
χώρει, εἴ τε καὶ ὀμόσας τις αὐτὴν αἰτίαν ὡς καὶ ἐπιωρ- 
κηκὼς ἔλαβεν. οὐκ ἐπεξήει. συνελόντι τε εἰπεῖν, 
οὐδ᾽ ὅπερ ἐπί τε τῷ “ὐγούστῳ δεῦρο ἀεὶ ἐν τῇ πρώ- 
τῃ τοῦ ἔτους ἡμέρα καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς μετ᾽ 
ἐκεῖνον ἄρξασιν. ὧν γε καὶ λόγον τινὰ ποιούμεϑα, 
ἐπί τε τοῖς τὸ κράτος ἀεὶ ἔχουσιν ἐξ ἀνάγκης γίγνε- 
ται, τά τε πραχϑέντα ὑπ᾽ αὐτῶν καὶ τὰ πραχϑησό- 
μενα ὑπὸ τῶν ἀεὶ ξώντων ὅρκοις τισὶ βεβαιοῦσϑαι, 
οὐδὲ τοῦτο τά γε πρῶτα ἐφ᾽ ἑαυτῷ περιεῖδε γενό- 
μενον. καίτοι ἐπὶ ταῖς τοῦ Αὐγούστου πράξεσι τούς 


ἃ. Ὁ. 14. μιΨ.γ}}. ΤΙΒΕΆΙΌΒ.. 245 


τε ἄλλους πάντας ὥρκχου καὶ αὐτὸς ὥμνυε. καὶ ὅπως 
γε ἐκδηλότερον αὐτὸ ποιοίη, παρεὶς ἂν τὴν νουμηνίαν 
καὶ μήτε ἐς τὸ βουλευτήριον ἐσελϑὼν μήϑ᾽ ὅλως ἐν 
τῇ πόλει τὴν ἡμέραν ἐκείνην ὀφϑεὶς, ἀλλ᾽ ἐν προα- 


στείῳ τινὶ διατρέψας. ἐσήει τὲ μετὰ ταῦτα καὶ κατὰ 


μόνας ἐπιστοῦτο. τούτου τε οὖν ἕνεκα ἔξω που ταῖς 
νουμηνίαις διῆγε, καὶ ἵνα μηδένα τῶν ἀνθρώπων 
ἄσχολον, περί τὲ τὰς νέας ἀρχὰς καὶ περὶ τὴν ἕορ- 
τὴν ἔχοντα, ποιῇ ἢ καὶ ἀργύριον παρ᾽ αὐτῶν λαμβάνῃ. 
οὐδὲ γὰρ οὐδὲ τὸν Αὔγουστον ἐπὶ τούτῳ ἐπήνει διὰ 
τὸ πολλὴν μὲν δυσχέρειαν ἐν αὐτῷ πολλὴν δὲ καὶ 
ἀνάλωσιν ἐκ τῆς ἀντιδόσεως γίγνεσθαι. 

ταῦτά τε οὖν δημοτικῶς διῴκει, καὶ ὅτι οὔτε 
τεμένισμα αὐτῷ οὐχ ὅπως αὐϑαίρετον ἀλλ᾽ οὐδ᾽ 
ἄλλως τότε γε ἐτεμενίσϑη, οὔτε εἰκόνα ἐξῆν αὐτοῦ 
οὐδενὶ στῆσαι᾽ ἄντικρυς γὰρ παραχρῆμα ἀπηγόρευσε 
μήτε πόλει μήτ᾽ ἰδιώτῃ τοῦτο ποιεῖν. προσέϑηκε 
μὲν γὰρ τῇ ἀπορρήδει ὅτι ἂν μὴ ἐγὼ ἐπιτρέψω, προσ- 
ἐπεῖπε δὲ ὅτι οὐκ ἐπιτρέψω. ἐπεὶ τό γε ὑβρίσϑαι πρός 
τινος ἢ καὶ τὸ ἠσεβῆσϑαι πρός τινος, ἀσέβειάν τε γὰρ 
ἤδη καὶ τὸ τοιοῦτον ὠνόμαζον, καὶ δέκας ἐπ᾽ αὐτῷ πολ- 
λὰς ἐσῆγον. ἥκιστα προσεποιεῖτο, οὐδὲ ἔστιν ἥντινα 
τοιαύτην ἐφ᾽ ἑαυτῷ γραφὴν προσεδέξατο, καίπερ 
τὸν Αὔγουστον καὶ ἐν τούτῳ σεμνύνων. τὸ μὲν γὰρ 
πρῶτον οὐδένα οὐδὲ τῶν ἐπ᾽ ἐκείνῳ τινὰ αἰτέαν λα- 
βόντων ἐκόλασεν, ἀλλὰ καὶ ἐγκληϑέντας τινὰς ὡς 
καὶ ἐπιωρκηκότας τὴν τύχην αὐτοῦ ἀπέλυσε᾽ προῖ- 
ὄντος δὲ τοῦ χρόνον καὶ πάνυ πολλοὺς ἐθανάτωσε. 

καὶ ἔν τε τούτῳ τὸν Αὔγουστον ἤγαλλε, καὶ ὅτι 
τά τὲ οἰχοδομήματα, ἃ προκατεβάλετο μὲν οὐκ ἐξε- 
τέλεσε δέ, ἐχποιῶν τὸ ὄνομα αὐτοῦ ἐπέγραφέ σφισι, 
τά τὲ ἀγάλματα καὶ τὰ ἡρῷα αὐτοῦ, καὶ ὅσα οἱ δῆμοι 


ς9: 


9 


[Ὁ] 


ὡ 


ὠϑ 


ΓΝ 


οι 


11 


2 


240 κ1}}1}. ΤΙΡΕΒΙΌΣ, ἃ. Ὁ. 14, 


καὶ ὅσα οἵ ἰδιῶται ἐποίουν. τὰ μὲν αὐτὸς καϑιέρου, 
τὰ δὲ τῶν ποντιφίκων τινὶ προσέτασσε. τοῦτο δὲ τὸ 
κατὰ τὰς ἐπιγραφὰς οὐκ ἐπ᾽ ἐκείνοις μόνοις τοῖς τοῦ 
Αὐγούστου ἔργοις. ἀλλ᾽ ἐπὶ πᾶσιν ὁμοίως τοῖς ἐπι- 
σκευῆς τινος δεηϑεῖσιν ἐποίησε᾽ πάντα γὰρ τὰ 
πεπονηκότα ἀνακτησάμενος, αὐτὸς γὰρ οὐδὲν τὸ πα- 
ράπαν ἐκ καινῆς, πλὴν τοῦ Αὐγουστείου, κατεσκευά- 
σατο, οὐδὲν αὐτῶν ἰδιώσατο, ἀλλὰ τὰ τῶν πρώτων 
οἰκοδομησάντων αὐτὰ ὀνόματα πᾶσί σφισιν ἀπέδωκεν. 
ἐλάχιστα γὰρ ἐς αὑτὸν δαπανῶν πλεῖστα ἐς τὸ κοινὸν 
ἀνήλισκε, πάντα μὲν ὡς εἰπεῖν τὰ δημόσια ἔργα τὰ μὲν 
ἀνοικοδομῶν τὰ δὲ ἐπικοσμῶν, πολλὰ δὲ καὶ πόλεσι καὶ 
ἐδιαταις ἐπαρκῶν. τῶν τε βουλευτῶν συχνοὺς πενομέ- 
γους καὶ μηκέτι μηδὲ βουλεύειν διὰ τοῦτ᾽ ἐθέλοντας 
ἐπλούτισεν. οὐ μέντοι καὶ ἀκρίτως αὐτὸ ἐποίει, ἀλλὰ 
καὶ διέγραφε τοὺς μὲν ὑπ᾽ ἀσελγείας τοὺς δὲ καὶ ὑπὸ 
πτωχείας. ὅσοι μηδένα αὐτῆς λογισμὸν εἰκότα ἀπο- 
δοῦναι ἐδύναντο. πᾶν τε ὃ ἐδωρεῖτο τισιν, εὐθὺς καὶ 
ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἠριϑμεῖτο" ἐπεὶ γὰρ ἐπὶ 
τοῦ Αὐγούστου μεγάλα ἐκ τῶν τοιούτων οἷ δοτῆρες 
αὐτῶν ἀπετέμνοντο. δεινῶς ἐφυλάττετο μὴ καὶ ἐφ᾽ 
ἑαυτοῦ τοῦτο γίγνεσθαι. καὶ ταῦτα μέντοι πάντα 
ἐκ τῶν νενομισμένων προσόδων ἐδαπάνα᾽ οὔτε γὰρ 
ἀπέκτεινε χρημάτων ἕνεκα οὐδένα, οὔτε οὐσίαν τινὸς 
τότε γε ἐδήμευσεν. ἀλλ᾽ οὐδὲ ἐξ ἐπηρείας τι ἦργυρο- 


"λόγησεν. Αἰμιλίῳ γοῦν Ῥήκτῳ. χρήματά ποτε αὐτῷ 


πλείω παρὰ τὸ τεταγμένον ἐκ τῆς Αἰγύπτου ἧς ἡ ἤρχξ 
πέμψαντι ἀντεπέστειλεν ὅτι κείρεσϑαί μου τὰ πρό- 
βατα, ἀλλ᾽ οὐκ ἀποξύρεσϑαι βούλομαι. 

καὶ μέντοι καὶ εὐπρόσοδος καὶ εὐπροσήγορος ἰσχυ- 
ρῶς ἦν. τοὺς γοῦν βουλευτὰς ἀϑρόους ἀσπάξεσϑαι 
αὑτὸν ἐκέλευσεν, ἵνα μὴ ὠστίξωνται. τό τὸ σύμπαν 


ἃ. Ὁ. 14. [0 ΠΥ. ΤΙΒΕΆΙΓΒ. 247 


τοσαύτην ἐπιείκειαν ἤσκει ὥστε. ἐπειδή ποτε οἵ Ῥο- 
δίων ἄρχοντες ἐπιστείλαντές τι αὐτῷ οὐχ ὑπέγραψαν 
τῇ ἐπιστολῇ τοῦτο δὴ τὸ νομιξόμενον, εὐχὰς αὐτῷ 
ποιούμενοι. μετεπέμψατο μέν σφας σπουδῇ ὡς καὶ 
κακόν τι δράσων. ἐλθόντας δὲ οὐδὲν δεινὸν ξεἰργά- 
σατο, ἀλλ᾽ ὑπογράψαντας τὸ ἐνδέον ἀπέπεμψε. τούς 
τε ἀεὶ ἄρχοντας ὡς ἐν δημοχρατίᾳ ἐτίμα, καὶ τοῖς 
ὑπάτοις καὶ ὑπανίστατο᾽ ὁπότε τε αὐτοὺς δειπνίζξοι, 
τοῦτο μὲν ἐσιόντας σφᾶς πρὸς τὰς ϑύρας ἐξεδέχετο, 
τοῦτο δὲ καὶ ἀπιόντας προέπεμπεν. εἴ τέ ποτε ἐπὶ 
τοῦ δίφρου κομίξοιτο, οὐδένα οἵ παρακολουϑεῖν οὐχ 
ὅπως βουλευτὴν ἀλλ᾽ οὐδὲ ἱππέα τῶν πρώτων εἴα. 
ἔν τε ταῖς πανηγύρεσι, καὶ εἰ δή τι καὶ ἄλλο τοιου- 
τότροπον ἀσχολίαν τοῖς πολλοῖς παρέξειν ἔμελλεν, 
ἐλθὼν ἂν ἀφ᾽ ἑσπέρας πρός τινα τῶν Καισαρείων 
τῶν πρὸς τοῖς χωρίοις ἐκείνοις ἐς ἃ συμφοιτῆσαι ἔδει 
οἰκούντων, ἐνταῦϑα τὰς νύκτας ἐνηυλίξετο, ὅπως 
ἐξ ἑτοιμοτάτου καὶ ἀπονωτάτου τοῖς ἀνθρώποις ἐντυγ- 
χάνειν αὐτῷ γίγνοιτο. καὶ τούς γε τῶν ἵππων ἀγώ- 
νας ἐξ οἰκίας καὶ αὐτὸς τῶν ἀπελευϑέρων τινὸς πολ- 
"λάκις ἑώρα. συνεχέστατα γὰρ ἐπὶ τὰς ϑέας ἀπήντα 
τῆς τε τιμῆς τῶν ἐπιτελούντων αὐτὰς ἕνεκα καὶ τῆς 
τοῦ πλήϑους εὐχοσμίας, τοῦ τε συνεορτάξειν σφίσι 
δοκεῖν. οὐ γὰρ οὔτε ἐσπούδασέ ποτε τὸ παράπαν 
τῶν τοιούτων οὐδέν, οὔτε δόξαν τινὰ ὡς καὶ συσπεύ- 
δων τινὶ ἔσχεν. οὕτω τε ἐς πάντα ἴσος καὶ ὅμοιος 
ἡὴν ὥστ᾽ ὀρχηστήν τινα τοῦ δήμου ἐλευϑερωϑῆναί 
ποτὲ βουληϑέντος μὴ πρότερον συνεπαινέσαι πρὶν 
τὸν δεσπότην αὐτοῦ καὶ πεισϑῆναι καὶ τὴν τιμὴν 
λαβεῖν. τοῖς τε ἑταίροις ὡς καὶ ἐν ἰδιωτεία συνῆν᾽ 
καὶ γὰρ δικαξομένοις σφίσι συνηγωνίξετο καὶ ϑυσιά- 
ξουσι συνεώρταξε, νοσοῦντας τε ἐπεσκέπτετο μηδὲε- 


Ὁ 


νὰν 


6 


12 


ἈΦ 


τὰ 


248 01. ΤΙΒΕΒΙΌΣ. ἃ. Ο, 14. 


μίαν φρουρὰν ἐπεσαγόμενος,, καὶ ἐφ᾽ ἕνί γέ τινι αὐ- 
τῶν τελευτήσαντι τὸν ἐπιτάφιον αὐτὸς εἶπε. 

καὶ μέντοι καὶ τὴν μητέρα πάνϑ᾽ ὅσα πρέποντα 
αὐτῇ τῶν τοιούτων ποιεῖν ἦν, τὸ μέν τι τῆς ἑαυτοῦ 
ξηλώσεως ἕνεκα, τὸ δὲ ἵνα μὴ ὑπεραυχῆ, πράττειν 
ἐκέλευε. πάνυ γὰρ μέγα καὶ ὑπὲρ πάσας τὰς πρό- 
σϑεν γυναῖκας ὥγκωτο, ὥστε καὶ τὴν βουλὴν καὶ 
τοῦ δήμου τοὺς ἐθέλοντας οἴκαδε ἀσπασομένους ἀεί 
ποτε ἐσδέχεσϑαι, καὶ τοῦτο καὶ ἐς τὰ δημόσια ὑπο- 
μνήματα ἐσγράφεσϑαι. αἵ τε ἐπιστολαὶ αἵ τοῦ Τιβε- 
οέου καὶ τὸ ἐκείνης ὄνομα χρόνον τινὰ ἔσχον, καὶ 
ἐγράφετο ἀμφοῖν ὁμοίως. πλήν τε ὅτι οὔτε ἐς τὸ 
συνέδριον οὔτε ἐς τὰ στρατόπεδα οὔτε ἐς τὰς ἐκκλη- 
σίας ἐτόλμησέ ποτε ἐσελθεῖν, τά γε ἄλλα πάντα ὡς 
καὶ αὐταρχοῦσα διοικεῖν ἐπεχείρει. ἐπί τε γὰρ τοῦ 
“ὐγούστου μέγιστον ἠδυνήϑη καὶ τὸν Τιβέριον αὐτὴ 
αὐτοχράτορα πεποιηκέναι ἔλεγε. καὶ διὰ τοῦτο οὐχ 
ὅσον ἔξ ἴσου οἱ ἄρχειν, ἀλλὰ καὶ πρεσβεύειν αὐτοῦ 
ἤϑελεν. ὅϑεν ἄλλα τε ἔξω τοῦ νενομισμένου ἐσε- 
φέρετο, καὶ πολλοὶ μὲν μητέρα αὐτὴν τῆς πατρίδος 
πολλοὶ δὲ καὶ γονέα προσαγορεύεσϑαι γνώμην ἔδωκαν. 
ἄλλοι καὶ τὸν Τιβέριον ἀπ᾽ αὐτῆς ἐπικαλεῖσϑαι ἐση- 
γήσαντο, ὅπως ὥσπερ οἵ Ἕλληνες πατρόϑεν, οὕτω 
καὶ ἐκεῖνος μητρόϑεν ὀνομάξηται. ἀγανακτῶν οὖν 
ἐπὶ τούτοις οὔτε τὰ ψηφιξόμενα αὐτῇ πλὴν ἐλαχίστων 
ἐπεκύρου οὔτ᾽ ἄλλο τι ὑπέρογκον ποιεῖν ἐπέτρε- 
πεν. εἰκόνα γοῦν ποτε αὐτῆς οἴκοι τῷ “Αὐγούστῳ 
ὁσιωσάσης, καὶ διὰ τοῦτο καὶ τὴν βουλὴν καὶ τοὺς 
ἱππέας μετὰ τῶν γυναικῶν ἕστιᾶσαι ἐϑελησάσης, 
οὔτ᾽ ἄλλως συνεχώρησέν οἵ τοῦτο πρᾶξαι πρὶν τὴν 
γερουσίαν ψηφίσασϑαι, οὔτε τότε τοὺς ἄνδρας δειπνί- 
σαι, ἀλλ᾽ αὐτὸς μὲν τούτοις, ἐκείνη δὲ ταῖς γυναιξὶν 


ἃ, Ὁ. 14, ΤΠ. 1. ΤΙΒΕΆΙΌΒ. 249 


εἱστίασε, καὶ τέλος τῶν μὲν δημοσίων παντάπασιν 
αὐτὴν ἀπήλλαξε. τὰ δ᾽ οἴχοι διοικεῖν οἵ ἐφείς. εἶθ᾽ 
ὡς καὶ ἐν τούτοις ἐπαχϑὴς ἦν, ἀποδημίας τε ἐστέλ- 
λετο καὶ πάντα τρόπον αὐτὴν ἐξίστατο, ὥστε καὶ ἐς 
τὴν Καπρίαν δι ἐκείνην οὐχ ἥκιστα μεταστῆναι. 
ταῦτα μὲν περὶ τῆς Διουίας παραδέδοται" ὁ δὲ 
δὴ Τιβέριος αὐτὸς μὲν τραχύτερον τοὺς αἰτιαξομέ- 
νους τι μετεχειρέξετο, τῷ δὲ δὴ Ζρούσῳ τῷ υἱεῖ καὶ 
ἀσελγεστάτῳ καὶ ὠμοτάτῳ, ὥστε καὶ τὰ ὀξύτατα τῶν 
ξιφῶν Ζῇρουσιανὰ ἀπ᾿ αὐτοῦ κληϑῆναι. ὄντι καὶ 
ἤχϑετο καὶ ἐπετίμα καὶ ἰδία καὶ δημοσία πολλάκις. 
καί ποτε αὐτῷ καὶ ἄντικρυς πολλῶν παρόντων εἶπεν 
ὅτι ξώντος μέν μου οὐδὲν οὔτε βίαιον οὔϑ᾽ ὑβριστι- 
κὸν πράξεις ἂν δέ τι καὶ τολμήσῃς. οὐδὲ τελευτή- 
όαντος. σωφρονέστατα γὰρ χρόνον τινὰ διεγένετο; 
καὶ οὐδὲ τῶν ἄλλων οὐδενὶ ἀσελγαίνειν ἐφίει, ἀλλὰ 
καὶ συχνοὺς ἐπὶ τούτῳ ἐχόλαξε. καίτοι τῶν βουλευ- 
τῶν ποτὲ ἐπιτίμιόν τι κατὰ τῶν ἀσώτως ξώντων 
νομοϑετηϑῆναι ἐθελησάντων μήτε τι τάξας, καὶ προσ- 
ἐπειπὼν ὅτι ἄμεινόν ἐστιν ἰδίᾳ τρόπον τινὰ αὐτοὺς 
σωφρονίζειν ἢ κοινήν σφισι τιμωρίαν ἐπιϑεῖναι. 
νῦν μὲν γὰρ ἂν τῷ φόβῳ τῆς αἰσχύνης καὶ μετριάσαι 
τινὰ αὐτῶν. ὥστε καὶ λαϑεῖν ἐπιχειρῆσαι᾽ ἂν δ᾽ 
ἅπαξ ὁ νόμος ὑπὸ τῆς φύσεως ἐκνικηϑῇ, μηδένα 
αὐτοῦ προτιμήσειν. καὶ ἐπειδή γε πολλῇ ἐσϑῆτι 
ἁλουργεῖ καὶ ἄνδρες συχνοὶ καίπερ ἀπαγορευϑὲν 
πρότερον ἐχρῶντο, διεμέμψατο μὲν οὐδένα οὐδὲ ἐξη- 
μέωσεν οὐδένα, ὑετοῦ δὲ ἐν πανηγύρει τινὶ γενομέ- 
νου φαιὰν μανδύην ἐπενέδυ᾽ κἀκ τούτου οὐκέτ᾽ 
οὐδεὶς αὐτῶν ἀλλοῖον ἔσϑημα λαβεῖν ἐτόλμησε. 
ταῦϑ᾽ οὕτω πάντα μέχρι γε καὶ ὁ Γερμανικὸς 
ἔξη ἐποίει᾽ μετὰ γὰρ τοῦτο συχνὰ αὐτῶν μετέβαλεν, 


9» 


18 


ῳ» 


"ἂν 


φ: 


14 


15 


ἐῷ 


ὡ 


"- 


σι 


[-.} 


Ν 


200 [Ὁ 1Π. ΤΙΒΕΆΙΓΒ, ἃ. Ὁ, 15. 


εἴτ᾽ οὖν φρονῶν μὲν οὕτως ἀπὸ πρώτης ὡς ὕστερον 
διέδειξε, πλασάμενος δὲ ἐφ᾽ ὅσον ἐκεῖνος ἐβίω, ἐπει-. 
δήπερ ἐφεδρεύοντα αὐτὸν τῇ ἡγεμονία ἑώρα, εἴτε 
καὶ πεφυκὼς μὲν εὖ, ἐξοκείλας δ᾽ ὅτε τοῦ ἀνταγωνι- 
στοῦ ἐστερήϑη᾽ λέξω δὲ καὶ κατὰ τοὺς καιροὺς ὡς 
ἕκαστὰ ἐγένετο. ὅσα γε καὶ μνήμης ἀξιά ἐστιν. 

ἐπὶ μὲν τοῦ ΖΔρούσου τοῦ υἱέος αὐτοῦ Γαΐου τε 
Νωρβανοῦ ὑπάτων τῷ δήμῳ τὰ καταλειφϑέντα ὑπὸ 
τοῦ “Αὐγούστου ἀπέδωκεν, ἐπειδὴ προσελθών τις 
πρὸς νεχρὸν διὰ τῆς ἀγορᾶς ἐκφερόμενον καὶ πρὸς 
τὸ οὖς αὐτοῦ προσκύψας ἐψιϑύρισέ τι, καὶ ἐρομένων 
τῶν ἰδόντων ὅ,τι εἰρήκοι. ἐντετάλϑαι ἔφη τῷ 4Ἅ40- 
γούστῳ ὅτι οὐδέπω οὐδὲν ἐκομίσαντο. ἐκεῖνον μὲν 
γὰρ αὐτίκα ἀπέχτεινεν, ἵνα αὐτάγγελος αὐτῷ, ὥς που 
καὶ ἐπισκώπτων εἶπε, γένηται, τοὺς δ᾽ ἄλλους οὐκ 
ἐς μακρὰν ἀπήλλαξε, κατὰ πέντε καὶ ξξήκοντα δραχ- 
μὰς διανείμας. καὶ τοῦτο μὲν τῷ προτέρῳ ἔτει γενέ- 
σϑαι τινὲς λέγουσι᾽ τότε δὲ ἱππέων τινῶν ἐν τοῖς 
ἀγῶσιν οὖς ὁ Δροῦσος ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ τοῦ 
Γερμανικοῦ δὴ διέϑηκε μονομαχῆσαι ἐθελησάντων 
τὸν μὲν ἀγῶνα αὐτῶν οὐκ εἶδε, σφαγέντος δὲ τοῦ 
ἑτέρου τὸν ἕτερον οὐκέτ᾽ εἴασεν ὁπλομαχῆσαι. ἐγέ- 
γοντὸ δὲ καὶ ἄλλαι ἐν τῇ τῶν Αὐγούστου γενξσίων 
ἱπποδρομίᾳ μάχαι, καί τινα καὶ ϑηρία ἐσφάγη. καὶ 
τοῦτο μὲν καὶ ἐπὶ πολλὰ ἔτη οὕτως ἐποιήϑη᾽ τότε δὲ 
ἡ Κρήτη τοῦ ἄρχοντος αὐτῆς ἀποθανόντος τῷ τε 
ταμίᾳ καὶ τῷ παρέδρῳ αὐτοῦ τὸν λοιπὸν χρόνον προσ- 
ετάχϑη. ἐπειδή τε συχνοὶ τῶν τὰ ἔϑνη κληρουμένων 
ἐπὶ πολὺ ἔν τε τῇ Ῥώμῃ καὶ ἐν τῇ λοιπῇ Ἰταλίᾳ ἐνδὲ- 
ἕτριβον, ὥστε τοὺς προάρξαντας αὐτῶν παρὰ τὸ καϑεσ- 
τηκὸς χρονέξειν, ἐκέλευσέ σφισιν ἐντὸς τῆς τοὐ Ἰουνίου 
νουμηνίας ἀφορμᾶσϑαι. “κἀν τούτῳ τοῦ ἐγγόνου, ὃν 


ἃ. Ὁ. 15. 10. 0.101. ΤΙΒΕΆΙΌΘ, 201] 


ἐκ τοῦ Δρούσου εἶχε, τελευτήσαντος οὐδὲν ὅ,τι τῶν 
συνήϑων οὐκ ἔπραξε, μήτ᾽ ἄλλως ἀξιῶν τὸν ἄρχοντά 
τινῶν πρὸς τὰς ἰδίας συμφορᾶς τῆς τῶν κοινῶν ἐπι- 
μελείας ἐξέίστασϑαι, καὶ τοὺς λοιποὺς ἐθίζων μὴ διὰ 
τοὺς οἰχομένους καὶ τὰ τῶν ξώντων προΐεσϑαι. τοῦ 
τε ποταμοὺ τοῦ Τιβέριδος πολλὰ τῆς πόλεως κατα- 
σχόντος ὥστε πλευσϑῆναι, οἱ μὲν ἄλλοι ἐν τέρατος 
λόγῳ καὶ τοῦτο, ὥσπερ ποῦ τό τε μέγεϑος τῶν σεισμῶν 
ὑφ᾽ ὧν καὶ μέρος τι τοῦ τείχους ἔπεσε. καὶ τὸ πλὴ- 
ϑος τῶν κεραυνῶν ὑφ᾽ ὧν καὶ οἶνος ἐξ ἀγγείων 
ἀϑραύστων ἐξετάκη, ἐλάμβανον, ἐκεῖνος. δὲ δὴ νομίσας 
ἐκ πολυπληϑέας ναμάτων αὐτὸ γεγονέναι πέντε ἀεὶ 
βουλευτὰς κληρωτοὺς ἐπιμελεῖσϑαι τοῦ ποταμοῦ προσ- 
ἑταξεν, ἵνα μήτε τοῦ χειμῶνος πλεονάξῃ μήτε τοῦ 
ϑέρους ἐλλείπῃ, ἀλλ᾽ ἴσος ὅτι μάλιστα ἀεὶ δέῃ. 

Τιβέριος μὲν ταῦτα ἔπραττεν, ὁ δὲ δὴ ΖΔροῦσος 
τὰ μὲν τῇ ὑπατείᾳ προσήκοντα ἐξ ἴσου τῷ συνάρχοντι 
ὥσπερ τις ἰδιώτης διετέλεσε, καὶ κληρονόμος γε 
ὑπό τινος καταλειφϑεὶς τὸ σῶμα αὐτοῦ συνεξήνεγκε, 
τῇ μέντοι ὀργῇ οὕτω χαλεπῇ ἐχρῆτο ὥστε καὶ πληγὰς 
ἱππεῖ ἐπιφανεῖ δοῦναι καὶ διὰ τοῦτο καὶ Κάστωρ 
παρωνύμιον λαβεῖν. τῇ τε μέθῃ κατακορὴς οὕτως 
ἐγίγνετο ὥστε ποτὲ νυχτὸς ἐμπρηδϑεῖσί τισιν ἐπικου- 
ρῆσαι μετὰ τῶν δορυφόρων ἀναγκασϑείς, ὕδωρ αὐὖὐ- 
τῶν αἰτούντων. ϑερμὸν σφισιν ἐγχέαι κελεῦσαι. τοῖς 
τε ὀρχησταῖς οὕτω προσέκειτο ὥστε καὶ στασιάξειν 
αὐτοὺς καὶ μηδ᾽ ὑπὸ τῶν νόμων, οὗς ὁ Τιβέριος ἐπ᾽ 
αὐτοῖς ἐσενηνύχει, καϑίστασϑαι. 

τότε μὲν ταῦτ᾽ ἐγένετο, Στατιλίου δὲ Ταύρου 
μετὰ Λουκίου Μίβωνος ὑπατεύσαντος ὁ Τιβέριος 
ἀπεῖπε μὲν ἐσθῆτι σηρικῇ μηδένα ἄνδρα χρῆσϑαι, 
ἀπεῖπε δὲ καὶ χρυσῷ σκεύει μηδένα πλὴν πρὸς τὰ 


ΒΕῚ 


ου 


ΦὩ 


-- 
ζι 


μι» 
Ν 


[] 


[ 


πον 


σ' 


6» 


.- 


202 1.101}. ΤΙΒΕΒΙΌΣ, ἃ. Ὁ, 16. 


ἱερὰ νομίζειν. ἐπεί τε διηπόρησαν τινες εἰ καὶ τὰ 
ἀργυρᾶ τὰ χρυσοῦν τι ἔμβλημα ἔχοντα ἀπηγορευμέ- 
νον σφίσιν εἴη κεκτῆσϑαι. βουληϑεὶς καὶ περὶ τούτου 
τι δόγμα ποιῆσαι, ἐκώλυσεν ἐς αὐτὸ τὸ ὄνομα τὸ τοῦ 
ἐμβλήματος ὡς καὶ Ἑλληνικὸν ἐμβληϑῆναι, καίτοι 
μὴ ἔχων ὅπως ἐπιχωρίως αὐτὸ ὀνομάσῃ. ἐκεῖνό τε 
οὖν οὕτως ἐποίησε, καὶ ἑκατοντάρχου ἑλληνιστὶ ἐν 
τῷ συνεδρίῳ μαρτυρῆσαί τι ἐθελήσαντος οὐκ ἠνέσ- 
χετο, καίπερ πολλὰς μὲν δίκας ἐν τῇ διαλέκτῳ ταύτῃ 
καὶ ἐκεῖ λεγομένας ἀκούων, πολλὰς δὲ καὶ αὐτὸς ἐπε- 
ρωτῶν. τοῦτό τε οὖν οὐχ ὁμολογούμενον ἔπραξε, καὶ 
“Δούκιον Σκαριβώνιον Μέβωνα, νεανίσκον εὐπατρέδην;, 
δύξαντά τι νεωτερίξειν, τέως μὲν ἔρρωτο, οὐκ ἔκρινε, 
νοσήσαντα δὲ ἐπιϑάνατον ἔν τε σκιμποδίῳ κατα- 
στέγῳ, ὁποίῳ αἴ τῶν βουλευτῶν γυναῖκες χρῶνται, 
ἐς τὴν γερουσίαν ἐσεκόμισε, καὶ ἐπειδὴ ἀναβολῆς 
τινος γενομένης ἑαυτὸν προαπεχρήσατο, καὶ τελευ- 
τήσαντα εὔϑυνε, τά τὲ χρήματα αὐτοῦ τοῖς κατηγό- 
ροις διέδωκε, καὶ ϑυσίας ἐπ᾽ αὐτῷ οὐχ ἑαυτοῦ μό- 
νον ἕνεκα ἀλλὰ καὶ τοῦ Αὐγούστου τοῦ τὲ πατρὸς 
αὐτοῦ τοῦ Ἰουλίου. καϑάπερ ποτὲ ἐδέδοκτο, ψηφι- 
σϑῆναι ἐποίησε. ταῦτα δὲ περὶ τούτων πράξας, 
Οὐιβίῳ Ῥούφῳ οὔτε ἐνεχάλεσέ τι ἀρχὴν ὅτι τῷ τοῦ 
Καίσαρος δίφρῳ; ἐφ οὐ ἀεί ποτε ἐκαϑίξετο καὶ ἐφ 

οὐ καὶ ἐσφάγη, ἐχρῆτο. τοῦτο τὲ γὰρ ὁ Ῥοῦφος ἐπι- 
τηδεύσας ἔπραττε, καὶ τῇ τοῦ Κικέρωνος γυναικὶ 
συνῴκει, σεμνυνόμενος ἐφ᾽ ἑκατέρῳ ὥσπερ ἢ διὰ τὴν 
γυναῖκα ῥήτωρ ἢ διὰ τὸν δίφρον Καῖσαρ ἐσόμενος. οὐ 
μὴν οὔτε αἰτίαν τινὰ ἐπὶ τούτῳ ἔσχε καὶ προσέτι καὶ 
ὑπάτευσε. καὶ μέντοι τῷ τε Θρασύλλῳ ἀεὶ συνὼν καὶ 
μαντείᾳ τινὶ καϑ᾿ ἑκάστην ἡμέραν χρώμενος. αὐτός 
τε ἀκριβῶν οὕτω τὸ πρᾶγμα ὥστε ποτὲ ὄναρ δοῦναέξ 


“- 


ἃ. Ὁ, 10. .}. ΤΙΒΕΆΓΙΒ. 2093 


τινι ἀργύριον κελευσϑεὶς συνεῖναί τε ὅτι δαίμων τις 
ἐκ γοητείας οἵ ἐπιπέμπεται καὶ τὸν ἄνϑρωπον ἀπο- 
κτεῖναι, πάντας τοὺς ἄλλους τούς τε ἀστρολόγους καὶ 
τοὺς γόητας. εἴ τέ τινα ἕτερον καὶ ὁποιονοῦν τρόπον 
ἐμαντεύετο τις, τοὺς μὲν ξένους ἐθανάτωσε, τοὺς δὲ 
πολίτας. ὅσοι καὶ 'τότε ἔτι, μετὰ τὸ πρότερον δόγμα 
δι’ οὐ ἀπηγόρευτο μηδὲν τοιοῦτον ἐν τῇ πόλει μετα- 
χειρίξεσϑαι. ἐσηγγέλϑησαν τῇ τέχνῃ χρώμενοι, ὑπερ- 
ὥρισε᾽ τοῖς γὰρ πειϑαρχήσασιν αὐτῶν ἄδεια ἐδόϑη. 
καὶ σύμπαντες δ᾽ ἂν οἱ πολῖται καὶ παρὰ γνώμην 
αὐτοῦ ἀφείϑησαν, εἰ μὴ δήμαρχός τις ἐκώλυσεν. 
ἔνϑα δὴ καὶ μάλιστα ἄν τις τὸ τῆς δημοκρατίας σχῆ- 
μα κατενόησεν. ὅτι ἡ βουλὴ τοῦ τε Ζρούσου καὶ τοῦ 
Τιβερίου, συνέπαινος Γναίῳ Καλπουρνίῳ Πίσωνι 


[5] 


ρ 


γενομένη. κατεκράτησε, καὶ αὐτὴ ὑπὸ τοῦ δημάρχου 


{ ἤ 
ἡττηϑη. ΕΓ." Ψ 
ταῦτα τε ουν οὕτως ἐπραχϑη. καὶ ἐκ τῶν πέρυσι 
τεταμιευχότων ἐς τὰ ἔϑνη τινὲς ἐξεπέμφϑησαν, ἐπει- 
δήπερ οἵ τότε ταμιεύοντες ἐλάττους αὐτῶν ἦσαν. καὶ 
» Ξ δύ ν " , ν 
τοῦτο καὶ αυϑις, ὁσάκις ἐδέησεν, ἐγένετο. ἐπεί τε πολλὰ 
τῶν δημοσίων γραμμάτων τὰ μὲν καὶ παντελῶς ἀπω- 
λώλει, τὰ δὲ ἐξίτηλα γοῦν ὑπὸ τοὺ χρόνου ἐγεγόνει, 
τρεῖς βουλευταὶ προεχειρίσϑησαν ὥστε τά τε ὄντα ἐχ- 


γράψασϑαι καὶ τὰ λοιπὰ ἀναξητῆσαι. ἐμπρησϑεῖσί 


τέ τισιν οὐχ ὅπως ὁ Τιβέριος ἀλλὰ καὶ ἡ Διουία ἤμυ- 
νε. κἀν τῷ αὐτῷ ἔτει Κλήμης τις, δοῦλός τε τοῦ 
᾿Δἀγρίππου γεγονὼς καί πῃ καὶ προσεοικὼς αὐτῷ, ἐπλά- 
σατο αὐτὸς ἐκεῖνος εἶναι. καὶ ἐς τὴν Γαλατίαν ἐλϑὼν 
πολλοὺς μὲν ἐνταῦϑα πολλοὺς δὲ καὶ ἐν τῇ Ἰταλίᾳ 
ὕστερον προσεποιήσατο, καὶ τέλος καὶ ἐπὶ τὴν Ῥώμην 
ὥρμησεν ὡς καὶ τὴν παππώαν μοναρχίαν ἀποληψό- 


ἐῶ 


φ 


ἱξνος. ταραττομένων τε οὖν ἐπὶ τούτῳ τῶν ἐν τῷ « 


17 
α.0 


ἐφ 


ω» 


μὠ» 


ι 


204 με}. ΤΙΒΕΆΙΌΒ, ἃ. Ὁ. 17. 


Ἂ -»" ᾽ - Π ς ,ὔ 
ἄστει, καὶ συχνῶν αὐτῷ προστιϑεμένων, ὁ Τιβέριος 
σοφίᾳ αὐτὸν διά τινων ὡς καὶ τὰ ἐκείνου φρονούν- 
τῶν ἐχειρώσατο, καὶ μετὰ τοῦτο βασανίσας ἵνα τι 
περὶ τῶν συνεγνωκότων αὐτῷ μάϑῃ, ἔπειτ᾽ ἐπειδὴ 
μηδὲν ἐξελάλησεν, ἐπύϑετο αὐτοῦ πῶς “Ἵγρίππας 
ἐγένου ; καὶ ὃς ἀπεκρίνατο ὅτι' οὕτως ὡς καὶ σὺ 
Καῖσαρ. 
- ᾽ , ᾿ - ς-ς»ἤὔ »ἭἬ 
τῷ ὃ ἐχομένῳ ἔτει τὸ μὲν τῶν ὑπάτων ὑνομα 


-Γαιὸός τε Καικίλιος καὶ Δούκιος Φλάκκος ἔλαβον, ὃ 


δὲ δὴ Τιβέριος, ἐπειδὴ καὶ μετὰ τὴν νουμηνίαν τινὲς 
ἀργύριον αὐτῷ προσήνεγκαν, οὔτε ἐδέξατο καί τι καὶ : 
γράμμα περὶ αὐτοῦ τούτου ἐξέϑηκε, ῥήματί τινι μὴ 
Ματίνῳ χρησάμενος. ἐνθϑυμηϑεὶς οὖν νυκτὸς περὶ 
αὐτοῦ! πάντας τοὺς τὰ τοιαῦτα ἀκριβοῦντας μετε- 
πέμψατο᾽ πάνυ γὰρ δὴ ἔμελεν αὐτῷ τοῦ καλῶς δια- 
λέγεσϑαι. καί τινος ᾿Αἀτηίου Καπίτωνος εἰπόντος ὅτι 
εἰ καὶ μηδεὶς πρόσϑεν τὸ ὄνομα τοῦτ᾽ ἐφϑέγξατο, 
ἀλλὰ νῦν γε πάντες διὰ σὲ ἐς τὰ ἀρχαῖα αὐτὸ κατα- 
ριϑμήσομεν, Μαρκελλός τις ὑπολαβὼν ἔφη “σύ, Καῖ- 
σαρ., ἀνϑρώποις μὲν “πολιτείαν Ῥωμαέων δύνασαι 
δοῦναι, ῥήμασι δὲ οὔ ἐκεῖνον μὲν οὖν οὐδὲν ἐπὶ 
τούτῳ κακόν ; καίπερ ἀκρατῶς παρρησιασάμενον, 
ἔδρασε᾽ τὸν δὲ δὴ ᾿ἀρχέλαον τὸν τῆς Καππαδοκίας 
βασιλέα δι’ ὀργῆς σχών. ὅτι πρότερόν οἱ ὑποπεπτω- 
κῶς ὥστε καὶ συνηγόρῳ, ὅτε ἐπὶ τοῦ Αὐγούστου ὑπὸ 
τῶν ἐπιχωρίων κατηγορήϑη, χρήσασϑαι. μετὰ τοῦτο 
αὐτοῦ μὲν ἐς τὴν Ῥόδον ἐλθόντος ἠμέλησε, τὸν δὲ 
δὴ Γάιον ἐς τὴν ᾿4“σίαν ἐλϑόντα ἐθεράπευσε, μξτε- 
πέμψατο ὡς καὶ νεωτερίξοντά τι; καὶ τῇ τῆς γερου- 
σίας ψήφῳ παρέδωκεν. οὐ μόνον ὑπεργήρων ῦντα, 
ἀλλὰ καὶ δεινῶς ποδαγρῶντα καὶ προσέτι καὶ παρα- 
φρονεῖν δοκοῦντα. ἔπαϑε μὲν γάρ ποτε τοῦτο ὄντως, 


ἃ. Ὁ, 17, 18. ΠΥ}. ΤΙΒΕΆΙΌΒ, 200 


ὥστε καὶ ἐπίτροπον παρὰ τοῦ Αὐγούστου τῆς ἀρχῆς 
λαβεῖν, οὐ μέντοι καὶ τότε ἔτι παρελήρει, ἀλλ᾽ 
ἐπλάσσετο, εἴ πῶς ἔκ γε τούτου σωθείη. κἂν ἐϑα- 
νατώϑη. εἰ μὴ καταμαρτυρῶν τις αὐτοῦ ἔφη ποτὲ 
αὐτὸν εἰρηκέναι ὅτι ἐπειδὰν οἴκαδε ἐπανέλϑω. δείξω 
αὐτῷ οἷα νεῦρα ἔχω. γέλωτος γὰρ ἐπὶ τούτῳ, διὰ τὸ 
τὸν ἄνϑρωπον μὴ ὅτι στῆναι ἀλλὰ μηδὲ καϑίζξεσϑαι 
δύνασθαι, πολλοῦ γενομένου οὐκέτ᾽ αὐτὸν ὁ Τιβέ- 
ριος ἀπέχτεινεν. οὕτω γάρ τοι κακῶς διέκειτο ὥστε 
ἐν σκιμποδίῳ καταστέγῳ ἐς τὸ συνέδριον ἐσκομισϑὴ- 
ναι. νομιξόμενον γάρ που καὶ τοῖς ἀνδράσιν ἦν, ὁ- 
πότε τις αὐτῶν ἀσϑενῶς ἔχων ἐκεῖσε ἐσέοι., κατακεί- 
μένον αὐτὸν ἐσφέρεσϑαι. καὶ τοῦτο καὶ ὁ Τιβέριος 
τότε ἐποίησε᾽ καὶ διελέχϑη γέ τινα ἐκ τοῦ σκιμπο- 
δίου προκύψας. τότε μὲν οὕτως ὁ ᾿Αρχέλαος ἐσώϑη, 
ἄλλως δ᾽ οὐ πολλῷ ὕστερον ἀπέϑανε, κἀκ τούτου 
καὶ ἡ Καππαδοκία τῶν τε Ῥωμαίων ἐγένετο καὶ ἱπ- 
πεῖ ἐπετράπη. ταῖς τε ἐν τῇ ᾿Αἀσίᾳ πόλεσι τοῖς ὑπὸ 
τοῦ σεισμοῦ κακωϑείσαις ἀνὴρ ἐστρατηγηκὼς σὺν 
πέντε ῥδαβδούχοις προσετάχϑη, καὶ χρήματα πολλὰ 
μὲν ἐκ τῶν φόρων ἀνείϑη πολλὰ δὲ καὶ παρὰ τοῦ 
Τιβερίου ἐδόϑη᾽ τῶν γὰρ ἀλλοτρίων ἰσχυρώς. μέχρι 
γὲ καὶ τὴν ἄλλην ἀρετὴν ἐπετήδευσεν, ἀπεχόμενος, 
μηδὲ τὰς κληρονομίας ἃς τινὲς αὐτῷ συγγενεῖς ἔχοντες 
κατέλιπον προσιέμενος, πάμπολλα ἔς τε τὰς πόλεις 
καὶ τοὺς ἰδιώτας ἀνήλισκε, καὶ οὔτε τιμὴν οὔτε 
ἔπαινον οὐδένα ἐπ᾿ αὐτοῖς προσεδέχετο. ταῖς τε 
πρεσβείαις ταῖς παρὰ τῶν πόλεων ἢ καὶ τῶν 
ἐθνῶν οὐδέποτε μόνος ἐχρημάτιξεν, ἀλλὰ πολ- 


17, 8, 3. 1ῃ ἀπε ἀδθϑίπις οοάοχ γοποῖαβ. Εἰ πισββ ἱποῖρὶν 
ὅδ, 1, 3. Ππἰογροβιία ΡΙούδαιθ βαμῦ ΧΙΡΒΙ ΙΗ, 


ἃ. , 


οο 


18 


ς9 


19 


ΠΩΣ 


σι 


9» 


200 ΠΡ. ΝΗ. ΤΙΒΕΚΙΌΒ, ἃ. Ὁ. 18. 19. 


λούς, καὶ μάλιστα τοὺς ἄρξαντας ποτε αὐτῶν. κοι- 
νωνοὺς τῆς διαγνώμης ἐποιεῖτο. 

Γερμανικὸς ὃὲ τῇ ἐπὶ τοὺς Κελτοὺς στρατείᾳ 
φερόμενος εὖ μέχρι τε τοῦ ὠκεανοῦ προεχώρησε, καὶ 
τοὺς βαρβάρους κατὰ τὸ καρτερὸν νικήσας τά τε ὀστὰ 
τῶν σὺν τῷ Οὐάρῳ πεσόντων συνέλεξέ τε καὶ ἔϑαψε, 
καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ ἀνεκτήσατο. τῷ δέ γε 
Τιβερίῳ τῆς βουλῆς ἐγχκειμένης, καὶ τὸν γοῦν μῆνα 
τὸν Νοέμβριον, ἐν ᾧ τῇ ἕχτῃ ἐπὶ δέκα ἐγεγέννητο; 
Τιβέριον καλεῖσϑαι ἀξιούσης, ᾿ ἱκαὶ τί ἔφη “ποιήσετε, 
ἂν δεκατρεῖς Καίσαρες γένωνται; Μάρχου δὲ δὴ 


᾽ “- Ἁ - δ ; 
"Π' Ἰουνίου Μουκίου τε Νωρβανοῦ μετὰ ταῦτα ἀρξαντων 


τέρας ἐν αὐτῇ τῇ νουμηνία οὐ σμικρὸν ἐγένετο, ὅπερ 
που ἐς τὸ Γερμανικοῦ πάϑος ἀπεσήμαινεν᾽ ὁ γὰρ 
Νωρβανὸς ὃ ὕπατος σάλπιγγι ἀεὶ προσκείμενος, καὶ 
ἐρρωμένως τὸ πρᾶγμα ἀσκῶν, ἠϑέλησε καὶ τότε ὑπὸ 
τὸν ὄρϑρον, πολλῶν ἤδη πρὸς τὴν οἰκίαν αὐτοῦ πα- 
ρόντων, σαλπίσαι. καὶ τοῦτό τε πάντας ὁμοίως ἐξετά- 
ραξε καϑάπερ ἐμπολέμιόν τι σύνθημα τοῦ ὑπάτου 
παραγγείλαντός σφισι. καὶ ὅτι καὶ τὸ τοῦ ἸΙανοῦ 
ἄγαλμα κατέπεσε. λόγιόν τέτι ὡς καὶ Σιβύλλειον, ἄλ- 
λως μὲν οὐδὲν τῶ τῆς πόλεως χρόνῳ προσῆκον, πρὸς 
δὲ τὰ παρόντα ἀδόμενον, οὐχ ἡσυχῇ σφας ἐκίνει᾽ ἔλεγε 
γὰρ ὅτι τρὶς δὲ τριηκοσίων περιτελλομένων ἐνιαυ- 
τῶν Ῥωμαίους ἔμφυλος ὀλεῖ στάσις. ἃ Συβαρῖτις 
ἀφροσύνα. ὁ οὖν Τιβέριος ταῦτά τε τὰ ἔπη ὡς καὶ 
ψευδὴ ὄντα διέβαλε. καὶ τὰ βιβλία πάντα τὰ μαν- 
τείαν τινὰ ἔχοντα ἐπεσκέψατο, καὶ τὰ μὲν ὡς οὐδενὸς 
ἄξια ἀπέχρινε τὰ δὲ ἐνέκρινε. τοῦ δὲ δὴ Γερμανι- 
κοῦ τελευτήσαντος ὁ μὲν Τιβέριος καὶ ἡ Λιουία πάνυ 
ἤσϑησαν,. οἱ δὲ δὴ ἄλλοι πάντες δεινῶς ἐλυπήϑησαν. 
κάλλιστος μὲν γὰρ τὸ σῶμα ἄριστος δὲ καὶ τὴν ψυχὴν 


ἃ. Ὁ. 19. 20. ι.. ΤΙΒΕΆΙΌΒ, 201 


ἔφυ, παιδείᾳ τε ἅμα καὶ δώμῃ διέπρεπε, καὶ ἔς τε 
τὸ πολέμιον ἀνδρειότατος ὧν ἡμερώτατα τῷ οἰκείῳ 
προσεφέρετο, καὶ πλεῖστον ἰσχύων ἅτε Καῖσαρ ὧν 
ἐξ ἴσου τοῖς ἀσϑενεστέροις ἐσωφρόνει, καὶ οὐδὲν 
οὔτε πρὸς τοὺς ἀρχομένους ἐπαχϑὲς οὔτε πρὸς τὸν 
Ζροῦσον ἐπίφϑονον οὔτε πρὸς τὸν Τιβέριον ἐπαίτιον 
ἔπραττεν, ἀλλὰ συνελόντι εἰπεῖν ἐν ὀλίγοις τῶν πώ- 
ποτὲ οὔτ᾽ ἐξήμαρτέ τι ἐς τὴν ὑπάρξασαν αὐτῷ τύχην 
οὔτ᾽ αὐτὸς ὑπ᾽ ἐκείνης διεφϑάρη᾽ δυνηϑεὶς γοῦν 
πολλάκις καὶ παρ᾽ ἑκόντων, οὐχ ὅτι τῶν στρατιωτῶν 
ἀλλὰ καὶ τοῦ δήμου τῆς τε βυυλῆς, τὴν αὐτοκράτορα 
λαβεῖν ἀρχὴν οὐκ ἠθέλησεν. ἀπέϑανε δὲ ἐν ᾽άντιο- 
χείᾳ, ὑπό τε τοῦ Πίσωνος καὶ ὑπὸ τῆς Πλαγκίνης 


ἐπιβουλευϑ είς ὀστᾶ γὰρ ἀνθρώπων ἐν τῇ οἰκία ἔν ἡ 


ᾧκει κατορωρυγμένα καὶ ἑλασμοὶ μρλίβδινοι ἀράς 
τινας μετὰ τοῦ ὀνόματος αὐτοῦ ἔχοντες ξῶντος ἔϑ᾽ 
εὐρέϑη. ὁ δὲ Πίσων ἐς τὸ βουλευτήριον ἐπὶ τῷ 


φόνῳ ὑπ᾽ αὐτοῦ τοῦ Τιβερίου ἐσαχϑεὶς ἀναβολήν ᾿ 


τέ τινα ἐποιήσατο καὶ ἑαυτὸν κατεχρήσατο. 

ὅτι καὶ ἀφορμάς τινας φόνων ὁ Τιβέριος ἔσχε᾽ 
διὰ γὰρ τὸν τοῦ Γερμανικοῦ ϑάνατον πολλοὶ ὡς καὶ 
ἐφησϑέντες αὐτῷ ἀπώλοντο. 

Τιβέριος δὲ ἐπεὶ τὸ ἐφεδρεῦον οὐκέτ᾽ εἶχεν, ἐς 
πᾶν τοὐναντίον τῶν πρόσϑεν εἰργασμένων. αὐτῷ, 
πολλῶν ὄντων καὶ καλῶν, περιξστη. τά τὲ γὰρ ἄλλα 
ἀγρίως ἦρξε, καὶ ταῖς τῆς ἀσεβείας δίκαις, εἴ τις οὐχ 
ὅσον ἐς τὸν Αὔγουστον ἀλλὰ καὶ ἐς αὐτὸν ἐκεῖνον 


18, 0, 4, καὶ ἔς --- 7, 8, ἐπαχϑὲς ἱπβογία οχ Υ ῥ. θ6ὅ. Χιριὶ- 
Ππτιβ ὑγὸ πῖ8 πρᾳότατός τε καὶ σωφρονέστατος ἦν. οὐδὲν δὲ 
18, 8, 1. ἀλλὰ -- 8, διεφϑάρη οἱ 8, καὶ παρ᾽ --- 4, βουλῆς 
ἰπϑοσία οχ Υ' Ρ. θ6θ, 
18, 10, 4. ὅτι --- 06, ἀπώλοντο ἱπβοτία οχ ΎΥ᾽ Ρ. 666. 
ῬΙΟ σΑΒβιῦ 8. 111. 17 


-2 


Φῳ- 


"». 


0 


ΠῚ 
Ω 


20 


δῷ 


» 


ὧι 


208 ἈΝ. ΤΙΒΕΆΙΌΣ. 8. Ὁ, 20. 


τήν τε μητέρα αὐτοῦ πράξας τι ἢ καὶ εἰπὼν ἀνεπι- 
τήδειον ἐπεκλήϑη, δεινῶς ἐπεξήει. ἐβασανέξοντο δὲ 
οὐχὶ οἰκέται μόνον κατὰ τῶν ἰδίων δεσποτῶν, ἀλλὰ 
καὶ ἐλεύϑεροι καὶ πολῖται. οἵ τὲ κατηγορήσαντες ἢ 
καὶ καταμαρτυρήσαντές τινων τὰς οὐσίας τῶν ἁλισκο- 
μένων διελάγχανον, καὶ προσέτι καὶ ἀρχὰς καὶ τιμὰς 
προσελάμβανον. πολλοὺς δὲ καὶ τὴν ἡμέραν καὶ τὴν 
ὥραν ἐν ἡ ἐγεγέννηντο ἐξετάξων, καὶ ἐκεῖθεν. καὶ τὸν 
τρόπον καὶ τὴν τύχην αὐτῶν διασκοπῶν, ἀπεκτίν- 
νυεν᾽ εἰ γάρ τῷ ὑπέρογκόν τι καὶ εὔελπι πρὸς δυνα- 
στείαν ἐνεῖδε, πάντως ἀπώλλυεν. οὕτω δ᾽ οὖν τὸ 
πεπρωμένον ἑκάστῳ τῶν πρώτων καὶ ἐξήταξε καὶ 
ἠπίστατο ὥστε καὶ τῷ Γάλβᾳ τῷ μετὰ ταῦτα αὐταρ- 
χήσαντι ἀπαντήσας, γυναῖκα ἠγγυημένῳ, εἰπεῖν ὅτι 
καὶ σύ ποτὲ τῆς ἡγεμονίας γευσῃ. ἐφείσατο γὰρ αὐ- 
τοῦ, ὡς μὲν ἐγὼ δοκῶ, ὅτι καὶ τοῦτ᾽ αὐτῷ εἱμαρμέ- 
γον ἦν, ὡς δ᾽ αὐτὸς ἔλεγεν; ὅτι καὶ ἐν γήρα καὶ 
μετὰ πολὺ τῆς τελευτῆς αὐτοῦ ἄρξοι. 

συνήρατο δὲ αὐτῷ καὶ συγκατειργάσατο πάντα 
προϑυμότατα Λούκιος Αἴλιος Σηιανός. υἱὸς μὲν τοῦ 
Στράβωνος ὦν. παιδικὰ δέ ποτε Μάρκου Γαβίου 


3 ’ , 
᾿Απικίου γενόμενος, ᾿Δπικίου ἐκείνου ὃς πάντας ἀνθρώ- 


πους ἀσωτίᾳ ὑπερεβάλετο οὕτως ὥστε, ἐπειδὴ μαϑεῖν 
ποτε ἐθελήσας ὅσα τε ἤδη καταναλώκει καὶ ὅσα ἔτ᾽ 
εἶχεν, ἔγνω ὅτι διακόσιαι καὶ πεντήκοντα αὐτῷ μυριά- 
δὲς ἔτι περιεῖεν, ἐλυπήϑη τε ὡς καὶ λιμῷ τελευτήσειν 
μέλλων καὶ ἑαυτὸν διέφϑειρεν. οὗτος οὖν ὁ Σηιανὸς 
χρόνῳ μέν τινι μετὰ τοῦ πατρὸς τῶν δορυφόρων ἡρξεν᾽ 

ἐπεὶ δὲ ἐκείνου ἐς τὴν Αἴγυπτον πεμφϑέντος μόνος 
τὴν προστασίαν αὐτῶν ἔσχε. τά τε ἄλλα συνέστησεν 
αὐτήν, καὶ τοὺς λόχους ἰδίᾳ καὶ χωρὶς ἀλλήλων, 
ὥσπερ τοὺς τῶν νυχτοφυλάκων, ὄντας ἐς ἕν τεῖχος 


ἃ. Ο,, 30. 91, .ΚΥ1. ΤΙΒΕΆΙΠΚ. 259 


συνήγαγεν, ὥστε τὰ παραγγέλματα καὶ ἀϑρόους καὶ 
διὰ ταχέων λαμβάνειν, καὶ φοβεροὺς πᾶσιν ἅτε καὶ 
ἐν ἑνὶ τείχει ὄντας εἶναι. τοῦτον οὖν ὁ Τιβέριος ἐκ 
τῆς τῶν τρόπων ὁμοιότητος προσλαβὼν ταῖς τε στρα- 
τηγικαῖς τιμαῖς ἐκόσμησεν, ὃ μήπω πρότερον μηδενὶ 
τῶν ὁμοίων οἱ ἐγεγόνει, καὶ σύμβουλον καὶ ὑπη- 
θέτην πρὸς πάντα ἐποιεῖτο. 

τὸ μὲν οὖν σύμπαν οὕτω μετὰ τὸν τοῦ Γερμανι- 
κοῦ ϑάνατον μετεβάλετο ὥστε αὐτὸν μεγάλως καὶ 
πρότερον ἐπαινούμενον πολλῷ δὴ τότε μᾶλλον ϑαυ- 
μασϑήναι ,, 

ἐπεὶ δὲ ὁ Τιβέριος τὴν ὕπατον ἀρχὴν ἦρξε μετὰ 90 
τοῦ “Ζρούσου, εὐθὺς οἵ ἄνϑρωποι τὸν ὄλεϑρον τῷ εν 
“ρούσῳ ἐξ αὐτοῦ τούτου προεμαντεύσαντο" οὐ γὰρ 
ἔστιν ὅστις τῶν ὑπατευσάντων ποτὲ μετ᾽ αὐτοῦ οὐ 
βιαίως ἀπέϑανεν, ἀλλὰ τοῦτο μὲν Οὔαρος ὁ Κυιντί- 2 
λιος, τοῦτο δὲ Πίσων ὁ Γναῖος ὅ τε Γερμανικὸς αὐ- 
τὸς βιαίως καὶ κακῶς ἀπώλοντο. τοιούτῳ τινί, ὡς 
ἔοικε, διὰ βίου δαίμονι συνεκεηλήρωτο. ἀμέλει καὶ 
ὁ Ζροῦσος τότε καὶ ὁ Σηιανὸς μετὰ ταῦτα συνάρξαν- 
τές οἵ διερϑάρησαν. ἐχδημοῦντος δὲ τοῦ Τιβερίου 
Γάιος Λουτώριος Πρίσκος ἱππεύς, ἄλλως τε μέγα ἐπὶ 
ποιήσει φρονῶν καὶ ἐπιτάφιον ἐπὶ τῷ Γερμανικῷ 
ἐπιφανῆ συγγράψας, ὥστε καὶ χρήματα δι᾽ αὐτὸν 
πολλὰ λαβεῖν, αἰτίαν ἔσχεν ὡς καὶ ἐπὶ τῷ Ζρούσῳ 
ποίημα παρὰ τὴν νόσον αὐτοῦ συντεϑεικώς, καὶ 
ἐκρίϑη τε διὰ τοῦτο ἐν τῇ βουλῇ καὶ κατεδικάσϑη 
καὶ ἀπέϑανεν. ὁ οὖν Τιβέριος ἀγανακτήσας, οὐχ ὅτι 
ἐχεῖνος ἐχολάσϑη ἀλλ᾽ ὅτι τις ὑπὸ τῶν βουλευτῶν 


ῳ 


᾿» 


19, 8, 1, τὸ -- ξ5, ϑαυμασϑῆναι Ἰηδοτία οχ Υ Ῥ. 606, 
ὉΔῚ βιπὲ ροβὲ 7, τοῦτον οὖν --- ἐποιεῖτο." 


17" 


21 


α. Ὁ, 


φῳ 


ῴ. 


δ 


200 11. ΤΙΒΕΆΙΌΒ, ἃ, Ο. 22, 


ἄνευ τῆς ἑαυτοῦ γνώμης ἐθανατώϑη, ἐπετίμησέ τε 
αὐτοῖς, καὶ δόγματι παραδοϑῆναι ἐκέλευσε μήτ᾽ ἀπο- 
ϑνήσκειν ἐντὸς δέκα ἡμερῶν. τὸν καταψηφισϑέντα 
ὑπ᾽ αὐτῶν, μήτε τὸ γράμμα τὸ ἐπ᾿ αὐτῷ γενόμενον 


ἐς τὸ δημόσιον ἐντὸς τοῦ αὐτοῦ χρόνου ἀποτίϑεσϑαι, 


ὅπως καὶ ἀποδημῶν προπυνϑάνηται τὰ δόξαντά σφισι 
καὶ ἐπιδιακρένῃ. 

καὶ μετὰ τοῦτο ἐξελθούσης αὐτῷ τῆς ὑπατείας 
ἔς τε τὴν Ῥώμην ἦλϑε, καὶ τοὺς ὑπάτους συναγο- 
ρεύειν τισὶν ἐκώλυσεν. εἰπὼν ὅτι εἰ ὑπάτευον, οὐκ 
ἂν ἐποίησα τοῦτο. ἐπειδή τε τῶν στρατηγούντων τις 
αἰτέαν, ὡς καὶ ἀσεβές τι ἐς αὐτὸν εἰρηκὼς ἢ καὶ πε- 
ποιηκώς, λαβὼν ἐξῆλϑὲ τε ἐκ τοὺ συνεδρίου, καὶ τὴν 
ἀρχικὴν στολὴν ἐκδὺς ἐπανηλϑέ τε καὶ κατηγορηϑή- 
ναι παραχρῆμα ὡς καὶ ἰδιωτεύων ἠξίωσε, δεινῶς τε 
ἤλγησε καὶ οὐκέτ᾽ αὐτοῦ ἥψατο. τοὺς δὲ ὀρχηστὰς 
τῆς τε Ῥώμης ἐξήλασε καὶ μηδαμόϑι τῇ τέχνῃ χρῆ- 
σϑαι προσέταξεν, ὅτι τάς τε γυναῖκας ἤσχυνον καὶ 
στάσεις ἤγειρον. ἄλλους μὲν δὴ οὖν καὶ πολλούς γε 
τῶν τελευτώντων καὶ ἀνδριᾶσι καὶ δημοσίαις ταφαῖς 
ἐτίμα, τὸν δὲ δὴ Σηιανὸν ξώντα ἐν τῷ ϑεάτρῳ χαλ- 
κοῦν ἔστησε. κἀκ τούτου πολλαὶ μὲν ὑπὸ πολλῶν 
εἰκόνες αὐτοῦ ἐποιήϑησαν, πολλοὶ δὲ καὶ ἔπαινοι καὶ 
παρὰ τῷ δήμῳ καὶ παρὰ τῇ βουλῇ ἐγίγνοντο. ἔς τε 
τὴν οἰκίαν αὐτοῦ οἵ τε ἄλλοι οἱ ἐλλόγιμοι καὶ οἵ 
ὕπατοι αὐτοὶ ὑπὸ τὸν ὄρϑρον συνεχῶς ἐφοίτων, καὶ 
τά τε ἴδια αὐτῷ πάντα, ὅσα τινὲς ἀξιώσειν παρὰ τοῦ 
Τιβερίου ἔμελλον, καὶ τὰ κοινά, ὑπὲρ ὧν χρημα- 
τισϑῆναι ἔδει, ἐπεκοίνουν. καὶ συνελόντι εἰπεῖν 
οὐδὲν ἔτι χωρὶς αὐτοῦ τῶν τοιούτων ἐπράττετο. 

κατὰ δὲ τὸν χρόνον τοῦτον καὶ στοὰ μεγέστη ἐν 
τῇ Ῥώμῃ, ἐπειδὴ ἑτεροκλινὴς ἐγένετο, ϑαυμαστὸν δή 


ἃ. Ὁ. 22, 28, Ι. 8011. ΤΙΒΕΆΙΌΞΒ. 2601 


’ 9 , ᾽ , , ε . 
τίνα τρόπον ὠρϑωϑη. ἀρχιτέκτων γαρ τις. οὐ τὸ 


ὄνομα οὐδεὶς οἶδε, τῇ γὰρ ϑαυματοποιίᾳ αὐτοῦ φϑο- 


νήσας ὁ Τιβέριος οὐκ ἐπέτρεψεν αὐτὸ ἐς τὰ ὑπομνή-. 
ματα ἐσγραφῆναι, οὗτος οὖν ὅστις ποτὲ ὠνομάξετο,, 
τὸύς τε ϑεμελίους αὐτῆς πέριξ κρατύνας ὥστε μὴ 


συγκινηϑῆναι, καὶ τὸ λοιπὸν πᾶν πόκοις τε καὶ ἵμα- 
τίοις παχέσι περιλαβών, σχοίνοις τὲ πανταχόϑεν αὖ- 
τὴν διέδησε, καὶ ἐς τὴν ἀρχαίαν ἕδραν ἀνθρώποις 
τε πολλοῖς καὶ μηχανήμασιν ὠσάμενος ἐπανήγαγε. 
τότε μὲν οὖν ὁ Τιβέριος καὶ ἐθαύμασεν αὐτὸν καὶ 
ἐξηλοτύπησε., καὶ διὰ μὲν ἐκεῖνο χρήμασιν ἐτέμησε, 
διὰ δὲ τοῦτο ἐκ τῆς πόλεως ἐξήλασε᾽ μετὰ δὲ ταῦτα 
προσελϑόντος οἱ αὐτοῦ καὶ ἱκετείαν ποιουμένου, κἀν 
τούτῳ ποτήριόν τι ὑαλοῦν καταβαλόντος τε ἐξεπί- 
τηδες καὶ ϑλασϑέν πως ἢ συντριβὲν ταῖς τε χερσὶ 
διατρίψαντος καὶ ἄϑραυστον παραχρῆμα ἀποφήναν- 
τος, ὡς καὶ συγγνώμης διὰ τοῦτο τευξομένου, καὶ 
ἀπέκτεινεν αὐτόν. 

Δροῦσος δὲ ὁ παῖς αὐτοῦ φαρμάκῳ διώλετο. ὁ 
γὰρ Σηιανὸς ἐπί τε τῇ ἰσχύι καὶ ἐπὶ τῷ ἀξιώματι 
ὑπερμαξήσας τά τε ἄλλα ὑπέρογκος ἦν, καὶ τέλος καὶ 
ἐπὶ τὸν Ζ4ροῦσον ἐτράπετο καί ποτε πὺξ αὐτῷ ἐνέ- 
τεινε. φοβηϑείς τε ἐκ τούτου καὶ ἐκεῖνον καὶ τὸν 
Τιβέριον. καὶ ἅμα καὶ προσδοκήσας, ἂν τὸν νεανί- 
ὅχον ἐκποδὼν ποιήσηται, καὶ τὸν γέροντα ῥᾷστα με- 
ταχειριεῖσϑαι, φάρμακόν τι αὐτῷ διά τε τῶν ἐν τῇ 
ϑεραπείᾳ αὐτοῦ ὄντων καὶ διὰ τῆς γυναικὸς αὐτοῦ, 
ἥν τινες Μιουίλλαν ὀνομάξουσιν, ἔδωκε᾽ καὶ γὰρ 
καὶ ἐμοίχευεν αὐτήν. αἰτίαν μὲν γὰρ ὃ Τιβέριος 
ἔλαβεν. ὅτι μήτε νοσοῦντος τοῦ Ζίρούσου μήτ᾽ ἀπο- 
ϑανόντος ἔξω τι τῶν συνήϑων ἔπραξε, μηδὲ τοῖς 
ἄλλοις ποιῆσαι ἐπέτρεψεν᾽ οὐ μέντοι καὶ πιστὸς ὁ 


[φ] 


- 


φ» 


μα 


28 


ἐφ 


Φ 


ΕἸ 


202 601. ΤΙΒΕΆΙΌΝ, ἃ. Ὁ, 29, 


λόγος. τοῦτό τε γὰρ ἀπὸ γνώμης ἐπὶ πάντων ὁμοίως 
ἔπραττε, καὶ τῷ υἱεῖ ἅτε καὶ μόνῳ καὶ γνησίῳ ὄντι 
προσέκειτο, τούς τὲ χειρουργήσαντας τὸν ὕλεϑρον 
αὐτοῦ, τοὺς μὲν εὐθὺς τοὺς δὲ μετὰ ταῦτα, ἐκόλασε. 
τότε δ᾽ οὖν ἐσῆλϑέ τε ἐς τὸ συνέδριον, καὶ τὸν προσ- 
κοντα ἐπὶ τῷ παιδὶ ἔπαινον ποιησάμενος οἴκαδε 
ἐκομέσϑη. 

ἀπεῖπε δὲ ὁ Τιβέριος τοῖς πυρὸς καὶ ὕδατος 
εἰρχϑεῖσι μὴ διατέϑεσθϑαι᾽ καὶ τοῦτο καὶ νῦν φυλάτ- 
τεται. Αἴλιον δὲ Σατορνῖνον, ὡς καὶ ἔπη τινὰ ἐς 
αὐτὸν οὐκ ἐπιτήδεια ἀπορρίψαντα, ὑπό τε τὴν βου- 
λὴν ὑπήγαγε καὶ ἁλόντα ἀπὸ τοῦ Καπιτωλίου κατε- 
κρήμνισε. πολλὰ δ᾽ ἂν καὶ ἄλλα τοιουτύτροπα .γρά- 
φειῖν ἔχοιμι, εἰ πάντα ἐπεξίοιμι. τοῦτό τε οὖν ἐν 
κεφαλαίῳ εἰρήσϑω ὅτι συχνοὶ διὰ τὰ τοιαῦτα ὑπ᾽ αὐ- 
τοῦ ἀπώλοντο, καὶ ἐκεῖνο ὅτι ξητῶν καϑ᾽ ἕν ἕκαστον 
ἀκριβῶς ὅσα τινὲς ἠτιάξοντο φλαύρως περὶ αὐτοῦ 
εἰρηκέναι, αὐτὸς ἑαυτὸν πάντα τὰ ἐξ ἀνθρώπων κακὰ 
ἔλεγε. καὶ γὰρ εἰ ἐν ἀπορρήτῳ τις καὶ πρὸς ἕνα 
διελέχϑη τι, καὶ τοῦτο ἐδημοσίευεν ὦστε καὶ ἐς τὰ 
κοινὰ ὑπομνήματα ἐσγράφεσϑαι. καὶ πολλάκις ἃ 
μηδ᾽ εἶπέ τις. ὡς “εἰρημένα, ἐξ ὧν ἑαυτῷ συνῃδει 
προσχατεψεύδετο, ὅ ὅπως ὡς δικαιότατα ὀργέξεσϑαι γο- 
μισϑείη. κἀκ τούτου συνέβαινεν αὐτῷ πάντα τε 
ἐκεῖνα, ἐφ᾽ οἷς τοὺς ἄλλους ὡς ἀσεβοῦντας ἐκό- 
λασεν, αὐτὸν ἐς ἑαυτὸν πλημμελεῖν, καὶ προσέτι καὶ 
χλευασμὸν ὀφλισκάνειν ᾿ ἃ γὰρ ἀπηρνοῦντό τινες μὴ 
λελαληκέναι, ταῦτα αὐτὸς διισχυριξόμενος εἰρῆσϑαι 
καὶ κατομνύων ἀληϑέστερον ἑαυτὸν ἠδίκει. ἀφ᾽ οὗ 
δὴ καὶ ἐξεστηκέναι τινὲς αὐτὸν τῶν φρενῶν ὑπώπτευ- 
σαν. οὐ μέντοι καὶ ὄντως παραφρονεῖν ἐκ τούτου 
ἐπιστεύετο᾽ τὰ γὰρ ἄλλα καὶ πάνυ πάντα δεόντως 


ἃ. Ὁ. 24, 25. Ὸ Υ1}. ΤΙΒΕΆΙΌΝ, 209 


διῴκει. τοῦτο μὲν γὰρ βουλευτῇ τινι ἀσελγῶς ξώντι 
ἐπίτροπον ὥσπερ τινὶ ὀρφανῷ προσέταξε" τοῦτο δὲ 
τὸν Καπίτωνα τὸν τὴν ᾿Ασίαν ἐπιτροπεύσανται ἐς τὸ 
συνέδριον ἐσήγαγε, καὶ ἐγκαλέσας αὐτῷ ὅτι καὶ στρα- 
τιώταις ἐχρήσατο καὶ ἄλλα τινὰ ὡς καὶ ἀρχὴν ἔχων 
ἔπραξεν, ἐφυγάδευσεν. οὐ γὰρ ἐξῆν τότε τοῖς τὰ 
αὐτοκρατορικὰ χρήματα διοικοῦσι πλέον οὐδὲν ποιεῖν 
ἢ τὰς νενομισμένας προσόδους ἐκλέγειν καὶ περὶ τῶν 
διαφορῶν ἔν τε τῇ ἀγορᾷ καὶ κατὰ τοὺς νόμους ἐξ 
ἴσου τοῖς ἰδιώταις δικάξεσϑαι. 

τοσοῦτον μὲν δὴ τὸ διαλλάττον ἐν ταῖς Τιβερίου 
πράξεσιν ἡ ἡν, διελθόντων δὲ τῶν δέκα ἐτῶν τῆς ἀρ- 
χῆς αὐτοῦ͵ ψηφίσματος μὲν ἐς τὴν ἀνάληψιν αὐτῆς 
οὐδενὸς ἐδεήϑη, οὐδὲ γὰρ ἐδεῖτο κατατέμνων αὐτήν, 
ὥσπερ ὁ Αὔγουστος. ἄρχειν, ἡ μέντοι πανήγυρις ἡ 
δεκετηρὶς ἐποιήϑη. Κρεμούτιος δὲ δὴ Κόρδος αὐτό- 
χειρ ἑαυτοῦ γενέσϑαι, ὅτι τῶ Σηιανῷ προσέκρουσεν, 
ἠναγκάσϑη᾽ οὕτω γὰρ οὐδὲν ἔγκλημα ἐπαίτιον λα- 
βεῖν ἡδυνήϑη, καὶ γὰρ ἐν πύλαις ἤδη γήρως ἦν καὶ 
ἐπιεικέστατα ἐβεβιώκει, ὥστε ἐπὶ τῇ ἱστορίᾳ, ἣν πά- 
λαι ποτὲ περὶ τῶν τῷ Αὐγούστῳ πραχϑέντων συνετε- 
ϑείκει καὶ ἣν αὐτὸς ἐκεῖνος ἀνεγνώκει, κριϑῆναι, ὅτι 
τόν τὲ Κάσσιον καὶ τὸν Βροῦτον ἐπήνεσε, καὶ τοῦ 
δήμου τῆς τε βουλῆς καϑήψατο, τόν τε Καίσαρα καὶ 
τὸν Αὔγουστον εἶπε μὲν κακὸν οὐδέν. οὐ μέντοι καὶ 
ὑπερεσέμνυνε. ταῦτά τὲ γὰρ ἠἡτιάϑη, καὶ διὰ ταῦτα 
αὐτὸς τε ἀπέϑανε, καὶ τὰ συγγράμματα αὐτοῦ τότε μὲν 
ἐν τῇ πόλει εὑρεϑέντα πρὸς τῶν ἀγορανόμων καὶ τὰ 
ἔξω πρὸς τῶν ἑκασταχόϑι ἀρχόντων ἐκαύϑη, ὕστερον 
δὲ ἐξεδόϑη τὲ αὖϑις, ἄλλοι τε γὰρ καὶ μάλιστα ἡ 
ϑυγάτηρ αὐτοῦ Μαρκία συνέκρυψεν αὐτά, καὶ πολὺ 
ἀξιοσπουδαστότερα ὑπ᾽ αὐτῆς τῆς τοῦ Κύρδου συμ- 


25 


ὃ 


24 
ἃ, (, 
24 


ῳ: 


ΠΝ 


ὃ 


6 


Ἶ 


8 


204 7. Δ}. ΤΙΒΕΆΙΌΒ, ἃ. Ὁ. 25. 


Ξ , ,» φ τ, ς- ἢ ΄ᾧ 
φορᾶς ἐγένετο. ἐν δ᾽ οὖν τῷ τότεο Τιβέριος τὴν τοῦ 
δορυφορικοῦ γυμνασίαν τοῖς βουλευταῖς, ὥσπερ ἀγνο- 
οὖσι τὴν δύναμιν αὐτῶν, ἐπέδειξεν, ὅπως καὶ πολ- 
λούς σφας καὶ ἐρρωμένους ἰδόντες μάλλον αὐτὸν 
φοβῶνται. 

τὸν μὲν οὖν χρόνον ἐκεῖνον ταῦτά τε ἐς ἱστορίας 
ἀπόδειξιν ἐγένετο, καὶ Κυξικηνῶν ἡ ἐλευϑερία 
᾿αὖϑις, ὅτι τε Ῥωμαίους τινὰς ἔδησαν καὶ ὅτι καὶ τὸ 
ἡρῷον ὃ τῷ Αὐγούστῳ ποιεῖν ἤρξαντο οὐκ ἐξετέλε- 
σαν, ἀφῃρέϑη. πάντως δ᾽ ἂν καὶ τὸν συμπωλήσαντα 
τῇ οἰκίᾳ τὸν ἀνδριάντα αὐτοῦ καὶ ἐπὶ τούτῳ κρι- 
ϑέντα ἀπεκτόνει, εἰ μὴ ὁ ὕπατος αὐτὸν ἐκεῖνον τὴν 
γνώμην πρῶτον ἀνήρετο᾽ αἰδεσϑεὶς γὰρ μὴ καὶ ἑαυ- 
τῷ τι χαρίξεσϑαι δόξῃ, τὴν ἀπολύουσαν ἔϑετο. 4εν- 
τούλου δέ τινος βουλευτοῦ φύσει τε ἐπιεικοῦς καὶ 
τότε ἐν γήρᾳ πολλῷ ὄντος κατηγόρησέ τις ὡς ἐπιβε- 
βουλευκότος τῷ αὐτοκράτορι. καὶ ὁ μὲν Μέντουλος, 
παρὴν γάρ, ἀνεκάχασεν᾽ ὁ δὲ Τιβέριος, ἐπυϑορυβη- 
σάσης τι πρὸς τοῦτο τῆς γερουσίας, “οὐδὲ ξῆν ἔτι 
ἔφη “ἄξιός εἰμι, εἴγε καὶ “έντουλός μὲ μισεῖ." 


ΙΠΩΝΟΣ 
ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΝΗ. 


“Ἵπεδήμησε δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐκ τῆς «Ὁ 
Ῥώμης. καὶ οὐκέτι τὸ παράπαν ἐς τὴν πόλιν ἀνεκο- "Ο 
μίσϑη, καίτοι μέλλων τε ἀεὶ καὶ ἐπαγγελλόμενος. ἢ 
ατιάριός δέ τις ἑταῖρος Σαβίνου ἀνδρὸς τῶν 
πρώτων ἐν Ῥώμῃ, τῷ Σιηιανῷ χαριζόμενος, ἐς τὴν 
τοῦ οἰκήματος ἐν ᾧ διῃτᾶτο ὀροφὴν βουλευτὰς κα- 
τακρύψας ὑπηγάγετο τὸν Σαβῖνον ἐς λόγους. καί 
τι εἰπὼν ὧν εἰώϑει., ἐπεσπάσατο καὶ ἐκεῖνον πάνϑ᾽ 
ῦσα ἐφρόνει ἐκλαλῆσαι. τῶν γάρ τοι συκοφαντεῖν 2 
ἐθελόντων ἔργον ἐστὶ λοιδορίας τέ τινος προκατάρ- 
χεσϑαι καὶ ἀπόρρητόν τι ἐκφαίνειν. ἵνα ἀκούσας τι 
αὐτὸς ἢ καὶ ὅμοιόν τι εἰπὼν αἰτιαϑῇ᾽ τοῖς μὲν γάρ, 
ἅτε ἐκ παρασκευῆς τοῦτο δρώσιν, ἀκίνδυνός ἐστιν 
ἡ παρρησία, οὐ γὰρ ὡς καὶ φρονοῦντές τινα, ἀλλ᾽ 
ὡς ἑτέρους ἐλέγξαι βουλόμενοι λέγειν αὐτὰ πιστεύ- 
ονται, οἱ δ᾽ ὅ,τι ἂν καὶ τὸ βραχύτατον ἔξω τοῦ κα- 
ϑεστηκότος εἴπωσι. κολάζονται. ὅπερ καὶ τότε ἐγέ- 
νετο᾽ ἔς τε γὰρ τὸ ὃ σμωτήριον αὐθημερὸν ὁ Σαβῖνος 
κατετέϑη, καὶ μετὰ τοῦτο ἀκρίτως ἐφϑάρη. τὸ τε 
σῶμα αὐτοῦ κατὰ τῶν ἀναβασμῶν ἐρρίφη καὶ ἐς τὸν 
ποταμὸν ἐνεβλήϑη. ἐδείνωσε δ᾽ ἐπὶ πλέον τὸ πάϑος 
αὐτοῦ κύων τις τοῦ Σαβίνου, συνεσελϑών τε αὐτῷ 
ἐς τὸ οἴκημα καὶ ἀποϑανόντι παραμείνας καὶ τέλος 
καὶ ἐς τὸν ποταμὸν συνεσπεσών. 


φ 


Ξ 
"Ῥ 


[ 


ὡ 


σι 


Φ 


2060 . 1011. ΤΙΒΕΆΙΌΞ. ἃ. Ὁ, 29, 


τοῦτο μὲν τοιοῦτον ἐγένετο, ἐν δὲ τῷ αὐτῷ τούτῳ 
χρόνῳ καὶ ἡ Διουία μετήλλαξεν, ἕξ καὶ ὀγδοήκοντα 
ἔτη ξήσασα. καὶ αὐτὴν ὁ Τιβέριος οὔτε νοσοῦσαν 
ἐπεσκέψατο οὔτ᾽ ἀποθανοῦσαν αὐτὸς προέϑετο᾽ οὐ 
μὴν οὐδὲ ἐς τιμὴν ἄλλο τι αὐτῇ πλὴν τῆς δημοσίας 
ἐκφορᾶς καὶ εἰκόνων ἑτέρων τέ τινων οὐδενὸς ἀξίων 
ἔνειμεν, ἀϑανατισϑῆναι δὲ αὐτὴν ἄντικρυς ἀπηγό- 
ρευσεν. οὐ μέντοι καὶ μόνα οἵ ἡ βουλή, ὅσα ἐκεῖνος 
ἐπέστειλεν, ἐψηφίσατο, ἀλλὰ πένϑος αὐτῇ παρ᾽ ὅλον 
τὸν ἐνιαυτὸν ταῖς γυναιξὶν ἐπήγγειλαν., καίπερ τὸν 
Τιβέριον ἐπαινέσαντες ὅτι τῆς τῶν κοινῶν διοικήσεως 
οὐδὲ τότε ἀπέσχετο᾽ καὶ προσέτι καὶ ἁψῖδα αὐτῇ, ὃ 
μηδεμιᾷ ἄλλῃ γυναικί, ἐψηφίσαντο, ὅτι τε οὐκ ὀλί- 
γους σφῶν ἐσεσώκει. καὶ ὅτι παῖδας πολλῶν ἔτετρό- 
φει κόρας τε πολλοῖς συνεξεδεδώκει, ἀφ᾽ οὗ γε καὶ 
μητέρα αὐτὴν τῆς πατρίδος τινὲς ἐπωνόμαξον. ἐν δὲ 
τῷ μνημείῳ ἐτάφη τῷ τοῦ Αὐγούστου. καὶ αὐτῆς 
ἄλλα τὲ καλῶς εἰρημένα ἀποφϑέγματα φέρεται. καὶ 
ὅτι γυμνούς ποτε ἄνδρας ἀπαντήσαντας αὐτῇ καὶ 
μέλλοντας διὰ τοῦτο ϑανατωϑήσεσϑαι ἔσωσεν, εἰποῦ- 
σα ὅτι οὐδὲν ἀνδριάντων ταῖς σωφρονούσαις οἷ τοι- 
οὗτοι διαφέρουσι. πυϑομένου τέ τινος αὐτῆς πῶς 
καὶ τί δρῶσα οὕτω τοῦ Αὐγούστου κατεκράτησεν, 
ἀπεκρίνατο ὅτι αὐτή τε ἀκριβῶς σωφρονοῦσα, καὶ 
πᾶντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα, καὶ μήτε 
ἄλλο τι τῶν ἐκείνου πολυπραγμονοῦσα, καὶ τὰ ἀφρο- 
δίσια αὐτοῦ ἀϑύρματα μήτε διώκουσα μήτε αἰσϑά- 
νεῦϑαι προσποιουμένη. τοιαύτη μὲν ἡ ἡ Διουέα ἐγένετο, 
ἡ μέντοι ψηφισϑεῖσα αὐτῇ ἁψὶς οὐκ ὠκοδομήϑη διὰ 
τὸ τὸν Τιβέριον τοῖς ἑαυτοῦ τέλεσι κατασκχευάσειν 
αὐτὴν ὑποσχέσϑαι᾽ κατοχνήσας γὰρ τῷ λόγῳ τὸ 
δόγμα λῦσαι, τοῦτον τὸν τρόπον ἀνέτρεψεν αὐτό, 


ἃ. Ὁ. 29. 80. 12,0 0Π|. ΤΙΒΕΆΒΙΌΒ. 207 


μήτ᾽ ἐκ τῶν δημοσίων χρημάτων τὸ ἔργον ἐπιτρέψας 
γενέσϑαι μήτ᾽ αὐτὸς ποιήσας. 

ὃ δὲ δὴ Σιηιανὸς ἔτι καὶ μᾶλλον ἤρετο, καὶ ἐψηφίσϑη 
ὅπως τὰ γενέϑλια αὐτοῦ δημοσίᾳ ἑορτάξηται. τὸ γάρ 
τοι πλῆϑος τῶν ἀνδριάντων ὧν ἥ τε βουλὴ καὶ ἡ ἱππὰς 
αἵ τε φυλαὶ καὶ οἱ ἄνδρες οἵ πρῶτοι ἔστησαν αὐτοῦ, 
οὐδὲ ἐξηρίϑμησεν ἂν τις πρέσβεις τε ἰδίᾳ μὲν ἡ γερου- 
σία ἰδίᾳ δὲ οἱ ἱππεῖς τό τε πλῆϑος ἔκ τε τῶν δημάρ- 
χων καὶ ἐκ τῶν ἀγορανόμων τῶν σφετέρων πρὸς ἀμ- 
φοτέρους αὐτοὺς ἔπεμπον, καὶ εὔχοντο ὑπὲρ ἀμφοῖν 
ὁμοίως καὶ ἔϑυον, τήν τε τύχην αὐτῶν ᾿ὥμνυσαν. 

τῷ δὲ δὴ Γάλλῳ ὁ Τιβέριος» τῷ τήν τε γυναῖκα 
αὐτοῦ ἀγαγομένῳ καὶ τῇ περὶ τῆς ἀρχῆς χρησαμένῳ 
παρρησία, καιρὸν λαβὼν ἐπέϑετο. ἐπειδὴ γὰρ τὸν 
Σηιανὸν ἤτοι καὶ ἀληϑῶς ὡς αὐταρχήσοντα ἢ καὶ 
τῷ τοῦ Τιβερίου δέει ϑεραπεύων, ἢ καὶ ἐξ ἐπιβου- 
λῆς, ἵνα καὶ αὐτῷ ἐκείνῳ διὰ κόρου γενόμενος φϑα- 
ρθῆ; τά τε πλείω οἱ καὶ τὰ μείξω ἐσηγήσατο καὶ ἐν 
τοῖς πρεσβευταῖς γενέσθαι ἐσπούδασεν, ἐπέστειλε 
περὶ αὐτοῦ τῇ βουλῇ τά τε ἄλλα καὶ ὅτι τῷ Σηιανῷ 
τῆς πρὸς ἑαυτὸν φιλίας φϑονοίη. καίπερ αὐτὸς Συ- 
ριακῷ φίλῳ χρώμενος. καὶ ταῦτα οὐκ ἐξέφηνε τῷ 
Γάλλῳ, ἀλλὰ καὶ πάνυ αὐτὸν ἐδεξιώσατο, ὥστε συμ- 
βῆναί οἱ πρᾶγμα παραδοξότατον, καὶ ὃ μηδενὶ ἄλλῳ 
συνηνέχϑη᾽ ἐν γὰρ τῇ αὐτῇ ἡμέρᾳ παρά τε τῷ Τι- 
βερίῳ εἵστιάϑη καὶ φιλοτησίας ἔπιε, καὶ ἐν τῷ βου- 
λευτηρίῳ κατεψηφίσϑη, ὥστε καὶ στρατηγὸν τὸν δή- 
σοντά τὲ αὐτὸν καὶ πρὸς τὴν “τιμωρίαν ἀπάξοντα 
πεμφϑῆναι. καὶ μέντοι τοῦϑ᾽ οὕτως ὁ Τιβέριος πρά- 


8, 1, 8. ἐπειδὴ --- 8, 2, ἐδεξιώσατο ἰυβοτία οχΧ Υ͂ Ρ. 666. Ῥτο 
ααΐϊθιθ ΧΙρὨ  ]Ἰηι8 προσιόντα γάρ οἵ κατὰ πρεσβείαν ἑστιάσας 
τὲ καὶ φιλοφρόνως δεξιωσάμενος ἔγραψε κατ᾽ αὐτοῦ τῇ βουλῇ. 


-1 


ων 


ἐφ 


ὃ» 


οι 


[..} 


- 


οο 


268 1. 10Π1. ΤΙΒΕΆΙΠ5. Ὁ ἃ. Ὁ. 30. 


ξας οὐδ᾽ ἀποθανεῖν αὐτῷ ἐθελήσαντι, ἐπειδὴ τάχιστα 
τῶν δεδογμένων ἤσϑετο, ἐπέτρεψεν, ἀλλ᾽ ἐκείνῳ τε, 
ἵνα ἐπὶ πλεῖστον κακωϑείη, ϑαρρεῖν τ . ἐνετείλατο 
ὅπως ὅν φυλακῇ ἀδέσμῳ ἦ. μέχρις ἂν αὐτὸς ἐς τὴν 
πόλιν ἀφίκηται, ἵν᾽, ὅπερ εἶπον, ἐπὶ μακρότατον καὶ 
τῇ ἀτιμίᾳ ἅμα μ: τῷ φόβῳ ταλαιπωρήσειε. καὶ 
ἔσχεν οὕτω᾽ πρός τε γὰρ τῶν ἀεὶ ὑπάτων ἐτηρεῖτο, 
ἔξω τῆς τοῦ Τιβερίου ἀρχῆς" τότε γὰρ πρὸς τῶν 
στρατηγῶν ἐφυλάχϑη᾽" οὐχ ἵνα μὴ φύγῃ, ἀλλ᾽ 
ἵνα μὴ τελευτήσῃ, καὶ οὔτε ἑταῖρός τις οὔτ᾽ 
οἰκέτης αὐτῷ συνεγίγνετο, οὔτ᾽ ἐλάλει τινὶ οὔϑ᾽ 
ἑώρα τινὰ πλὴν ὁπότε τροφὴν λαβεῖν ἠναγκάξετο. 
καὶ ἦν αὕτη τοιαύτη καὶ τοσαύτη ὥστε μήτε τινὰ 
ἡδονὴν καὶ ῥώμην αὐτῷ παρασχεῖν μήτ᾽ ἀποϑανεῖν 
αὐτὸν ἐὰν" τοῦτο γὰρ ἦν τὸ δεινότατον. ὃ καὶ ἐπ᾽ 
ἄλλων συχνῶν ὁ Τιβέριος ἐποίει" δήσας γοῦν τινα 
τῶν ἑταίρων, ἔπειτα λόγου περὶ τῆς ϑανατώσεως 
αὐτοῦ γενομένου ἔφη ὅτι οὐδέπω αὐτῷ διήλλαγμαι. 
ἕτερον μέντοι τινὰ καὶ πάνυ ἰσχυρῶς βασανίσας, 
ἔπειτα γνοὺς ὅτι ἀδίκως κατηγορήϑη, καὶ πάνυ 
σπουδῇ ἀπέκτεινεν, εἰπὼν ὅτι χαλεπωτέρως ὕβρισται 
ἢ ὥστε καλῶς δύνασϑαι ξῆν. Συριακὸς δ᾽ οὔτ᾽ ἀδι- 
κήσας τι οὔτ᾽ αἰτιαϑείς, ἀλλὰ καὶ ἐπὶ παιδείᾳ ἐλλό- 
γιμος ὦν, ἐσφάγη διὰ τοῦτο μόνον ὅτι φέλον αὐτὸν 
τοῦ Γάλλου ὁ Τιβέριος εἶπεν εἶναι. 

ὅτι ὁ Σηιανὸς καὶ τὸν Ζροῦσον διέβαλε διὰ τῆς 
γυναικὸς αὐτοῦ. πάσας γὰρ ὡς εἰπεῖν τὰς τῶν ἐπι- 
φανῶν ἀνδρῶν γαμετὰς μοιχεύων τά τε λεγόμενα ἢ 
καὶ πραττόμενα ὑπ᾽ ἐκείνων ἐμάνϑανε, καὶ προσέτι 
καὶ συνεργούς σφας ὡς καὶ γαμηϑησομένας οἵ ἐποι- 
εἴτο. ἐπεὶ δὲ ὁ Τιβέριος ἁπλῶς τὸν ΖΙροῦσον ἐς τὴν 


8, 8, 1, ὅτι --- 8, αὐτοῦ ἰηδοτία οχ Υ͂ Ρ. 669. 


8. Ὁ. 80. 31. ς}1Π1. ΤΙΒΕΆΙΌΒ, 209 


Ῥώμην ἔπεμψεν, ὁ Σηιανὸς δείσας μὴ μεταβάληται, 
ἔπεισε τὸν Κάσσιον χρηματίσαι τι κατ᾽ αὐτοῦ. 

ὁ δὲ δὴ ΖΣηιανὸς καὶ μείξων καὶ φοβερώτερος 4 
ἀεὶ ἐγίγνετο, ὥστε καὶ τοὺς βουλευτὰς καὶ τοὺς 
ἄλλους ἐκείνῳ μὲν ὡς καὶ αὐτοκράτορι προσέχειν, 
τὸν δὲ Τιβέριον ἐν ὀλιγωρίᾳ ποιεῖσϑαι. μαϑὼν οὖν 
ταῦτα ὁ Τιβέριος οὔτε ἐν ἐλαφρῷ τὸ πρᾶγμα ἐποιή- 
σατο, φοβηϑεὶς μὴ καὶ αὐτοκράτορα ἄντικρυς αὐτὸν 
ἀποδείξωσιν, οὔτε ἠμέλησεν. ἐκ μὲν δὴ οὖν τοῦ προ- 
φανοῦς οὐδὲν ἔδρασε᾽ τό τε γὰρ δορυφορικὸν πᾶν 2 
ἰσχυρώς ὠκεέωτο, καὶ τῶν βουλευτῶν τὸ μὲν εὐεργε- 
σίαις τὸ δὲ ἐλπίσι τὸ δὲ καὶ φόβῳ προσεπεποίητο, 
τούς τε περὶ τὸν Τιβέριον ὔντας οὕτω πάντας προσ- 
ηταίριστο ὥστε τὰ μὲν ἐκείνου πάντα ἁπλῶς, καὶ 
ὅσα ἔλεγε καὶ ὅσα ἔπραττε, παραυτίκα οἱ ἀγγέλλε- 
σϑαι, τὰ δ᾽ ὑπ᾽ αὐτοῦ ὁρώμενα μηδένα τῷ Τιβερίῳ 
δηλοῦν. ἄλλως οὖν αὐτὸν μετεπορεύετο, καὶ ὕπατόν ᾿ 
τε αὐτὸν ἀπέδειξε καὶ κοινωνὸν τῶν φροντέδων ὠνό- 2 
μαξε. ἣἧ Σηιανός τε ὃ ἐμός" πολλάκις ἐπαναλαμβάνων 
ἔλεγε, καὶ τοῦτο καὶ γράφων πρός τε τὴν βουλὴν καὶ 
πρὸς τὸν δῆμον ἐδήλου. τούτοις οὖν οἵ ἄνϑρωποι 4 
ἀπατώμενοι καὶ πιστεύοντες χαλκοὺς τε αὐτοὺς 
ἁπανταχοῦ ἐκ τοῦ ἴσου ἵστασαν, κἀν ταῖς γραφαῖς 
συνέγραφον, δίφρους τε ἐπιχρύσους ἐς τὰ ϑέατρα 
ἀμφοῖν ἐσέφερον᾽ καὶ τέλος ἐψηφίσϑη ὑπάτους τέ 
ὄφας διὰ πέντε ἐτῶν ἅμα ἀποδείκνυσϑαι, καὶ ἀπάν- 
τησιν, ὁπότε ἐς τὴν Ῥώμην ἐσίοιεν, ἀμφοτέροις ὁμοέως 
γίγνεσϑαι. καὶ τέλος καὶ ταῖς εἰκόσιν αὐτοῦ ὥσπερ 
καὶ ταῖς τοῦ Τιβερίου ἔϑυον. 

καὶ τὰ μὲν περὶ τὸν Σηιανὸν τοιαῦτα ἦν, τῶν δ 
δ᾽ ἄλλων πολλοὶ καὶ ὀνομαστοὶ ἐφθάρησαν, ὧν ἦν 
καὶ Γάιος Ῥοῦφος Γεμίνιος. ἀσεβείας γὰρ ἐς τὸν 


210 ω 101}. ΤΙΒΕΆΓΌΒ, ἃ, Ὁ. 20. 


Τιβέριον ἐγκληϑεὶς τὰς διαϑήκας ἔς τε τὸ συνέδριον 
ἐσεκόμισε καὶ ἀνέγνω, δηλῶν ὅτι τὸν κλῆρον ἔξ ἴσου 


6 τοῖς τέκνοις καὶ ἐκείνῳ καταλελοιπὼς ἦν καὶ μαλα- 


ὅ 


ἐῷ 


Ω 


ΓΝ 


κέας αἰτιαϑ εὶς ἀπῆλϑεν οἴκαδε πρὶν ψηφισϑῆναί τι, 
καὶ μαϑὼν τὸν ταμίαν ἐπὶ δικαιώσει αὐτοῦ παρόντα 
αὐτός τε ἑαυτὸν ἔτρωσε, καὶ ἐκείνῳ τὸ τραῦμα δείξας 


[9 ς 33  » ’ [μὰ 2. κ " 3 
ἀπαγγειλον ἔφη τῃ γερουσίᾳ οτι ἀνὴρ ουὅτῶς ἀπο- 


ϑνήσκει. καὶ ἡ γυνὴ δὲ αὐτοῦ Πουπλία Πρίσκα 
ἔγκλημά τι λαβοῦσα ἐσῆλϑέ τε ἐς τὸ βουλευτήριον, 
κἀνταῦϑα ἑαυτὴν ἐγχειριδίῳ τινί, ὃ 5008 ἐσεκεκο- 
μέκει ἔσφαξεν. 

ὁ δὲ Σηιανὸς τοσοῦτος ἦν τῇ τε ὑπεροχῇ τοῦ 
φρονήματος καὶ τῷ μεγέϑει τῆς ἐξουσίας ὥστε συνε- 
λόντι εἰπεῖν αὐτὸν μὲν αὐτοκράτορα τὸν δὲ Τιβέριον 
νησίαρχόν τινὰ εἶναι δοκεῖν διὰ τὸ ἐν τῇ νήσῳ τῇ 
λεγομένῃ Καπρίᾳ τὰς διατριβὰς ποιεῖσϑαι. σπουδαί 
τε καὶ ὠϑισμοὶ περὶ τὰς ϑύρας αὐτοῦ ἐγίγνοντο ἐκ 
τοῦ δεδιέναι μὴ μόνον μὴ οὐκ ὀφϑῇ τις αὐτῷ, ἀλλὰ 
μὴ καὶ ἐν τοῖς ὑστάτοις φανῇ" πᾶντα γὰρ ἀκριβῶς, 
καὶ μάλιστα τὰ τῶν πρώτων, ἐτηρεῖτο καὶ τὰ ῥήματα 
καὶ τὰ νεύματα. οἷ μὲν γὰρ οἰκείᾳ ἀξιώσει πρού- 
χοντες οὔτε τὰ δεξιώματα παρά τινῶν πάνυ ἀπαι- 
τοῦσι, κἂν ἄρα καὶ ἐκλειῳφϑῇ τι αὐτῶν, οὐκ ἐγκα- 
λοῦσί σφισιν. ἅτε καὶ ἑαυτοῖς συνειδότες ὅτι μὴ κα- 
ταφρονοῦνται᾽ οἱ δ᾽ ἐπακτῷ καλλωπίσματι χρώμενοι 
πάντα ἰσχυρῶς τὰ τοιαῦτα. ὡς καὶ ἐς τὴν τοῦ ἀξιώ- 
ματός σφων πλήρωσιν ἀναγκαῖα, ἐπιξητοῦσι, κἂν 
μὴ τύχωσιν αὐτῶν, ἄχϑονταί τε ὡς διαβαλλόμενοι 
καὶ ὀργίζονται ὡς ὑβριξόμενοι. καὶ διὰ τοῦτο μᾶλλον 
περὶ τοὺς τοιούτους ἢ περὶ αὐτοὺς ὡς εἰπεῖν τοὺς 
αὐτοκράτορας σπουδάζουσιν, ὅτι τοῖς μέν, κἂν πλημ- 
μεληϑῇ τι, ἀρετὴν τὸ συγγνώναί τῷ φέρει, τοῖς δὲ 


ἃ. Ὁ, 31, ,ω 101}. ΤΙΒΕΆΠΠΒ, 2711 


τοῦτο μὲν τὴν ἀσϑένειάν σφῶν ἐλέγχειν δοκεῖ, τὸ δὲ 
ἐπεξελϑεῖν καὶ τιμωρήσασϑαι βεβαίωσιν τοῦ μέγα 
δυνασϑαι ἔχειν νομέξεται. ἐν δέ τινι νουμηνίᾳ πάν- 5 
τῶν συνιόντων ἐς τὴν οἰκίαν τοῦ Σηιανοῦ ἥ τε κλίνη ἡ 
ἡ ἐν τῷ δωματίῳ, ἐν εὗ ἠσπάξετο, κειμένη πᾶσα ὑπὸ 
τοῦ ὄχλου τῶν ἱξησάντων συνετρίβη, καὶ προϊόντος 
αὐτοῦ ἐκ τῆς οἰκίας γαλὴ διὰ μέσων σφῶν διῇξεν. 
ἐπειδή τε καὶ ἐν τῷ Καπιτωλίῳ ϑύσας ἐς τὴν ἀγορὰν 
κατῇει, οἵ οἰκέται αὐτοῦ οἵ δορυφόροι διά τε τῆς 
ὁδοῦ τῆς ἐς τὸ δεσμωτήριον ἀγούσης ἐξετράποντο, 
μὴ δυνηϑέντες αὐτῷ ὑπὸ τοῦ ὄχλου ἐπακολουϑήσαι, 
καὶ κατὰ τῶν ἀναβασμῶν καϑ᾽ ὧν οἱ δικαιούμενοι 
ἐρριπτοῦντο κατιόντες ὥλισϑον καὶ κατέπεσον. οἰωνι- 
ξομένου τε μετὰ τοῦτο αὐτοῦ τῶν μὲν αἰσίων ὀρνί- 
ϑῶν ἐπεφάνη οὐδείς, κόρακες δὲ δὴ περιπτάμενοι 
καὶ περικρώξαντες αὐτὸν ἀπέπταντο ἀϑρόοι πρὸς τὸ 
οἴκημα καὶ ὑπὲρ αὐτοῦ ἐκαϑέξοντο. 

τούτων οὖν τῶν τεράτων οὔϑ᾽ ὁ Σηιανὸς οὔτ᾽ 6 
ἄλλος τις ἐνθύμιον ἐποιήσατο᾽ πρὸς γὰρ τὴν τῶν 
παρόντων ὄψιν οὐδ᾽ ἂν εἰ σαφῶς ϑεός τις προέλεγεν 
ὅτι τοσαύτη δι᾽ ὀλίγου μεταβολὴ γενήσοιτο; ἐπίστευ- 
σεν ἄν τις. τήν τε οὖν τύχην αὐτοῦ κατακορῶς 2 
ὥμνυσαν, καὶ συνάρχοντα τοῦ Τιβερίου, οὐκ ἐς τὴν 
ὑπατείαν ἀλλ᾽ ἐς τὸ κράτος ἀοσημεζυοτετας ἐπεκά- 
λουν. Τιβέριος δὲ ἡγνόει μὲν οὐδὲν ἔτι τῶν κατ᾽ αὐ- 
τόν, βουλευόμενος δὲ ὄντινα τρόπον αὐτὸν ἀποκτείνῃ, 
καὶ οὐχ εὑρίσκων ὅπως ἀσφαλῶς ἐκ τοῦ φανεροῦ 
τοῦτο ποιήσει, ϑαυμαστὸν δή τινα τρόπον καὶ αὐτῷ 
ἐκείνῳ καὶ τοῖς ἄλλοις, ὥστε τὴν γνώμην αὐτῶν 
ἀκριβῶς μαϑεῖν, ἐχρήσατο. περίτε γὰρ ἑαυτοῦ πολλὰ 53 
καὶ ποικίλα καὶ τῷ Σηιανῷ καὶ τῇ βουλῇ συνεχῶς 
ἐπέστελλε, νῦν μὲν λέγων φλαύρως ἔχειν καὶ ὅδον 


[-1] 


-.Ψ 


ν᾿ 


Θι 


ἐϑ 


ὡ» 


4 


972 ΠΤ ἍΎΠ. ΤΙΒΕΚΙΌΞ. ἃ. Ὁ. 31. 


οὐκ ἤδη τελευτήσειν, νῦν δὲ καὶ σφόδρα ὑγιαίνειν 
καὶ αὐτίκα δὴ μάλα ἐς τὴν Ῥώμην ἀφίξεσϑαι᾽ καὶ 
τὸν Σηιανὸν τοτὲ μὲν πάνυ ἐπήνει τοτὲ δὲ πάνυ κα- 
ϑήρει, τῶν τὲ ἑταίρων αὐτοῦ τοὺς μὲν ἐτίμα δι᾽ 
ἐκεῖνον τοὺς δ᾽ ἠτίμαξεν. ὥστε ὁ Σηιανὸς ἐν τῷ 
μέρει καὶ τοῦ ὑπερόγκου χαὶ τοῦ ὑπερφόβου πληρού- 
μενος ἀεὶ μετέωρος ἦν᾽ οὔτε γὰρ δεδιέναι αὐτῷ καὶ 
διὰ τοῦτο καὶ νεοχμῶσαί τι ἐπήει, καὶ γὰρ ἐτιμᾶτο, 
οὔτ᾽ αὖ ϑαρρεῖν καὶ ἀπ᾽ αὐτοῦ καὶ ἐπιτολμῆσαί τι, 
καὶ γὰρ ἐκολούετο. καὶ μέντοι καὶ οἵ λοιποὶ πάντες 
ἐναλλὰξ καὶ δι᾿ ὀλίγου τὰ ἐναντιώτατα ἀκούοντες, 
καὶ μήτε τὸν Σηιανὸν ϑαυμάξειν ἔτι ἢ καὶ καταφρο- 
νεῖν ἔχοντες, ἔς τε τὸν Τιβέριον ὡς καὶ τεϑνήξοντα 
ἢ καὶ ἥξοντα ὑποπτεύοντες, ἐν ἀμφιβόλῳ ἐγίγνοντο. 

Σηιανὸν μὲν οὖν ταῦτά τε ἐτάραττε, καὶ πολλῷ 
μᾶλλον ὅτι ἐξ ἀνδριάντος τινὸς αὐτοῦ τὰ μὲν πρῶτα 
καπνὸς πολὺς ἀνέϑορεν, ἔπειτα δὲ ἀφαιρεϑείσης τῆς 
κεφαλῆς ὅπως τὸ γιγνόμενον ἴδωσιν, ὄφις μέγας 
ἀνεπήδησεν, ἑτέρας τε εὐϑὺς ἀντεπιτεϑείσης αὐτῷ, 
καὶ διὰ τοῦτ᾽ ἐκείνου ϑύσειν ἑαυτῷ μέλλοντος, τά 
τὲ γὰρ ἄλλα καὶ ἑαυτῷ ἔϑυε, σχοινίον περὶ τὸν 
αὐχένα αὐτοῦ περικείμενον εὐρέϑη. Τύχης τέ τι 
ἄγαλμα, ὃ ἐγεγόνει μέν, ὥς φασι, Τουλλίου τοὺ βασι- 
λευσαντός ποτὲ ἐν τῇ “Ρώμῃ, τότε δὲ ὁ 0 Σηιανὸς οἴκοι 
τε εἶχε καὶ μεγάλως ἤγαλλεν, αὐτός τε ϑύων εἶδεν 
ἀποστρεφόμενον ... καὶ μετὰ τοῦϑ᾽ ἕτεροι συνεξι- 
ὄντες σφίσιν. οἵ δὲ δὴ ἄλλοι ὑπώπτευον μέν που 
ταῦτα, ἀγνοοῦντες δὲ δὴ τὴν τοῦ Τιβερίου διάνοιαν, 
καὶ προσεκλογιξόμενοι τὸ τὲ ἐκείνου ἔμπληκτον καὶ 
τὸ τῶν πραγμάτων ἀστάϑμητον, ἐπημφοτέριξον, καὶ 
ἰδία μὲν τῆς ἑαυτῶν ἀσφαλείας διεσκόπουν, κοινῇ 


1, 3 5, 8. ἄλλα] Βαγϑαβ ἱποῖρὶε οοᾶοχ γεποίαβ. 


ἃ. 6. 31. 1.11. ΤΙΒΕΒΙΠΒ. Ὁ 973 


δὲ δὴ ἐθεράπευον αὐτὸν διά τε ἄλλα καὶ ὅτι καὶ ὁ 
Τιβέριος ἱερέας μετ᾽ αὐτοῦ τε καὶ ἐκεῖνον καὶ τὸν 
υἱὸν αὐτοῦ ἐποίησε, καὶ τήν τε ἀνθυπατικὴν ἐξουσίαν 
αὐτῷ ἔδωκαν, καὶ προσεψηφίσαντο πᾶσιν ἀεὶ τοῖς 
ὑπατεύουσι παραγγέλλεσϑαι κατὰ τὸ ἐκείνου ξήλωμα 
ἄρξαι. ὁ δ᾽ οὖν Τιβέριος ταῖς μὲν ἱερωσύναις ἐτί- 
μήησεν αὐτόν, οὐ μὴν καὶ μετεπέμψατο, ἀλλὰ καὶ 
αἰτησαμένῳ οἵ ὅπως ἐς τὴν Καμπανίαν ἐπὶ προφάσει 
τῆς μελλονύμφου νοσησάσης ἔλθῃ, κατὰ χώραν 
μεῖναι προσέταξεν ὡς καὶ αὐτὸς ὅσον οὔπω ἐς τὴν 
Ῥώμην ἀφιξόμενος. 

ἔκ τε οὖν τούτων ὁ -Σηιανὸς αὖϑις ἡλλοιοδι, 
καὶ διότι καὶ τὸν Γάιον ὁ Τιβέριος ἱερέα ἀποδείξας 


ἐπήνεσε, καί τι καὶ ὡς διάδοχον αὐτὸν τῆς μοναρ-" 


χίας ἕξων ἐνεδείκνυτο. κἂν ἐνεόχμωσέ τι, ἄλλως τε 
καὶ τῶν στρατιωτῶν πρὸς πάντα ἑἕτηοίμως ὑπακοῦσαι 
αὐτῷ ἐχόντων. εἰ μὴ τὸν δῆμον ἰσχυρῶς τοῖς περὶ 
τοῦ Γαΐου λεχϑεῖσι πρὸς τὴν τοῦ Γερμανικοῦ τοῦ 
πατρὸς αὐτοῦ μνήμην ἡσθέντα εἶδε᾽ πρότερον γὰρ 
νομίξων καὶ ἐκείνους πρὸς ἑαυτοῦ εἶναι, τότε ὡς 
ἤσϑετο τὰ τοῦ Γαΐου σπουδάζοντας, ἠϑύμησε. καὶ 
ὁ μὲν μετεγίγνωσκεν ὅτι μηδὲν ἐν τῇ ὑπατεία ἐνεό- 
χμῶσεν, οἱ δὲ δὴ ἄλλοι διά τε ταῦτα, καὶ ὅτι ὁ Τι- 
βέριος ἐχϑρόν τινα αὐτοῦ ἡρημένον μὲν πρὸ δέκα 
ἐτῶν Ἰβηρίας ἄρξαι, κρινόμενον δὲ ἐπί τισιν ἐξ ἐκεί- 
νου ἀφῆκε, καὶ δι᾿ αὐτὸν καὶ τοῖς ἄλλοις τοῖς ἡγε- 
μονεύσειν τινῶν ἢ. καὶ ἄλλο τι δημόσιον πράξειν 
μέλλουσιν ἄδειαν ἐν τῶ καιρῷ τούτῳ τῶν τοιούτων 
δικῶν ἔδωκε. τῇ τε γερουσίᾳ περὶ τοῦ Νέρωνος 
ἀποϑανόντος γράφων Σηιανὸν ἁπλῶς αὐτὸν ὠνόμασε, 

μηδὲν ὧνπερ εἴϑιστο προσϑείς᾽ καὶ προσέτι καὶ 
ἀπεῖπε μήτ᾽ ἀνθρώπων τινὶ ϑύεσθϑαι, διότι καὶ 

ῬΙῸΟ ΟΑΒΒΙῦΒ. 111.: 18 


ἐΘ 


3 


ἐϑ 


ω 


Ὡ- 


σι 


60 


274 0 Ψ}Π|.. ΤΙΒΕΒΙ ΘΒ, ἃ, Ο, 81, 


ἐκείνῳ τοὐτ᾽ ἐγίϑνετο, μήτε ἐπὶ τῇ ἑἕξαυτοῦ τιμῇ 
τι ᾿χφηματίξεσϑαι, διότι πολλὰ ἐκείνῳ ἐψηφίξετο. 
τοῦτο γὰρ ἀπηγορεύκει μὲν καὶ πρότερον, τότε ὃὲ 
διὰ τὸν Σηιανὸν ἀνενεώσατο᾽ οὐ γάρ που ὁ μηδὲν 
ἑαυτῷ τοιοῦτο γίγνεσϑαι ἐπιτρέπων ἄλλῳ γὲ ἐφίει. 
ἐπ᾽ οὖν τούτοις ἔτι καὶ μᾶλλον αὐτοῦ κατεφρόνησαν, 
ὥστε καὶ φανερώτερον ἢ λανϑάνειν καὶ ἐξίστασϑαι 
αὐτὸν καὶ ἐγκαταλείπειν. μαϑὼν οὖν ταῦτα ὁ Τι- 
βέριος, καὶ ϑαρσήσας ὡς καὶ τὸν δῆμον. καὶ τὴν βου- 
λὴν συμμάχους ἕξων, ἐπεχείρησεν αὐτῷ καὶ προκα- 
ϑεὶς τὸν λόγον ὅτι τήν γε ἐξουσίαν οἵ τὴν δημαρχι- 
κὴν δώσοι. ὅπως ἀπροσδόκητον αὐτὸν ὅτι μάλιστα 
λάβῃ, ἐπέστειλε κατ᾽ αὐτοῦ τῷ συνεδρίῳ διὰ Ναιουίου 
Σερτωρίου Μάκρωνος, ἄρχειν τε αὐτὸν τῶν σωματο- 
φυλάκων κρύφα προκαταστήσας, καὶ πάνϑ᾽ ὅσα ἐχρὴν 
πραχϑῆναι προδιδάξας. καὶ ὃς νύκτωρ ἐς τὴν Ῥώ- 
μην ὡς καὶ κατ᾽ ἄλλο τι ἐλϑών, τά τε ἐπεσταλμένα 
οἵ Μεμμίῳ τε Ῥηγούλῳ τότε ὑπατεύοντι, ὁ γὰρ συνάρ- 
χῶν αὐτοῦ τὰ τοῦ Σηιανοῦ ἐφρόνει, καὶ Γρακένῳ 
“άκωνι τῷ τῶν νυκτοφυλάκων ἄρχοντι ἐπεκοίνωσε, 
καὶ ἀναβὰς ἅμα τῇ ἕῳ ἐς τὸ παλάτιον, τῆς γὰρ βου- 
λῆς ἔδρα ἐν τῷ ᾿Αἀπολλωνίῳ γενήσεσθαι ἔμελλε, τῷ 
τε Σηιανῷ μηδέπω ἐς αὐτὸ ἐσεληλυϑότι περιέπεσε, 
καὶ ἰδὼν αὐτὸν ταραττόμενον ὅτι μηδέν οἵ ὃ Τιβέριος 
ἐπεστάλκει, παφεμυϑήσατο εἰπὼν ἰδίᾳ καὶ ἐν ἀπορ- 
φήτῳ ὅτι τὴν ἐξουσίαν αὐτῷ τὴν δημαρχικὴν φέροι. 
καὶ ὁ μὲν περιχαρὴς ἐπὶ τούτῳ γενόμενος ἐς τὸ βου- 
λευτήριον ἐσεπήδησε: Μάκρων δὲ τοὺς μὲν δορυ- 
φόρους τοὺς περί τὸ ἐκεῖνον καὶ τὸ συνέδριον ὄντας 
ἐς τὸ στρατόπεδον ἀπέπεμψε, τήν τε ἡγεμονίαν σφίσι 
τὴν ἑαυτοῦ ἐκφήνας καὶ γράμματα παρὰ τοῦ Τιβερίου 
γέρα τινὰ αὐτοῖς διδόντα φέρειν φήσας, τοὺς δὲ δὴ 


ἃ. Ὁ.1. ς. 111, ΤΙΒΕΆΙΓΚ, 270 


νυχτοφύλακας ἀντ᾽ αὐτῶν περὶ τὸν ναὸν περιστήσας 
ἐσῆλϑέ τε ἐς αὐτόν, καὶ τὴν ἐπιστολὴν τοῖς ὑπάτοις 
δοὺς ἐξῆλθε πρὶν καὶ ὁτιοῦν ἀναγνωσθῆναι, αὐτῷ 
τε τῷ “άκωνι τἀνταῦϑα φυλάττειν προστάξας αὐ- 
τὸς ἐς τὸ στρατόπεδον, μὴ καὶ νεωτερισϑείη τι, ὧρ- 
μησε. κἀν τούτῳ ἡ ἐπιστολὴ ἀνεγνώσϑη. ἦν δὲ 
μακρά, καὶ οὐδὲν ἀϑρόον κατὰ τοῦ Σηιανοῦ εἶχεν, 
ἀλλὰ τὰ μὲν πρῶτα ἄλλο τι. εἶτα μέμψιν κατ᾽ αὐτοῦ 


10 


Ψ "Ὁ. γ.κΝᾳ ᾽ 
βραχεῖαν, καὶ μετ᾽ αὐτὴν ἕτερόν τι, καὶ κατ᾽ ἐκείνου 


ἄλλο᾽ καὶ ἐπὶ τελευτῆς δύο τὲ βουλευτὰς τῶν ὠκειω- 
μένων οἷ κολασϑῆναι καὶ αὐτὸν ἐν φρουρᾷ γενέσϑαι 
δεῖν ἔλεγεν. ἄντικρυς γὰρ ἀποϑανεῖν αὐτὸν ὁ Τιβέ- 
ρίος οὐ προσέταξεν, οὐχ ὅτι οὐκ ἐβούλετο. ἀλλ᾽ ὅτι 
ἐφοβήϑη μὴ ταραχή τις ἐκ τούτου γένηται᾽ ὡς γοῦν 
οὐδὲ τὴν ὁδὸν ἀσφαλῶς ποιήσασϑαι δυνάμενος. τὸν 
ἕτερον τῶν ὑπάτων μετεπέμψατο. τοσαῦτα μὲν ἡ 
γραφὴ ἐδήλου, παρὴν δὲ καὶ ἀκοῦσαι ἐπ᾽ αὐτῇ καὶ 
ἰδεῖν πολλὰ καὶ ποικίλα. πρότερον μὲν γάρ, πρὶν 
ἀναγιγνώσκεσϑαι αὐτήν. ἐπαίνους τε αὐτοῦ ὡς καὶ 
τὴν δημαρχικὴν ἐξουσίαν ληψομένου ἐποιοῦντο καὶ 
ἐπιβοήμασιν ἐχρῶντο, προλαμβάνοντες ὅσα ἤλπιξον, 
καὶ προσενδεικνύμενοί οἵ ὡς καὶ αὐτοὶ αὐτὰ δώσον- 
τες ἐπεὶ δ᾽ οὐδὲν τοιοῦτον εὑρίσκετο, ἀλλὰ καὶ πᾶν 
τοὐναντίον ἢ προσεδόκων ἤκουον, ἔν τε ἀπορίᾳ καὶ 


μετὰ τοῦτο καὶ ἐν κατηφεία πολλῇ ἐγίγνοντο. καί 


τινες καὶ ἐξανέστησαν τῶν συγκαϑημένων αὐτῷ" 
κι ῖ ’ -»" - 

ον γὰρ πρόσϑεν περὶ πολλοῦ φέλον ἔχειν ἐποιοῦντο, 
τούτῳ τότε οὐδὲ τῆς αὐτῆς συνεδρείας κοινωνεῖν 
ἤϑελον. κἀκ τούτου καὶ στρατηγοὶ καὶ δήμαρχοι 
περιέσχον αὐτόν, ὅπως μὴ συνταράξῃ τι ἐκπηδήσας" 
ὅπερ πάντως ἂν ἐπεποιήκει, εἰ κατ᾽ ἀρχὰς ἀϑρόῳ 
τινὶ ἀκούσματι ἐπέπληκτο. νῦν δὲ τὸ τε ἀεὶ ἀνα- 

18 


[νι 


σι 


1 


Φ» 


-1 


[ο οἱ 


μ. 


ὲϑ 


270 1,101. ΤΙΒΕΆΙΌΞΒ. ἃ. Ὁ. 81. 


γιγνωσκόμενον ὡς καὶ κοῦφον καὶ μόνον ὃν παρορῶν, 
καὶ μάλιστα μὲν μηδὲν ἄλλο, εἰ δὲ μή. μήτι γε καὶ 
ἀνήκεστόν τι ἐπεστάλϑαι περὶ αὑτοῦ ἐλπίξων, διε- 
τρίβη καὶ κατὰ χώραν ἔμεινε. κἀν τούτῳ προσκαλε- 
σαμένου αὐτὸν τοῦ Ῥηγούλου οὐχ ὑπήκουσεν, οὐχ 
ὅτι ὑπερεφρόνησεν, ἤδη γὰρ ἐτεταπείνωτος͵ ἀλλ᾽ ὅτι 
ἀήϑης τοῦ προστάττεσϑαί τι ἥν. ὡς δὲ καὶ δεύτε- 
ρον καὶ τρέτον γε ἐκεῖνος ἐμβοήσας οἵ καὶ τὴν χεῖρα 
ἅμα. ἐκτείνας εἶπε“ ᾿ Σηιανέ, δεῦρο. ἐλϑέ," ἐπηρώτησεν 
αὐτὸν αὐτὸ τοῦτο, “ἐμὲ καλεῖς," ὀψὲ δ᾽ οὖν ποτε 
ἀναστάντι αὐτῷ καὶ ὁ Μάκων ἐπεσελϑὼν προσέστη. 
καὶ τέλος διαναγνωσθείσης τῆς ἐπιστολῆς πάντες 
ἀπὸ μιᾶς γλώσσης καὶ κατεβόων αὐτοῦ καὶ δεινὰ 
ἐπέλεγον, οὗ μὲν ἠδικημένοι οἱ δὲ πεφοβημένοι, ἄλλοι 
τὴν φιλέαν τὴν πρὸς αὐτὸν ἐπηλυγαξόμενοι;, ἄλλοι 
τῇ μεταβολὴ αὐτοῦ ἐπιχαίροντες. οὐ μὴν οὔτε πάν- 
τας αὐτοὺς οὔτε περὶ τοῦ ϑανάτου τινὰ αὐτοῦ ὁ 


Ῥήγουλος ἐπεψήφισε, φαβηϑεὶς μή τις ἐναντιωϑῇ 


κἀκ τούτου καὶ ταραχϑῇ τι" συχνοὺς γὰρ δὴ καὶ 
συγγενεῖς καὶ φίλους εἶχεν᾽ ἀλλ᾽ ἕνα τινὰ ἀ ἀνακρίνας 
καὶ σύμψηφον ὅπως δεϑῇ λαβών, ἐξήγαγέ τε αὐτὸν 
ἐκ τοῦ συνεδρίου καὶ ἐς τὸ δεσμωτήριον μετά τε τῶν 
ἄλλων ἀρχόντων καὶ μετὰ τοῦ Λάκωνος κατήγαγεν. 
ἔνϑα δὴ καὶ μάλιστα ἄν τις τὴν ἀνθρωπίνην ἀσϑέ- 
νξιαν κατεῖδεν, ὥστε μηδαμῇ μηδαμῶς φυσάσϑαι. 
ὃν γὰρ τῇ ἕῳ πάντες ὡς καὶ κρείττω σφῶν ὄντα ἐς 
τὸ βουλευτήριον παρέπεμψαν, τοῦτον τότε ἐς τὸ οἴκη- 
μα ὡς μηδενὸς βελτίω κατέσυρον, καὶ ὃν στεφάνων 
πρότερον πολλῶν ἠξίουν, τούτῳ τότε δεσμὰ περιέ- 
ϑεσαν᾽ ὃν δὲ ἐδορυφόρουν ὡς δεσπότην, τοῦτον 
ἐφρούρουν ὡς δραπέτην καὶ ἀπεκάλυπτον ἐπικα- 
λυπτόμενον, καὶ ὃν τῷ περιπορφύρῳ ΗΝ ἐκεκο- 


ἃ. Ο.81. , ὉΠ]. ΤΙΒΕΆΙΌΘ. 211 


σμήκεσαν, ἐπὶ κόρρης, ἔπαιον. ὃν τὲ προσεχύνουν οὗ 
τε ὡς ϑεῶ ἔϑυον, τοῦτον δανανσοντες ἥγον. καὶ 
αὐτῷ καὶ ὁ δῆμος προσπίπτων πολλὰ μὲν ἐπὶ τοῖς 
ἀπολωλόσιν ὑπ᾽ αὐτοῦ ἐπεβόα, πολλὰ δὲ καὶ ἐπὶ τοῖς 
ἐλπισϑεῖσιν ἐπέσκωπτε. τάς τε εἰκόνας αὐτοῦ πάσας 
κατέβαλλον καὶ κατέκοπτον καὶ κατέσυρον ὡς καὶ 
αὐτὸν ἐκεῖνον αἰκιξόμενοι" καὶ οὕτω ϑεατὴς ὧν 
πείσεσϑαι ἔμελλεν ἐγίγνετο. τότε μὲν γὰρ ἐς τὸ 
δεσμωτήριον ἐνεβλήϑη᾽ ὕστερον δ᾽ οὐ πολλῷ, ἀλλ᾽ 
αὐϑημερὸν ἡ γερουσία πλησίον τοῦ οἰκήματος ἔν τῷ 
Ὁμονοείῳ ἐπειδὴ τά τε τοῦ δήμου τοιαῦτα ὄντα 
ἤσϑετο καὶ τῶν δορυφόρων οὐδένα ἑώρα, ἄϑροι- 
σϑεῖσα ϑάνατον αὐτοῦ κατεψηφίσατο. καὶ οὕτω 
δικαιωϑεὶς κατά τὲ τῶν ἀναβασμῶν “ἐρρίφη, καὶ 
αὐτὸν ὁ ὅμιλος τρισὶν ὅλαις ἡμέραις ἐλυμήνατο, καὶ 
μετὰ τοῦτο ἐς τὸν ποταμὸν ἐνέβαλε. τά τε παιδία 
αὐτοῦ κατὰ δόγμα ἀπέϑανε, τῆς κόρης, ἣν τῷ τοῦ 
Κλαυδίου υἱεῖ ἠγγυήκει, προδιαφϑαρείσης ὑπὸ τοῦ 
δημίου, ὡς οὐχ ὅσιον ὃν παρϑενευομένην τινὰ ἐν τῷ 
δεσμωτηρίῳ διολέσϑαι. καὶ ἡ γυνὴ ᾿4πικᾶτα οὐ κα- 
τεψηφίσϑη μέν. μαϑοῦσα δὲ ὅτι τὰ τέκνα αὐτῆς 
τέϑνηκε, καί σφων τὰ σώματα ἐν τοῖς ἀναβασμοῖς 
ἐδοῦσα, ἀνεχώρησε, καὶ ἐς βιβλίον γράψασα περὶ τοῦ 
ϑανάτου τοῦ Ζίρούσου κατά τε τῆς Λιουίλλης τῆς 
γυναικὸς αὐτοῦ, δι᾿ ἥνπερ που καὶ αὐτὴ τῷ ἀνδρὶ 
προσεκεκρούκει ὥστε μηκέτι συνοικεῖν, τὸ μὲν τῷ 
Τιβερίῳ ἔπεμψεν, αὐτὴ δὲ αὑτὴν διεχρήσατο. καὶ 
οὕτως ὁ Τιβέριος ἐντυχὼν τῷ βιβλίῳ καὶ διελέγξας 
τὰ γεγραμμένα, τούς τὲ ἄλλους πάντας καὶ τὴν 
“Διουέλλαν ἀπέκτεινεν. ἤδη δὲ ἤκουσα ὅτι ἐκεῖνος μὲν 
αὐτῆς διὰ τὴν μητέρα τὴν ᾿ἀντωνίαν ἐφείσατο, αὐτὴ 
δὲ ἡ ᾿ἀντωνία ἑκοῦσα λιμῷ τὴν ϑυγατέρα ἐξώλεσε. 


[ 


ΓΝ 


ψ΄ι 


- 


12 


ἐῷ 


ὃ 


"Ὡ- 


σι 


θ 


278 , 111. ΤΙΒΕΆΙ ΟΞ. ἃ. Ὁ. 81. 


τοῦτο μὲν οὖν ὕστερον ἐγένετο, τότε δὲ ϑόρυβος 
πολὺς ἐν τῇ πόλει συνηνέχϑη. ὃ τε γὰρ δῆμος εἴ 
πού τινα τῶν μέγα παρὰ τῷ Σηιανῷ δυνηϑέντων 
καὶ δι᾿ αὐτὸν ὑβρισάντων τι εἶδεν, ἐφόνευε᾽ καὶ 
οἵ στρατιῶται ἀγανακτοῦντες ὅτι αὐτοί τε ἐς τὴν τοῦ 
Σηιανοῦ εὔνοιαν ὑπωπτεύϑησαν καὶ οἵ νυκτοφύλα- 
κές σφων ἐς τὴν τοῦ αὐτοκράτορος πίστιν προετιμή- 
ϑησαν; ἐμπρήσεις τε καὶ ἁρπαγὰς ἐποιοῦντο, καίτου 
πάντων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων τὸ ἄστυ πὰν ἐκ 
τῆς τοῦ Τιβερίου ἐντολῆς φυλαττόντων. οὐ μὴν οὐδ᾽ 
ἡ βουλὴ ἡσύχαξεν. ἀλλ᾽ οἵ τε τὸν Σηιανὸν τεϑερα- 
πευκότες δεινοῖς δέει τῆς τιμωρίας ἐταράσσοντο, καὶ 
οἵ κατηγορηκότες ἢ καὶ καταμεμαρτυρηκότες τινῶν 
διὰ φόβου, ὑποψίᾳ τοῦ καὶ δι᾽ ἐκεῖνον ἀλλ᾽ οὐ διὰ 
τὸν Τιβέριον αὐτοὺς διεφϑάρϑαι, ἐγίγνοντο. ὀλίγον 
τὲ πάνυ τὸ ϑαρσοῦν ἦν. ὅσον ἔξω τε τούτων καϑει- 
στήκει καὶ τὸν Τιβέριον ἠπιώτερον γενήσεσθαι προσ- 
ἑδόκα. τά τε γὰρ συμβεβηκότα σφίσιν ἐς τὸν ἀπο- 
λωλότα, ὥσπερ που φιλεῖ γίγνεσϑαι, ἔτρεπον, καὶ 
ἐκεῖνον ἢ οὐδενὸς Ν ὀλίγων ἡτιώντο᾽ τὰ γὰρ πλείονα 
τὰ μὲν ἠγνοηκέναι, τὰ δὲ καὶ ἄκοντα κατηναγκάσϑαι 
πρᾶξαι ἔλεγον. ἰδία μὲν δὴ ὡς ἕκαστοι οὕτω διετέ- 
ϑειντο, κοινῇ δὲ δὴ ἐψηφίσαντο. ὡς καὶ δεσποτείας 
τινὸς ἀπηλλαγμένοι, μήτε πένϑος τινὰ ἐπ᾿ αὐτῷ ποι- 
ἥσασϑαι, καὶ ἐλευϑερίας ἄγαλμα ἐς τὴν ἀγορὰν ἀνα- 
τεϑῆναι, ἑορτήν τε διά τε τῶν ἀρχόντων καὶ διὰ 
τῶν ἱερέων ἁπάντων, ὃ μηπώποτε ἐγεγόνει, ἀχϑῆ- 
ναι, καὶ τὴν ἡμέραν ἐν ἡ ἐτελεύτησε καὶ ἵππων ἀγῶσι 
καὶ ϑηρίων σφαγαῖς ἐτησίοις διά τε τῶν ἐς τὰς τέσ- 
σαρας ἱερωσύνας τελούντων καὶ διὰ τῶν τοῦ Αὐγού- 
στου ϑιασωτῶν ἀγάλλεσϑαι, ὃ οὐδέποτε ἐπεποίητο. 
ὃν γὰρ αὐτοὶ ταῖς τὲ ὑπερβολαῖς καὶ ταῖς καινύτησι 


ἃ. Ο. 31: 1, 1}1π. ΤΙΒΕΒΠΙΒ. 979 


τῶν τιμῶν πρὸς τὸν ὄλεϑρον προήγαγον, κατὰ τούτου 
καὶ τοῖς ϑεοῖς ξένα τινὰ ἐψηφίξοντο. οὕτω γάρ τοι 
σαφῶς ἠπίσταντο ὅτι ὑπ᾽ ἐκείνων “μάλιστα ἐξεφρό- 
νησεν, ὥστ᾽ ἀπαγορεῦσαι παραχρῆμα διαρρήδην μήτε 
τιμὰς μηδενὶ ὑπερόγκους δέδοσϑαι μήτε τοὺς ὅρκους 
ἐπ᾿ ἄλλου τινὸς πλὴν τοῦ αὐτοκράτορος ποιεῖσϑαι. 
καὶ μέντοι ταῦϑ᾽ οὕτω, καϑάπερ ἐκ ϑείας τινὸς 
ἐπιπνοίας. ψηφισάμενοι καὶ τὸν Μάκρωνα καὶ τὸν 
Μάκωνα κολακεύειν οὐ πολλῷ ὕστερον ἤρξαντο᾽ χρή- 
ματά τὲ γὰρ αὐτοῖς πολλὰ καὶ τιμάς, Μάκωνι μὲν τὰς 
τῶν τεταμιευκότων, Μάκρωνι δὲ τὰς τῶν ἐστρατηγη- 
κότων, ἔδωκαν, καὶ αὐτῷ καὶ συνθεᾶσϑαί σφισι καὶ 
ἱματίῳ περιπορφύρῳ ἐν ταῖς εὐκταίαις πανηγύρεσι 
χφρῆσϑαι ἐπέτρεψαν. οὐ μέντοι καὶ ἐκεῖνοι ἐδέξαντο 
αὐτά" τὸ γὰρ παράδειγμά σφας ὑπόγυον ὃν ἐθορύβει. 
οὐ μὴν οὐδ᾽ ὁ Τιβέριος προσήκατό τι ἄλλων τ᾽ αὐτῷ 
πολλῶν ψηφισϑέντων, καὶ ὅπως αὐτός τε πατὴρ τῆς 
πατρίδος τότε γὲ ἄρξηται ὀνομάξεσϑαι, καὶ τὰ γενέ- 
ϑλια αὐτῷ δέκα τε τῶν ἵππων ἁμίλλαις καὶ ἑστιάσει 
τῆς γερουσίας τιμῷτο᾽ ἀλλὰ καὶ προηγόρευσεν αὖϑις 
μηδένα μηδὲν τοιοῦτον ἐσηγεῖσϑαι. 

ταῦτα μὲν ἐν τῇ πόλει ἐγίγνετο. ὁ δὲ δὴ Τιβέ- 
ρίος τέως μὲν ἐν δέει μεγάλῳ καϑειστήκει μὴ ὁ Σηια- 
νὸς κατασχὼν αὐτὴν ἐπ᾽ αὐτὸν ἐπιπλεύσῃ, καὶ πλοῖα 
παρεσκευάσατο, ἵνα, ἂν τι τοιοῦτο συμβῇ, διαφύγῃ" 
τῷ τε Μάκρωνι, ὥς τινές φασιν, ἐνετείλατο ὕπως. 
ἄν τι παρακινήσῃ, τὸν ΖΔροῦσον ἔς τε τὴν βουλὴν 
καὶ ἐς τὸν δῆμον ἐσαγάγῃ καὶ αὐτοκράτορα ἀποδείξῃ. 


-.1 


8 


ἐπεὶ δὲ ἔμαϑεν αὐτὸν ἀπολωλότα, ἔχαιρεν ὥσπερ 2 


εἰκὸς ἦν, οὐ μέντοι καὶ τὴν πρεσβείαν τὴν πεμφϑεῖ- 
σαν ἐπὶ τούτῳ προσεδέξατο, καίπερ πολλῶν μὲν παρὰ 


ῷ: 


14 


ἐϑ 


ἰ 


ΠΥ 


σι 


10 


“ 


280 1. ὙΠ. ΤΙΒΕΒΙΌΒ. ἃ. Ὁ. 81. 


τῆς βουλῆς πολλῶν δὲ καὶ παρὰ τῶν ἱππέων τοῦ τε 
πλήϑους, ὥσπερ καὶ πρίν, σταλέντων᾽ ἀλλὰ καὶ τὸν 
ὕπατον τὸν Ῥήγουλον, τά τε αὐτοῦ ἀεὶ φρονήσαντα 
καὶ πρὸς τὴν ἀσφάλειαν τῆς ἐς τὴν πόλιν αὐτοῦ κο- 
μιδῆς, ὥσπερ ἐπεστάλκει, ἐλθόντα, ἀπεώσατο. 
Σηιανὸς μὲν δὴ μέγιστον τῶν τε πρὸ αὐτοῦ καὶ 
τῶν μετ᾽ αὐτόν, πλὴν Πλαυτιανοῦ. τὴν ἡγεμονίαν 
ταύτην λαβόντων ἰσχύσας οὕτως ἀπήλλαξεν, οἵ δὲ 
δὴ συγγενεῖς οἵ τε ἑταῖροι αὐτοῦ καὶ οἷ λοιποὶ πάν- 
τὲς οἵ τι αὐτὸν κολακεύσαντες καὶ οἵ τὰς τιμὰς αὐτῷ 
ἐσηγησάμενοι ἐκρένοντο᾽ καὶ ἐκείνων τε οἱ πλείους 
ἡλίσκοντο ἐφ᾽ οἷς πρότερον ἐφϑονοῦντο, καὶ οἵ ἄλλοι 
κατεδίκαξόν σφῶν ἐφ᾽ οἷς πρότερον ἐψηφίσαντο. καὶ 
συχνοὶ καὶ τῶν κεχριμένων τε ἐπί τισι καὶ ἀφειμέ- 
νῶν καὶ κατηγορήϑησαν αὖϑις καὶ ἑάλωσαν ὡς καὶ 
τὴν ἐκείνου χάριν τότε σωϑέντες. οὕτως, εἰ καὶ μη- 
δὲν ἄλλο ἔγκλημά τῷ ἐπεφέρετο, ἀλλ᾽ αὐτό γε τότε 
ἐξήρκει οἵ πρὸς τὴν τιμωρίαν ὅτι φίλος τοῦ Σηιανοῦ 
ἐγεγόνει, καϑάπερ οὐ καὶ αὐτοῦ τοῦ Τιβερίου φιλή- 
σαντος αὐτὸν καὶ δι᾽ ἐκεῖνον καὶ τῶν ἄλλων οὕτω 
σπουδασάντων. ἐμήνυον δὲ δὴ ταῦτα ἄλλοι τε καὶ 
αὐτοὶ οἱ μάλιστα τὸν Σηιανὸν ϑεραπεύοντες᾽ οἷα 
γὰρ ἀκριβῶς τοὺς ὁμοίους σφίσιν εἰδότες, οὐδὲν 
πρᾶγμα εἶχον οὔτ᾽ ἀναξητοῦντες αὐτοὺς οὔτε ἐξελέγ- 
χοντες. καὶ οἵ μέν, ὡς σωθησόμενοί τε διὰ τοῦτο 
καὶ τιμὰς καὶ χρήματα προσληψόμενοι,. οἵ μὲν κατη- 
γόρουν τινῶν οἱ δὲ κατεμαρτύρουν, συνέβη δὲ αὐτοῖς 
μηδενὸς ὧν ἤλπιξον τυχεῖν" τοῖς γὰρ αὐτοῖς ἐγκλή- 
μασιν οἷς τοὺς ἄλλους μετήεσαν ἐνεχόμενοι, τὸ μέν 
τι δι’ ἐκεῖνα τὸ δὲ καὶ ὡς προδωσέταιροι, προσα- 
πώλλυντο. τῶν οὖν αἰτιαϑέντων συχνοὶ μὲν καὶ 
κατηγορήϑησαν παρόντες καὶ ἀπελογήσαντο, καὶ παρ- 


ἃ, Ὁ, 91, .Μ}1}Π. ΤΙΒΕΆΙΌΞ, 281 


ρησίᾳ γε εἰσὶν οἱ μεγάλῃ ἐχρήσαντο᾽ οἵ δὲ δὴ πλείους 
αὐτοὶ ἑαυτοὺς πρὶν ἁλῶναι διέφϑειραν. ἐποίουν δὲ 
τοῦτο μάλιστα μὲν τῷ μήτε τὴν ὕβριν μήτε τὴν 
αἰκίαν φέρειν, πάντες γὰρ οἵ τινὰ τοιαύτην αἰτίαν 
λαβόντες, οὐχ ὅπως ἱππεῖς ἀλλὰ καὶ βουλευταί, οὐδ᾽ 
ὅπως ἄνδρες ἀλλὰ καὶ γυναῖκες, ἐς τὸ δεσμωτήριον 
συνεωϑοῦντο, καὶ καταψηφισϑέντες οἱ μὲν ἐκεῖ ἐκο- 
λάξοντο, οἱ δὲ καὶ ἀπὸ τοῦ Καπιτωλίου ὑπὸ τῶν δη- 
μάρχων ἢ καὶ τῶν ὑπάτων κατεκρημνίξζοντο, καὶ ἔξ 
τε τὴν ἀγορὰν τὰ σώματα ἁπάντων αὐτῶν ἐρρίπτετο 
καὶ μετὰ τοῦτο ἐς τὸν ποταμὸν ἐνεβάλλετο, ἤδη δὲ 
καὶ ὅπως οἵ παῖδες τῶν οὐσιῶν αὐτοὺς κληρονομώ- 
σιν᾽ ὀλίγαι γὰρ πάνυ τῶν ἐθϑελοντηδὸν πρὸ τῆς δίκης 
τελευτώντων ἐδημεύοντο, προκαλουμένου διὰ τού- 
του τοὺς ἀνθρώπους τοῦ Τιβερίου αὐτοέντας γίγνε- 
σϑαι, ἵνα μὴ αὐτός σφας ἀποκτείνειν δοκῇ, ὥσπερ 
οὐ πολλῷ δευνότερον ὃν αὐτοχειρίᾳ τινὰ ἀποθανεῖν 
ἀναγκάσαι τοῦ τῷ δημίῳ. αὐτὸν παραδοῦναι. αἱ δ᾽ 
οὖν πλεῖσται τῶν οὐχ οὕτως. ἀποθανόντων οὐσίαι 
ἐδημοσιοῦντο, βραχέος τινὸς ἢ καὶ μηδενὸς τοῖς κα- 
τηγορήσασιν αὐτῶν διδομένου. καὶ γὰρ τὰ χρήματα 
δι᾿ ἀκριβείας ἢ δεῖπνα μᾶλλον ἐποιεῖτο. καὶ διὰ 
τοῦτο καὶ τέλος τι διακοσιοστὴν ἔχον ἑκατοστὴν 
ἤγαγε, καὶ ἐκληρονόμεν παντὸς τοῦ καταλειφϑέντος 
αὐτῷ" κατέλειπον δὲ δὴ πάντες ὀλίγου καὶ οἱ ἑαυ- 
τοὺς ἀναχρώμενοι; ὥσπερ καὶ τῷ Σηιανῷ ὅτε ἔξη. 
τῇ δ᾽ αὐτῇ ἐκείνῃ διανοίᾳ ἡ τὰ τῶν ἑκόντως ἀποϑνη- 
σκόντων χρήματα οὐκ ἀφῃρεῖτο. καὶ τὰς ἐσαγγελίας 
πάσας ἐς τὴν γερουσίαν ἐσῆγεν, ὅπως αὐτὸς τε ἔξω 
αἰτίας, ὥς γε καὶ ἐδόκει, ἧ, καὶ ἡ βουλὴ αὐτὴ ἕαυ- 
τῆς ὡς καὶ ἀδικούσης τι καταψηφίξηται. ὅϑεν καὶ 
πάνυ ἀκριβῶς ἔμαϑον, αὐτοὶ δι᾿ ἑαυτῶν ἀπολλύ- 


ῷ» 


ΓΝ 


16 


ψι 


[" 


“1 


ι7 


ὡ 


282 . 11. ΤΙΒΕΆΙΌΚΒ, ἃ. Ο.31. 


μένοι; ὅτι καὶ τὰ πρότερον. ἐκεῖνα οὐ τοῦ ᾿ Σηιανοῦ μαλ- 
λον ἢ τοῦ Τιβερίου ἔργα ἦν. οὐ γὰρ μόνον οἱ κατηγο- 
ρήσαντές τινων ἐκρένοντο ἢ ἢ καὶ οἵ καταμαρτυρήσαντες 
κατεμαρτυροῦντο, ἀλλὰ καὶ οὗ κατεψηφισμένοι τινῶν 
ἀνϑηλίέσκχοντο. οὕτως οὔϑ᾽ ὁ Τιβέριός τινῶν ἐφείδετο, 
ἀλλὰ καὶ πᾶσιν αὐτοῖς κατ᾽ ἀλλήλων ἀπεχρῆτο, οὔτ᾽ 
ἄλλον βέβαιον φίλον οὐδένα... ἀλλ᾽ ἐν τῷ ἴσῳ καὶ 
τὸ ἀδικοῦν καὶ τὸ ἀναμάρτητον τό τε ὑποπτεῦόν τι καὶ 
τὸ ἀδεὲς πρὸς τὴν τῶν Σηιανῶν ἐγκλημάτων ἀνά- 
κρισιν ἐγίγνετο. ἔδοξε μὲν γάρ τινα ἀμνηστίαν αὖ- 
τῶν ὀψέ ποτε ἐσηγήσασϑαι᾽ καὶ γὰρ πενϑεῖν τοῖς 
βουλομένοις αὐτὸν ἐπέτρεψε, προσαπειπὼν μηδ᾽ ἐφ᾽ 
ἑτέρου τινὸς κωλύεσϑαί τινα τοῦτο ποιεῖν, ὃ πολ- 
λάκις ἐψηφίξετο᾽ οὐ μὴν καὶ τῷ ἔργῳ ἐβεβαίωσεν 
αὐτήν, ἀλλ᾽ ὀλίγον διαλιπὼν ἔπειτα καὶ ἐπὶ τῷ Σηι- 
ανῷ καὶ ἐφ᾽ ἑτέροις ἀϑεμίτοις ἐγκλήμασι συχνοὺς ἐκό- 
λασεν, ἠσχυγκέναι τε καὶ ἀπεκτονέναι καὶ τὰς συγ- 
γενεστάτας σφίσιν αἰτιαϑέντας. 

τοιαύτης δ᾽ οὖν τύτε τῆς καταστάσεως οὔσης. 
καὶ μηδ᾽ ἀπαρνήσασϑαί τινος δυναμένου τὸ μὴ οὐ 
καὶ τῶν σαρκῶν αὐτοῦ ἡδέως ἐμφαγεῖν,. γελοιότατον 


"πρᾶγμα τῷ ἑξῆς ἔτει, ᾧ Γναῖος ΖΙομέτιος καὶ Κάμιλ- 


λος Σκριβωνιανὸς ὑπάτευσαν, ἐγένετο. νομιξομένου 
γὰρ συχνὸν ἤδη χρόνον μηκέτι. κατὰ ἄνδρα τὴν βου- 
λὴν ἐν τῇ νουμηνίᾳ ὀμνύναι, ἀλλ᾽ ἑνός, ὥσπερ εἴρη- 
ταί μοι, προομνύντος καὶ τοὺς λοιποὺς συνεπαινεῖν, 
οὐκ ἐποίησαν αὐτό, ἀλλὰ αὐτεπάγγελτοι, μηδενός 
ὄφας ἀναγκάσαντος., ἰδέᾳ καὶ καϑ᾿ ἑαυτὸν ἕκαστος 
ἐπιστώϑησαν ὥσπερ τι παρὰ τοῦτο μᾶλλον εὐορκή- 
ὅοντες. πρότερον μὲν γὰρ καὶ ἐπὶ πολλὰ ἔτη οὐδ᾽ 
ὀμνύντα τινὰ τὰ πρὸς τὴν ἀρχὴν αὐτοῦ φέροντα, 
ὥσπερ εἶπον. ἠνέσχετο᾽ τότε δὲ καὶ ἕτερόν τι γελοιό- 


ἃ. Ο. 82, ᾿ .ἍΥ1Π1. ΤΙΒΕΆΙΌΚΒ. 283 


τερον ἐγένετο. προχειρίσασϑαί τε γὰρ αὐτὸν ὅσους 
ἂν ἐθελήσῃ σφῶν, καὶ ἐξ αὐτῶν εἴκοσιν, οὗς ἂν ὁ 
κλῆρος ἀποφήνῃ, φρουροῖς, ὁσάκις ἂν ἐς τὸ βουλευ- 
τήριον ἐσίῃ, ξιφύδια ἔχουσι χρῆσϑαι ἐψηφίσαντο. 
τῶν τε γὰρ ἔξω πρὸς τῶν στρατιωτῶν τηρουμένων 
καὶ ἔσω μηδενὸς ἐδιώτου ἐσιόντος, δι᾿ οὐδένα δῆλον 
ὅτι ἄλλον, ἀλλὰ δι᾽ ἑαυτοὺς μόνους ὡς καὶ πολεμίους 
οἵ ὃ ὄντας τὴν φρουρὰν αὐτῷ δοϑήναι γνῶσαν. ὁ δ᾽ 
οὖν Τιβέριος ἐπήνεσε μὲν αὐτούς, καὶ χάριν δῆϑεν 
τῆς εὐνοίας σφέσιν ἔγνω, τὸ δὲ δὴ πρᾶγμα ὡς καὶ 
ἄηϑες διεκρούσατο" οὐ γὰρ οὕτως εὐήϑης ἦν ὥστ᾽ 
αὐτοῖς γε ἐκείνοις, οὖς τε ἐμίσει καὶ ὑφ᾽ ὧν μάλιστα 
ἐμισεῖτο, ξίφη δοῦναι. ἀμέλει καὶ ἐξ αὐτῶν τούτων 
προσυποτοπήσας σφᾶς, πᾶν γὰρ ὅ,τι ἄν τις παρὰ τὴν 
ἀλήϑειαν ἐπὶ κολακείᾳ ποιῇ ὑποπτεύεται, τοῖς μὲν 
ἐκείνων ψηφίσμασι μακρὰ χαίρειν ἔφρασε, τοὺς ὃὲ 

δορυφόρους καὶ λόγοις καὶ χρήμασι, καύπερ τὰ τοῦ 
᾿ Σηιανοῦ φρονήσαντας εἰδώς, ἐτίμησεν, ἵνα αὐτοῖς 
προϑυμοτέροις κατ᾽ αὐτῶν χρῆσϑαι ἔχῃ. ἔστι μὲν γὰρ 
ὅτε καὶ τοὺς βουλευτὰς αὖϑις ἐπήνεσεν, ἐπεί σφισιν 
ἐκ τοῦ δημοσίου τὸ ἀργύριον δοϑῆναι ἐψηφίσαντο᾽ 
οὕτω δὲ δὴ ἀκριβῶς τοὺς μὲν τῷ λόγῳ ἀντεξηπάτα 
τοὺς δὲ τῶ ἔργῳ προσηταιρίξετο, ὥστε καὶ Ἰούνιον 
Γαλλίωνα, ϑέαν τοῖς διαστρατευσαμένοις αὐτῶν ἔν 
τῇ τῶν ἱππέων ἕδρᾳ δίδοσθαι ἐσηγησάμενον, μὴ 
μόνον φυγαδεῦσαι, αὐτὸ τοῦτο ἐπικληϑέντα ὅτι σφᾶς 
ἀναπείϑειν ἐδόκει τῷ κοινῷ μᾶλλον ἢ ἑαυτῷ εὐνοεῖν, 
ἀλλὰ καὶ ἐπειδὴ ἔγνω αὐτὸν ἐς Μέσβον ἀπαίρειν, τῆς 
τε ἐκεῖ ἀσφαλοὺς εὐδαιμονίας ἀφελέσϑαι καὶ ἐς φυ- 
λακὴν τοῖς ἄρχουσιν, ὥσπερ ποτὲ τὸν Γάλλον, παρα- 
δοῦναι. καὶ ἵνα γε ἐπὶ μᾶλλον ἑκατέρους πείσῃ 
ὅπως περὶ ἀμφοτέρων αὐτῶν φρονοίη, ἠτήσατο παρὰ 


ῴ»- 


18 


» 


ὅ 


[-. 


19 


ἐῷ 


.-ἦ 


πο 


284 .. ὙΠ|. ΤΙΒΕΆΙΌΣ, ἃ. Ὁ, 82. 


τῆς βουλῆς οὐ πολλῷ ὕστερον ἀρκεῖν οἷ τὸν τε Μά- 
κρῶνα καὶ χιλιάρχους ἐς τὸ συνέδριον ἐσάγεσϑαι. 
οὐ γάρ που καὶ ἐδεῖτό τι αὐτῶν, ὃς γε οὐδὲ ἐς τὴν 
πόλιν ἔτι ἐσελϑεῖν ἐνενόει, ἀλλὰ τό τε ἐκείνων μῖσος 
καὶ τὴν τῶν στρατιωτῶν εὔνοιαν ἐνδείξασϑαί σφισιν 
ἠϑέλησε. καὶ τοῦτο καὶ αὐτοὶ οἵ βουλευταὶ ὡμολόγη- 
σαν᾽ τῷ γοῦν δόγματι προσενέγραψαν ὥστε ἔρευνάν 
σφων συνιόντων, μὴ καὶ ξιφέδιόν τις ὑπὸ μάλης 
ἔχῃ. γέγνεσϑαι. 
τοῦτο μὲν δὴ τῷ ἐχομένῳ ἔτει ἐγνώσϑη,. τότε δὲ 
ἐφείσατο μὲν καὶ ἄλλων τινῶν καίτοι τῷ Σηιανῷ 
ὠκειωμένων, ἐφείσατο δὲ καὶ Πουκίου Σηιανοῦ στρα- 
τηγοῦ Μάρκου τε Τερεντίου ἱππέως. ἐκείνου μὲν 
ὑπερφρονήσας τά τὲ ἄλλα πάντα διὰ φαλακρῶν 
ἐν τοῖς Φλωραλίοις μέχρι νυκτὸς ἐπὶ τῇ τοῦ Τι- 
βερίου χλευασίᾳ, ὅτι τοιοῦτος ἦν, ποιήσαντος. καὶ 
φώς τοῖς ἀπιοῦσιν ἐκ τοῦ ϑεάτρου διὰ πεντακισχι- 
λίων παίδων ἀπεξυρημένων παρασχόντος τοσοῦτον 
γὰρ ἐδέησε δι᾽ ὀργῆς αὐτῷ γενέσϑαι ὥστ᾽ οὐδὲ προσε- 
ποιήσατο ἀρχὴν ὅτι περὶ αὐτῶν ἠκηκόει, καίπερ καὶ 
Σηιανῶν ἐξ ἐκείνου πάντων τῶν φαλακρῶν ὀνομα- 
σϑέντων᾽ τοῦ δὲ δὴ Τερεντίου, ὅτι ἐπὶ τῇ τοὺ Σηια- 
νοῦ φιλίᾳ κρινόμενος οὐχ ὅσον οὐκ ἠρνήσατο, ἀλλὰ 
καὶ ἔφη καὶ σπουδάσαι μάλιστα αὐτὸν καὶ ϑεραπεῦ- 
σαι, ἐπειδὴ καὶ ὑπ᾽ αὐτοῦ τοῦ Τιβερίου οὕτως ἐτι- 
μᾶτο, “ὥστ᾽ εἰ μὲν ἐκεῖνος ὀρθῶς" εἶπεν ἣἧ ἐποίει τοι- 
οὕτῳ φίλῳ χρώμενος, οὐδὲ ἐγώ τι ἠδίκηκα εἰ δ᾽ ὁ 
αὐτοκράτωρ ὁ πάντα ἀχριβῶς εἰδὼς ἐπλανήϑη, τί 
ϑαυμαστὸν εἰ καὶ ἐγώ οἵ συνεξηπατήϑην; καὶ γάρ 
τοι προσήκει ἡμῖν πάντας τοὺς ὑπ᾽ αὐτοῦ τιμωμένους 
ἀγαπᾶν. μὴ πολυπραγμονοῦντος ὁποῖοί τινές εἰσιν, 
ἀλλ᾽ ἕνα ὅρον τῆς φιλίας σφῶν ποιουμένους τὸ τῷ 


4. Ὁ, 82. ἍΜ. ΤΙΒΕΆΙΌΒ. 985 


αὐτοκράτορι αὐτοὺς ἀρέσκειν. ἥ τε γὰρ βουλὴ διὰ 
ταῦτα αὐτὸν ἀφῆκε, καὶ προσέτι καὶ τοῖς κατηγορή- 
σασιν αὐτοῦ προσεπετίμησε; καὶ ὁ Τιβέριος συγκα- 
τέϑετό σφισι. τόν τε Πίσωνα τὸν πολίαρχον τελευ- 
τήσαντα δημοσίᾳ ταφῇ ἐτίμησεν, ὅπερ που καὶ ἄλλοις 
ἐχαρίξετο᾽ καὶ Δούκιον ἀντ᾽ αὐτοῦ Μαμέαν ἀνϑείλετο, 
ὃν πρόπαλαι τῇ Συρίᾳ προστάξας κατεῖχεν ἐν τῇ 
Ῥώμῃ. τοῦτο δὲ καὶ ἐφ᾽ ἑτέρων πολλῶν ἐποίει; ἔργῳ 
μὲν μηδὲν αὐτῶν δεόμενος, λόγῳ δὲ δὴ τιμᾶν αὐτοὺς 
προσποιούμενος. κἂν τούτῳ Οὐητρασίου Πολλέωνος 
τοῦ τῆς Αἰγύπτου ἄρχοντος. τελευτήσαντος Ἰβήρῳ 
τινὶ Καισαφείῳ χρόνον τινὰ τὸ ἔϑνος ἐπέτρεψε. 

τῶν δ᾽ οὖν ὑπάτων ὁ μὲν Δομέτιος δι᾿ ἔτους 
ἦρξε, τῆς γὰρ ᾿Δγφιππίνης τῆς τοῦ Γερμανικοῦ ϑυ- 
γατρὸς ἀνὴρ ἦν. οἵ δ᾽ ἄλλοι ὥς που τῷ Τιβερίῳ 
ἔδοξε. τοὺς μὲν γὰρ ἐπὶ μακρότερον τοὺς δὲ ἐπὶ 
βραχύτερον ἂν ἡρεῖτο, καὶ τοὺς μὲν ἔτι καὶ ϑᾶσσον 
τοῦ τεταγμένου ἀπήλλασσε, τοῖς δὲ καὶ ἐπὶ πλεῖον 
ἄρχειν ἐδίδου. ἤδη δὲ καὶ ἐς ὅλον τὸν ἐνιαυτὸν ἀπο- 
δείξας ἂν τινα ἐκεῖνον μὲν κατέλυεν, ἕτερον δὲ καὶ 
αὖϑις ἕτερον ἀντικαϑίστη᾽ καί τινας καὶ ἔς τρίτον 
ἑτέρους προχειριξόμενος, εἶτα ἄλλους ὑπατεύειν πρὸ 
αὐτῶν ἀνθ᾽ ἑτέρων ἐποίει. καὶ περὶ μὲν τοὺς ὑπά- 
τους ταῦτα διὰ πάσης ὡς εἰπεῖν τῆς ἡγεμονίας αὐτοῦ 
ἐγίγνετο᾽ τῶν δὲ δὴ τὰς ἄλλας ἀρχὰς αἰτούντων 
ἐξελέγετο ὅσους ἤϑελε, καί σφας ἐς τὸ συνέδριον 
ἐσέπεμπε, τοὺς μὲν συνιστὰς αὐτῷ, οἵπερ ὑπὸ πάν- 
τῶν ἡροῦντο, τοὺς δὲ ἐπί τε τοῖς δικαιώμασι καὶ ἐπὶ 
τῇ ὁμολογίᾳ τῷ τε κλήρῳ ποιούμενος. καὶ μετὰ τοῦτο 
ἔς τε τὸν δῆμον καὶ ἐς τὸ πλῆϑος οἵ προσήκοντες 
ἑκατέρῳ, τῆς ἀρχαίας ὁσίας ἕνεκα, καϑάπερ καὶ νῦν, 
ὥστε ἐν εἰκόνι δοκεῖν γίγνεσϑαι, ἐσιόντες ἀπεδεί- 


ὅ 


Φ9 


[.] 


ωΣ 


»βα. 


ΠΞ σι 


23 


21 


226 1, 1011. ΤΙΒΕΆΙΓΒ. ει 8, ΓΟ, 33. 


κνυντο. εἰ δ᾽ οὖν ποτε ἐνέλιπόν τινες ἢ καὶ φιλονει- 
κίᾳ ἀκράτῳ ἐχρήσαντο, καὶ ἐλάττους προεχειρίξοντο. 
τῷ γοῦν ἐπιόντι ἔτει. ἐν ὦ ὃ τε Γάλβας ὁ Σερούιος 
ὁ μετὰ ταῦτα αὐταρχήσας καὶ Λούκιος Κορνήλιος τὸ 
τῶν ὑπάτων ὄνομα ἔσχον, πεντεκαίδεκα στρατηγοὶ 
ἐγένοντο᾽ καὶ τοῦτο καὶ ἐπὶ πολλὰ ἔτη συνέβη, ὥστε 
ἔστι μὲν ὅτε ἑκκαίδεκα ἔστι δ᾽ ὅτε καὶ παρ᾽ ἕνα ἢ 
καὶ δύο χειροτονεῖσϑαι. 

Τιβέριος δὲ δὴ ἦλϑε μὲν πρὸς τὸ ἄστυ, καὶ διέ- 
τριψεν ἐν τοῖς πέριξ αὐτοῦ τόποις. οὐ μέντοι καὶ 
ἐσεφοίτησεν ἔσω, καίτοι καὶ τριάκοντα σταδίους 
ἀποσχών, καὶ τὰς ϑυγατέρας τάς τε τοῦ Γερμανικοῦ 
τὰς λοιπὰς καὶ τὴν τοῦ ΖΙρούσου τὴν Ἰουλίαν ἐκδούς. 
καὶ διὰ τοῦτο οὐδ᾽ ἡ πόλις τοὺς γάμους αὐτῶν ἑἕξώρ- 
τασεν, ἀλλὰ τά τε ἄλλα καὶ ἡ βουλὴ καὶ τότε καὶ 
συνήχϑη καὶ ἐδίκασε. σφόδρα γὰρ ἐπιμελὲς ἐποιεῖτο 


ς 
ἀεί σφας ὑσάκις καὶ καϑήκοι συνιέναι καὶ μήτ᾽ 


ὧν 


ὀψιαίτερον ἀπαντᾶν τοῦ τεταγμένου μήτε πρωιαίτε- 
ρον ἀπαλλάττεσϑαι. καὶ πολλὰ περὶ τούτου καὶ τοῖς 
ὑπάτοις ἐπέστελλε. καί ποτέ τινα ὑπ᾽ αὐτῶν καὶ 
ἀναγνωσθῆναι ἐκέλευσεν. ὃ καὶ ἐπ᾿ ἄλλων πραγ- 
μάτων ἐποίει, καϑάπερ μὴ δυνάμενος αὐτὰ ἄντικρυς 
τῇ βουλῇ γράψαι. ἐσέπεμπε δὲ ἐς αὐτὴν οὐ μόνον 
τὰ βιβλία τὰ διδόμενά οἱ παρὰ τῶν μηνυόντων τι, 
ἀλλὰ καὶ τὰς βασάνους ἃς ὁ Μάκρων ἐποιεῖτο, ὥστε 
μηδὲν ἐπ᾽ αὐτοῖς πλὴν τῆς καταψηφέσεως γίγνεσϑαι. 
ἐπεὶ μέντοι Οὐιβούλιός τις ᾿ἀγρίππας ἱππεὺς φάρ- 
μακον ἐν αὐτῷ τῷ βουλευτηρίῳ ἐκ δακτυλίου ῥοφή- 
σας ἀπέϑανε. καὶ ὁ Νερούας μηκέτι τὴν συνουσίαν 
αὐτοῦ φέρων ἀπεκαρτέρησε διά τε τἄλλα. καὶ μά- 
λισϑ᾽ ὅτι τοὺς νόμους τοὺς περὶ τῶν συμβολαίων 
ὑπὸ τοῦ Καίσαρος τεϑέντας, ἐξ ὧν καὶ ἀπιστία καὶ 


ἃ. Ὁ. 89, ς Ἅ}1Π. ΤΙΒΕΒΙΓΒ, 287 


ταραχὴ πολλὴ γενήσεσϑαι ἔμελλεν, ἀνενεώσατο. καὶ 
πολλά γε αὐτοῦ παρακαλοῦντος ὑπῶς τι ἂν φαίη 
οὐδ᾽ ἀποκρίνασϑαί τι ἠϑέλησε, τὸ τε πρᾶγμα τὸ κατὰ 
τὰ δανείσματα ἐμετρίασε, καὶ δισχιλίας καὶ πεντα- 
κοσίας μυριάδας τῷ δημοσέῳ ἔδωκεν ὥστ᾽ αὐτὰς ὑπ᾽ 
ἀνδρῶν βουλευτῶν ἀτοκὶ τοῖς δεομένοις ἐς τρία ἔτη 
ἐκδανεισϑῆναι, τούς τε ἐπιβοητοτάτους τῶν τὰς κα- 
τηγορίας ποιουμένων ἀποθανεῖν ἐν μιᾷ ἡμέρᾳ ἐκέ- 
λευσε. καὶ ἐνδεῖξαί τινα ἀνδρὸς ἐν τοῖς ἑκατοντάρ- 
χοις ἐξητασμένου βουληϑέντος ἀπεῖπε μηδένα ἐστρα- 
τευμένον τοῦτο ποιεῖν, καίπερ καὶ ἱππεῦσι καὶ βου- 
λευταῖς ἐπιτρέπων αὐτὸ πράττειν. 

οὐ μὴν ἀλλ᾽ ἐν μὲν τούτῳ ἐπῃνεῖτο, καὶ μάλισϑ' 
ὅτι ψηφισϑέντα οἵ ἐπ᾽ αὐτοῖς πολλὰ οὐκ ἐδέξατο, ἐκ 
δὲ δὴ τῶν ἐρώτων. οἷς ἀνέδην καὶ τῶν εὐγενεστά- 
τῶν καὶ ἀρρένων καὶ ϑηλειῶν ὁμοίως ἐχρῆτο, διεβάλ- 
λετο. ὁ γοῦν Μάριος ὃ Σέξτος ἐκεῖνος ὁ φίλος αὐτοῦ 
καὶ διὰ τοῦτο καὶ πλουτήσας καὶ δυνηϑεὶς τοσοῦτον 
ὥστ᾽, ἐπειδὴ γείτονί τινι ὠργίσϑη. δειπνίσαι τε αὐ- 
τὸν ἐπὶ δύο ἡμέρας, καὶ τῇ μὲν προτέρα τὴν ἔπαυλιν 
αὐτοῦ πᾶσαν κατασκάψαι, τῇ δ᾽ ὑστέρᾳ ἐπί τε τὸ 
μεῖξον καὶ ἐπὶ τὸ λαμπρότερον αὐτὴν ἀνοικοδομῆσαι., 
ἀγνοοῦντέ τε αὐτῷ τοὺς ταῦτα πεποιηκότας. ἕκάσϑρον 
ὁμολογῆσαι, καὶ παραδείξαντα εἰπεῖν ὅτι οὕτω καὶ 
ἀμύνεσϑαί τινα καὶ ἀμείβεσϑαι καὶ οἶδα καὶ δύνα- 
μάι. τὴν ϑυγατέρα ἐκπρεπῆ οὖσαν ὑπεκπέμψας ποι, 
ἵνα μὴ ὁ Τιβέῤιος αὐτὴν αἰσχύνῃ, αἰτίαν τὲ ἔσχεν 
ὡς συνών οἷ, καὶ διὰ τοῦτο καὶ συναπώλετο. ἐπὶ 
μὲν τούτοις αἰσχύνην ὠφλίσκανεν. ἐπὶ δὲ δὴ τῶ τε 
τοῦ ΖΙίρούσου καὶ τῷ τῆς ᾿4γριππίνης ϑανάτῳ ὠμό- 
τητα᾿ δοκοῦντες γὰρ οἵ ἄνϑρωποι ὑπὸ τοῦ Σηιανοῦ 
πάντα τὰ κατ᾽ αὐτοὺς πρότερον γενόμενα, καὶ ἐλπέ- 


ὄ 


22 


τ 


ὡ» 


ὅδ 


28 


τῷ 


Ω: 


φ᾿φ- 


288 ει ΔΎ}. ΤΙΒΕΙΙΌΒ. ἃ, Ὁ, 83, 


σαντές σφας σωθήσεσϑαι τότε, ὡς καὶ ἐκείνους 
πεφονεῦσϑαι ἔμαϑον, ὑπερήλγησαν διά τε τοῦτο καὶ 
ὅτι τὰ ὀστὰ αὐτῶν οὐ μόνον οὐκ ἐς τὸ βασιλικὸν 
μνημεῖον κατέϑετο, ἀλλὰ καὶ κρυφϑήναί που κατὰ τῆς 
γῆς ἐκέλευσεν, ὥστε μηδέποτε εὑρεϑῆναι. τῇ δ᾽ οὖν 
᾿ἡγριππίνῃ καὶ ἡ Πλαγκῖνα ἡ Μουνατία ἐπεσφάγη᾽ 
πρότερον γὰρ καίπερ μισῶν αὐτήν, οὐ διὰ τὸν Γερ- 
μανικὸν ἀλλὰ διὰ ἄλλο τι, ὅμως ἵνα μὴ καὶ ἐκείνη 
τῷ ϑανάτῳ αὐτῆς ἐφησϑῇ, ξὴν εἴα. 

ταῦτά τε ἅμα ἔπραττε, καὶ τὸν Γάιον ταμίαν μὲν 
οὐκ ἐν τοῖς πρῶτον ἀπέδειξεν, ἐς δὲ δὴ τὰς ἄλλας 
ἀρχὰς πέντε ἔτεσι ϑᾶσσον τοῦ καϑήκοντος προβιβά- 
σειν ὑπέσχετο, καίτοι καὶ τῆς γερουσίας δεηϑεὶς μήτε 
πολλαῖς μήτ᾽ ἀκαίροις τιμαῖς αὐτόν, ὅπως μὴ καὶ 
ἐξοκείλῃ ποι, ἐπαίρειν. εἶχε μὲν γὰρ καὶ τὸν Τιβέ- 
ρίον τὸν ἔγγονον ἀλλ᾽ ἐκεῖνον μὲν. διά τε τὴν ἡλι- 
κίαν. ἔτι γὰρ παιδίον ἦν, καὶ διὰ τὴν ὑποψίαν. οὐ 
γὰρ ἐπιστεύετο τοὺ Ζίρούσου παῖς εἶναι, παρεώρα, 
τῷ δὲ δὴ Γαΐῳ ὡς καὶ μοναρχήσοντι προσεῖχε, καὶ 
μάλισϑ᾽ ὅτι τὸν Τιβέριον καὶ ὀλίγον χρόνον βιώσε- 
σϑαι καὶ ὑπ᾽ αὐτοῦ ἐκείνου φονευϑήσεσϑαι σαφῶς 
ἠπίστατο. ἠγνόει μὲν γὰρ οὐδὲν οὐδὲ τῶν κατὰ 
τὸν Γάιον, ἀλλὰ καὶ εἶπέ ποτε αὐτῷ διαφερομένῳ 
πρὸς τὸν Τιβέριον ὅτι σύ τε τοῦτον ἀποκτενεῖς καὶ 
σὲ ἄλλοι οὔτε δὲ ἕτερόν τινα ὁμοίως πάνυ προσή- 
κοντα ἑαυτῷ ἔχων, καὶ ἐκεῖνον κάκιστον εἰδὼς ἐσό- 
μενον, ἀσμένως, ὥς φασι, τὴν ἀρχὴν αὐτῷ ἔδωκεν, 
ὅπως τά τε ἑαυτοῦ τῇ τοῦ Γαΐου ὑπερβολῇ συγκρυ- 
φϑῇ. καὶ τὸ πλεῖον τό τε εὐγενέστατον τῆς λοιπῆς 
βουλῆς καὶ μετ᾽ αὐτὸν φϑαρῇ. λέγεται γοῦν πολ- 
λάκις μὲν ἀναφϑέγξασϑαι τοῦτο δὴ τὸ ἀρχαῖον “ἐμοῦ 
ϑανόντος γαῖα μιχϑήτω πυρί, πολλάκις δὲ καὶ τὸν 


ἃ. Ὁ. 88, 84. ως. }Π1|. ΤΙΒΕΒΙΌΒ. 289 


Πρίαμον «μακαρέσαι ὅτι ἄρδην μετὰ τῆς πατρίδος 
καὶ μετὰ τῆς βασιλείας ἀπώλετο. καὶ τεκμαίρονταί δ 
γεὲ ἀληϑῆ ταῦτα περὶ αὐτοῦ γεγράφϑαι τοῖς τότε 
γενομένοις τοσοῦτο γὰρ πλῆϑος τῶν τε ἄλλων καὶ 
τῶν βουλευτῶν ἐξώλετο ὥστε τοὺς ἄρχοντας τοὺς 
κληρωτοὺς τοὺς μὲν ἐστρατηγηκότας ἐπὶ τρία τοὺς 
δ᾽ ὑπατευκότας ἐπὶ ξξ ἔτη τὰς ἡγεμονίας τῶν ἐϑνών, 
ἀπορίᾳ τῶν διαδεξομένων αὐτούς, σχεῖν. τί γὰρ ἄν 6 
τις ἔχοι τοὺς αἱρετοὺς ὀνομάξειν, οἷς καὶ ἀπὸ πρώτης 
ἐπὶ πλεῖστον ἄρχειν ἐδίδου; ἐν δ᾽ οὖν τοῖς τότε ἀπο- 
ϑανοῦσι καὶ Γάλλος ἐγένετο᾽ τότε γὰρ αὐτῷ μόλις, 
ὡς αὐτὸς εἶπε, κατηλλάγη. οὕτω που, παρὰ τὸ νομι- 
«ξόμενον, καὶ τὴν ζωὴν τιμωρίαν τισὶ καὶ τὸν ϑάνα- 
τον εὐεργεσίαν ἐποίει. 
μετὰ δὲ ταῦτα εἰκοστοῦ ἔτους τῆς ἀρχῆς ἐπιστάν- “4. 

τος αὐτὸς μέν, καίτοι περί τε τὸ ᾿Αλβανὸν καὶ περὶ “4 
τὸ Τούσκουλον διατρέβων, οὐκ ἐσῆλϑεν ἐς τὴν πόλιν, 
οἱ δ᾽ ὕπατοι Μούκιός τε Οὐιτέλλιος καὶ Φάβιος Περ- 
σικὸς τὴν δεκετηρίδα τὴν δευτέραν ἑώρτασαν, οὕτω 
γὰρ αὐτήν, ἀλλ᾽ οὐκ εὐἰκοσετηρίδα ὠνόμαξον, ὡς καὶ 
ἡγεμονίαν αὐϑις αὐτῷ κατὰ τὸν Αὔγουστον διδόντες. 
τήν τε οὖν ἑορτὴν ἅμα ἐποίουν καὶ ἐκολάξοντο᾽ , 
ἀφείϑη μὲν γὰρ τῶν αἰτιαϑέντων τότε οὐδείς, πάντες 
δ᾽ ἡλίσκοντο, οἱ μὲν πλείους ἔκ τε τῶν τοῦ Τιβερίου 

γραμμάτων καὶ ἐκ τῶν τοῦ Μάκρωνος βασάνων, οἵ 
ὃὲ δὴ λοιποὶ ἐξ ὧν βουλεύεσϑαί σφας ὑπώπτευον. 
καὶ ἐθρυλεῖτό γε ὅτι δι᾽ αὐτὸ τοῦτο οὐδ᾽ ἀφικνοῖτο 
ἐς τὴν Ῥώμην, ἵνα μὴ παρὼν ταῖς καταδίκαις αἰσχύ- 
νοῦτο. ἄλλοι τε οὖν, οὗ μὲν ὑπὸ τῶν δημίων οἵ δὲ 3 
καὶ ὑφ᾽ ἑαυτῶν, ἀπέϑανον καὶ Πομπώνιος Ααβεών. 
καὶ οὗτος μὲν τῆς τε Μυσίας ποτὲ ὀκτὼ ἔτεσι μετὰ 
τὴν στρατηγίαν ἄρξας, καὶ δώρων μετὰ τῆς γυναικὸς 

10 σΑΒϑιῦΒ, 111. 19 


4 


ὅ 


20 


ει 
"δ 


8 


290 ψω 1}. ΤΙΒΕΆΙΌΒ, ἃ. Ὁ, 54. 88. 


γραφείς . ἐθελοντὶ σὺν αὐτῇ διεφϑάρη᾽ Μαμέρκος 
δὲ δὴ Αἰμίλιος Σκαῦρος μήτ᾽ ἄρξας τινῶν μήτε δω- 
ροδοκήσας ἑάλω τε διὰ τραγῳδίαν καὶ παϑήματι 
δεινοτέρῳ οὔ συνέγραψε περιέπεσεν. ᾿Ἵτρεὺς μὲν τὸ 
ποίημα ἦν, παρήνει ὃὲ τῶν ἀρχομένων τινὶ ὑπ᾽ αὖ- 
τοῦ. κατὰ τὸν Εὐριπίδην, ἵνα τὴν τοῦ κρατοῦντος 
ἀβουλίαν φέρῃ. μαϑὼν οὖν τοῦτο ὁ Τιβέριος ἐφ᾽ 
ἑαυτῷ τε τὸ ἔπος εἰρῆσϑαι ἔφη. ““τρεὺς εἶναι 
διὰ τὴν μιαιφονίαν προσποιησάμενος, καὶ ὑπειπὼν 
ὅτι καὶ ἐγὼ οὖν Αἴαντα αὐτὸν ποιήσω, ἀνάγκην 
οἱ προσήγαγεν αὐτοεντεὶ ἀπολέσϑαι. οὐ μὴν καὶ 
ἐπὶ τούτω κατηγορήϑη, ἀλλ᾽ ὡς τὴν Λιουίλλαν 
μεμοιχευκώς᾽ πολλοὶ γὰρ δὴ καὶ ἄλλοι δι᾿ αὐτήν, 
οἱ μὲν ἐπ᾿ ἀληϑείας οἵ δὲ ἐκ συκοφαντίας. ἐκολά- 
σθησαν. 

τούτων δ᾽ οὕτως ἐν τῇ Ῥώμῃ γιγνομένων οὐδὲ 
τὸ ὑπήκοον ἡσύχαξεν, ἀλλ᾽ ἐπειδὴ τάχιστα νεανίσκος 
τις Δροῦσος λέγων εἶναι περί τε τὴν Ἑλλάδα καὶ 
περὶ τὴν Ἰωνίαν ὥφϑη, καὶ ἐδέξαντο αὐτὸν ἀσμέ- 
νῶς αἱ πόλεις καὶ συνήροντο. χἂν ἐς τὴν Συρίαν 
πφοχωρήσας. τὰ στρατόπεδα κατέσχεν εἰ μὴ γνω- 
ρίσας τις αὐτὸν ΦΉΡΜΡ: τε καὶ πρὸς τὸν Τεβ ρίαν 
ἀνήγαγεν. 

ἐκ δὲ τούτου ΝΣ διδὰ μὲν Γάλλος καὶ Μάρκος Σε- 
ρουέλιος ὑπάτευσαν, Τιβέριος δὲ ἐν ᾿ἀντίῳ τοὺς τοῦ 
Γαΐου γάμους ἑξώρταξεν. ἐς γὰρ τὴν Ῥώμην οὐδὲ 
δι᾿ ἐκείνους ἐσελϑεῖν ἠϑέλησεν, ἐπειδὴ .Φουλκίνιός 
τις Τρίων, φέλος μὲν τοῦ Σηιανοῦ γεγονώς, σφόδρα 
δ᾽ αὐτῷ διὰ τὰς συκοφαντίας κεχαρισμένος, κατηγο- 
ρηϑείς τε παρεδόϑη καὶ δείσας ἑαυτὸν προαπέκτεινε, 
πολλὰ δὲ καὶ τὸν Μάκρωνα ἐν ταῖς διαϑήκαις λοι-- 
δορήσας. καὶ οἵ μὲν παῖδες αὐτοῦ οὐκ ἐτόλμησαν 


ἃ. 0. 85. 1. ΨὙΠ|ι. ΤΙΒΕΆΙΌΚΒ. 291 


αὐτὰς δημοσιεῦσαι, ὁ δὲ δὴ Τιβέριος μαϑὼν τὰ γε- 
γραμμένα ἐς τὸ βουλευτήριόν σφας ἐσκομισϑῆναι 
ἐκέλευσεν. ἥκιστά τε γὰρ αὐτῷ τῶν τοιούτων ἔμελε, 
καὶ τὰς κακηγορίας καὶ λανθανούσας ἔσϑ'᾽ ὅτε ἐς τοὺς 
πολλοὺς ἑκών, ὥσπερ τινὰς ἐπαίνους, ἐξέφαινεν. 
ἀμέλει καὶ ὅσα ὁ Δροῦσος, οἷα ἔν τε ταλαιπωρία ὧν 
καὶ κακοπαϑώῶν, ἐξελάλησε, καὶ ταῦτα ἐς τὴν βουλὴν 
ἐσέπεμψε. Τρίων μὲν οὖν οὕτως ἀπέϑανε, Ποπ- 
παῖος δὲ Σαβῖνος τῆς τε Μυσίας ἑκατέρας καὶ προσέτι 
καὶ τῆς Μακεδονίας ἐς ἐκεῖνο τοῦ χρόνου παρὰ πᾶ- 
σαν ὡς εἰπεῖν τὴν τοῦ Τιβερίου ἀρχὴν ἡγεμονεύσας, 
ἥδιστα προαπηλλάγη πρίν τινὰ αἰτίαν λαβεῖν. καὶ 
αὐτὸν ὁ Ῥήγουλος ἐπὶ τοῖς αὐτοῖς διεδέξατο" καὶ 
γὰρ ἡ “Μακεδονία, ὡς δέ τινὲς φασι, καὶ ἡ ᾿Δχαΐα, 
ἀκληρωτὴ προσετάσσοντο. 

ὑπὸ δὲ δὴ τοὺς αὐτοὺς χρόνους ὁ ᾿Αρτάβανος ὁ 26 
Πάρϑος τελευτήσαντος τοῦ ᾿Αρτάξου τὴν ᾿Δρμενίαν.. 
᾿Δρσάκῃ τῷ ἑαυτοῦ υἱεῖ ἔδωκε, καὶ ἐπειδὴ μηδεμία 
ἐπὶ τούτῳ τιμωρία παρὰ τοῦ Τιβερίου ἐγένετο, τῆς 
τε Καππαδοκίας ἐπείρα καὶ ὑπερηφανώτερον καὶ 
τοῖς Πάρϑοις ἐχρῆτο. ἀποστάντες οὖν τινες αὐτοῦ 
ἐπρεσβεύσαντο πρὸς τὸν Τιβέριον, βασιλέα σφίσιν 
ἐκ τῶν ὁμηρευόντων αἰτοῦντες καὶ αὐτοῖς τότε μὲν 
Φραάτην τὸν τοῦ Φραάτου, τελευτήσαντος δὲ ἐκεί- 
νου κατὰ τὴν ὁδὸν Τιριδάτην., ἐκ τοῦ βασιλικοῦ καὶ 
αὐτὸν γένους ὄντα, ἔπεμψε. καὶ ὅπως γε ὡς ῥᾷστα 5 
τὴν βασιλείαν παραλάβῃ, ἔγραψε: Μιϑριδάτῃ τῷ 
Ἴβηρι ἐς τὴν “Ἵρμενίαν ἐσβαλεῖν, ἵνα ὁ ᾿Δρτάβανος 
τῷ υἱεῖ βοηϑῶν ἀπὸ τῆς οἰκείας ἀπάρῃ. καὶ ἔσχεν 
οὕτως, οὐ μέντοι καὶ ἐπὶ πολὺ ὁ Τιριδάτης ἐβασί-- 
λευσεν. ὁ γὰρ ᾿Αρτάβανος Σκύϑας προσλαβὼν οὐ 
χαλεπῶς αὐτὸν ἐξήλασε. τὰ μὲν οὖν τῶν Πάρϑων « 

10" 


πρὸς 


σι 


ὲφ 


δ 


292 ΠΥ. ΤΙΒΕΆΙΓΞ, ἃ. Ο, 86. 87, 


οὕτως ἔσχε, τὴν δ᾽ ᾿δρμενίαν δ᾽ Μιϑριδάτης ὁ Μι- 
ϑριδάτου μὲν τοῦ Ἴβηρος, ὡς ἔοικε. παῖς, Φαρασμά- 
νου δὲ τοῦ μετ᾽ αὐτὸν τῶν Ἰβήρων βασιλεύσαντος 
ἀδελφός, ἔλαβε. 

Σέξτου δὲ δὴ Παπινίου μετὰ Κυίντου Πλαυτίου 


“8 ὑπατεύσαντος ὅ τε Τίβερις πολλὰ τῆς πόλεως ἐπέ- 


2 


3 


.2 


τ 


φ 


ὧν 


Ἂς 


κλυσεν ὥστε πλευσϑῆναι, καὶ πυρὶ πολὺ πλείω περί 
τε τὸν ἱππόδρομον καὶ περὶ τὸν ᾿Δουεντῖνον ἐφϑάρη, 
ὥστε τὸν Τιβέριον δισχιλίας καὶ πεντακοσίας μυριά- 
δας τοῖς ξημιωθϑεῖσί τι ἀπ᾿ αὐτοῦ δοῦναι. εἰ δέ τι 
καὶ τὰ Αἰγύπτια πρὸς τοὺς Ῥωμαίους προσήκει, ὃ 
φοῖνιξ ἐκείνῳ τῷ ἔτει ὥφϑη᾽ καὶ ἔδοξε πάντα ταῦτα 
τὸν ϑάνατον τῷ Τιβερίῳ προσημήναι. τότε μὲν γὰρ 
ὁ Θράσυλλος, τῷ δ᾽ ἐπιόντι ἦρι ἐκεῖνος ἐπί τε Γναίου 
Πρόκλου καὶ ἐπὶ Ποντίου Νιγρίνου ὑπάτων ἐτελεύ- 
τησεν. ἐτύγχανε δὲ ὁ Μάκρων ἄλλοις τε συχνοῖς καὶ 
τῷ “ομιτέῳ ἐπιβεβουλευκῶώς, καὶ ἐγκλήματα καὶ βα- 
σάνους κατ᾽ αὐτῶν ἐσκευωρημένος᾽ οὐ μὴν καὶ 
πάντες οἱ αἰτιαϑέντες ἀπέϑανον διὰ τὸν Θράσυλλον 
σοφώτατα τὸν Τιβέριον μεταχειρισάμενον. περὶ μὲν 
γὰρ αὑτοῦ καὶ πάνυ ἀκριβῶς καὶ τὴν ἡμέραν καὶ 
τὴν ὥραν ἐν ἡ τεϑνήξοι εἶπεν, ἐκεῖνον δὲ δὴ δέκα 
ἄλλα ἔτη ψευδῶς βιώσεσθαι ἔφη, ὅπως ὡς καὶ ἐπὶ 
μακρότερον ξήσων μὴ ἐπειχϑῇ σφας ἀποκτεῖναι. ὃ 
καὶ ἐγένετο᾽ νομίσας γὰρ καὶ μετὰ τοῦτο ἐξεῖναί οἱ 
σάνϑ᾽ ὅσα ἐβούλετο κατὰ σχολὴν πρᾶξαι, οὔτ᾽ ἄλλως 
ἔσπευσε, καὶ τῆς βουλῆς, ἀντειπόντων πρὸς τὰς βα- 
σάνους τῶν ὑπευϑύνων, ἀναβαλομένης τὴν κατα- 
δίκην σφῶν οὐκ ὠργίσϑη. γυνὴ μὲν γάρ τις ἑαυτὴν 
τρώσασα ἐσεκομίσϑη τε ἐς τὸ συνέδριον, καὶ ἐκεῖϑεν 
ἐς τὸ δεσμωτήριον ἀπαχϑεῖσα ἀπέϑανε. καὶ “ού- 
κιος ᾿Αρρούντιος καὶ ἡλικίᾳ καὶ παιδείᾳ προήκων, 


ἃ. Ὁ. 871. ωω 1011. ΤΙΒΕΆΙΓΒ, 298 


ἑχούσιος, καίπερ νοσοῦντος ἤδη τοὺ Τιβερίου καὶ 
νομιξομένου μὴ ῥαΐσειν, ἐφθάρη τὴν γὰρ τοῦ Γαΐου 
κακίαν συνιδὼν ἐπεϑύμησε, πρὶν πειραϑῆναι αὐτοῦ, 
προαπαλλαγῆναι, εἰπὼν ὅτι οὐ δύναμαι ἐπὶ γήρως 
δεσπότῃ καινῷ καὶ τοιούτῳ δουλεῦσαι. οἵ δὲ δὴ 
ἄλλοι οὗ μὲν καὶ καταψηφισϑέντες., ἀλλ᾽ ὅτι γε οὐκ 
ἐξῆν αὐτοὺς πρὸ τῶν δέκα ἡμερῶν ἀποθανεῖν, οἵ 
ὃὲ καὶ τῆς δίκης αὖϑις, ἐπειδὴ τὸν Τιβέριον κα- 
κῶς ἀρρωστοῦντα ἤσϑοντο, ἀναβληϑείσης ἐσώϑησαν. 


ἔφϑασε γὰρ ἐν Μισηνῷ μεταλλάξας πρίν τι αὐτῶν ᾿ 


μαϑεῖν. ἐνόσει μὲν γὰρ ἐκ πλείονος χρόνου, προσ- 
δοκῶν δὲ δὴ διὰ τὴν τοῦ Θρασύλλου πρόρρησιν 
βιώσεσϑαι οὔτε τοῖς ἰατροῖς ἐκοινοῦτό τι οὔτε τῆς 
διαίτης τι μετέβαλεν , ἀλλὰ πολλάκις, οἷα ἐν γήρᾳ 
καὶ νόσῳ μὴ ὀξείᾳ, κατὰ βραχὺ μαραινόμενος τοτὲ 
μὲν ὅσον οὐκ ἀπέψυχε τοτὲ δὲ ἀνερρώννυτο, κἀκ 
τούτων πολλὴν μὲν ἡδονὴν τοῖς τε ἄλλοις καὶ τῷ 
Γαΐῳ ὡς καὶ τελευτήσων, πολὺν δὲ καὶ φόβον ὡς 
καὶ ξήσων, ἐνεποίξι. δείσας οὖν ἐκεῖνος μὴ καὶ 
ἀληϑῶς ἀνασωϑῇ. οὔτε ἐμφαγεῖν τι αἰτήσαντι αὐτῷ 
ὡς καὶ βλαβησομένῳ ἔδωκε, καὶ ἱμάτια πολλὰ καὶ 
παχέα ὡς καὶ ϑερμασίας τινὸς δεομένῳ προσεπέ- 
βαλε, καὶ οὕτως ἀπέπνιξεν αὐτόν, συναραμένου 
πῃ αὐτῷ καὶ τοῦ Μάκρωνος" ἅτε γὰρ κακῶς ἤδη 
τοῦ Τιβερίου νοσοῦντος τὸν νεανίσκον ἐθεράπευε, 
καὶ μάλισϑ᾽ ὅτε ἐς ἔρωτα αὐτὸν τῆς ἑαυτοῦ γυναι- 
κὸς Εννίας Θρασύλλης προὐπῆκχτο. ὅπερ καὶ ὁ Τι- 
βέριος ὑποπτεύσας ποτὲ “εὖ γε ἔφη “τὸν δυόμενον 
ἐγκαταλιπὼν πρὸς τὸν ἀνατέλλοντα ἐπείγῃ." 
Τιβέριος μὲν δὴ πλείστας μὲν ἀρετὰς πλείστας 
δὲ καὶ κακίας ἔχων, καὶ ἑκατέραις αὐταῖς ὡς καὶ 
μόναις κεχρημένος, οὕτω μετήλλαξε τῇ ἕκτῃ καὶ 


ἐφ 


ῳ 


ΓΝ 


ὄ 


294 μι ΜΥ1Π1. ΤΙΒΕΆΙΌΞΒ. ἃ. Ὁ. 87. 


εἰκοστῇ τοῦ Μαρτίου ἡμέρᾳ. ἐβίω δὲ ἑπτὰ καὶ 
ἑβδομήκοντα ἔτη καὶ μῆνας τέσσαρας καὶ ἡμέρας 
ἐννέα, ἀφ᾽ ὧν ἔτη μὲν δύο καὶ εἴκοσι μῆνας δὲ 
ἑπτὰ καὶ ἡμέρας ἑπτὰ ἐμονάρχησε. καὶ δημοσίας 
τε ταφῆς ἔτυχε καὶ ἐπῃνέϑη ὑπὸ τοῦ Γαΐου. 


ΠΩΝΟΣ 
ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑ͂Σ ΝΘ. 


Περὶ μὲν οὖν τοὺ Τιβερίου ταῦτα παραδέδοται, 
διεδέξατο δὲ αὐτὸν ὁ Γάιος ὁ τοῦ Γερμανικοῦ καὶ 
τῆς ᾿Δγριππίνης παῖς, ὃν καὶ Γερμανικὸν καὶ Καλι- 
γόλαν, ὥσπερ εἶπον, ἐπωνόμαξον. ἐκεῖνος μὲν γὰρ 
καὶ τῷ Τιβερίῳ τῷ ἐγγόνῳ τὴν αὐταρχίαν κατέλιπεν᾽ 
ὁ δὲ δὴ Γάιος τὰς διαϑήκας αὐτοῦ ἐς τὸ συνέδριον 
διὰ τοῦ Μάκρωνος ἐσπέμψας ἀκύρους ὑπό τε τῶν 
ὑπάτων καὶ ὑπὸ τῶν ἄλλων τῶν προπαρεσκευασμέ- 
νῶν οἷ, ὡς καὶ παραφρονήσαντος, ἐποίησεν, ὅτι παι- 
δίῳ, ᾧ μηδὲ ἐσελϑεῖν ἐς τὸ βουλευτήριον ἐξῆν, ἄρχειν 
σφᾶς ἐπέτρεψε. τότε τὸ οὖν παραχρῆμα οὕτως αὖ- 
τὸν τῆς ἀρχῆς παρέλυσε, καὶ μετὰ τοῦτο ποιησάμενος 
ἀπέχτεινε. καίπερ ὁ Τιβέριος πολλαχῇ τὰ αὐτὰ 
γράψας, ὡς καὶ ἰσχύν τινα παρὰ τοῦτο ἕξοντα, κατέ- 
λιπε, καὶ πάντα τότε ἐκεῖνα ὑπὸ τοῦ Μάκρωνος ἐν 
τῇ γερουσίᾳ ἀνεγνώσϑη. ἀλλ᾽ οὐδὲν γὰρ οὔτε πρὸς 
τὴν ἀγνωμοσύνην οὔτε πρὸς τὴν δύναμιν τῶν δια- 
δεχομένων τινὰ ἐπίσκηψίς τις ἰσχύει. ταὐτὸ οὖν ὁ 
Τιβέριος ἔπαϑεν ὅπερ τὴν μητέρα ἐπεποιήκει, πλὴν 
καϑ' ὅσον αὐτὸς μὲν οὐδενὶ ἐκ τῶν ἐκείνης διαϑη- 
κὠν ἀπήλλαξε, τὰ δ᾽ ὑπ᾽ αὐτοῦ καταλειφϑέντα πᾶσι 
πλὴν τοῦ ἐγγόνου αὐτοῦ ἀπεδόϑη. ἀφ᾽ οὗπερ κατά- 
δηλον οὐχ ἥκιστα ἐγένετο ὅτι διὰ τὸ παιδίον πᾶν τὸ 
κατὰ τὰς τὰς διαϑήκας αἰτίαμα συνεσκευάσϑη. ἐξὴν 


ΓΝ 


ὄ 


ἐϑ 


ῷ» 


ὥ» ᾿ 


296 ΠΧ. 6. ΟΑΙΜΟΠΙΑ. «. Ὁ, 37. 


μὲν γὰρ αὐτῷ μὴ ἐκφῆναί σφας, οὐ γάρ που τὰ 
γεγραμμένα ἠγνόησεν᾽ ἐπεὶ δὲ πολλοί τε αὐτὰ ἤδεσαν, 
καὶ ἔμελλεν ἐκ μὲν τοῦ αὐτὸς ἐκ δὲ τοῦ ἡ βουλὴ τὴν 
αἰτίαν, ὥς γε καὶ ἐδόκει; λήψεσθαι, ἀνατρέψαι μᾶλ- 
λον αὐτὰς δι᾿ ἐκείνης ἢ συγκρύψαι ἠϑέλησε. πρὸς 
δὲ τὰ καταλειφϑέντα ὑπ᾽ αὐτοῦ πάντα, ὡς καὶ 
παρ᾽ ἑαυτοῦ δή, τοῖς τε ἄλλοις ἀποδοὺς μεγα- 
λοψυχίας τινὰ δόξαν παρὰ τοῖς πολλοῖς ἐκτήσατο. 
τούς τε οὖν δορυφόρους εὐθὺς γυμνασίαν ποιουμέ- 
νους ϑεασάμενος μετὰ τῆς γερουσίας. τάς τε κατα- 
λειφϑείσας σφίσι κατὰ πεντήκοντα καὶ διακοσίας δρα- 
χμὰς διένειμε καὶ ἑτέρας τοσαύτας προσεπέδωκε᾽" 
καὶ τῷ δήμῳ τάς τε πέντε καὶ εἴκοσι καὶ ἑκατὸν καὶ 
χιλίας μυριάδας, τοσαῦται γὰρ αὐτῷ κατελείφϑησαν, 
καὶ προσέτι τὰς ἑξήκοντα κατ᾽ ἄνδρα δραχμάς, ἃς 
ἐπὶ τῇ ἑαυτοῦ ἐς τοὺς ἐφήβους ἐσγραφὴ οὐκ εἰλήφε- 
σαν. μετὰ τόκου πεντεκαίδεκα ἄλλων δραχμῶν ἀπέ- 
δωκε. τοῖς τὲ γὰρ ἀστικοῖς καὶ τοῖς νυχτοφύλαξι., 
τοῖς τὲ ἔξω τῆς Ἰταλίας ἐκ τοῦ καταλόγου οὐσιν,. εἴ 
τέ τι ἄλλο στράτευμα πολιτικὸν ἐν τοῖς μικροτέροις 
τείχεσιν ἦν, τὰ καταλειφϑέντα διέλυσε, τοῦτ᾽ ἔστι 
τοῖς μὲν ἀστικοῖς ἀνὰ πέντε καὶ εἴκοσι καὶ ἑκατὸν 
δραχμᾶς, τοῖς δ᾽ ἄλλοις ἅπασι πέντε καὶ ἑβδομήκοντα. 
τὸ δ᾽ αὐτὸ τοῦτο καὶ περὶ τὰς τῆς Διουέας διαϑήκας 
ἔπραξε" καὶ γὰρ ἐκεῖνα πάντα ἀπήλλαξε. καὶ εἴπερ 
καὶ τὰ λοιπὰ χρήματα δεόντως ἀναλώκει, μεγαλόνους 
τε ἂν καὶ μεγαλοπρεπὴς εἶναι ἔδοξεν. ἔστι μὲν γὰρ 
ὅ,τι φοβηϑεὶς καὶ τὸν δῆμον καὶ τοὺς στρατιώτας 
ταῦτ᾽ ἐποίησε, τὸ δὲ δὴ πλεῖστον ἀπὸ γνώμης οὐ γὰρ 
ὅτι τοῖς ἄλλοις ἀλλὰ καὶ τοῖς ἰδιώταις, οὐχ ὅπως τὰ 
παρὰ τοῦ Τιβερίου ἀλλὰ καὶ τὰ παρὰ τῆς προτήϑης 
δωρηϑέντα διέλυσε. νῦν δὲ καὶ ἐς ὀρχηστάς, αὐτίχα 


8. Ὁ. 37, 1, 11Χ. 6. ΘΑΙΜΟΠΠΙΑ. . 207 


γὰρ αὐτοὺς ἐπανήγαγε. καὶ ἐς ἵππους τοῦς τε μονο- 
μάχους καὶ τἄλλα τὰ τοιουτότροπα ἀπλήστως δαπα- 
νήσας τούς τε ϑησαυροὺς μεγάλους γενομένους διὰ 
βραχυτάτου ἐξεκένωσε. καὶ αὑτὸν προσεξήλεγξεν ὅτι 
εὐχερεία τέ. τινι καὶ ἀκρισίᾳ καὶ ἐκεῖνα ἐπεποι- 
ήκει. πέντε γοῦν μυριάδας μυριάδων καὶ πεντακο- 
σίας καὶ ἑπτακισχιλίας, ὡς δὲ ἕτεροι, ὀκτώ τε καὶ 
δισχιλέας καὶ πεντακοσίας τεϑησαυρισμένας εὑρὼν 
οὐδὲ ἐς τὸ τρίτον ἔτος μέρος ἀπ᾽ αὐτῶν τι διέσωσεν, 
ἀλλ᾽ εὐϑὺς τῷ ἑτέρῳ παμπόλλων προσεδεήϑη. 

τῷ δ᾽ αὐτῷ τούτῳ τρόπῳ καὶ ἐς τἄλλα πάντα 
ὡς εἰπεῖν ἐχρῆτο. δημοκρατικώτατός τε γὰρ εἶναι τὰ 
πρῶτα δόξας, ὥστε μήτε τῷ δήμῳ ἢ τῇ γε βουλῇ 
γράψαι τι μήτε τῶν ὀνομάτων τῶν ἀρχικῶν προσϑέ- 
σϑαι τι. μοναρχικώτατος ἐγένετο, ὥστε πάντα ὅσα 
ὁ Αὔγουστος ἐν τοσούτῳ τῆς ἀρχῆς χρόνῳ μόλις καὶ 
καϑ' ἕν ἕκαστον ψηφισϑέντα οἱ ἐδέξατο, ὧν ἔνια ὁ 
Τιβέριος οὐδ᾽ ὅλως προσήκατο, ἐν μιᾷ ἡμέρα λαβεῖν" 
πλὴν γὰρ τῆς τοῦ πατρὸς ἐπικλήσεως οὐδὲν ἄλλο 
ἀνεβάλετο᾽ καὶ ἐκείνην δὲ οὐκ ἐς μακρὰν προσεκχτή- 
σατο᾽ μοιχικώτατός τε ἀνδρῶν γεγενημένος, καὶ γυ- 
ναῖκα μέαν μὲν ἐκδιδομένην ἀνδρὶ ἁρπάσας, ἄλλας 
δὲ συνοικούσας τισὶν ἀποσπάσας. ἔπειτα αὐτὰς πλὴν 
μιᾶς ἐμίσησε᾽ πάντως δ᾽ ἂν καὶ ἐκείνην ἤχϑηρεν, 
εἰ ἐπὶ πλεῖον ἐβεβιώκει. ἔς τε τὴν μητέρα καὶ ἐς 
τὰς ἀδελφὰς τήν τε τήϑην τὴν ᾿Αντωνίαν πλεῖστα 
ὅσα εὐσεβῶς ποιήσας --- ταύτην τὸ γὰρ Αὐὔγουστάν 
τὸ εὐϑὺς καὶ ἱέρειαν τοῦ Αὐγούστου ἀποδείξας πάντα 
αὐτῇ καθάπαξ, ὅσα ταῖς ἀειπαρϑένοις ὑπάρχει, ἔδωκε, 
καὶ ταῖς ἀδελφαῖς ταῦτά τε τὰ τῶν ἀειπαρϑένων 
καὶ τὸ τὰς ἱπποδρομίας οἵ ἐν τῇ αὐτῇ προεδρία συν- 
ϑεᾶσϑαι, τό τε τάς τε εὐχὰς τὰς κατ᾽ ἔτος ὑπὸ τῶν 


φ9» 


ῷ» 


ω 


νῶν 


σ' 


- 


οὐ 


πὸ 


298 πΟῸῊΧ. ἃ. ΟΑΙΟΌΜΑ. ἃ. Ὁ, 37. 


ἀρχόντων καὶ ὑπὸ τῶν ἱερέων ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ 
τοῦ δημοσίου ποιουμένας καὶ τοὺς ὅρκους τοὺς ἐς τὴν 
ἀρχὴν αὐτοῦ φέροντας καὶ ὑπὲρ ἐκείνων ὁμοίως γίψνε- 
σϑαι ἔνειμε. τά τε ὀστὰ τά τε τῆς μητρὸς καὶ τὰ τῶν 
ἀδελφῶν τῶν ἀποθανόντων αὐτός τε πλεύσας καὶ αὐ- 
τὸς αὐτοχειρίᾳ ἀνελόμενος ἐκόμισε καὶ ἐς τὸ τοῦ 4ὐγού- 
στου μνῆμα κατέϑετο, τὸ ἱμάτιον τὸ περιπόρφυρον ἐν- 
δὺς καὶ ῥαβδούχοις τισὶν ὥσπερ ἐν ἐπινικίοις κοσμη- 
ϑείς. τά τε ψηφισϑέντα κατ᾽ αὐτῶν πάντα ἀπήλειψε, 
καὶ τοὺς ἐπιβουλεύσαντας σφισι πάντας ἐκόλασε, τούς 
τε φεύγοντας δι’ αὐτοὺς κατήγαγε. ταῦτ᾽ οὖν ποι- 
ἥσας ἀνοσιώτατος ἀνθρώπων καὶ περὶ τὴν τήϑην 
καὶ περὶ τὰς ἀδελφὰς ἐγένετο᾽ ἐκείνην τε γὰρ ἐπιτι- 
μήσασάν τι αὐτῷ ἐς ἀνάγκην ἑκουσίου ϑανάτου κα- 
τέστησε, καὶ τὰς ἀδελφὰς πάσας διαφϑείρας ἐς νῆσον 
τὰς δύο κατέκλεισεν᾽ ἡ γὰρ τρίτη προαπέϑανε. τόν 
τε Τιβέριον αὐτόν, ὃν καὶ πάππον προσωνόμαζξε, 
τῶν αὐτῶν τῷ Αὐγούστῳ τιμῶν παρὰ τῆς βουλῆς 
τυχεῖν ἀξιώσας, ἔπειτ᾽ ἐπειδὴ μὴ παραχρῆμα ἐψηφί- 
σϑησαν, οὔτε γὰρ τιμῆσαι αὐτὸν ὑπομένοντες οὔτ᾽ 
ἀτιμάσαι ϑαρσοῦντες, ἅτε μηδέπω τὴν τοῦ νεανίσκου 
γνώμην σαφῶς εἰδότες, ἐς τὴν παρουσίαν αὐτοῦ 
πάντα ἀνεβάλλοντο, οὐδενὶ ἄλλῳ πλὴν τῇ δημοσίᾳ 
ταφῇ ἤγηλε, νυκτός τε ἐς τὴν πόλιν τὸ σῶμα αὐτοῦ 
ἐσαγαγὼν καὶ ἅμα τῇ ἕῳ προϑέμενος. ἐποιήσατο 
μὲν γὰρ καὶ λόγους ἐπ’ αὐτῷ, ἀλλ᾽ οὔτι γε καὶ ἐκεῖ- 
νον οὕτως ἐπαινῶν ὡς τοῦ τε “Αὐγούστου καὶ τοῦ 
Γερμανικοῦ τὸν δῆμον ἀναμιμνήσκων, καὶ ἑαυτὸν 
αὐτοῖς παρακατατιϑέμενος. οὕτω γὰρ καὶ πρὸς πάντα 
ἐναντίος ἐπεφύκει ὥστε τὴν μὲν ἀσέλγειαν καὶ τὴν 
μιαιφονίαν αὐτοὺ, ἐφ᾽ οἷσπερ καὶ διέβαλλεν αὐτόν, 
οὐ μόνον ἐξήλωσεν ἀλλὰ καὶ ὑπερέβαλεν, ὧν δὲ δὴ 


ἃ. Ὁ. 37, μι} Χ. ἃ. ΟΑΟΌΠΑ. 299 


ἐπήνει οὐδὲν ἐμιμήσατο. πρῶτός τε ὑβρίσας αὐτὸν : 


καὶ πρῶτος λοιδορήσας, ὥστε καὶ τοὺς ἄλλους ἐκ τού- 
του χαριεῖσϑαί οἵ νομέσαντας προπετεστέρᾳ παρρησία 
χρήσασϑαι, ἔπειτα καὶ ἐνεκωμίαξε καὶ ἐσέμνυνεν, 
ὥστε καὶ κολάσαι τινὰς ἐφ᾽ οἷς εἰρήκεσαν. καὶ ἐκεί- 
νους τε ἅμα ὡς ἐχϑροὺς τοῦ Τιβερίου διὰ τὰς βλασ- 
φημίας, καὶ τοὺς ἐπαινοῦντάς πῃ αὐτὸν ὡς καὶ φί- 
λους, ἐμίσει. τά τε τῆς ἀσεβείας ἐγκλήματα παύσας 
πλείστους ὅσους ἐπ᾽ αὐτοῖς ἀπώλεσε. καὶ τοῖς συ- 
στάσιν ἐπί τε τὸν πατέρα καὶ ἐπὶ τὴν μητέρα τούς 
τε ἀδελφοὺς αὐτοῦ τήν τε ὀργὴν ἀφείς, ὡς ἔλεγε, καὶ 
τὰ γράμματα αὐτῶν καταφλέξας παμπληϑεῖς ἐξ αὖ- 
τῶν ἀπέκτεινε" διέφϑειρε μὲν γὰρ ὡς ἀληϑῶς γράμ- 
ματά τινα, οὐ μέντοι κἀκεῖνα. τὰ αὐτόχειρα τὰ τὸν 


ἀκριβῆ ἔλεγχον ἔχοντα, ἀλλὰ ἀντίγραφα αὐτῶν που- 


ἤσας. πρὸς δὲ τούτοις εἰκόνας τὲ ἀπαγορεύσας κατ᾽ 
ἀρχὰς μηδένα αὑτοῦ ἱστάναι, καὶ ἐς ἀγαλμάτων ποί- 
ησιν προεχώρησε, καὶ ψηφισϑέν ποτε τῇ τύχῃ αὐτοῦ 
ϑύεσθαι παρέμενος, ὥστε καὶ ἐς στήλην αὐτὸ τοῦτ᾽ 
ἐγγραφῆναι, καὶ ναοὺς ἑαυτῷ καὶ ϑυσίας ὡς καὶ 
ϑεῶ γίγνεσϑαι ἐκέλευσε. πλήϑει τε ἀνθρώπων καὶ 
ἐρημίᾳ αὖ ἔχαιρεν ; αἰτούμενός τέ τι καὶ μὴ αἰτού- 
μενος αὖ ὠργίξετο. ὀξύτατά τε πρὸς πράξεις τινὰς 
ἐφέρετο, καὶ νωϑέστατα ἔστιν ἃς αὐτῶν μετεχειρί- 
ξετο. τά τε χρήματα καὶ ἀφειδέστατα ἀνήλισκε καὶ 
ῥδυπαρώτατα ἠργυρολόγει. τοῖς τὸ ϑωπεύουσιν αὐτὸν 
καὶ τοῖς παρρησιαξομένοις τι καὶ ἤχϑετο ὁμοίως καὶ 
ἥδετο. καὶ πολλοὺς μὲν μεγάλα ἀδικήσαντας οὐκ 
ἐκόλασε, πολλοὺς δὲ μηδὲ ἀδικήσαντας ἀπέσφαξε. 
τῶν τε ἑταίρων τοὺς μὲν ὑπερεκολάκευε τοὺς δὲ 
ὑπερύβριξεν. ὥστε μηδένα μήϑ᾽ ὅ,τι εἰπεῖν μήϑ᾽ 
ὅ,τι ποιῆσαι χρὴ πρὸς αὐτὸν εἰδέναι, ἀλλ᾽ ὅσοι τι καὶ 


ὡ- 


ΓΝ 


σι 


ἐφ 


[7 


σι 


900 ιῚ}1}Χ, Ο ΟΑΙΟΌΠΑ. ἃ. (. 87. 


κατώρϑωσαν, ἐκ συντυχίας μᾶλλον ἢ ἐκ γνώμης τυ- 
χεῖν αὐτοῦ. 

τοιούτῳ μὲν τότε αὐτοκράτορι οἵ Ῥωμαῖοι παρε- 
δόϑησαν, ὥστε τὰ τοῦ Τιβερίου ἔργα, καίπερ χαλε- 
πώτατα δόξαντα γεγονέναι, τοσοῦτον παρὰ τὰ τοῦ 
Γαΐου ὅσον τὰ τοῦ Αὐγούστου παρ᾽ ἐκεῖνα παρε- 
νεγκεῖν. Τιβέριος μὲν γὰρ αὐτός τὲ ἦρχε καὶ ὑπη- 
ρέταις τοῖς ἄλλοις πρός γε τὸ αὑτοῦ βούλημα ἐχρῆτο, 
Γάιος δὲ ἤρχετο μὲν καὶ ὑπὸ τῶν ἁρματηλατούντων 
καὶ ὑπὸ τῶν ὁπλομαχούντων, ἐδούλευε δὲ καὶ τοῖς 
ὀρχησταῖς καὶ τοῖς ἄλλοις τοῖς περὶ τὴν σκηνὴν ἔχου- 
σι" τὸν γοῦν ᾿Ἵπελλῆν τὸν εὐδοκιμώτατον τῶν τότε 
τραγῳδῶν καὶ ἐν τῷ δημοσίῳ συνόντα οἵ ἀεὶ εἶχε. 
κἀκ τούτου χωρὶς μὲν αὐτὸς χωρὶς δὲ ἐκεῖνοι, πάνϑ᾽ 
ὕσα ἂν ἄνϑρωποι τοιοῦτοι δυνηϑέντες τι τολμήσειαν, 
ἐπ᾽ ἐξουσίας ἐποίουν. καὶ γὰρ τἄλλα τὰ ἐς τὴν ἐπι- 
τήδευσιν αὐτῶν φέροντα αὐτός τε πολυτελέστατα 
ἐπὶ πάσῃ προφάσει καὶ διετίϑει καὶ καϑίστατο καὶ 
τοὺς στρατηγοὺς τούς τὸ ὑπάτους ποιεῖν ἠνάγκαξεν, 
ὥστε καϑ᾿ ἑκάστην ὀλίγου ἡμέραν πάντως τι τοιοῦ- 
τον ἄγεσϑαι. καὶ αὐτῶν τὰ μὲν πρῶτα ϑεατὴς καὶ 
ἀκροατὴς ἐγίγνετο, συνεσπούδαξέ τέ τισι καὶ ἀντε- 
στασίαξεν ὥσπερ τις ἐκ τοῦ ὁμίλου ὦν καί ποτε 
δυσκολάνας τι τοῖς ἀντικαϑεστηκόσιν οὐκ ἀπήντησεν 
ἐπὶ τὴν ϑέαν. προϊόντος δὲ δὴ τοῦ χρόνου καὶ ἐς 
ξήλωμα καὶ ἐς ἀγώνισμα πολλῶν προήλϑεν᾽ ἅρματά 
τε γὰρ ἤλασε καὶ ἐμονομάχησεν ὀρχήσει τὲ ἐχρήσατο 
καὶ τραγῳδίαν ὑπεκρίνατο. καὶ ταῦτα μέν που ἀεὶ 
ἐποίει, ἅπαξ δέ ποτε τοὺς πρώτους τῆς γερουσίας 
σπουδὴ νυκτὸς ὡς καὶ ἐπ᾿ ἀναγκαῖόν τι βούλευμα 
μεταπεμψάμενος ὠρχήσατο. 

ἐν μὲν οὖν τῷ ἔτει ἐν ᾧ ὃ τε Τιβέριος ἐτελεύτησε 


ἃ. Ὁ. 37. ΠΧ. αι ΟΑΙΟΌΜΑ. 901 


καὶ αὐτὸς ἐς τὴν ἡγεμονίαν ἀντικατέστη, πρῶτον 
μὲν τοὺς βουλευτάς, παρόντων ἐν τῷ συνεδρίῳ καὶ 
ἱππέων τοῦ τε δήμου τινῶν, πολλὰ ἐκολάκευσε. τήν 
3 ᾿ ’ ; 3 ἰκὰ Ἥ 
τε ἀρχὴν κοινώσειν σφίσι καὶ πανϑ' οσα ἂν καὶ 
ἐκείνοις ἀρέσῃ ποιήσειν ὑπέσχετο, καὶ υἱὸς καὶ τρό- 
φιμος αὐτῶν λέγων εἶναι. ἦγε δὲ πέμπτον καὶ εἰκο- 
στὸν ἔτος. ἡμερῶν τεσσάρων καὶ μηνῶν πέντε ἐπι- 
δέων. ἔπειτα τοὺς ἐν τῷ δεσμωτηρίῳ ὄντας ἀπέλυσεν, 
ὧν εἷς ἦν Κύιντος Πομπώνιος ἑπτὰ ὅλοις ἔτεσιν ἐν 
τῷ οἰκήματι μεϑ᾽ ὑπατείαν κακωϑείς᾽ τά τε ἐγκλή- 
ματα τῆς ἀσεβείας, οἷσπερ καὶ τὰ μάλιστα πονουμέ- 
νους σφᾶς ἑώρα, κατέλυσε, καὶ τὰ γράμματα τὰ περὶ 
αὐτῶν, ὅσα ὁ Τιβέριος κατελελοίπει, συννήσας, ὥς γε 
ἐσκήπτετο, κατέκαυσεν, εἰπὼν ὅτι τοῦὐτ᾽ ἐποίησα ἵνα 
᾽ κι ; Ἂ ’ [4 Ἁ 
μηδ᾽ ἂν πάνυ ἐθελήσω ποτὲ διά τὲ τὴν μητέρα καὶ 
διὰ τοὺς ἀδελφοὺς μνησικακῆσαί τινι, δυνηϑὼ αὐτὸν 
τιμωρήσασϑαι. ἐπαινούμενός τε ἐπὶ τούτοις. ἐπειδὴ 
. 23 , ᾿ - ᾽ ’ Ὁ 
καὶ ἠλπίξετο παντὸς μᾶλλον ἀληϑεύσειν ἅτε μηδὲν 


ΠΝ 


διπλοῦν ὑπὸ τῆς νεύτητος ἢ φρονεῖν ἢ λέγειν δύνα-. 


σϑαι νομιξόμενος, προσεπηύξησε τὰς ἐλπίδας αὐτῶν 
τά τε Κρόνια ἐπὶ πέντε ἡμέρας ἑορτάξεσϑαι κελεύσας, 
καὶ ὀβολὸν παρ᾽ ἑκάστου τῶν τὸ σιτηρέσιον φερόν- 
τῶν, ἀντὶ τῆς δραχμῆς ἣν ἐς εἰκόνων ποίησιν ἐδί- 
δοσαν αὐτῷ, λαβών. ἐψηφίσϑη μὲν οὖν καὶ παρα- 
χρῆμα αὐτὸν ὑπατεῦσαι, καταλυϑέντων τοῦ τὲ Πρό- 
κλου καὶ τοῦ Νιγρίνου τῶν τότε ἀρχόντων, καὶ μετὰ 
τοῦτο κατ᾽ ἔτος ὑπατεύειν᾽ οὐ μὴν καὶ προσεδέξατο 
αὐτά, ἀλλ᾽ ἐπειδὴ ἐκεῖνοι τὸν ἔκμηνον ἐς ὃν ἀπεδε- 
δείχατο διήρξαν, οὕτω δὴ καὶ αὐτὸς ὑπάτευσε, τὸν 
᾿Κλαύδιον τὸν ϑεῖον προσλαβών οὗτος γὰρ ἔν τε 
τοῖς ἱππεῦσι μέχρι τότε ἐξεταζόμενος, καὶ πρεσβευτὴς 
πρὸς τὸν Γάιον μετὰ τὸν τοῦ Τιβερίου ϑάνατον 


σι 


Φ᾿ 


902 μι. ΙΧ, Ο, ΟΑΙΜΟΒΜΚΑ. ἃ. Ὁ, 87. 


ὑπὲρ τὴς ἱππάδος πεμφϑείς, τότε πρώτον, καίπερ ἕξ 
καὶ τεσσαράκοντα ἔτη βεβιωκώς. καὶ ὑπάτευσεν ἅμα 
καὶ ἐβούλευσεν. ὁ δ᾽ οὖν Γάιος ταῦτά τε ἐπιεικῶς 
ποιῆσαι ἔδοξε. καὶ τοιαῦτα ἐπιβὰς τῆς ὑπατείας ἐν 
τῷ βουλευτηρίῳ ἐδημηγόρησε, τοῦ τὲ Τιβερίου καϑ'᾽ 
ἕκαστον ὧν ἡτιάξετο κατατρέχων καὶ περὶ ἑαυτοῦ 
πολλὰ ἐπαγγελλόμενος. ὥστε τὴν γερουσίαν, φοβη- 
ϑεῖσαν μὴ μεταβάληται, δόγμα ποιῆσαι κατ᾽ ἔτος 
αὐτὰ ἀναγιγνώσκεσϑαι. 
ει ἐκ δὲ τούτου τὸ ἡρῷον τὸ τοῦ Αὐγούστου ὡσίωσε, 
τὴν ἐπινίκιον στολὴν ἐνδύς καὶ οἵ τε εὐγενέστατοι 
παῖδες. ὅσοι γε καὶ ἀμφιϑαλεῖς ἦσαν. μετὰ παρϑέ- 
νῶν ὁμοίων τὸν ὕμνον ἧσαν, καὶ ἡ βουλὴ σὺν ταῖς 
γαμεταῖς σφῶν ὃ τε δῆμος εἱστιάϑη. ϑέαι τε παντο- 
2 δαπαὶ ἐγένοντο. τά τε γὰρ τῆς μουσικῆς ἐχόμενα 
ἐσήχϑη, καὶ ἵπποι δύο ἡμέραις ἠγωνίσαντο, τῇ μὲν 
προτέρᾳ εἰκοσάκις, τῇ δ᾽ ὑστέρᾳ καὶ τετράκις διὰ τὸ 
τὰ γενέϑλια αὐτοῦ τὴν ἡμέραν ἐκείνην εἷναι" ἦν γὰρ 
8 ἡ τελευταία τοῦ Αὐγούστου. καὶ τοῦτο μὲν καὶ ἐπ᾽ 
ἄλλων πολλῶν, ὥς που καὶ ἔδοξεν αὐτῶ, ἐποίησε" 
πρότερον γὰρ οὐ πλείω τῶν δώδεκα ἄϑλων ἐτέϑετο, 
τότε δὲ καὶ ἄρχτους τετρακοσίας μεϑ᾽ ἑτέρων Διβυ- 
4 χῶν ϑηρίων ἴσων ἀπέχτεινε. καὶ οἵ τε εὐγενεῖς 
παῖδες τὴν Τροίαν ἵππευσαν, καὶ τὸ ἄρμα τὸ πομπι- 
κὸν ἐφ᾽ οὗ ἤχϑη ξξ ἵπποι εἴλκυσαν᾽ ὃ μηπώποτε ἐγε- 
γόνει. οὐ μέντοι καὶ αὐτὸς τοῖς ἡνιόχοις ἀπεσήμηνεν, 
ἀλλ᾽ ἐκ προέδρας μετά τὲ τῶν ἀδελφῶν καὶ μετὰ 
τῶν συνιερέων τῶν Αὐγουστείων συνεϑεάσατο. ὅπως 
τε μηδεμία τινὶ τοῦ μὴ συμφοιτὰν ἐς τὰ ϑέατρα 
πρόφασις εἴη, καὶ γὰρ ἤσχαλλε δεινῶς εἴ τις αὐτῶν 
ἀπελείπετο ἢ καὶ μεσούσης τῆς ϑέας ἐξανίστατο, τάς 
τε δίκας ἁπάσας ἀνεβάλετο καὶ τὰ πένϑη πάντα 


-: 


πὰ 


8. Ο. 871. 1. Χ, Ο, ΟΑἸΠΟΌΪΑ. 8308 


ἐπέσχεν, ὥστε καὶ ταῖς γυναιξὶ ταῖς τῶν ἀνδρῶν 
ἐστερημέναις γαμεῖσϑαι καὶ πρὸ τοῦ καϑήκοντος χρό- 
νου, ἂν γε μὴ ἐν γαστρὶ ἔχωσιν, ἐξεῖναι. καὶ ἵνα 
μετὰ ῥαστώνης βαδίξζοιεν καὶ μὴ πράγματα ἔχοιεν 
ἀσπαζόμενοί τινὲς αὐτόν, πρότερον γὰρ καὶ ἐν ταῖς 
ὁδοῖς τὸν αὐτοκράτορα οἷ συντυγχάνοντές οἵ προσηγό- 
ρευον, ἀπεῖπε μηδένα ἔτι τοῦτο ποιεῖν. καὶ ἐξῆν καὶ 
ἀνυποδήτοις τοῖς βουλομένοις ϑεάσασϑαι. νομιξόμε- 
νον μέν που ἀπὸ τοῦ πάνυ ἀρχαίου καὶ δικάξειν 
τινὰς ἐν τῷ ϑέρει οὕτω, καὶ πολλάκις καὶ ὑπὸ τοῦ 
Αὐγούστου ἐν ταῖς ϑεριναῖς πανηγύρεσι γενόμενον, 
ἐκλειφϑὲν δὲ ὑπὸ τοῦ Τιβερίου. τά τε προσκεφά- 
λαια τοῖς βουλευταῖς, ὅπως μὴ ἐπὶ γυμνῶν τῶν σα- 
νίδων καϑίξωνται, πρῶτον τότε ὑπετέϑη᾽ καὶ πίλους 
σφίσι τὸν Θετταλικὸν τρόπον ἐς τὰ ϑέατρα φορεῖν, 
ἵνα μὴ τῇ ἡλιάσει ταλαιπωρῶνται, ἐπετράπη. καὶ 
δῖγε ποτὲ ἐς ὑπερβολὴν ἐπέφλεξε, τῷ διριβιτωρίῳ 
ἀντὶ τοῦ ϑεάτρου ἰκριωμένῳ ἐχρῶντο. 

ταῦϑ᾽ οὕτως ἐν τῇ ὑπατείᾳ ἔπραξε, δύο τε μησὶ 
᾿ καὶ ἡμέραις δώδεκα αὐτὴν σχών᾽ τὸν γὰρ λοιπὸν 
τῆς ἑξαμήνου χρόνον τοῖς προαποδεδειγμένοις ἐς αὐὖ- 
τὴν ἀπέδωκε. μετὰ δὲ τοῦτο νοσήσας αὐτὸς μὲν 
οὐκ ἀπέϑανε, τὸν δὲ δὴ Τιβέριον, καίπερ ἔς τε τοὺς 
ἐφήβους ἐσγραφέντα καὶ τῆς νεότητος προκριϑέντα 
καὶ τέλος ἐσποιηϑέντα, ἀνεχρήσατο, ἔγκλημα αὐτῷ 
ἐπαγαγὼν ὡς καὶ τελευτῆσαι αὐτὸν καὶ εὐξαμένῳ 
καὶ προσδοκήσαντι. ἀφ᾽ οὗ καὶ ἄλλους γε συχνοὺς 
ἐφόνευσεν. ὁ γὰρ ᾿Αντιόχῳ τε τῷ ᾿4ντιόχου τὴν Κομ- 
μαγηνήν, ἣν ὁ πατὴρ αὐτοῦ ἔσχε, καὶ προσέτι καὶ 
τὰ παραϑαλάσσια τῆς Κιλικίας δούς, καὶ ᾿Δγρίππαν 
τὸν τοῦ Ἡρώδου ἔγγονον λύσας τε, ὑπὸ γὰρ τοῦ Τι- 
βερίου ἐδέδετο, καὶ τῇ τοῦ πάππου ἀρχῇ προστάξας, 


6: 


.2 


οο 


ῳ-: 


8 


ἐῷ 


ῳὡῳ- 


τῶ. 


σι 


Φ 


- 


904 .11{Ὶ, Ο. ΟΑΟΌΜΑ. ἃ. Ὁ. 87. 


τὸν ἀδελφὸν ἢ καὶ τὸν υἱὸν οὐχ ὅτι τῶν πατρώων 
ἀπεστέρησεν, ἀλλὰ καὶ κατέσφαξε. καὶ οὐδ᾽ ἐπέ- 
στειλέ τι περὶ αὐτοῦ τῇ βουλῇ ὅπερ που καὶ ἐπ᾽ 
ἄλλων μετὰ τοῦτο πολλῶν ἐποίησεν. ἐκεῖνος μὲν 
οὖν ὡς καὶ τῇ ἀρρωστίᾳ αὐτοῦ ἐφεδρεύσας ἀπώλετο" 
Πούπλιος δὲ ᾿άφράνιος Ποτῖτος δημότης τε ὧν καὶ 
ὑπὸ μωρᾶς κολακείας οὐ μόνον ἐθελοντὴς ἀλλὰ καὶ 
ἔνορκος, ἄν γε ὃ Γάιος σωϑῇ, τελευτήσειν ὑποσχόμε- 
νος, Ατανιός τέ τις Σεκοῦνδος ἱππεύς τε ὧν καὶ μο- 
νομαχήσειν ἐπαγγειλάμενος, ἀντὶ τῶν χρημάτων ἃ 
ἤλπιξον παρ᾽ αὐτοῦ ὡς καὶ ἀντίψυχοί οἱ ἀποθανεῖν 
ἐθελήσαντες λήψεσθαι, ἀποδοῦναι τὴν ὑπόσχεσιν 
ἠναγκάσθησαν, ἵνα μὴ ἐπιορκήσωσι. καὶ τούτοις 
μὲν αὕτη αἰτία τοῦ ϑανάτου ἐγένετο᾽ ὁ δὲ δὴ πεν- 
ϑερὸς αὐτοῦ Μάρκος Σιλανὸς οὔϑ᾽ ὑποσχόμενός τι 
οὔτε “κατομόσας, ὅμως; ἐπειδὴ βαρὺς αὐτῷ ὑπό τε 
τῆς ἀρετῆς καὶ ὑπὸ τῆς συγγενείας ἦν καὶ διὰ τοῦτο 
περιυβρίξετο, ἑαυτὸν κατεχρήσατο. ὁ μὲν γὰρ Τιβέ- 
φιος οὕτως αὐτὸν ἐτίμησεν ὥστε μηδὲ ἔχκλητόν ποτϑ 
ἀπ᾽ αὐτοῦ δικάσαι ἐθελῆσαι, ἀλλ᾽ ἐκείνῳ πάντα 
αὖϑις τὰ τοιαῦτα ἐγχειρίσαι" ὁ δὲ δὴ Γάιος τά τε 
ἄλλα ἰσχυρῶς προεπηλάκιξε, καίτοι οὕτω καλῶς περὶ 
αὐτοῦ φρονῶν ὥστε καὶ χρυσοῦν αὐτὸν πρόβατον 
ὀνομάξειν, καὶ ὅπως μηκέτι πρῶτος ἐπιψηφέξηται, 
ἐν ᾧ που καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὸ ἀξίωμα ὑφ᾽ 
ἁπάντων τῶν ὑπάτων ἐτιμᾶτο, κατέλυσε τὸ πρῶτόν 
τινα τῶν ὑπατευκότων ἢ δεύτερον, πρὸς τὸ τοῖς τὴν 
γνώμην ἐπάγουσι δοκοῦν, ψηφέξεσϑαι, καὶ κατεστή- 
δατο ἐκ τοῦ ἴσου τοῖς ἄλλοις καὶ ἐκείνους ἐν τῇ τάξει 
τῆς ἀρχῆς ἣν ἦρξαν ἀποφαίνεσϑαι. τήν τε ϑυγατέρα 
αὐτοῦ ἐκβαλὼν ἔγημε Κορνηλίαν. Ὀρεστίλλαν, ἣν 
ἥρπασεν ἐν αὐτοῖς τοῖς γάμοις οὺς τῷ ἠγγυημένῳ 


8, Ὁ, 37, 88. μχ, α ΟΑΜΟΓΜΑ. 905 


αὐτὴν Γαΐῳ Καλπουρνίῳ Πίσωνι συνεώρταξε. πρὶν 
δὲ δύο μῆνας ἐξελθεῖν, ἀμφοτέρους σφᾶς ὡς καὶ συγ- 
γιγνομένους ἀλλήλοις ἐξώρισε᾽ καὶ τῷ γε Πίσωνι 
δέχα δούλους ἐπαγαγέσϑαι ἐπιτρέψας, εἶτ᾽ ἐπειδὴ 
πλείονας ἡἠτήσατο, ἐφῆκεν ὅσοις ἂν ἐθελήσῃ χρήσα- 
σϑαι, εἰπὼν ὅτι καὶ στρατιώται τοσοῦτοί σοι συνέ- 
σονται. 

τῷ δ᾽ ἑξῆς ἔτει ὕπατοι Μάρκος τε Ἰουλιανὸς καὶ 9. 
Πούπλιος Νώνιος ἐκ τῶν προαποδεδειγμένων ἐγέ- ς᾽ 
ψοντο. καὶ οἱ ὅρκοι περὶ μὲν τῶν ὑπὸ τοῦ Τιβερίου 
πραχϑέντων οὐκ ἐπήχϑησαν, καὶ διὰ τοῦτο οὐδὲ νῦν 
γίγνονται" οὐ γὰρ ἔστιν ὅστις αὐτὸν ἐν τοῖς αὐταρ- 
χήσασιν ἐς τὴν τῆς οἰκίας νόμισιν καταλέγει" περὶ 
δὲ δὴ τοῦ Αὐγούστου τοῦ τε Γαΐου τά τε ἄλλα ὥσπερ 
εἴθιστο, καὶ ὅτι καὶ σφῶν αὐτῶν καὶ τῶν τέκνων 
καὶ ἐκεῖνον καὶ τὰς ἀδελφὰς αὐτοῦ προτιμήσουσιν, 
ὥμοσαν, τάς τε εὐχὰς ὑπὲρ πάντων αὐτῶν ὁμοίως 
ἐποιήσαντο. ἐν δ᾽ οὖν τῇ νουμηνίᾳ αὐτῇ Μαχάων 
τις δοῦλος ἐπέ τε τὴν κλίνην τοῦ Ζιὸς τοῦ Καπιτω- 
λίου ἐπανέβη, κἀντεῦϑεν πολλὰ καὶ δεινὰ ἀπομαν- 
τευσάμενος κυνίδιόν τέ τι ὃ ἐσενηνόχει ἀπέκτεινε 
καὶ ἑαυτὸν ἔσφαξε. Γάιος δὲ καλὰ μὲν ἐπαίνου τε 
ἄξια τάδε ἔπραξε. τούς τε λογισμοὺς τῶν δημοσίων 
χρημάτων, μὴ ἐκτεϑειμένους ἐν τῷ χρόνῳ ᾧ ὁ Τιβέ- 
ρίος ἐξεδήμησε, πάντας κατὰ τὸν Αὔγουστον προέ- 
γραψε᾽ καὶ ἔμπρησίν τινα μετὰ τῶν στρατιωτῶν 
κατασβέσας ἐπήρκεσε τοῖς ξημιωθεῖσι. τοῦ τε τέλους 
τοῦ τῶν ἱππέων ὀλιγανδροῦντος, τοὺς πρώτους ἐξ 
ἁπάσης καὶ τῆς ἔξω ἀρχῆς τοῖς τε γένεσι καὶ ταῖς περι- 
ουσίαις μεταπεμψάμενος κατελέξατο, καί τισιν αὐτῶν 
καὶ τῇ 1 ἐσϑῆτι τῇ βουλευτικῇ, καὶ πρὶν ἄρξαι τινὰ ἀρχὴν 
δι’ ἧς ἐς τὴν γερουσίαν ἐσερχόμεϑα, χρῆσϑαι ἐπὶ τῇ τῆς 


ῬΙΟ ΟΑΒΒΙΌΒ. 11. 20 


οὐ 


Φ» 


- 


φι 


[πὸ 


«1 


10 


ἐῶ 


Φὡ 


μ᾿ 


906 1 Ε1Χ, Ο. ΟΜ ΟΓΚΑ. ἃ, (, 38. 


βουλῆς ἐλπέδι ἔδωκε᾽ πρότερον γὰρ μόνοις, ὡς ἔοικε, 
τοῖς ἐκ τοῦ βουλευτικοῦ φύλου γεγενημένοις τοῦτο 
ποιεῖν ἐξῆν. ταῦτα μὲν δὴ πᾶσιν ἤρεσεν ὅτι δὲ τὰς 
ἀρχαιρεσίας τῷ τε δήμῳ καὶ τῷ πλήϑει ἀπέδωκε, 
λύσας ὅσα περὶ αὐτῶν ὁ Τιβέριος ὡρίκει, καὶ τὸ τέλος 
τῆς ἑκατοστῆς κατέλυσε, γυμνικόν τέ τινα ἀγῶνα 
ποιήσας σύμβολα διέρριψε καὶ ἐξ αὐτῶν πλεῖστα τοῖς 
ἁρπάσασιν αὐτὰ διέδωκε, τῷ μὲν φαύλῳ ἐχαρίσατο, 
τοὺς δὲ ἔμφρονας ἐλύπησε λογισαμένους ὅτι. ἂν ἐπὶ 
τοῖς πολλοῖς αἵ ἀρχαὶ αὖθις γένωνται καὶ τὰ ὄντα 
ἐξαναλωθῇ αἵ τε εἰδικαὶ πρόσοδοι παυϑῶσι, πολλὰ 
καὶ δεινὰ συμβήσεται. ἐπαίτια δὲ δὴ πρὸς πάντων 
ὁμοέως τάδε ἐξειργάσατο. πλείστους ὅσους ὁπλομα- 
χῆσαι ἐποίησε. καὶ γὰρ καὶ καϑ᾽ ἕνα καὶ ἀϑρόους, 
ὥσπερ ἐν παρατάξει τινί, ἀγωνίσασϑαί σφας ἠνάγ- 
καόε, παρὰ τῆς βουλῆς δὴ τοῦτο αἰτήσας τὸ δὲ καὶ 
ἔξω τοῦ νενομοϑετημένου πάνϑ᾽ ὅσα βούλοιτο δρᾶσαι, 
καὶ ἀποκτεῖναι τῶν τε ἄλλων πολλοὺς καὶ τῶν ἱππέων 
ἕξ καὶ εἴκοσι, τοὺς μὲν τὰς οὐσίας κατεδηδοχότας. τοὺς 
δὲ καὶ ἄλλως ὁπλομαχίαν ἠσκηκότας. ἦν δὲ οὐ τὸ πλῆ- 
ϑος τῶν ἀπολλυμένων οὕτω τι δεινόν, καίπερ δεινὸν 
ὄν, ἀλλ᾽ ὅτι τοῖς τε φόνοις αὐτῶν ὑπερέχαιρε καὶ τῆς 
τοῦ αἵματος ϑέας ἀπλήστως εἶχεν. ὑπὸ δὲ δὴ τῆς αὐτῆς 
ὠμότητος. ἐπιλιπόντων ποτὲ τῶν τοῖς ϑηρίοις ἐκ κα- 
ταδίκης διδομένων, ἐκέλευσεν ἐκ τοῦ ὄχλου τοῦ τοῖς 
ἐκρίοις προσεστηκότος συναρπασϑῆὴναί τέ τινας καὶ 
παραβληϑῆναί σφισι καὶ ὅπως γε μήτε ἐπιβοήσα- 
σϑαι μήτε αἰτιάσασϑαί τι δυνηϑῶσι, τὰς γλώσσας 
αὐτῶν προαπέτεμε. τῶν τε ἱππέων τινὰ τῶν ἐπι- 
φανῶν μονομαχῆσαί τὲ ὡς καὶ ὑβρίσαντα τὴν μητέρα 
αὐτοῦ τὴν ᾿4γριππῖναν ἠνάγκασε, καὶ νικήσαντα κα- 
τηγόροις παρέδωκε καὶ ἀπέσφαξε. τὸν τὲ πατέρα 


ἃ. Ὁ. 38. μι χ. ὦ. ΘΑΙΜΟΌΙΑ. 307 


αὐτοῦ μηδὲν ἀδικήσαντα ἔς τὲ γαλεάγραν, ὥσπερ 
καὶ ἄλλους συχνούς. καϑεῖρξε κἀνταῦϑα ἀιέφϑειρεν. 
ἐποίησε δὲ τοὺς ἀγῶνας τούτους τὰ μὲν πρῶτα ἐν 
τοῖς σέπτοις, πᾶν τὸ χωρίον ἐκεῖνο διορύξας καὶ ὕδα- 
τος πληρώσας, ἵνα μίαν ναῦν ἐσαγάγῃ, ἔπειτα δὲ καὶ 
ἑτέρωθι, πλεῖστα τε καὶ μέγιστα οἰκοδομήματα κα- 
ϑελὼν καὶ ἰκρία πηξάμενος" τὸ γὰρ τοῦ Ταύρου 
ϑέατρον ὑπερεφρόνησε. τούτων τε οὖν ἕνεκα καὶ 
διὰ τὰς δαπάνας καὶ διὰ τοὺς φόνους αἰτίαν εἶχξ, 


Ὁ ᾿ ; ᾿ - 3 ἷ᾿ ,ὔ - 
καὶ οτι τὸν Μακρωνὰα μετα τῆς Εννίας. μητὲ τοῦ 


ταύτης ἔρωτος μήτε τῶν ἐκείνου εὐεργετημάτων, δι᾽ 
ὧν τά τε ἄλλα καὶ τὴν ἀρχὴν αὐτῷ μόνος συγκατέ- 
πραξε, μνησϑείς. ἔς τε ἑκουσίου δὴ ϑανάτου ἀναγ- 
κην, καίπερ καὶ τὴν Αϊγυπτόν οἵ προστάξας, καὶ ἐς 
αἰσχύνην, ἧς αὐτὸς τὸ πλεῖστον μετεῖχε, κατέστησε᾽ 
προαγωγξίας γὰρ ἔγκλημα αὐτῷ πρὸς τοῖς ἄλλοις 
ἐπήγαγε. κἀκ τούτου καὶ ἔἕ ἕτερον ᾿πολλοὶ οὗ μὲν κατα- 
ψηφισϑέντες οἵ δὲ καὶ πρὶν ἁλῶναι ἐφονεύϑησαν, 
πρόφασιν μὲν διά τε τοὺς γονέας καὶ διὰ τοὺς ἀδελ- 
φοὺς αὐτοῦ τούς τε ἄλλους τοὺς δι᾿ ἐκείνους ἀπολο- 
μένους, τὸ δ᾽ ἀληϑὲς διὰ τὰς οὐσίας" οἵ τὲ γὰρ 
ϑησαυροὶ ἐξανάλωντο καὶ οὐδὲν αὐτῷ ἐξήρκει. ἠλέγ- 
χοντὸ δὲ καὶ ἐκ τῶν καταμαρτυρούντων σφῶν καὶ 
ἐκ τῶν γραμμάτων ἃ κατακεκαυκέναι ποτὲ ἔφη. καὶ 
ἑτέρους ἥ τὲ νόσος ἡ τῷ προτέρῳ ἔτει οἱ συμβᾶσα 
καὶ ὁ τῆς ΖΙρουσίλλης τῆς ἀδελφῆς αὐτοῦ ϑάνατος 
ἔφϑειρε᾽ τάτε γὰρ ἄλλα, καὶ εἴ τις εἰστίασεν ἢ ἠσπά- 
σατό τινα ἢ καὶ ἐλούσατο ἐν ταῖς ἡμέραις, ἐκολάξετο. 

τῇ δὲ “Ιρουσίλλῃ συνῴκει μὲν Μάρκος “έπιδος, 
παιδικά τε ἅμα αὐτοῦ καὶ ἐραστὴς ὦν, συνὴν δὲ 
καὶ ὁ Γάιος" καὶ αὐτὴν ἀποθανοῦσαν τότε ἐπήνεσε 
μὲν ὁ ἀνήρ, δημοσίας δὲ ταφῆς ὁ ἀδελφὸς ἠξίωσε" 

20 


οΌ 


908 .ὯΧ, Οἱ ΟΑΙΠΟῦΜΑ. ἃ. Ο. 38, 39. 


2 καὶ οἵ τε δορυφόροι μετὰ τοῦ ἄρχοντός σφῶν καὶ 
χωρὶς οἱ ἱππεῖς ...,) τὸ τέλος οἵ τε εὐγενεῖς παῖδες 
τὴν Τροίαν περὶ τὸν τάφον αὐτῆς περιίππευσαν, καί 
οὗ τά τε ἄλλα ὅσα τῇ Διουίᾳ ἐδέδοτο ἐψηφίσϑη, καὶ 
ἵνα ἀϑανατισϑῇ καὶ ἐς τὸ βουλευτήριον χρυσῆ ἄνα- 
τεϑῇ, καὶ ἐς τὸ ἐν τῇ ἀγορᾷ ᾿Αἀφροδίσιον ἄγαλμα αὐ- 
τῆς ἰσομέτρητον τῷ τῆς ϑεοῦ ἐπὶ ταῖς ὁμοίαις τιμαῖς 

8 ἱερωϑῆ. σηκός τε ἴδιος οἰκοδομηϑῇ. καὶ ἱεραῖς εἰκόσιν 
οὐχ ὅτι ἄνδρες ἀλλὰ καὶ γυναῖκες γένωνται, αἵ τε 
γυναῖκες αὐτήν, ὁσάκις ἂν μαρτυρώσί τι, ὀμνύωσι, 
καὶ ἐν τοῖς γενεσίοις αὐτῆς ἑορτή τε ὁμοία τοῖς 
Μεγαλησίοις ἄγηται καὶ ἡ γερουσία ἥ τε ἵἱππὰς ἔστι- 
ἄται. τότε οὖν Πάνϑεά τε ὠνομάξετο καὶ τιμῶν 

4 δαιμονέων ἐν πάσαις ταῖς πόλεσιν ἠξιοῦτο, Μιούιός 
τέ τις Γεμίνιος βουλευτὴς ἔς τε τὸν οὐρανὸν αὐτὴν 
ἀναβαίνουσαν καὶ τοῖς ϑεοῖς συγγιγνομένην ἑορακέ- 
ναι ὥμοσεν, ἐξώλειαν καὶ ἑαυτῷ καὶ τοῖς παισίν, εἰ 
ψεύδοιτο, ἐπαρασάμενος τῇ τὲ τῶν ἄλλων ϑεῶν ἐπι- 
μαρτυρίᾳ καὶ τῇ αὐτῆς ἐκείνης" ἐφ᾽ ᾧ πέντε καὶ 

5. εἴκοσι μυριάδας ἔλαβε. τούτοις τε οὖν αὐτὴν ὁ Γάιος 
ἐτίμησε, καὶ τῷ τὰς πανηγύρεις τὰς τότε ὀφειλούσας 
γενέσϑαι μήτε ἐν τῷ νενομισμένῳ χρόνῳ, πλὴν τῆς 
ὁσίας ἕνεκα, μήτ᾽ αὐϑίς ποτε ποιηϑῆναι. αἰτίαν τὲ 
πάντες ὁμοίως εἶχον, εἴϑ᾽ ἤσϑησαν ἐπίτινι ὡς λυπού- 
μενοι, εἴτε καὶ ὡς χαίροντες ἔπραξαν᾽ ἢ γὰρ μὴ 
πενϑεῖν αὐτὴν ὡς ἄνϑρωπον ἢ ϑρηνεῖν ὡς ϑεὸν ἐνε- 

6 καλοῦντο. πάρεστι δὲ ἐξ ἑνὸς πάντα τὰ τότε γενό- 
μενα τεκμήρασϑαι᾽ τὸν γὰρ πωλήσαντα ϑερμὸν ὕδωρ 

εἿ ἀπέκτεινεν ὡς ἀσεβήσαντα. διαλιπὼν δ᾽ οὖν ὀλίγας 
“29 ἡμέρας ἔγημε “ολλίαν Παυλῖναν, αὐτὸν τὸν ἄνδρα 
αὐτῆς Μέμμιον Ῥήγουλον ἐγγυὴῆσαί οἱ τὴν γυναῖκα 


8. Ὁ, 89. :χΧ, αι ΟΑΙΟΌΙΑ. 909 


ἀναγκάσας, μὴ καὶ ἀνέγγυον αὐτὴν παρὰ τοὺς νόμους 
λάβῃ. καὶ εὐϑύς γε καὶ ἐκείνην ἐξήλασεν. 

ἐν δὲ τούτῳ Σοαίμῳ μὲν τὴν τῶν Ἰτυραίων τῶν 
᾿ράβων, Κότυϊ δὲ τήν τε ᾿ἀρμενίαν τὴν σμικροτέραν 
καὶ μετὰ τοῦτο καὶ τῆς ᾿Δραβίας τινά, τῷ τε Ῥυμη- 
τάλκῃ τὰ τοῦ Κότυος καὶ Πολέμωνι τῷ τοῦ Πολέμω- 
νος υἱεῖ τὴν πατρῴαν ἀρχήν, ψηφισαμένης δὴ τῆς 
βουλῆς, ἐχαρίσατο, ἔν τε τῇ ἀγορᾷ καὶ ἐπὶ τοῦ βήματος 
ἐν δίφρῳ μεταξὺ τῶν ὑπάτων καϑεξόμενος. καὶ πα- 
ραπετάσμασι σηρικοῖς, ὥς γέ τινές φασι, χρησάμενος. 
καὶ μετὰ τοῦτο πηλὸν πολὺν ἐν στενωπῷ τινι ἰδὼν 
ἐκέλευσεν αὐτὸν ἐς τὸ τοῦ Οὐεσπασιανοῦ τοῦ Φλα- 
ουίου ἱμάτιον, ἀγορανομοῦντός τε τότε καὶ τῆς τῶν 
στενωπῶν καϑαρειότητος ἐπιμελουμένου, ἐμβληϑή- 
ναι. καὶ τοῦτο οὕτω πραχϑὲν παραχρῆμα μὲν ἐν οὐδενὶ 
λόγῳ ὥφϑη, ὕστερον δὲ τοῦ Οὐεσπασιανοῦ τὰ πράγ- 
ματα τεταραγμένα καὶ πεφυρμένα παραλαβόντος τε 
καὶ καταστησαμένου ἔδοξεν οὐκ ἀϑεεὶ γεγονέναι, ἀλλ᾽ 
ἄντικρυς αὐτῷ τὴν πόλιν ὁ Γάϊος πρὸς ἐπανόρϑωσιν 
ἐγκεχειρικέναι. 

μετὰ δὲ τοῦτο ὑπατεύσας αὖϑις τὸν μὲν τοῦ 
Διὸς ἱερέα ἐκώλυσεν ἐν τῷ συνεδρίῳ ὀμόσαι, ἰδέα 
γὰρ καὶ τότε, ὥσπερ ἐπὶ τοῦ Τιβερίου. τὸν ὄρκον 
ἐποιοῦντο, αὐτὸς δὲ καὶ ἐνιστάμενος ἐς τὴν ἀρχὴν 
καὶ ἀπαλλαττόμενος ἀπ᾽ αὐτῆς ἐξ ἴσου τοῖς ἄλλοις 
ἀπὸ τοῦ βήματος, ὃ δὴ καὶ μεῖξον τοῦ προτέρου ἐπε- 
ποίητο, ὥμοσε. τριάκοντα δὲ δὴ ἡμέρας ἦρξε, καίτοι 
“Μουκέῳ ᾿ἡπρωνίῳ τῷ συνάρχοντι ἕξ μῆνας ἐπιτρέψας᾽ 
καὶ αὐτὸν Σαγκουΐνιος Μάξιμος πολιαρχῶν διεδέξατο. 
καὶ ἔν τε ἐκείναις καὶ ἐν ταῖς ἔπειτα πολλοὶ μὲν τῶν 
πρώτων καταδικασϑέντες, συχνοὶ γὰρ δὴ καὶ τῶν ἐκ 


τι 


τοῦ δεσμωτηρίου ἀφειμένων, δι᾿ αὐτὰ ἐκεῖνα δι᾿ ἃ 


ἐϑ 


[᾿] 


Ὁ 


ὠ» 


σι 


59 


ΜΕῚ 


ο 


910 ΠᾺΆΙΧ, Ο. ΟΑΙΟΙΠΑ. ἃ. Ὁ, 89, 


ὑπὸ τοῦ Τιβερίου ἐδέδεντο, ἐκολάσϑησαν, πολλοὶ ὃὲ 
καὶ τῶν ἄλλων μονομαχήσαντες ἀπώλοντο. καὶ ἦν 
ἔξω τῶν φόνων οὐδέν᾽ οὐδὲ γὰρ οὐδὲ τῷ πλήϑει ἔτι 
τι ἐχαρίξετο, ἀλλὰ καὶ πάνυ πρὸς πάντα ὅσα ἐβούλετο 
ἀντέπραττε. καὶ διὰ τοῦτο καὶ ἐκεῖνοι πᾶσι τοῖς 
ἐπιϑυμήμασιν αὐτοῦ ἀντέσπευδον, καὶ ἣν καὶ ἀκούειν 
καὶ ὁρᾶν οἷα ἂν ἐν τῷ τοιούτῳ ὁ μὲν ὀργιξόμενος οἵ 
δ᾽ ἀνταγωνιξόμενοι καὶ εἴποιεν καὶ πράξειαν. οὐ 
μέντοι καὶ ἐξ ἴσου σφίσι τὸ πρᾶγμα ἐγίγνετο οἱ μὲν 
γὰρ ἔξω τοῦ λαλεῖν ἢ καὶ τοῖς σχήμασί τι προσεν- 
δείκνυσϑαι οὐδὲν ἐδύναντο, ὁ δὲ δὴ Γάιος συχνοὺς 
μὲν καὶ μεταξὺ ϑεωμένους κατασπῶν. συχνοὺς δὲ 
καὶ ἀπηλλαγμένους ἐκ τῶν ϑεάτρων συλλαμβάνων 
ἀπώλλυεν. αἰτίαι δὲ ἐς τὰ μάλιστα τῆς ὀργῆς αὐτῷ 
ἐγίγνοντο ὅτι τὲ μὴ σπουδῇ συνεφοίτων, ἄλλοτε γὰρ 
ἄλλῃ ὥρα παρὰ τὰ προηγγελμένα ἀπαντῶντος αὐτοῦ, 
καὶ τοτὲ μὲν ἔτι νυκτὸς τοτὲ δὲ καὶ μετὰ μεσημβρίαν 
ἐς τὰ ϑέατρα ἐσιόντος, ἀποκναιόμενοι ἑκακοῦντο, καὶ 
ὅτι μήτε ἀεὶ πάντας τοὺς ἀρέσκοντας αὐτῷ ἐπήνουν 
καί τινας καὶ τῶν ἐναντίων ἔστιν ὅτε ἐτίμων. καὶ 
προσέτι καὶ ἐπ᾽ ἐκείνῳ δεινῶς ἠγανάκτει ὅτι μεγα- 
λύνοντες αὐτὸν ἐπεβόων “νεανίσκε Αὔγουστε᾽ οὐ 
γὰρ μακαρίξεσϑαι ὅτι νέος ὧν ἐμονάρχει. ἀλλ᾽ ἐγκα- 
λεῖσϑαι ὅτι ἐν ἐκείνῃ τῇ ἡλικίᾳ τηλικαύτην ἀρχὴν 
εἶχεν ἡγεῖτο. καὶ ταῦτα μὲν ἀεὶ ἐποίει, καί ποτε 
παντὶ τῷ δήμῳ ἅμα ἀπειλῶν ἔφη “εἴθε ἕνα αὐχένα 
εἴχετε. τότε δὲ ἐπειδὴ παρωξύνϑη τι οἷον εἰώϑει, 
δυσχερᾶναν τὸ πλῆϑος τῆς τε ϑέας ἠμέλησε καὶ ἐπὶ 
τοὺς συκοφαντοῦντας ἐτράπετο, καὶ αὐτοὺς ἐπὶ πολὺ 
σφοδρῶς βοῶντες ἐξήτουν. καὶ ὃς ἀγανακτήσας ἀπε- 
κρένατο μέν σφισιν οὐδέν. προστάξας δὲ ἑτέροις τισὶ 
τοὺς ἀγῶνας ποιεῖν ἐς Καμπανίαν ἀπῆρε. καὶ μετὰ 


ἃ. Ο, 39, .}}}}Χ. Ο, ΟΑΠΠΘΌΙΑ. 911 


τοῦτο ἐπανελθὼν πρὸς τὰ τῆς ΖίΙρουσίλλης γενέσια 
ἄγαλμά τε αὐτῆς ἐπ᾽ ἐλεφάντων ἐν ἁρμαμάξῃ ἐς τὸν 
ἱππόδρομον ἐσήγαγε, καὶ ϑέαν τῷ δήμῳ προῖκα ἐπὶ 
δύο ἡμέρας ἀπένειμε" καὶ αὐτῷ τῇ μὲν προτέρᾳ ἂρ- 
κτοι πρὸς ταῖς τῶν ἵππων ἁμίλλαις πεντακόσιαι 
ἐσφάγησαν, τῇ δ᾽ ἑτέρα Μιβυκὰ ϑηρία ἴσα ἀνηλώϑη, 
καὶ παγκρατιασταὶ ἐν πολλοῖς ἅμα τόποις ἠγωνίσαντο. 
καὶ ὁ δῆμος εἵστιάϑη. τοῖς τε βουλευταῖς ταῖς τε γυ- 
ναιξὶν αὐτῶν δωρεὰ ἐδόϑη....... 

ταῦτά τε ἅμα ὡς καὶ πάνυ πενόμενος ἐφόνευε, 
καί τινα καὶ ἕτερον τοιόνδε χρηματισμὸν ἐπεξεῦρε. 
τοὺς γὰρ περιγενομένους τῶν μονομάχων τοῖς τε 
ὑπάτοις καὶ τοῖς στρατηγοῖς τοῖς τε ἄλλοις, οὐχ ὅτι τοῖς 
ἐθέλουσιν, ἀλλὰ καὶ πάνυ ἄκοντᾶς τινας βιαζόμενος ἐν 
ταῖς ἱπποδρομίαις καὶ τὰ τοιαῦτα ποιεῖν. καὶ δὴ καὶ 
τοῖς ἐπ᾿ αὐτὸ τοῦτο κληρουμένοις ὅτι μάλιστα, δύο γὰρ 
στρατηγοὺς ἐς τοὺς ὁπλομαχικοὺς ἀγῶνας, ὥσπερ ποτὲ 
ἐγίγνετο, λαγχάνειν ἐκέλευσε, πάντως ἐπιτιμῶν ἀπε- 
δέδοτο, αὐτός τε ἐπὶ τοῦ πρατηρίου καϑεξόμενος καὶ αὖ- 
τὸς ὑπερβάλλων. πολλοὶ δὲ καὶ ἄλλοϑεν ἀφικνούμενοι 
ἀντεωνοῦντο αὐτούς, καὶ μάλισϑ᾽ ὅτι ἐπέτρεψε τοῖς 
βουλομένοις καὶ ὑπὲρ τὸν νόμον τῷ ἀριϑμῷ τῶν μο- 
νομαχούντων χρῆσϑαι. καὶ πολλάκις καὶ αὐτὸς ἐπε- 
φοίτα σφίσιν, ὥὦσϑ᾽ οἵ μὲν καὶ δεόμενοι τῶν ἀνθρώ- 
πῶν. οἱ δὲ χαριεῖσϑαι αὐτῷ νομίξοντες, καὶ οἵ γε 
πλείους, ὅσοι ἐν δόξῃ περιουσίας ἦσαν, ἀναλώσαί τι 
τῶν ὑπαρχόντων ἐπὶ τῇ προφάσει ταύτῃ, ὅπως πενέ- 
στεροι γενόμενοι περισωϑώσιν, ἐθέλοντες, μεγάλων 
αὐτοὺς χρημάτων ἠγόρασαν. καίτοι τοῦτο ποιήσας 
ἔπειτα τούς τε ἀρίστους καὶ τοὺς ἐνδοξοτάτους σφῶν 
φαρμάκῳ διέφϑειρε. τὸ δ᾽ αὐτὸ τοῦτο. καὶ ἐπὶ τῶν 
ἵππων τῶν τε ἡνιόχων τῶν ἀντιστασιωτῶν ἐποίει. 


ῳῷ 


ἐφ 


ὡν 


ὼτ 


Ἵ 


15 


φ 


φ 


ὧδ 


912 ΓΡΙΧ. Ο ΑΛΓ. ἃ. Ὁ, 39. 


ἰσχυρῶς γὰρ τῷ τὴν βατραχίδα ἐνδύνοντι καὶ 
διὰ τοὐῦτ᾽ ἀπὸ τοῦ χρώματος πρασίνῳ καλουμένῳ 
προσέκειτο, ὥστε καὶ νῦν ἔτι Γαιανὸν ἐπ᾽ αὐτοῦ τὸ 
χωρίον ἐν ᾧ τὰ ἄρματα ἤσκει καλεῖσϑαι. καὶ ἕνα γε 
τῶν ἵππων. ὃν ἸΙγκιτᾶτον ὠνόμαξε, καὶ ἐπὶ δεῖπνον 
ἐκάλει, χρυσᾶς τε αὐτῷ κριϑὰς παρέβαλλε, καὶ οἶνον 
ἐν χρυσοῖς ἐκπώμασι προύπινε, τήν τε σωτηρίαν αὖ- 
τοῦ καὶ τὴν τύχην ὥμνυε. καὶ προσυπισχνεῖτο καὶ. 
ὕπατον αὐτὸν ἀποδείξειν. καὶ πάντως ἂν καὶ τοῦτ᾽ 
ἐπεποιήκει, εἰ πλείω χρόνον ἐξήκει. 

ἐς δ᾽ οὖν τοὺς πόρους τῶν χρημάτων πρότερον 
μὲν ἐψήφιστο ὅπως ὅσοι τινὰ τῷ Τιβερέῳ καταλιπεῖν 
ἐθελήσαντες περιῆσαν, τῷ Γαΐῳ αὐτὰ τελευτῶντες 
χαρίσωνται᾽ ἵνα γὰρ δὴ καὶ παρὰ τοὺς νόμους καὶ 
κληρονομεῖν καὶ δωρήματα τοιαῦτα λαμβάνειν, ὅτι 
μήτε γυναῖκα τότε γε μήτε παῖδας εἶχε, δύνασϑαι 
δοκῇ, δόγμα τι προέϑετο. ἐν δὲ τῷ παρόντι πάσας 
ἁπλῶς τὰς τῶν ἐν τοῖς ἑκατοντάρχοις ἐστρατευμένων 
οὐσίας, ὅσοι μετὰ τὰ ἐπινίκια ἃ ὁ πατὴρ αὐτοῦ 
ἔπεμψεν ἄλλῳ τινὶ αὐτὰς καὶ μὴ τῷ αὐτοκράτορι 
κατελελοίπεσαν, αὐτὸς ἑαυτῷ καὶ ἄνευ ψηφίσματος 
ἐσέπραξε. καὶ ἐπειδὴ μηδὲ ταῦτα ἐξικνεῖτο, τρίτην 
τοιαύτην ἀφορωὴν ἀργυρισμοῦ ἐπενόησε. Γναῖος 
ΖΔομίτιος Κορβούλων βουλευτής, κακῶς ἐπὶ τοῦ Τι- 
βερίου τὰς ὁδοὺς ἐχούσας ὁρῶν, τοῖς τε ἐπιμεληταῖς 
αὐτῶν ἀεί ποτε ἐνέκειτο, καὶ προσέτι καὶ τῇ γερουσίᾳ 
ὀχληρὸς ὑπὲρ αὐτῶν ἐγίγνετο. τοῦτον οὖν παραλα- 
βὼν ἐπέθετο δι᾿ αὐτοῦ πᾶσιν οὐχ ὅτι τοῖς ξῶσιν 
ἀλλὰ καὶ τοῖς τεϑνηκόσιν, ὅσοι ποτὲ ἐπιστάται τῶν 
ὁδῶν ἐγεγεγόνεσαν καὶ χρήματα ἐς τὰς ἐπισκευὰς 
αὐτῶν εἰλήφεσαν, καὶ ἐκείνους τε καὶ τοὺς ἐργολα- 
βήσαντάς τι παρ᾽ αὐτῶν ὡς οὐδὲν δὴ δαπανήσαντας 


ἃ. Ὁ. 89. μχ, ΕΟ ΑΠΌ, 918 


ἐξημίου.. ἀφ᾽ οὗ δὴ ὁ Κορβούλων τότε μὲν ὑπάτευσεν, υ 


ὕστερον δὲ ἐπὶ Κλαυδίου αἰτίαν τε ἔσχε καὶ εὐθύνϑη" 
ὁ γὰρ Κλαύδιος οὔτε τὰ ἐποφειληϑέντα ἀπήτησε, καὶ 
τὰ δεδομένα, τὰ μὲν ἐκ τοῦ δημοσίου τὰ δὲ καὶ παρ᾽ 
αὐτοῦ τοῦ Κορβούλωνος ἐσπράξας, ἀπέδωκε τοῖς 
ξημιωϑεῖσι. τοῦτο μὲν ὕστερον ἐγένετο᾽ τότε δ᾽ 
οὗτοί τε ὡς ἕκαστοι καὶ οἵ ἄλλοι πάντες ὡς εἰπεῖν 
οἵ ἐν τῇ πόλει τρόπον τινὰ ἀπεσυλῶντο, καὶ ἀξήμιος 
τῶν γέ τι ἐχόντων οὐδείς, οὐκ ἀνήρ, οὐ γυνή, ἦν. 
καὶ γὰρ εἴ τινα τῶν ἀφηλικεστέρων ξὴν εἴα. ἀλλὰ 
πατέρας τε καὶ πάππους μητέρας τε καὶ τήϑας σφᾶς 
ὀνομάξων ξῶντάς τε ἑἐξεκαρποῦτο καὶ τελευτῶντας 
τῶν οὐσιῶν ἐκληρονόμει. 

μέχρι μὲν οὖν τοῦ χρόνου τούτου αὐτός τε τὸν 
Τιβέριον ἀεὶ καὶ πρὸς πάντας κακῶς ἔλεγε, καὶ τοῖς 
κακηγοροῦσιν αὐτὸν καὶ ἰδίᾳ καὶ δημοσίᾳ οὐχ ὅσον 
οὐκ ἐπετέμα ἀλλὰ καὶ ἔχαιρε τότε δὲ ἐσελθὼν ἐς τὸ 
βουλευτήριον πολλὰ μὲν ἐκεῖνον ἐπήνεσε. πολλὰ δὲ 
καὶ τῆς γερουσίας τοῦ τε δήμου κατηγόρησεν ὡς οὐκ 
ὀρϑῶς αὐτὸν ψεγόντων. “ἐμοὶ μὲν γάρ᾽ ἔφη “αὐτο- 
χράτορι ὄντι καὶ τοῦτο ποιεῖν ἔξεστιν, ὑμεῖς δὲ δὴ 
οὐ μόνον. ἀδικεῖτε ἀλλὰ καὶ ἀσεβεῖτε πρὸς τὸν ἄρξαντά 
ποτε ὑμῶν οὕτω διακείμενοι." κἀκ τούτου καϑ᾽ ἕχα- 
στον τῶν ἀπολωλότων ἐπεξιὼν ἀπέφαινεν, ὥς γε 
ἐδόκει, τοὺς βουλευτὰς αἰτίους τοῦ ὀλέϑρου τοῖς 
πλείστοις αὐτῶν γεγονότας, τοὺς μὲν ὅτι κατηγόρη- 
σάν σφων, τοὺς δὲ ὅτι κατεμαρτύρησαν, πάντας δὲ 
ὅτι κατεψηφίσαντο. καὶ ταῦτά τε ὡς ἐξ αὐτῶν ἐκεί- 
νῶν τῶν γραμμάτων ἃ καταπεπρηκέναι ποτὲ ἔφη 
ἐπανέγνω διὰ τῶν ἀπελευϑέρων, καὶ προσεπεῖπεν 
ὅτι εἰ καί τι ὁ Τιβέριος ἠδικήκει, οὐκ ἀφείλετε αὐτὸν 
ξώντα τετιμηκέναι, οὐ μὰ Ζ4{᾿ οὐκ ἐφ᾽ οἷς καὶ εἴπατε 


ι6 


των 


΄ι 


ς» 


-Σ 


ῃ» 


Φ 


314 1 11Χ. 6. ΘΑΙΜΘΌΠΑ. ἃ. Ὁ. 30. 


πολλάκις καὶ ἐψηφίσασϑε μεταβάλλεσϑαι. ἀλλ᾽ ὑμεῖς 
καὶ ἐκεῖνον ἐμπλήκτως μετεχειρίσασϑε, καὶ τὸν Σηι- 
ανὸν φυσήσαντες καὶ διαφϑείραντες ἀπεκτείνατε, 
ὥστε δεῖ καὶ ἐμὲ μηδὲν χρηστὸν παρ᾽ ὑμῶν προσδέ- 
χεσϑαι. τοιαῦτα ἅττα εἰπὼν αὐτὸν δὴ τὸν Τιβέριον 
τῷ λόγῳ παρήγαγε, λέγοντα οἵ ὅτι καὶ καλῶς καὶ 
ἀληϑῶς πᾶντα ταῦτα εἴρηκας, καὶ διὰ τοῦτο μήτε 
φιλήσῃς τινὰ αὐτῶν μήτε φείδσῃ τινός. πάντες τε 
γὰρ μισοῦσί σὲ καὶ πάντες ἀποϑανεῖν εὔχονται καὶ 
φονεύσουσί γε, ἂν δυνηϑῶσι. μήτ᾽ οὖν ὅπως τι 
χαρίσῃ πράξας αὐτοῖς ἐννόει, μήτ᾽ ἄν τι ϑρυλῶσι 
φρόντιξε, ἀλλὰ τό τε ἡδὺ καὶ τὸ ἀσφαλὲς τὸ σεαυτοῦ 
μόνον ὡς καὶ δικαιότατον προσκόπει. οὕτω μὲν γὰρ 
οὔτε τι πείσῃ κακὸν καὶ πάντων τῶν ἡδίστων ἀπο- 
λαύσεις, καὶ προσέτι καὶ τιμηϑήσῃ ὑπ᾽ αὐτῶν. ἂν τ᾽ 
ἐθέλωσιν ἂν τε καὶ μή ἐκείνως δὲ ἔργῳ μὲν οὐδὲν 
ὀνήσει, λόγῳ δὲ δὴ δόξαν κενὴν λαβὼν οὔτε τι πλέον 
ἕξεις καὶ ἐπιβουλευϑεὶς ἀκλεῶς τελευτήσεις. οὐδεὶς 
γὰρ ἀνθρώπων ἑκὼν ἄρχεται, ἀλλ᾽ ἐφ᾽ ὅσον μὲν φο- 
βεῖται, ϑεραπεύει τὸν ἰσχυρότερον. ὅταν δὲ δὴ ϑαρ- 
σήσῃ, τιμωρεῖται τὸν ἀσθενέστερον. Γάιος μὲν ταῦτά 
τ᾽ εἰπὼν καὶ τὰ τῆς ἀσεβείας ἐγκλήματα ἐπαναγαγῶών., 
ἔς τε στήλην αὐτὰ χαλκὴν εὐϑὺς ἐγγραφῆναι ἐκέλευσε, 
καὶ ἐκ τοῦ βουλευτηρίου σπουδῇ ἐξεπήδησεν. ἐς τε 
τὸ προάστειον αὐϑημερὸν ἐξώρμησεν᾽ ἡ δὲ δὴ γερου- 
σία καὶ ὁ δῆμος ἐν δέει μεγάλῳ ἐγένοντο, τῶν τε 
κακηγοριῶν ἅμα ἃς κατὰ τοῦ Τιβερίου πολλάκις ἐπε- 
ποίηντο ἀναμιμνησκόμενοι., καὶ οἷα ἀνϑ᾽ οἵων ἠκη- 
κύεσαν αὐτοῦ λέγοντος ἐκλογιξόμενοι. καὶ τότε μὲν 
ὑπό τε τῆς ἐκπλήξεως καὶ ὑπὸ τῆς ἀϑυμίας οὔτε 
φϑέγξασϑαι οὔτε τι χρηματίσαι ἠδυνήϑησαν᾽ τῇ δ᾽ 

ὑστεραίᾳ αὖϑις ἀϑροισϑέντες ἐπαίνους τε αὐτοῦ 


α. Ὁ. 39. ΠΟΡΙΧ. Οἱ ΟΑΟΌΜΑ. 918 


πολλοὺς ὡς καὶ ἀληϑεστάτου καὶ εὐσεβεστάτου ὄντος 
ἐποιήσαντο, χάριν οἵ μεγάλην ἔχοντες ὅτι μὴ προσαπώ- 
λοντο᾽ καὶ διὰ τοῦτο καὶ τῇ φιλανϑρωπίᾳ αὐτοῦ βου- 
ϑυτεῖν κατ᾽ ἔτος ἔν τε ἐκείνῃ τῇ ἡμέρα ἐν ἡ ταῦτα ἀνε- 
γνώκει καὶ ἐν ταῖς τῷ παλατέῳ προσηκούσαις, εἰκόνος 
τε αὐτοῦ χρυσῆς ἐς τὸ Καπιτώλιον ἀναγομένης καὶ 
ὕμνων ἐπ᾽ αὐτῇ διὰ τῶν εὐγενεστάτων παίδων ἀδο- 
μένων, ἐψηφίσαντο. τά τε ἐπινίκια τὰ σμικρότερα ὡς 
καὶ πολεμίους τινὰς νενικηκότι πέμψαι αὐτῷ ἔδωκαν. 

καὶ οἵ μὲν τότε ταῦτ᾽ ἔγνωσαν, καὶ μετὰ τοῦτο κατὰ 
πᾶσαν ὡς εἰπεῖν ἀφορμὴν πάντως τι αὐτῷ προσετίϑε- 
σαν᾽ Γάιος δὲ ἐκείνης μὲν τῆς πομπῆς οὐδὲν προετί- 
μησεὲν, οὐδὲ γὰρ οὐδὲ μέγα τι ἐνόμιξεν εἶναι ἵππῳ δι᾽ 
ἠπείρου διελάσαι. διὰ δὲ τῆς ϑαλάσσης τρόπον τινὰ 
διιππεῦσαι ἐπεϑύμησε, γεφυρώσας τὸ μεταξὺ τῶν τε 
Πουτεόλων καὶ τῶν Βαύλων. τὸ γὰρ χωρίον τοῦτο 
κατ᾽ ἀντιπέρας τῆς πόλεώς ἐστι, διέχον αὐτῆς στα- 
δίους ξξ καὶ εἴκοσι. πλοῖα δὲ ἐς τὴν γέφυραν τὰ 
μὲν ἠϑροίσϑη τὰ δὲ καὶ κατεσκευάσϑη᾽ οὐ γὰρ ἐξήρ- 
κεῦε τὰ συλλεγῆναι δυνηϑέντα ὡς ἐν βραχυτάτῳ, 
καίτοι πάντα ὅσα ἐνεδέχετο συναχϑέντα, ἀ ἀφ᾽ οὗπερ καὶ 
λιμὸς ἔν τε τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Ῥώμῃ μάλιστα ἰσχυ- 
ρὸς ἐγένετο. ἐξεύχϑη δὲ οὐχ ἁπλῶς δίοδός τις, ἀλλὰ 
καὶ ἀνάπαυλαν ἐν αὐτῇ καὶ καταλύσεις, ὥστε καὶ 
ὕδωρ αὐτὰς πότιμον ἐπίρρυτον ἔχειν, ἐποιήϑησαν. 
ἐπειδή τε ἕτοιμα ἦν, τόν τε ϑώρακα τὸν ᾿Δ4λεξάνδρου, 
ὥς γε ἔλεγε, καὶ ἐπ᾽ αὐτῷ χλαμύδα σηρικὴν ἁλουργῆ, 
πολὺ μὲν χρυσίον πολλοὺς δὲ καὶ λέϑους Ἰνδικοὺς 
ἔχουσαν. ἐπενέδυ, ξίφος τε παρεξώσατο καὶ ἀσπίδα 
ἔλαβε καὶ δρυΐ ἐστεφανώσατο, κἀκ τούτου τῷ τὲ 
Ποσειδῶνι καὶ ἄλλοις τισὶ ϑεοῖς Φϑόνῳ τε ϑύσας, 
μὴ καὶ βασκανία τις αὐτῷ, ὡς ἔφασκε, γένηται, ἔς τε 


--α 
τ--π 


ἐῷ 


{1} 


[5 


. 


[»..] 


[πο 


910 .,. ΠΧ. ὁ ΟΑΠΟΓΜΑ. 8. Ὁ. 89. 


τὸ ξεύγμα ἀπὸ τῶν Βαύλων ἐσέβαλε, παμπληϑεῖς 
καὶ ἱππέας καὶ πεζοὺς ὡπλισμένους ἐπαγόμενος, καὶ 
σπουδὴ καϑάπερ ἐπὶ πολεμίους τινὰς ἐς τὴν πόλιν 
ἐσέπεσε. κἀνταῦϑα τῆς ὑστεραίας ἀναπαυσάμενος 
ὥσπερ ἐκ μάχης, ἀνεκομίσϑη διὰ τῆς αὐτῆς γεφύρας 
ἐφ᾽ ἅρματος, χιτῶνα χρυσόπαστον ἐνδύς᾽ ἦγον δὲ 
αὐτὸν οἵ ἀϑληταὶ ἵπποι οἱ ἀξιονικότατοι. καὶ ἄλλα 
τε αὐτῷ πολλὰ ὡς καὶ λάφυρα συνηκολούϑησε, καὶ 
Δαρεῖος ἀνὴρ ᾿Δρσακέδης, ἐν τοῖς ὁμηρεύουσι τότε 
τῶν Πάρϑων ὥν᾽ οἵ τε φίλοι καὶ οἱ ἑταῖροι αὐτοῦ 
ἐπὶ ὀχημάτων ἐν ἐσθῆσιν ἀνϑιναῖς ἐφείποντο." καὶ ὁ 
στρατὸς καὶ ὃ γε λοιπὸς ὅμιλος, ἰδέως πως ἕκαστοι 
κεχοσμημένοι. καὶ ἔδει γὰρ αὐτόν, οἷα ἔν τε στρατιᾷ 
τοιαύτῃ καὶ ἐπὶ νίκῃ τηλικαύτῃ, καὶ δημηγορῆσαέ τι, 
ἀνέβη τε ἐπὶ βῆμα ἐπὶ πλοίων καὶ αὐτὸ κατὰ μέσην 
που τὴν γέφυραν πεποιημένον, καὶ πρῶτον μὲν ἕαυ- 
τὸν ὡς καὶ μεγάλων τινῶν ἔργων ἐπιχειρητὴν ἀπεσέ- 
μνυνεν, ἔπειτα δὲ τοὺς στρατιώτας ὡς καὶ πεπονηκότας 
καὶ κεκινδυνευκότας ἐπήνεσεν, ἄλλα τε καὶ αὐτὸ τοῦτο 
εἰπών, ὅτι πεξῇ διὰ τῆς ϑαλάσσης διέδραμον. καὶ χρή- 
ματά τε διὰ τοῦτ᾽ αὐτοῖς ἔδωκε, καὶ μετὰ τοῦτο αὐτός 
τε ἐπὶ τῆς γεφύρας ὥσπερ ἐν νήσῳ τινί, καὶ ἐκεῖνοι ἐν 
ἑτέροις πλοίοις περιορμοῦντες, τό τε λοιπὸν τῆς ἡμέρας 
καὶ τὴν νύχτα πᾶσαν εἵστιάϑησαν. πολλοῦ μὲν αὐ- 
τόϑεν φωτὸς πολλοῦ δὲ καὶ ἐκ τῶν ὀρῶν ἐπιλάμψαν- 
τὸς σφισι. τοῦ γὰρ χωρίου μηνοειδοῦς ὄντος πῦρ 
πανταχόϑεν, καϑάπερ ἐν ϑεάτρῳ τινί, ἐδείχϑη, ὥστε 
μηδεμίαν αἴσθησιν τοῦ σκότους γενέσϑαι᾽ καὶ γὰρ 
τὴν νύκτα ἡμέραν, ὥσπερ που τὴν ϑάλασσαν γὴν, 
ποιῆσαι ἠἡϑέλησεν. ἐμπλησϑεὶς δὲ δὴ καὶ ὑπερκορὴς 
καὶ σίτου καὶ μέϑης γενόμενος συχνοὺς μὲν τῶν 
ἑταίρων ἐς τὴν ϑάλασσαν ἀπὸ τῆς γεφύρας ἔρριψε, 


ἃ. Ὁ. 89. ΙΧ, ἃ ΘΑ αῦμΑ. 917 


συχνοὺς δὲ καὶ τῶν ἄλλων ἐν πλοίοις ἐμβόλους ἔχουσι 
περιπλεύσας κατέδυσεν, ὥστε καὶ ἀπολέσϑαι τινάς" 
οἵ γὰρ πλείους καίπερ μεϑύοντες ἐσώϑησαν. αἴτιον 
δὲ ὅ ὅτι καὶ λειοτάτη καὶ στασιμωτάτη Ἃ ϑάλασσα, καὶ 
ἐν ᾧ ἡ γέφυρα ἐξεύχϑη καὶ ἐν ᾧ τὰ ἄλλα ἐποιήϑη, 
ἐγένετο. καί τι καὶ ἀπὸ τούτου ὠγκώϑη : λέγων ὅ ὅτι 
καὶ ὁ Ποσειδῶν αὐτὸν ἐφοβήϑη,. ἐπεὶ ἔς γε τὸν Ζα- 
ρεῖον καὶ τὸν Ξέρξην οὐδὲν ὅ,τι οὐκ ἀπέσκωπτεν, 
ὡς καὶ πολλαπλάσιόν σφων μέτρον τῆς ϑαλασσης 
ξεύξας. 

τῆς μὲν δὴ γεφύρας ἐκείνης τοῦτο τὸ τέλος ἐγέ- 
ψετο, καὶ αἰτίαν καὶ αὐτὴ ϑανάτου πολλοῖς παρέσχεν᾽ 
ἐξαναλωθεὶς γὰρ ἐς αὐτὴν πολλῶ πλείοσι διὰ τὰς 
οὐσίας ἐπεβούλευσεν. ἐδίκαξε δὲ καὶ ἰδίᾳ καὶ μετὰ 
πάσης τῆς γερουσίας. καί τινὰ καὶ ἐκείνη καϑ᾽ ἕαυ- 
τὴν ἔκρινεν᾽ οὐ μέντοι καὶ αὐτοτελὴς ἦν, ἀλλ᾽ ἐφέ- 
σιμοι δίκαι ἀπ᾿ αὐτῆς συχναὶ ἐγίγνοντο. καὶ τὰ μὲν 
τῇ βουλῇ δύξαντα ἄλλως ἐφανεροῦτο, τῶν δὲ ὑπὸ 
τοῦ Γαΐου καταψηφισϑέντων τὰ ὀνόματα ἐξετίϑετο, 
ὥσπερ φοβουμένου αὐτοῦ μὴ διαλάϑωσι. καὶ οὗτοί 
τε ἐκολάξοντο, οἵ μὲν ἐν τῷ δεσμωτηρίῳ οἱ δὲ καὶ 
ἀπὸ τοῦ Καπιτωλίου κατακρημνιξόμενοι, καὶ ἕτεροι 
σφᾶς αὐτοὺς προαπεκτίννυσαν. οὐδὲ γὰρ οὐδὲ τοῖς 
ἐξελαυνομένοις ἀσφάλεια ἦν, ἀλλὰ καὶ ἐκείνων πολλοὶ 
ἤτοι κατὰ τὴν ὁδὸν ἢ καὶ ἐν τῇ φυγῇ διεφϑείροντο. 
καὶ τὰ μὲν τῶν ἄλλων οὐδὲν δεῖ λεπτολογοῦντα μά- 
την τοὺς ἀναγνωσομένους διοχλεῖν᾽ Καλουίσιος δὲ 
δὴ Σαβῖνος ἔν τε τοῖς πρώτοις τῆς βουλῆς ὧν καὶ 
τότε ἐκ τῆς ἐν τῇ Παννονίᾳ ἀρχῆς ἀφιγμένος; ἥ τε 
γυνὴ αὐτοῦ Κορνηλίᾳ γραφέντες, καὶ γὰρ ἐκείνη 
ὡς φυλακάς τε ἐφοδεύσασα καὶ τοὺς στρατιώτας 
ἀσκοῦντας ἰδοῦσα αἰτίαν ἔσχεν, οὐχ ὑπέμειναν τὴν 


1τ0 


1 


ἐφ᾿ 


3 


γκ 


ὃ 


19 


[ΡΣ 


ΠῚ 


918 . Χ. αἱ ΟΑΙΟΌΠΑ. ἃ, Ὁ. 89, 


κρίσιν, ἀλλ᾽ ἑαυτοὺς προανάλωσαν. τὸ δ᾽ αὐτὸ 
τοῦτο καὶ Τίτιος Ῥοῦφος ἐποίησεν, ἔγκλημα λα- 
βὼν εἰρηκέναι ὅτι ἡ γερουσία ἄλλα μὲν φρονεῖ 
ἄλλα δ᾽ ἀποφαίνεται. Ἰούνιός τέ τις Πρίσκος στρα- 
τηγὸς ἡτιάϑη μὲν ἐπ᾽ ἄλλοις τισίν, ἀπέϑανε δὲ ὡς 
πλούσιος. καὶ ἐπ᾽ αὐτῷ ὁ Γάιος, μαϑὼν ὅτι οὐδὲν 
ἄξιον τοῦ ϑανάτου ἐκέκτητο, ϑαυμαστὸν λόγον ἐφϑέγ- 
ξατο, εἰπὼν ὅτι ἠπάτησέ μὲ καὶ μάτην ἀπώλετο᾽ ξὴν 
γὰρ ἠδύνατο. 

ἐν τούτοις τοῖς τότε κριϑεῖσι καὶ ὁ ζάφρος ὁ 4- 
μέτιος καὶ κινδύνῳ παραδόξῳ καὶ σωτηρίᾳ ϑαυμασιω- 
τέρᾳ ἐχρήσατο. ἤχϑετο μὲν γὰρ αὐτῷ καὶ ἄλλως ὃ 
Γάιος, ὅτι ἐπὶ τοῦ Τιβερίου γυναικός τίνος τῇ Δἅγριπ- 
πένῃ τῇ μητρὶ αὐτοῦ προσηκούσης κατηγορήκει᾽ ἐφ᾽ 
ᾧ δὴ ἐκείνη συναντήσασά ποτε αὐτῷ, καὶ μαϑοῦσα 
ὅτι ἐξέστη τῆς ὁδοῦ δι᾽ αἰσχύνην. προσεκαλέσατό τε 
αὐτὸν καὶ ἔφη “ϑάρρει, Ζομέτιε᾽ οὐ γὰρ σύ μοι 
αἴτιος εἷ, ἀλλ᾽ ᾿Δγαμέμνων." τότε δὲ ἐπειδὴ εἰκόνα 
τινὰ αὐτοῦ στήσας ἐπίγραμμα αὐτῇ ἐπέγραψε δηλοῦν 
ὅτι ἕβδομον καὶ εἰκοστὸν ἄγων ἔτος δεύτερον ὑπατεύοι. 
ἠγανάχτησεν ὡς καὶ προφέροντός οἱ αὐτοῦ τό τε μει- 
ρακιῶδες καὶ τὸ παράνομον, καὶ εὐϑὺς ἐπὶ τούτῳ, 
ἐφ᾽ ᾧ καὶ τιμηϑήσεσϑαι προσεδόκησεν, ἔς τε τὸ συν- 
ἔδριον αὐτὸν ἐσήγαγε καὶ λόγον κατ᾽ αὐτοῦ μακρὸν 
ἀνέγνω᾽ ἄλλως τε γὰρ προέχειν ἁπάντων τῶν ῥητό- 
ρων ἠξίου, καὶ ἐκεῖνον δεινότατον εἰπεῖν εἰδὼς ὄντα 
ὑπερβαλεῖν ἐσπούδασε. πάντως τ᾽ ἂν αὐτὸν ἀπέ- 
κτεινεν, εἰ καὶ ἐφ᾽ ὁποσονοῦν ἀντεπεφιλοτέμητο. νῦν 
ὁὲ ἀντεῖπε μὲν οὐδὲν οὐδὲ ἀπελογήσατο οὐδέν, ϑαυ- 
μάξειν δὲ δὴ καὶ καταπεπλῆχϑαι τὴν δεινότητα τοῦ 
Γαΐου προσποιησάμενος, τήν τε κατηγορίαν καϑ΄ ἕν 
ἕκαστον ἐπιλέγων, ὥσπερ τις ἀκροατὴς ἀλλ᾽ οὐχ 


ἃ. Ὁ, 99, :ω1Χ, Οὲ ΟΑΙΟΌΜΑ. 319 


ὑπεύϑυνος ὦν, ἐπήνει, καὶ ἐπειδὴ ὁ λόγος αὐτῷ 
ἐδόϑη, πρὸς ἀντιβολίαν καὶ ὀλοφυρμὸν ἐτράπετο, καὶ 
τέλος ἔς τε τὴν γὴν κατέπεσε καὶ χαμαὶ κείμενος 
ἱκέτευσεν ὡς καὶ τὸν ῥήτορα αὐτοῦ μᾶλλον ἢ τὸν 
Καίσαρα φοβούμενος. καὶ οὕτως ἐκεῖνος, ὁρῶν τὲ 
ταῦτα καὶ ἀχούων, διεχύϑη, πιστεύσας ὄντως τῇ τῶν 
λόγων παρασκευῇ κεκρατηκέναι αὐτοῦ" καὶ διά τε 
τοῦτο καὶ διὰ Κάλλιστον τὸν ἀπελεύϑερον, ὃν αὐτός 
τε ἐτίμα καὶ ὃ Δομίτιος ἐτεϑεραπεύκει, ἐπαύσατο 
ὀργιξόμενος. καὶ τῷ γε Καλλίστῳ αἰτιασαμένῳ αὐτὸν 
ὕστερον ὅτι καὶ τὴν ἀρχὴν αὐτοῦ κατηγόρησεν, ἀπε- 
κρένατο ὅτι οὐκ ἔδει μὲ τοιοῦτον λόγον ἀποκεκρύ- 
φϑαι. Δομίτιος μὲν δὴ καταγνωσϑεὶς μηκέτι δεινὸς 
εἶναι λέγειν ἐσώϑη᾽ ὁ δὲ δὴ Σενέκας ὁ "άννιος ὁ 
Λούκιος, ὁ πάντας μὲν τοὺς καϑ᾽ ἑαυτὸν ἹΡωμαίους 
πολλοὺς δὲ καὶ ἄλλους σοφίᾳ ὑπεράρας, διεφϑάρη 
παρ᾽ ὀλίγον μήτ᾽ ἀδικήσας τι μήτε δόξας, ὅτι δίκην 
τινὰ ἐν τῷ συνεδρίῳ παρόντος αὐτοῦ καλῶς εἶπε. 


οι 


ΒΕῚ 


- 35 ᾽ 3 - 
τοῦτον μὲν οὐν ἀποϑανεῖν κελεύσας ἀφῆκε, γυναικί 8 


Ξ - ΕΣ 
τινι ὧν ἐχρῆτο πιστεύσας ὅτι φϑόης τὸ ἔχοι κακῶς 
καὶ οὐκ ἐς μακρὰν τελευτήσοι᾽ τὸν δὲ Ζομίτιον καὶ 
Ρ 3 Ἁ ᾽ . [ » ἤ 
ὕπατον εὐϑὺς ἀπέδειξε. τοὺς τότε ἄρχοντας καταλύ- 
σας, ὅτι τε ἐς τὰ γενἔϑλια αὐτοῦ ἱερομηνίαν οὐκ 
ἐπήγγειλαν. καίτοι τῶν στρατηγῶν ἱπποδρομίαν ἐν 

,»» 7 . ἢ , -Β 
αὐτῷ ποιησάντων καὶ ϑηρία ἀποχτεινάντων, ὅπερ 
που καϑ' ἕκαστον ἕτος ἐγίγνετο, καὶ ὅτι ἐπὶ ταῖς τοῦ 
“ὐγούστου νίκαις ἃς τὸν ᾿ἀντώνιον ἐνενικήκει ἕορ- 

, ο, “ 
τήν, ὥσπερ εἴϑιστο, ἤγαγον. ἵνα γὰρ συκοφαντήσῃ 

- ὔὕ - Ἢ - 
αὐτούς, τοῦ ᾿Αντωνίνου μᾶλλον ἡ τοῦ Αὐγούστου 
᾿ Γ - ᾿] ’ ὰ ’; 
ἀπόγονος δοκεῖν εἶναι ἡϑέλησε᾽ καὶ προεῖπέ γε οἷς 
καὶ τἄλλα ἀνεκοίνου, ὅτι πάντως ὑπότερον ἄν τι 
ποιήσωσιν ἁμαρτήσουσιν, ἂν τε ἐπὶ τῇ τοῦ ᾿άντωνίου 


20 


820 ..11χ. Ο ΘΑ. ἃ. Ο. 39. 


συμφορᾷ βουϑυτήσωσιν, ἂν τε ἐπὶ τῇ τοῦ Αὐγούστου 
8 νίκῃ ἄϑυτοι γένωνται. ἐκείνους μὲν δὴ διὰ ταῦτα 
αὐθημερὸν τῆς ἀρχῆς ἔπαυσε, τὰς ῥάβδους σφῶν 
προσυντρίψας, ἐφ᾽ ᾧ δὴ ὁ ἕτερος αὐτῶν ἀδημονήσας 
ἑαυτὸν ἔσφαξε᾽ τὸν δὲ δὴ 4Ζομίτιον συνάρχοντα 
αὐτοῦ λόγῳ μὲν ὁ δῆμος ἔργῳ δ᾽ αὐτὸς εἵλετο. ἀπέδωκε 
μὲν γὰρ τὰς ἀρχαιρεσίας αὐτοῖς ἅτε δὲ ἐκείνων τε 
ἀργοτέρων ὑπὸ τοὺ πολλῷ χρόνῳ μηδὲν ἐλευϑέρως 
κεχρηματικέναι ἐς τὸ δρᾶν τι τῶν προσηκόντων σφίσιν 
ὄντων. καὶ τῶν σπουδαρχιώντων μάλιστα μὲν μὴ 
πλειόνων ἢ ὅσους αἱρεῖσθαι ἔδει ἐπαγγελλόντων, εἰ 
δέ ποτε καὶ ὑπὲρ τὸν ἀριϑμὸν γένοιντο, διομολογου- 
μένων πρὸς ἀλλήλους, τὸ μὲν σχῆμα τῆς δημοκρατίας 
ἐσώξετο, ἔργον δ᾽ οὐδὲν αὐτῆς ἐγίγνετο. καὶ διὰ 
τοῦτο ὑπ᾽ αὐτοῦ αὖϑις τοῦ Γαΐου κατελύϑησαν᾽ κἀκ 
τούτου τὰ μὲν ἄλλα καϑάπερ καὶ ἐπὶ τοῦ Τιβερίου 
καϑέστατο, στρατηγοὶ δὲ τοτὲ μὲν πεντεκαίδεκα, ἔστι 
δ᾽ ὅτε ἑνὶ πλείους ἢ καὶ ἐλάττους, ὥς που καὶ ἔτυχον, 
ἡροῦντο. 
περὶ μὲν οὖν τὰς ἀρχαιρεσίας ταῦτ᾽ ἔπραξεν, 
οὕτω δὲ δὴ τὸ σύμπαν καὶ βάσκανος καὶ ὕποπτος 
πρὸς πάντα ὁμοίως ἦν ὥστε καὶ Καρίναν Σεκοῦνδον 
ῥήτορα φυγαδεῦσαί ποτε, ὅτι λόγον τινὰ ἐν γυμνα- 
σίᾳ κατὰ τυράννων εἶπεν. ἐπειδή τε Δούκιος Πίσων 
ὁ τῆς τε Πλαγκίνης καὶ τοῦ Γναίου τοῦ Πίσωνος 
υἱὸς ἄρξας τῆς ᾿ἀφρικῆς ἔτυχεν, ἐφοβήϑη μὴ νεωτε- 
ρέσῃ τι ὑπὸ μεγαλαυχίας, ἄλλως τε καὶ ὅτι δύναμιν 
πολλὴν καὶ πολιτικὴν καὶ ξενικὴν ἕξειν ἔμελλε, καὶ 
δίχα τὸ ἔϑνος νείμας ἑτέρῳ τὸ τε στρατιωτικὸν καὶ 
τοὺς νομάδας τοὺς περὶ αὐτὸ προσέταξε᾽ καὶ ἐξ ἐκεί- 
νου καὶ δεῦρο τοῦτο γίγνεται. 
1 65καὶ ἤδη γὰρ τά τε ἐν τῇ Ῥώμῃ καὶ τὰ ἐν τῇ ἄλλῃ 


κῶν 


ζι 


[-:} 


1 


ἃ. Ὁ. 30. Ι,.. 1Χχ. ὦ. ΟΑΠαθμΑ. ὁ 821 


Ἰταλίᾳ ; χρήματα πάντα ὡς εἰπεῖν. ὅϑεν τι καὶ ὁπωσ- 
οὖν οἷόν τε ἦν αὐτῷ λαβεῖν, ἀναλώκει, καὶ οὔτε 
ἐνταῦϑα πόρος τις ᾿ἀξιόχρεως ἢ καὶ δυνατὸς εὑρί- 
όκετο, καὶ αἵ δαπάναι ὑπερήπειγον αὐτόν, ἐς τὴν 
Γαλατίαν ἀφώρμησε, πρόφασιν μὲν τοὺς Κελτοὺς 
τοὺς πολεμίους ὡς καὶ παρακινοῦντᾶς τι ποιησάμενος, 
ἔργῳ δὲ ὅπως καὶ τὰ ἐκείνων ἀνθοῦντα τοῖς πλού- 


τοις καὶ τὰ τῶν Ἰβήρων ἐκχρηματίσηται. οὐ μέντοι 


καὶ ἄντικρυς τὴν ἔξοδον προεπήγγειλεν, ἀλλ᾽ ἐς προ- 
ἀστειόν τι ἐλϑὼν εἶτ᾽ ἐξαίφνης ἀπὴρε. πολλοὺς μὲν 
ὀρχηστὰς πολλοὺς δὲ μονομάχους ἵππους. γυναῖκας, 
τὴν ἄλλην τρυφὴν ἐπαγόμενος. ἐλθὼν δὲ ἐκεῖσε τῶν 
μὲν πολεμίων οὐδένα ἐκάκωσεν, εὐϑύς τε γὰρ ὀλέγον 
ὑπὲρ τοῦ Ῥήνου προχωρήσας ὑπέστρεψε, καὶ μετὰ 
τοῦτο ὁρμήσας ὡς καὶ ἐς τὴν “Βρεττανίαν στρατεύ- 
σων ἀπ᾽ αὐτοῦ τοὺ ὠκεανοῦ ἀνεκομίσϑη. καὶ τοῖς 
ὑποστρατήγοις τοῖς κατορϑοῦσί τι πάνυ ἤχϑετο, τοὺς 
δ᾽ ὑπηκόους τούς τε συμμάχους καὶ τοὺς πολίτας 
πλεῖστα καὶ μέγιστα ἐκακούργησε. τοῦτο μὲν γὰρ 
τούς τι ἔχοντας ἐπὶ πάσῃ προφάσει ἐσύλα, τοῦτο ὃὲ 
καὶ δῶρα οἵ τε ἰδιῶται καὶ αἷ πόλεις ἑκοῦσαι δῆϑεν 
μεγάλα αὐτῷ ἦγον. ἄλλους ὡς νεωτερίζοντας, ἄλλους 
ὡς ἐπιβουλεύοντας οἵ ἐφόνευε. καὶ ἦν δημόσιον 
ἔγκλημα πασί σφισι τὸ πλουτεῖν. καὶ αὐτῶν τὰ κτή- 
ματα αὐτὸς πιπράσκων πολλῷ καὶ ἐκ τούτου πλείω 
ἠργυρολόγει" πάντες γὰρ ἠναγκάξοντο πάντως τι 
καὶ πολύ γὲ ὑπὲρ τὴν ἀξίαν ὠνεῖσϑαι. δι᾽ ἃ εἴρηκα. 
ἀφ᾽ οὗπερ καὶ τὰ τὴς μοναρχέας κειμήλια τὰ κάλλιστα 
καὶ τιμιώτατα μεταπεμψάμενος ἀπεκήρυξε, τὴν δόξαν 
τῶν ποτε χφησαμένων αὐτοῖς συμπωλῶν σφισιν. 
ἐπέλεγε γοῦν ἐφ᾽ ἑκάστῳ “τοῦτό μου ὁ πατὴρ ἐκτή- 
σατο, τοῦτο ἡ μήτηρ, τοῦτο ὁ πάππος, τοῦτο ὁ πρό- 
ὍΙΟ ΟΛΒΒΙῦΒ. 11]. 21 


ἐφ 


ς» 


Φ- 


22 


ἑῷ 


ὡ 


"- 


ὧι 


322 ΠΨ ΠΧ, 6. ΘΑΙΜΘΠΙΑ. ἃ. Ὁ. 39. 


παππος᾿ ᾿Αντωνίου τοῦτο Αἰγύπτιον, Αὐγούστου τὸ 
νικητήριον. κἀν τούτῳ τήν τε ἀνάγκην ἅμα τῆς 
πράσεως αὐτῶν ἐνεδείκνυτο, ὥστε μηδένα ὑπομένειν 
ἀπορεῖν δοκεῖν. καὶ τὸ ἀξίωμά σφισι συναπεδέδοτυ. 

οὐ μέντοι καὶ περιεποιεῖτο τι. ἀλλ᾽ ἔς τε τἄλλα 
ἐδαπάνα ὥσπερ εἰώϑει. καὶ γὰρ ϑέας τινὰς ἐν τῷ 
“ουγδούνῳ ἐπετέλεσε, καὶ ἐς τὰ στρατεύματα᾽ εἴκοσι 
γάρ, ὡς δέ τινές φασι, πέντε καὶ εἴκοσι μυριάδας 
στρατιωτῶν ἤϑροισε. καὶ ὑπ᾽ αὐτῶν ἑπτάκις αὐτο- 
χράτωρ, ὥς που καὶ ἔδοξεν αὐτῷ , μήτε μάχην τινὰ 
νικήσας μήτε πολέμιόν τινα ἀποκτείνας ἐπωνομασϑη. 
ἐκείνων μὲν γὰρ ὀλίγους ποτὲ ἀπάτῃ τινὶ συλλαβὼν 
ἔδησε, τοῦ δὲ δὴ οἰκείου πολὺ μέρος ἀνάλωσε, τοὺς 
μὲν καϑ' ἑκάστους κατακόπτων, τοὺς δὲ καὶ ἀϑρύους 
ἅμα πάντας φονεύσας. ἰδὼν. γάρ ποτε ὄχλον εἴτε δεόσ- 
μωτῶν εἴτε καὶ ἄλλων τινῶν, προσέταξε τοῦτο δὴ τὸ 
λεγόμενον. ἀπὸ τοῦ φαλακροῦ μέχρι τοῦ κομῶντος παν- 
τας αὐτοὺς σφαγῆναι. κυβεύων δέ ποτε, καὶ μαϑὼν ὅτε 
οὐκ εἴη οὗ ἀργύριον, ἤτησέ τε τὰς τῶν Γαλατῶν ἀπο- 
γραφάς, καὶ ἐξ αὐτῶν τοὺς πλουσιωτάτους ϑανατω- 
ϑῆναι κελεύσας ἐπανῆλθέ τε πρὸς τοὺς συγκυβευ- 
τὰς καὶ ἔφη ὅτι ὑμεῖς περὶ ὀλίγων δραχμῶν ἀγωνί- 
ξεσϑε, ἐγὼ δὲ ἐς μυρίας καὶ πεντακισχιλίας μυριάδας 
ἤϑροισα. καὶ οὗτοι μὲν ἐν οὐδενὶ λόγῳ ἀπώλοντο" 
ἀμέλει εἷς τις αὐτῶν Ἰούλιος Σακέρδως ἄλλως μὲν 
εὖ χρημάτων ἥκων. οὐ μέντοι, καὶ ὑπερπλουτῶν ὥστε 
καὶ ἐπιβουλευϑῆναι δι᾿ αὐτά, ὅμως ἐξ ἐπωνυμίας 
ἀπεσφάγη᾽ οὕτως ἀκρίτως πάντα ἐγίγνετο. τῶν δὲ 
ἄλλων τοὺς μὲν πολλοὺς οὐδὲν δέομαι ὀνομαστὶ κα- 
ταλέγειν, ὧν δὲ δὴ ἡ ἱστορία τὴν μνήμην ἀπαιτεῖ, 
φράσω. τοῦτο μὲν γὰρ Γαιτούλικον Μέντουλον, τά 
τε ἄλλα εὐδόκιμον ὄντα καὶ τῆς Γερμανίας δέκα 


8, Ο. 39, “ΙΧ, Ο, ΟΑΙΠΟΌΜΑ. 929 


ἔτεσιν ἄρξαντα, ἀπέκτεινεν. ὅτι τοῖς στρατιώταις 
ὠκείωτο᾽ τοῦτο δὲ τὸν “έπιδον ἐκεῖνον, τὸν ἐραστήν, 
τὸν ἐρώμενον, τὸν τῆς Ζίρουσίλλης ἄνδρα. τὸν καὶ 
ταῖς ἄλλαις αὐτοῦ ἀδελφαῖς τῇ τε ᾿Δγριππένῃ καὶ τῇ 
Διουίλλῃ μετ᾽ αὐτοῦ ἐκείνου συνόντα, ᾧ πέντε ἔτεσι 
ϑᾶσσον τὰς ἀρχὰς παρὰ τοὺς νόμους αἰτῆσαι ἐπέ- 
τρεψεν. ὃν καὶ διάδοχον τῆς ἡγεμονίας καταλείψειν 
ἐπηγγέλλετο, κατεφόνευσε. καὶ τοῖς τὲ στρατιώταις 
ἀργύριον ἐπὶ τούτῳ, καϑάπερ πολεμέων τινῶν κεκρα- 
τηκώς, ἔδωκε, καὶ ξιφίδια τρέα τῷ ᾽άρει τῷ τιμωρῷ 
ἐς τὴν Ῥώμην ἔπεμψε. τάς τε ἀδελφὰς ἐπὶ τῇ συν- 
ουσίᾳ αὐτοῦ ἐς τὰς Ποντέας νήσους κατέϑετο, πολλὰ 
περὶ αὐτῶν καὶ ἀσεβῆ καὶ ἀσελγῇ τῷ συνεδρέῳ γρά- 
ψας᾽ καὶ τῇ γε ᾿Δγριππίνῃ τὰ ὀστὰ αὐτοῦ ἐν ὑδρέα 
ἔδωκε, κελεύσας οἵ ἐν τοῖς κόλποις αὐτὴν διὰ πάσης 
τῆς ὁδοὺ ἔχουσαν ἐς τὴν Ῥώμην ἀνενεγκεῖν. ἐπειδή 
τε συχνὰ αὐταῖς δι᾿ ἐκεῖνον δῆλον ὅτι “προεψήφιστο, 
ἀπηγόρευσε μηδενὶ τῶν συγγενῶν αὐτοῦ μηδεμίαν 
τιμὴν δέδοσθϑαι. 

τότε μὲν δὴ ταῦτα, ὡς καὶ μεγάλην τινὰ ἐπιβου- 
λὴν διαπεφευγώῶς, ἐπέστειλε᾽ πάνυ γὰρ δὴ καὶ ἄλλως 
προσεποιεῖτο ἐν δεινοῖς τε εἶναι καὶ ταλαιπώρως 
διάγειν. ἐπεὶ δὲ μαϑόντες αὐτὰ οἵ βουλευταὶ ἄλλα 
τέ τινα αὐτῷ καὶ τὰ ἐπινίκια τὰ σμικρότερα ἐψηφέ- 
σαντο, πρέσβεις τε ἐπ᾽ αὐτοῖς ἄλλους κλήρῳ καὶ τὸν 
Κλαύδιοὐ αἱρετὸν ἔπεμψαν. τοὐτό τε ἐδυσχέρανεν, 
ὥστε καὶ αὖϑις ἀπειπεῖν μήτε ἐπαίνου τι μήτε τιμῆς 
ἐχόμενον τοῖς συγγενέσιν αὐτοῦ γίγνεσθαι. καὶ ὅτι 
μὴ κατ᾽ ἀξίαν τετιμῆσϑαι ἐδόκει. πάντα τε γὰρ ἀεὶ 
τὰ διδόμενα αὐτῷ παρ᾽ οὐδὲν ἐτέϑετο. καὶ ἤχϑετο 
μὲν εἰ μικρά τινα Ψψηφισϑείη. ὡς καταφρονούμενος, 
ἤχϑετο δὲ καὶ εἰ μείξω, ὡς καὶ τῆς τῶν λοιπῶν ἐξου- 

215" 


“ 


- 


29 


Φ 


γὼ» 


ϑι 


294 ..11Χ. Ὁ. ΘΑΙΜΟΓΠΑ. ο ἃ, Ὁ, 89. 


σίας ἀφαιρούμενος. οὐδὲ γὰρ οὐδὲ ἐβούλετο δοκεῖν 
τι τῶν τιμήν τινα αὐτῷ φερόντων ἐπ᾽ αὐτοῖς ὡς καὶ 
κρείττοσιν αὐτοῦ οὖσι καὶ χαρίσασϑαί οἵ ὡς καὶ ἥττονί 
σφῶν ὄντι δυναμένοις εἶναι" καὶ διὰ τοῦτο πολλάκις 
τινὰ οὐχ ὡς καὶ αὔξησιν τῆς λαμπρότητος ἀλλ᾽ ὡς 
καϑαίρεσιν τῆς ἰσχύος αὐτῷ φέροντα διέβαλλε. καὶ 
μέντοι ταῦϑ᾽ οὕτω φρονῶν ὠργίξετο αὐτοῖς, εἶ ποτε 
ἐλάττω σφᾶς τῆς ἀξίας ἐψηφίσϑαι οἵ ἔδοξεν... οὕτω 
που ἔμπληκτος ἦν, καὶ οὐδεὶς αὐτοῦ ῥαδίως τυχεῖν 
ἐδύνατο. ἐκείνους μὲν οὖν τοὺς πρέσβεις διὰ ταῦϑ'᾽ 
ὡς καὶ κατασκόπους ὑπιδόμενος, οὔτε πάντας προσ- 
ἐδέξατο, ἀλλ᾽ ὀλίγους ἐπιλεξάμενος τοὺς λοιπούς, 
πρὶν ἐς τὴν Γαλατίαν ἐλϑεῖν, ἀπεπέμψατο, οὔϑ᾽ οὖς 
γε προσήκατο σεμνοῦ τινος ἠξίωσεν, ἀλλὰ καὶ τὸν 
Κλαύδιον ἀπέκτεινεν ἄν. εἰ μὴ κατεφρόνησεν αὐτοῦ 
τὰ μὲν τῇ φύσει τὰ δὲ καὶ ἐκ προνοίας πολλὴν νω- 
ϑείαν προσποιουμένου. ἑτέρους δὲ αὖϑις πλείους τε 
πεμφϑέντας, πρὸς γὰρ τοῖς ἄλλοις τὴν ὀλιγότητα τῶν 
προτέρων ἡτίατο, καὶ πολλά τι ἐψηφέσϑαι οἱ ἀγγέλ- 
λοντας ἡδέως ὑπεδέξατο, καὶ προαπήντησέ τε αὐτοῖς, 
ὑφ᾽ ὧν καὶ αὐτῶν αὖϑις ἐτιμήϑη. καὶ τοῦτο μὲν 
ὕστερον ἐγένετο τότε δὲ ἐκβαλὼν τὴν Παυλῖναν, 
προφάσει μὲν ὡς μὴ τίκτουσαν. τὸ δ᾽ ἀληϑὲς ὅτι 
διακορὴς αὐτῆς ἐγεγόνει, Μιλωνίαν Καισωνίέαν ἔγη- 
μἱξν, ἣν πρύτερον μὲν ἐμοέχευε, τότε δὲ καὶ γαμετὴν 
ποιήσασθαι ἠϑέλησεν, ἐπειδὴ ἐν γαστρὶ ἔσχεν, ἵν᾽ 
αὐτῷ παιδίον τριακονϑήμερον τέκῃ. οἵ δὲ ἐν τῇ Ῥώμῃ 
ἐταράττοντο μὲν καὶ ἐκ τούτων, ἐταράττοντο δὲ καὶ 
ὅτι δέκαι σφίσιν ἐπί τὲ τῇ πρὸς τὰς ἀδελφὰς αὐτοῦ 
καὶ ἐπὶ τῇ πρὸς τοὺς πεφονευμένους φιλίᾳ πολλαὶ 
ἐπήγοντο, ὡς καὶ ἀγορανόμους στρατηγούς τέ τινας 


3 “ .] ᾽ ᾿ 3 [ “ 32 
94 ἀναγκασϑηναι τὴν ἀρχὴν ἀπειποντὰας κριϑηναι. καν 


8. Ὁ. 390, 40. μΧ. ὁ ΟΑΙΠΑΌμΑ, 920 


τούτῳ καὶ ὑπὸ καυμάτων ἐταλαιπώρησαν᾽ τοσαύτη 
γὰρ ὑπερβολὴ αὐτῶν ἐγένετο ὥστε καὶ παραπετάσμα- 
τα ὑπὲρ τῆς ἀγορᾶς ὑπερταϑῆναι. ἐν τούτοις τοῖς 
τότε φεύγουσι καὶ ὁ Τιγελλῖνος ὁ Σοφώνιος, ὡς καὶ 
τὴν ᾿Δγριππῖναν μεμοιχευκῶς, ἐξέπεσεν. 

οὐ μέντοι ταῦϑ᾽ οὕτως αὐτοὺς ἐλύπει ὡς τὸ 
προσδοκᾶν ἐπὶ πλεῖον τήν τε ὠμότητα τὴν τοῦ Γαΐου 
καὶ τὴν ἀσέλγειαν αὐξήσειν, καὶ μάλισθ᾽ ὅτι ἐπυν- 
ϑάνοντο τόν τε ᾿Αγρίππαν αὐτῷ καὶ τὸν ᾿Αντίοχον 
τοὺς βασιλέας ὥσπερ τινὰς τυραννοδιδασχάλους συνεῖ- 
ναι. καὶ διὰ ταῦϑ᾽ ὑπατεύοντος αὐτοῦ τὸ τρίτον οὐ- 
δεὶς οὔτε τῶν δημάρχων οὔτε τῶν στρατηγῶν ἀϑροῖ- 
σαι τὴν γερουσίαν ἐτόλμησε᾽ συνάρχοντα γάρ, οὔτι 
καὶ ἐπιτηδεύσας, ὥσπερ οἴονταί τινες, ἀλλὰ τοῦ μὲν 
προαποδεδειγμένου τελευτήσαντος. ἑτέρου δὲ μηδε- 
νὸς δι᾿ ὀλέγου οὕτως ἐν τῇ ἐκδημέᾳ αὐτοῦ ἀντικατα- 
στῆναι δυνηϑέντος. οὐδένα ἔσχε. καὶ ἔδει μέν που 
τοὺς στρατηγούς, οἷς τὰ τῶν ὑπάτων ἔργα ὁπόταν 
ἀποδημήσωσι μέλει, πάντα αὐτὰ ἐπιτετελεκέναι᾽ ὅπως 
δὲ δὴ μὴ καὶ ἀντὶ τοῦ αὐτοκράτορος δόξωσί τι πεποι- 
ηκέναι. οὐδὲν τῶν καϑηκόντων ἔπραξαν, ἀλλ᾽ ἐς τὸ 
Καπιτώλιον ἀϑρόοι οἵ βουλευταὶ ἀναβάντες τάς τε 
ϑυσίας ἔϑυσαν καὶ τὸν τοῦ Γαΐου δίφρον τὸν ἐν τῷ 
ναῷ κείμενον προσεκύνησαν, καὶ ἔτι καὶ ἀργύριον 
κατὰ τὸ ἐπὶ τοῦ Αὐγούστου ἔϑος ἰσχῦσαν, ὡς καὶ 
αὐτῷ ἐκείνῳ διδόντες. κατέϑεσαν. καὶ τοῦτο μὲν 
καὶ τῷ ἑξῆς ἔτει ὁμοίως ἐγένετο, τότε δὲ συνῆλθον 
μὲν μετὰ ταῦτα ἐς τὸ συνέδριον μηδενός σφας ἀϑροί- 
σαντος, ἔπραξαν δὲ οὐδέν, ἀλλ᾽ ὅλην τὴν ἡμέραν ἔν 
τὲ τοῖς ἐπαίνοις αὐτοῦ καὶ ἐν ταῖς ὑπὲρ αὐτοῦ εὐχαῖς 
κατέτριψαν᾽ ἐπειδὴ γὰρ οὔτ᾽ ἐφίλουν αὐτὸν οὔτε 
σώξεσϑαι ἐβούλοντο, ἐπὶ πλεῖον ἀμφότερα, ὡς καὶ 


24 


40 


8 


. 
» δι... . ἦε 


920 μι. Χ. ΟἹ ΘΑ ΌΠΑ. ἃ. Ὁ. 40. 


τὸ συνειδός σφων διὰ τοῦτο ἐπηλυγασόμενοι., προσ- 
ἐποιήσαντο. καὶ τῇ τρίτῃ δὲ ἡμέρᾳ τῇ τὰς εὐχὰς 
ἐχούσῃ συνῆλθον μέν, πάντων τῶν στρατηγῶν ἐκ 
κοινοῦ προγράμματος τὴν σύνοδόν σφισιν ἐπαγγει- 
λάντων, ἐχρημάτισαν δὲ οὔτε τότε οὔτε αὖϑις οὐδέν, 
μέχρις οὗ ὁ Γάιος δωδεκάτῃ ἡμέρα τὴν ἀρχὴν ἀπει- 
πὼν ἠγγέλθη. τότε γὰρ παραλαβόντες αὐτὴν οἵ ἐς τὸ 
ἔπειτα κεχειροτονημένοι διῴκουν τὰ προσήκοντα σφίσι, 
καὶ ἐψηφίσϑη ἄλλα τε καὶ ἵνα τοῖς τοῦ Τιβερίου καὶ 
τοῖς τῆς Δρουσίλλης γενεσίοις τὰ αὐτὰ ἅπερ καὶ τοῖς 
τοῦ Αὐγούστου γίγνηται. καί τινα καὶ οἷ ἐκ τῆς 
ὀρχήστρας ἄνδρες πανήγυρέν τε ἐπετέλεσαν καὶ 
ϑέαν παρέσχοντο, καὶ εἰκόνα τοῦ τὲ Γαΐου καὶ τῆς 
Δρουσίλλης στήσαντες ὡσίωσαν. ταῦτα δὲ ἐξ ἐπι- 
στολῆς που τῆς τοῦ Γαΐου ἐπράχϑη᾽ καὶ γὰρ τἄλλα 
ὅσα χρηματίζξεσϑαι ἐβούλετο, ὀλίγα μὲν πᾶσι τοῖς 
βουλευταῖς, τὰ δὲ δὴ πλείω τοῖς ὑπάτοις γράφων, 
καὶ ἐκεῖνα ἔστιν ὅτε ἐν τῷ συνεδρίῳ ἀναγιγνώσκε- 
σϑαι ἐκέλευε. 
2ὅ καὶ οἵ μὲν ταῦτ᾽ ἔπραττον, Γάιος δὲ ἐν τούτῳ 
τὸν τὲ Πτολεμαῖον τὸν τοῦ Ἰούβου παῖδα μεταπέμψας,. 
καὶ μαϑὼν ὅτι πλουτεῖ, ἀπέχτεινε, καὶ ἄλλους πολ- 
λοὺς μετ᾽ αὐτοῦ ὅτε καὶ ἐς τὸν ὠκεανὸν ἐλϑὼν ὡς 
καὶ ἐν τῇ Βρεττανία στρατεύσων, καὶ πάντας τοὺς 
2 στρατιώτας ἐν τῇ ἠόνι παρατάξας, τριήρους τε ἐπέβη 
καὶ ὀλίγον ἀπὸ τῆς γῆς ἀπάρας ἀνέπλευσε, καὶ μετὰ 
τοῦτο ἐπὶ βήματος ὑψηλοῦ ἱξήσας καὶ σύνϑημα τοῖς 
στρατιώταις ὡς ἐς μάχην δούς, τοῖς τε σαλπικταῖς 


» 


Ὁ» 


ῶῦ, 1, 8, ἀπέκτεινε, καὶ] ἀοβίπῖς οοἄοχ γομπθίιβ: ὙΌΓΒῖιΒ 
ἰποῖρις 00, 2, 3, ἀεὶ καί, Ιηϊοτροβίία ἱπᾶθ αὶ γϑυρὶβ ἐς τὸν 
ὠκεανὸν ΡΙθύδαιο διιπς ΧΙΊρΡΒΙ πὶ, ὙοΥθα δαῦοιι ἄλλους --- 
ὅτε καὶ αἰϊὰβ βιπὶ πδθο ἱπίου 86 δομι πηροη 8. 


ἃ. Ὁ. 40. .Χ. Ο. ΟΑΙΜΌΜΑ. 927 


ἐξοτρύνας αὐτούς, εἶτ᾽ ἐξαίφνης ἐκέλευσέ σφισι τὰ 
κογχύλια συλλέξασϑαι. λαβών τε τὰ σκῦλα ταῦτα, 
καὶ γὰρ λαφύρων δῆλον ὃ οτι πρὸς τὴν τῶν ἐπινικέων 
πομπὴν ἐδεῖτο, μέγα τε ἐφρόνησεν ὡς καὶ τὸν ὠκεα- 
νὸν αὐτὸν δεδουλωμένος, καὶ τοῖς στρατιώταις πολλὰ 
ἐδωρήσατο. καὶ ὁ μὲν ἐς τὴν Ῥώμην τὰ κογχύλια 


ἀνεκόμισεν ἵνα καὶ ἐκείνοις τὰ λάφυρα δείξῃ" ἡ ὃς. 


βουλὴ οὔϑ᾽ ὅπως ἐπὶ τούτοις ἡσυχάξοι εἶχεν, ὅτι με- 
γαλοφρονούμενον αὐτὸν ἐπυνθάνετο, οὐϑ᾽ ὅπως αὐ- 
τὸν ἐπαινέσειξν᾽ ἂν γάρ τις ἐπὶ μηδεμιᾷ Ἶ μικρᾷ 
τινι ἀνδραγαϑέᾳ. ἤτοι ἐπαίνους μεγάλους ἢ καὶ τιμὰς 
ἐξαισίους ποιῆται. διαμωκασϑαΐί τε καὶ διασιλλοῦν 
αὐτὴν ὑποπτεύεται. ὅμως ἐσελθὼν ἐς τὴν πόλιν τὴν 
μὲν βουλὴν ὀλίγου ἐδέησεν ἀπολέσαι πᾶσαν. ὅτι μὴ 
τὰ ὑπὲρ ἄνϑρωπον αὐτῷ ἐψηφίσατο, τὸν δὲ δῆμον 
ἀϑροίσας πολὺ μὲν ἀργύριον ἐκ μετεώρου τινὸς πολὺ 


δὲ χρυσίον ἔρριψε, καὶ πολλοὶ ἀπώλοντο διαρπά-. 


ξοντερ᾽ σιδήρια γὰρ μικρὰ ἄττα αὐτοῖς, ὥς φασί τι- 
νες, ἀνεμέμικτο. 

Βετιλλῖνον δὲ Κάσσιον ἀποσφαγῆναι κελεύσας, 
καὶ τὸν πατέρα αὐτοῦ Καπίτωνα παρεῖναι φονευομένῳ 
αὐτῷ κατηνάγκασε μήτ᾽ ἀδικοῦντά τι μήτ᾽ ἐσηγγελ- 
μένον. πυϑομένου τε αὐτοῦ εἰ μύσαι γέ οἵ ἐπιτρέπει, 
προσέταξε καὶ ἐκεῖνον σφαγῆναι. 

ἦν δέ τις Πρωτογένης πρὸς πάντα αὐτῷ τὰ χα- 
λεπώτατα ὑπηρετῶν, ὥστε καὶ βιβλία ἀεὶ δύο περι- 
'φέρειν καὶ αὐτῶν τὸ μὲν ξίφος τὸ δὲ ἐγχειρίδιον ὀνο- 
μάξειν. οὗτος ἐσῆλϑέ ποτε ἐς τὸ συνέδριον ὡς καὶ 
κατ᾽ ἄλλο τι, καὶ πάντων, οἷα εἰκός, προσειπόν- 
τῶν τε αὐτὸν καὶ δεξιουμένων δριμύ τε ΣΙκριβωνέίῳ 
Πρόκλῳ ἐνεῖδε καὶ ἔφη “καὶ σύ με ἀσπάξῃ, μισῶν 


ἰχὴ κ 3 [4 22 κι] κ -" δ 
οὑὐτῶ τὸν αὑτολρατορα; απουσαντες δὲ τοῦτο οἱ 


ὡϑ 


-. 


[τὸν 


φ: 


20 


ἐῷ 


ΠΝ 


ὧι 


Φ᾽ 


“1 


398 ΒΥ, Ὁ ΘΑΙΜΟΓΙΑ. ἃ. Ὁ. 40. 


παρόντες περιέσχον τε τὸν συμβουλευτὴν καὶ διέ- 
ἜΘΟΥ: 

ὅτι οἵ βουλευταὶ καὶ πανηγύρεις τινὰς τῷ Γαΐῳ 
ἐψηφίσαντο, καὶ ὅπως βήματί τε ὑψηλῷ ἐν τῶ βου- 
λευτηρίῳ, ὥστε μηδένα ἐξικνεῖσϑαι; καὶ φρουρὰ στρα- 
τιωτικῇ καὶ ἐκεῖ χρῶτο᾽ καὶ τοὺς ἀνδριάντας αὐτοῦ 
φρουρεῖσϑαι ἔγνωσαν. ἐπ᾿ οὖν τούτοις ὁ Γάιος ἡσϑεὶς 
τὴν ὀργήν σφισιν ἀφῆκε καὶ χρηστά τινὰ προσενξανι- 
εὐσατο᾽ Πομπώνιον γὰρ ἐπιβουλεῦσαι λεχϑέντα οἵ 
ἀπέλυσεν, ἐπειδὴ ὑπὸ φίλου προεδόϑη, καὶ τὴν ἑταέ- 
φαν αὐτοῦ. ὅτι βασανισϑεῖσα οὐδὲν ἐξεῖπεν, οὔτε τε 
κακὸν ἔδρασε καὶ προσέτι καὶ χρήμασιν ἐτίμησεν. 
ἐπαινούμενος οὖν διὰ ταῦτα τὰ μὲν φύβῳ τὰ δὲ καὶ 
ἐπ᾿ ἀληϑείας, καὶ τῶν μὲν ἥρωα τῶν δὲ ϑεὸν αὐτὸν 
ἀνακαλούντων, δεινῶς ἐξεφρόνησεν. ἠξίου μὲν γὰρ καὶ 
πρότερον ὑπὲρ ἄνϑρωπον νομίξεσϑαι,. καὶ τῇ Σελήνῃ 
συγγίγνεσϑαι καὶ ὑπὸ τῆς Νίκης στεφανοῦσϑαι ἔλεγε, 
Ζεύς τὲ εἶναι ἐπλάττετο, καὶ κατὰ τοῦτο καὶ γυναιξὶν 
ἄλλαις τε πολλαῖς καὶ ταῖς ἀδελφαῖς μάλιστα συνεῖναι 
προεφασίσατο. καὶ Ποσειδὼν αὖϑις, ὅτι τοσοῦτον ϑα- 
λάσσης μέτρον ἔξευξε, τόν τε Ἡρακλέα τόν τε Ζιόνυσον 
τὸν τε ᾿Ζπόλλω τούς τε ἄλλους, οὐχ ὅτι τοὺς ἄρρενας 
ἀλλὰ καὶ τὰς ϑηλείας, ὑπεκρίνετο, Ἥρα τε καὶ άρτεμις 
καὶ ᾿ἀφροδέτη πολλάκις ἐγίψνετο. πρὸς γὰρ δὴ τὴν 
τῶν ὀνομάτων μετάϑεσιν καὶ τὸ ἄλλο σχῆμα πᾶν τὸ 
προσῆκόν σφισιν ἐλάμβανεν, ὥστε ἐοικέναι ἂν δοκεῖν. 
ποτὲ μὲν γὰρ ϑηλυδριώϑης ἑωρᾶτο καὶ κρατῆρα καὶ 

ῶ6, 8, 1. ὅτε οἵ βουλευταὶ --- ὅ, 3, δεινῶς Ν' Ρ. 609. 
ἡσϑέντος τε ἐπὶ τούτῳ τοῦ Γαΐου καὶ φήσαντος αὐτοῖς κα- 
τηλλάχϑαι, ἐψηφίσαντο ὅπως καὶ βήματι ὑψηλῷ καὶ ἐν αὐτῷ 
τῷ βουλευτηρίῳ --- χρῶτο. ἀνακαλούντων δὲ αὐτὸν τῶν μὲν 
ηρώῶα τῶν δὲ ϑεόν, δεινῶς ΧΙρΡΠΠπαΒ. οὐδ 0, 1--ἴ οὐ 27, 
Ὡ͵, 1---ὁ οομῃίτγεαοίϊου. 


᾽ 


ἃ. Ο. 40. ἡ .με1χ. ἃ ΟΑΜμΟῦμΑ. 329 


ϑύρσον εἶχε, ποτὲ δὲ ἀρρενωπός, καὶ ῥόπαλον καὶ 
λεοντῆν ῇ καὶ κράνος ἀσπίδα τε ἐφόρει. λειογένειος 
αὖ καὶ μετὰ τοῦτο πωγωνίας ἐφαντάξετο, τρίαινάν 
τε ἔστιν ὅτε ἐκράτει, καὶ κεραυνὸν αὖϑις ἀνέτεινε. 
παρϑένῳ τὲ κυνηγετικῇ ἢ καὶ πολεμικῇ ὡμοιοῦτο, 
καὶ μετ᾽ οὐ πολὺ ἐγυναίκιξεν. οὕτω που καὶ τῷ 58 
ῥυϑμῷ τῆς στολῆς καὶ τοῖς προσϑέτοις τοῖς τὲ περι- 
ϑέτοις ἀκριβῶς ἐποικίλλετο, καὶ πάντα μᾶλλον δοκεῖν 
ἢ ἄνθρωπος αὐτοκράτωρ τὲ εἶναι ἤϑελε. καί ποτέ 
τις ἀνὴρ Γαλάτης ἰδὼν αὐτὸν ἐπὶ βήματος ὑψηλοῦ 
ἐν Διὸς εἴδει χρηματίζοντα ἐγέλασεν. ὁ δὲ Γάιος 
ἐκάλεσέ τε αὐτὸν καὶ ἀνήρετο “τί σοι δοκῶ εἶναι; 
καὶ ὃς ἀπεκρίνατο, ἐρῶ γὰρ αὐτὸ τὸ λεχϑέν, ὅτι μέγα 9 
παραλήρημα. καὶ οὐδὲν μέντοι δεινὸν ἔπαϑε᾽ σκυ- 
τοτόμος γὰρ ἦν. οὕτω που ῥᾷον τὰς τῶν τυχόντων 
ἢ τὰς τῶν ἐν ἀξιώσει τινὶ ὄντων παρρησίας οἵ τοι- 
᾿οὗτοι φέρουσι. ταῦτα μὲν οὖν τὰ σχήματα, ὁπότε τις τὸ 
ϑεὸς ἐπλάττετο εἶναι, ἐλάμβανε, καὶ αὐτῷ καὶ ἵκε- 
τεῖαι καὶ εὐχαὶ ϑυσίαι τε κατὰ τὸ πρόσφορον προσ- 
ἡγοντο᾽ ἄλλως δὲ δὴ ἔν τε τῇ σηρικῇ καὶ ἐν τῇ νικη- 
τηρία σκευῇ ὡς πλήϑει ἐδημοσίευεν. ἐφέλει τε ὀλιγί- 21 
στους τοῖς γὰρ πλείστοις καὶ τῶν βουλευτῶν ἢ τὴν 
χεῖρα ἢ τὸν πόδα προσκυνεῖν ὥρεγε,. καὶ διὰ τοῦϑ'᾽ 
οἱ φιληϑέντες ὑπ᾽ αὐτοῦ χάριν αὐτῷ καὶ ἐν τῇ γερου- 
σία ἐγίγνωσκον, καίτοι τοὺς ὀρχηστὰς καϑ᾿ ἡμέραν 
φιλοῦντι πάντων ὁρώντων. καὶ ταῦτα μέντοι, ὅσα 
ὡς ϑεῷ αὐτῷ ἐγίγνετο, οὐχ ὅτι οἵ πολλοὶ καὶ ἀεί τινα 
κολακεύειν εἰωϑότες ἐποίουν, ἀλλὰ καὶ οἵ πάνυ δοκοῦν- 
τές τι εἶναι. ὁ γοῦν Οὐιτέλλιος ὁ Μούκιος οὔτ᾽ ἀγενὴς 
οὔτ᾽ ἄφρων ὦν, ἀλλὰ καὶ ἐκ τῆς ἐν τῇ Συρίᾳ ἀρχῆς 
ὀνομαστὸς γενόμενος, τά τὸ γὰρ ἄλλα λαμπρῶς ἡγεμό- 
νευσε, καὶ τὸν ᾿Αρτάβανον καὶ ἐκείνῃ ἐπιβουλεύοντα. 


ἐῷ 


- 


330 {.1Χχ. Ὁ. ΘΑΙΜΟΠΜΑ. ἃ. Ὁ, 40. 


ἐπειδὴ μηδεμίαν τιμωρίαν ἐπὶ τῇ ᾿Δρμενίᾳ ἐδεδώκει, 
κατέπληξέ τε ἀπαντήσας αὐτῷ ἐξαπιναίως περὶ τὸν 
Εὐφράτην ἤδη ὄντι, καὶ ἔς τε λόγους αὐτὸν ὑπηγά- 
γέτο καὶ ϑύσαι ταῖς τοῦ Αὐγούστου τοῦ τὲ Γαΐου 
εἰχόσιν ἠνάγκασε, σπονδάς τε αὐτῷ πρὸς τὸ, τῶν 
Ῥωμαίων σύμφορον δοὺς καὶ προσέτι, καὶ παῖδας αὐ- 
τοῦ ὁμήρους λαβῶν, --- οὗτος οὖν ὁ Οὐιτέλλιος με- 
τεπέμῳφϑη μὲν ὑπὸ τοῦ Γαΐου ὡς καὶ ἀπολούμενος, 
ἐφ᾽ οἷς γὰρ οἵ Πάρϑοι τὸν βασιλέα σφῶν ἐξήλασαν, 
ἐπὶ τούτοις ἐκεῖνος αἰτίαν ἔσχε, μισηϑείς τε ὑπὸ τοῦ 
φϑόνου καὶ ἐπιβουλευϑεὶς ὑπὸ τοῦ φόβου᾽ τῷ τε 
γὰρ κρείττονι ἑαυτοῦ ὁ Γάιος ἤχϑετο, καὶ τὸ εὖ φε- 
ρόμενον ὡς καὶ ἐπιϑησόμενόν οἵ ὑπώπτευεν ἐσώϑη 
δὲ σχηματίσας πως ἑαυτὸν ὥστε καὶ ἐλάττων αὐτῷ 
τῆς δόξης φανῆναι, καὶ πρός τε τοὺς πόδας αὐτοῦ 
προσπεσὼν καὶ δάκρυσι κλαύσας, κἀν τούτῳ καὶ 
ϑειάσας αὐτὸν πολλὰ καὶ προσκυνήσας, καὶ τέλος 
εὐξάμενος ; ἂν περισωϑῇ ,) ϑύσειν αὐτῷ ἐκείνῳ. ἐκ 
γὰρ τούτων οὕτως αὐτὸν ἐτιϑάσευσε ᾿καὶ ἵἱλεώσατο 
ὥστε μὴ μόνον περιγενέσϑαι, ἀλλὰ καὶ ἐν τοῖς πάνυ 
φίλοις αὐτοῦ νομισϑῆναι. καί ποτὲ τοῦ Γαΐου συγ- 
γίγνεσϑαί τε τῇ Σελήνῃ λέγοντος, καὶ ἐρωτήσαντος 
αὐτὸν εἰ ὁρῴη τὴν ϑεὸν συνοῦσαν αὐτῷ, κάτω τε ὡς 
καὶ τεϑηπὼς ἔβλεπεν ὑποτρέμων, καὶ σμικρόν τι 
φϑεγξάμενος “ ὑμῖν" ἔφη “ τοῖς ϑεοῖς. δέσποτα. μό- 
νοις ἀλλήλους ὁρᾶν ἔξεστιν." 
28 Οὐιτέλλιος μὲν οὖν ἐκεῖϑεν ἀρξάμενος πάντας 
καὶ μετὰ τοῦτο τοὺς ἄλλους κολακεία ὑπερεβάλετο, 


γζ. 


΄ι 


[--Ὁ} 


1, 4, ὅ. τῷ τε --- ὅ, 1, ὑπώπτευεν ἰηβοτία οχ Υ' ν. 670. 

28, 1, 8. Γάιος --- ῶ, 8, ποιήσασϑαι Υ ν. 6170. Γάιος 
δὲ ἐπὶ πλέον ἐξαχϑεὶς καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ ναὸν ἕξαυτοῦ' 
πατεσχευάκει ΧΙρΡΒΙΠΙ Πα 8, 


ἃ. Ὁ. 40. . ΙΧ, Ο, ΟΑΠΟΌΠΑ. 931 


Γάιος δὲ ἐν τῇ ᾿4σίᾳ τῷ ἔϑνει τέμενός τι ἑαυτῷ ἐν 
“Μιλήτῳ τεμενίσαι ἐκέλευσε᾽ ταύτην γὰρ τὴν πόλιν 
ἐπελέξατο, λόγῳ μὲν εἰπὼν ὅτε τὴν Ἔφεσον ἡ "άρτεμις 
τὴν δὲ Πέργαμον ὁ Αὔγουστος, τὴν δὲ Σμύρναν ὁ 
Τιβέριος προκατειλήφασι, τὸ δὲ ἀληϑὲς ὅτι τὸν νεὼν 
ὃν οἱ Μιλήσιοι τῷ ᾿Απόλλωνι καὶ μέγαν καὶ ὑπερ- 
καλλῇ ἐποίουν ἰδιώσασϑαι ἐπεθύμησε. τότε δὲ ἐπὶ 
πλέον ἐξήχϑη, ὥστε καὶ ἐν αὐτῇ τῇ Ρώμῃ ναὸν ἑαυ- 
τοῦ, τὸν μὲν ὑπὸ τῆς βουλῆς ψηφισϑέντα τὸν ἂὲ ἰδέᾳ 
ἐν τῷ παλατίῳ, ποιήσασϑαι. ἐτεκτήνατο μὲν γὰρ καὶ ἐν 
τῷ Καπιτωλίῳ κατάλυσίν τινα, ἵν᾽, ὡς ἔλεγε, τῷ Διὶ 
συνοικοίη᾽ ἀπαξιώσας δὲ δὴ τὰ δευτερεῖα ἐν τὴ συνου- 
κήσει αὐτοῦ φέρεσϑαι. καὶ προσεγκαλέσας οἵ ὅτι τὸ 
Καπιτώλιον προκατέλαβεν, οὕτω δὴ ἕτερόν τε νεὼν 
ἐν τῷ παλατίῳ σπουδῇ φκοδομήσατο, καὶ ἄγαλμα ἐς 
αὐτὸν ἠϑέλησε τὸ τοῦ “Ιὼὸς τοῦ Ὀλυμπίου ἐς τὸ 
ἑαυτοῦ εἶδος μεταρρυϑμίσαι. μὴ δυνηϑεὶς δέ, τό τε 
γὰρ πλοῖον τὸ πρὸς τὴν κομιδὴν αὐτοῦ ναυπηγηϑὲν 
κεραυνοῖς ἐφϑάρη, καὶ γέλως. ὁσάκις τινὲς ὡς καὶ 
τοῦ ἔἕδους ἐφαψόμενοι προσῆλϑον, πολὺς ἐξηκούετο, 
ἐκείνῳ μὲν ἐπηπείλει, αὐτὸς δὲ ἕτερον ἐνέστησε. 
τό τὲ Ζιοσκόρειον τὸ ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ ὃν 
διατεμὼν διὰ μέσου τῶν ἀγαλμάτων ἔσοδον δι᾽ αὐτοῦ 
ἐς τὸ παλάτιον ἐποιήσατο, ὅπως καὶ πυλωροὺς τοὺς 
Διοσκόρους, ὡς γε καὶ ἔλεγεν, ἔχῃ. Διάλιόν τε αὖ- 
τὸν ὀνομάσας, τήν τε Καισωνίαν τὴν γυναῖκα καὶ 
τὸν Κλαύδιον ἄλλους τὸ τοὺς πλουσιωτάτους ἵερέας 
προσέϑετο, πεντήκοντα καὶ διακοσίας ἐπὶ τούτῳ παρ᾽ 
ἑκάστου μυριάδας λαβών. καὶ αὐτὸς ἑαυτῷ ἱερᾶτο, 
καὶ τὸν ἵππον συνιερέα ἀπέφαινε᾽ καὶ ὄρνιϑες αὐτῷ 


ἁπαλοί τέ τινες καὶ πολυτίμητοι καϑ᾿ ἑκάστην ἡμέ-. 


ραν ἐθύοντο. ταῖς τὲ βρονταῖς ἐκ μηχανῆς τινος ἀν- 


ἐΦ 


μ“- 


ὧι 


θ 


“. 


- 


10 


992 μι 11Χ, Ο. ΘΑ ΟΠμΑ. ἃ. Ὁ. 40. 
τεβρόντα καὶ ταῖς ἀστραπαῖς ἀντήστραπτε᾽ καὶ 
ὁπότε κεραυνὸς καταπέσοι. λέθϑον ἀντηκόντιξεν, ἐπι- 
λέγων ἐφ᾽ ἑκάστῳ τὸ τοῦ Ὁμήρου “ἥ μ᾽ ἀνάειρ᾽ ἢ 
ἐγὼ σέ ἐπειδή τε ἡ Καισωνία ϑυγάτριον μετὰ 
τριάκοντα ἡμέρας τῶν γάμων ἔτεκε, τοῦτό γε αὐτὸ 
δαιμονίως προσεποιεῖτο, σεμνυνόμενος ὅτι ἐν τοσαύ- 
ταις ἡμέραις καὶ πατὴρ καὶ ἀνὴρ ἐγεγόνει, καὶ Ζρου- 
σίλλαν αὐτὴν ὀνομάσας ἔς τε τὸ Καπιτώλιον ἀνήγαγε 
καὶ ἐς τὰ τοῦ Διὸς γόνατα ὡς καὶ παῖδα αὐτοῦ οὖσαν 
ἀνέϑηκε, καὶ τῇ Αϑηνᾷ τιϑηνεῖσϑαι παρηγγύησεν. 

οὗτος οὖν ὁ ϑεὸς καὶ οὗτος ὁ Ζεύς, καὶ γὰρ ἐχα- 
λεῖτο τὰ τελευταῖα οὕτως, ὥστε καὶ ἐς γράμματα 
φέρεσϑαι. ταῦτά τε ἅμα ἔπραττε καὶ φήματα αἴσχι- 
στα καὶ δεινότατα συνελέγετο. ἵνα γάρ τις τά τὲ κα- 
πηλεῖα τάς τε ὥρνας καὶ τὰ δικαστήρια, τοῦς τὲ χει- 
ροτέχνας καὶ τὰ ἀνδράποδα τὰ μισϑοφοροῦντα τά τε 
ἄλλα τὰ τοιαῦτα, ἐξ ὧν οὐδὲν ὅ,τι οὐκ ἠργυρίζξετο, 
παραλίπῃ, ἀλλὰ τά γε οἰκήματα τὰ ἐν αὐτῷ τῷ πα- 
λατέῳ ἀποδειχϑέντα, καὶ τὰς γυναῖκας τὰς τῶν πρώ- 
τῶν τούς τε παῖδας τοὺς τῶν σεμνοτάτων,. οὖς ἐς 
αὐτὰ καϑίζων ὕβριξεν, ἐκκαρπούμενος ἐπ᾽ αὐτοῖς 
πάντας ἁπλῶς, τοὺς μὲν ἐθελοντὰς τοὺς δὲ καὶ ἄκον- 
τας, ὅπως μὴ καὶ δυσχεραίνειν τι νομισϑῶσι, πῶς 
ἄν τις σιωπήσειεν; οὐ μὴν ἀλλὰ τούτοις μὲν οὐ σφό- 


δρα τὸ πλῆϑος ἤχϑετο, ἀλλὰ καὶ ἔχαιρον ὁμοῦ οἵ τὴ 


τε ἀσελγείᾳ αὐτοῦ. καὶ ὅτι ἔς τε τὸ χρυσίον καὶ τὸ 
ἀργύριον τὸ συλλεγόμενον ἀπ᾿ αὐτῶν ἐμβάλλων ἕκά- 
στοτε ἑαυτὸν ἐκαλινδεῖτο᾽ ὡς μέντοι καὶ περὶ τῶν 
τελῶν πικρῶς τινα διανομοϑετήσας ἐς λεύκωμα αὐτὰ 
βφαχυτάτοις γράμμασιν ἐσέγραψε καὶ ἀφ᾽ ὑψηλοῦ 
τινος ἀπεκρέμασεν, ὅπως ὡς ἥκιστα ἀναγιγνώσκοιτο, 

28, 1, 1, ἐπειδὴ --- θ, παρηγγύησεν εἱ δ1ϊὰ 8---11 ἜΧῪ Ρ. 618. 


- 


ἃ. Ὁ. 41. Ψ. 11Χ. 6. ΟΛΙμαῦπιΑ. τς 338 


5 ἤ “-«Ὁ 2 - Α 
κἀκ τούτου πολλοὶ τοῖς ἐπιτιμίοις, ἀγνοοῦντες τὸ 


κεκωλυμένον ἢ κεκελευσμένον., περιπίπτωσιν. ἔς τε 


τὸν ἱππόδρομον εὐϑὺς σπουδῇ συνέδραμον καὶ δεινὰ 
συνεβόησαν. 

ὡς οὖν πάντα τρόπον ἐξεμαίνετο, ἐπεβούλευσαν 
αὐτῷ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος, 
καίτοι χιλιαρχέας ἐν τῷ δορυφορικῷ ἔχοντες. συνώ- 
μοσαν μὲν γὰρ πλείονες καὶ συνήδεσαν τὸ πραττό- 
μενον, ἐν οἷς ἦν ὃ τε Κάλλιστος καὶ ὁ ἔπαρχος οἵ 
ὃὲ αὐτόχειρες αὐτοῦ γενόμενοι ἐκεῖνοι ἦσαν. ἄλλως 
τε γὰρ ἀρχαιύτροπός τις ἀνὴρ ὁ Χαιρέας ἦν, καί τινα 
καὶ ἰδίαν τῆς ὀργῆς αἰτίαν ἔσχε᾽ γύννιν τε γὰρ 
αὐτὸν καίπερ ἐρρωμενέστατον ἀνδρῶν ὄντα ὁ Γάιος 
ἐπεκάλει, καὶ τὸ σύνθημα αὐτῷ, ὁπότε ἐς ἐκεῖνον 
καϑήκοι, Πόϑον ἢ ᾿Αἀφροδίτην ἢ ἕτερόν τι τοιοῦτον 
ἐδίδου. ϑεοπρόπιον δέ τι τῷ Γαΐῳ ὀλίγον ἔμπροσϑεν 
᾿ ἐγεγόνει φυλάττεσϑαι Κασσιον᾽ καὶ ὁ μὲν ἐς Γάιον 
Κάσσιον τὸν τότε τῆς ᾿4σίας ἄρχοντα, ἐπειδὴ τὸ γένος 
ἀπὸ τοῦ Κασσίου ἐκείνου τοῦ τὸν Καίσαρα ἀποκτεί- 
ναντος εἶχεν, ὑποπτεύσας μετεπέμψατο αὐτὸν δεδε- 
μένον, προέλεγε δ᾽ ἄρα αὐτῷ τὸ δαιμόνιον τοῦτον 
τὸν Κάσσιον τὸν Χαιρέαν. ᾿Απολλώνιός τέ τις Αἰγύ- 
πτιοςβ οἴκοι τὲ τὸ συμβ ἵν αὐτῷ προεῖπε, καὶ πεμφϑεὶς 
διὰ τοῦτ᾽ ἐς τὴν Ῥώμην προσήχϑη τὲ αὐτῷ ἐν ἐκείνῃ 
τῇ ἡμέρα ἐν ἡ τελευτήσειν ἔμελλε, καὶ ἀναβληϑεὶς 
ὡς καὶ μετ᾽ ὀλίγον κολασϑησόμενος ἐσώϑη. ἐπράχϑη 
δὲ ὧδε. ἑορτήν τινα ἐν τῷ παλατίῳ ἦγε καὶ ϑέαν 
ἐπετέλει, κἀν τούτῳ καὶ αὐτὸς καὶ ἤσϑιε καὶ ἔπινε 
καὶ τοὺς ἄλλους εἱστία, ὅτε δὴ καὶ Πομπώνιος Σε- 
κοῦνδος ὁ τότε ὑπατεύων ἐνεφορεῖτό τε ἅμα τῶν 
σιτίων. παρὰ τοῖς ποσὶν αὐτοῦ καϑήμενος, καὶ ἐπι- 
κύπτων συνεχῶς αὐτοὺς κατεφίλει. ὡς δὲ καὶ αὐτὸς 


Ά 
41 


2 


ΟΝ 


ὧι 


θ 


ΒΕῚ 


334.» ἘΠ ΠΧ, Οι ΟΑΙΜμαῦμΑ.. δ ὅδ 


ὁ Γάιος καὶ ὀρχήσασϑαι καὶ τραγῳδίαν ὑποκρίνασθαι 
ἠθέλησεν, οὐκέϑ᾽ οἱ περὶ τὸν Χαιρέαν ὑπέμειναν, 
ἀλλὰ τηρήσαντες αὐτὸν ἐκ τοῦ ϑεάτρου ἐξελϑόντα 
ἵνα τοὺς παῖδας ϑεάσηται, οὗς ἐκ τῆς Ἑλλάδος καὶ 
τῆς Ἰωνίας τῶν πάνυ εὐγενῶν ἐπὶ τῷ τὸν ὕμνον τὸν 
ἐς ἑαυτὸν πεποιημένον ἄσαι μετεπέμψατο δήϑεν, 
ἀπέχτειναν ἐν στενωπῷ τινι ἀπολαβόντες. καὶ αὐτοῦ 
συμπεσόντος οὐδεὶς τῶν παρόντων ἀπέσχετο, ἀλλὰ 
καὶ νεκρὸν αὐτὸν ὄντα ὠμῶς ἐτίτρωσκον᾽ καί τινες 


καὶ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. τήν τε γυναῖκα 


30 


ἐῶ 


καὶ τὴν ϑυγατέρα εὐϑὺς ἔσφαξαν. 

Γάιος μὲν δὴ ταῦτα ἐν ἔτεσι τρισὶ καὶ μησὶν 
ἐννέα ἡμέραις τε ὀκτὼ καὶ εἴκοσι πράξας τοῖς ἔργοις 
αὐτοῖς ὡς οὐκ ἦν ϑεὸς ἔμαϑεν. ἐμνημόνευόν τε οἵ 
παρόντες τοῦ λεχϑέντος ποτὲ ὑπ᾽ αὐτοῦ πρὸς τὸν 
δῆμον “εἴθε ἕνα αὐχένα εἴχετε," ἐπιδεικνύντες αὐτῷ 
ὅτι ἐκεῖνος μὲν αὐχένα ἕνα. σφεῖς δὲ δὴ χεῖρας πολ- 
λὰς ἔχοιεν. ἐπεὶ δὲ τὸ δορυφορικὸν "ἐταράττετο καὶ 
διαϑέοντες ἐπυνθάνοντο τίς Γάιον ἔσφαξεν. “Οὐαλέ- 
ρίος ᾿4Ασιατικὸς ἀνὴρ ὑπατευκὼς ϑαυμαστὸν δή τινα 
τρόπον αὐτοὺς ἡσύχασεν, ἀνελθὼν ἐς περιφανές τι 
χωρίον καὶ ἐκβοήσας “᾿εἴϑε ἐγὼ αὐτὸν ἀπεκτόνειν." 
καταπλαγέντες γὰρ ἐπαύσαντο τοῦ ϑορύβου. 


ΠΠΩΝΟΣ 
ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ Ξ 


Τοῦ δὲ Γαΐου ὡς εἴπομεν ἀπαλλάξαντος φυλα- 
κας ἑκασταχόύσε τῆς πόλεως οἷ ὕπατοι διαπέμψαντες 
τήν τὲ βουλὴν ἐς τὸ Καπιτώλιον ἤϑροισαν,. καὶ πολ- 


λαὶ καὶ ποικίλαι γνῶμαι ἐλέχϑησαν᾽ τοῖς μὲν γὰρ 


δημοκρατεῖσϑαι τοῖς δὲ μοναρχεῖσϑαι ἐδόκει, καὶ οἵ 
μὲν τὸν οἵ δὲ τὸν ἠροῦντο. καὶ διὰ τοῦτο τὴν ἡμέ- 1 
ραν τὴν λοιπὴν καὶ τὴν νύχτα πᾶσαν κατέτριψαν 

μηδὲν τελειώσαντες. κἀν τούτῳ, στρατιώταί τινες ἐς 
τὸ παλάτιον, ὅπως τι συλήσωσιν, ἐσελϑόντες εὗρον 
τὸν Κλαύδιον ἐν γωνίᾳ που σκοτεινῇ κατακεκρυμμέ- 
νον, συνὴν τὲ γὰρ τῷ Γαΐῳ, καὶ τότε τὴν ταραχὴν 
φοβηϑεὶς ὑπέπτηξε, καὶ αὐτὸν τὸ μὲν πρῶτον ὡς 
καὶ ἄλλον τινὰ ὄντα ῇ ἔχοντά τι ἐξείλκυσαν, ἔπειτα 
ὃὲ γνωρίσαντες αὐτοκράτορα προσηγόρευσαν καὶ ἐς 
τὸ στρατόπεδον αὐτὸν ἤγαγον, κἀκ τούτου μετὰ τῶν 
ἄλλων. οἷα τοῦ τε βασιλικοῦ γένους ὄντι καὶ ἐπιεικεῖ 
νομιξομένῳ, πᾶν τὸ κράτος αὐτῷ ἔδωκαν. οἵ δ᾽ 
ὕπατοι τέως μὲν ἄλλους τε καὶ δημάρχους πέμπον- 
τες ἀπηγόρευον αὐτῷ μηδὲν τοιοῦτον ποιεῖν, ἀλλ᾽ ἐπί 
τε τῷ δήμῳ καὶ τῇ βουλῇ καὶ τοῖς νόμοις γενέσϑαι" 
ἐπεὶ δὲ αὐτοὺς οἱ συνόντες σφίσι στρατιῶται ἐγκα- 
τέλιπον, τότε δὴ καὶ αὐτοὶ ὡμολόγησαν, καὶ τὰ λοιπὰ. 
ὅσα ἐς τὴν αὐταρχίαν ἥκοντα ἦν αὐτῷ ἐψηφίσαντο. 


οὕτω μὲν Τιβέριος Κλαύδιος Νέρων Γερμανικός, 2 


φο 


[᾿ 


φὡ 


κα 


σι 


Φ: 


990 ΠΧ, ΟΠΚΑΌΘΠΙΣ, ἃ. Ὁ, 41. 


ὁ τοῦ 4φούσου τοῦ τῆς Διουίας παιδὸς υἱός, τὴν αὐ- 
τοχράτορα ἀρχὴν ἔλαβε. μὴ πρὶν ἐν ἡγεμονίᾳ τινὶ 
τὸ παράπαν ἐξητασμένος, πλὴν ὅτι μόνον ὑπάτευσεν᾽ 

ἦγε δὲ πεντηκοστὸν ἔτος τῆς ἡλικίας. οὗτος τὴν μὲν 
ψυχὴν οὐ φαῦλος ἐγένετο, ἀλλὰ ἀεὶ καὶ ἐν παιδείᾳ 
ἤσκητο, ὥστε καὶ συγγράψαι τινά, τὸ δὲ δὴ σῶμα νοσώ- 
δης, ὥστε καὶ τῇ κεφαλῇ. καὶ ταῖς χερσὶν ὑποτρέμειν. 
καὶ διὰ τοῦτο καὶ τῷ φωνήματι ἐσφάλλετο, καὶ οὐ 
πάντα ὅσα ἐς τὸ συνέδριον ἐσέφερεν αὐτὸς ἀνεγίγνω- 
ὅκεν, ἀλλὰ τῷ ταμίᾳ, τήν γε πρώτην καὶ παρὼν ὥς 
78 πλήϑει, ἀναλέγεσϑαι ἐδίδου. ὅσα δ᾽ οὖν αὐτὸς 
ἀνεγίγνωσκε, καϑήμενος ὡς τὸ πολὺ ἐπελέγετο. καὶ 
μέντοι καὶ δίφρῳ καταστέγῳ πρῶτος Ῥωμαίων ἐχρή-᾿ 
σατο, καὶ ἐξ ἐκείνου καὶ νῦν οὐχ ὅτι οἵ αὐτοχράτορες 
ἀλλὰ καὶ ἡμεῖς οἵ ὑπατευκότες διφροφορούμεϑα᾽ 
πρότερον δὲ ἄρα ὅ τε, Αὔγουστος καὶ ὁ Τιβέριος ἄλλοι 
τέ τινες ἐν σχιμποδίοις, ὁποίοις αἵ γυναῖκες ἔτι καὶ 
νῦν νομίζουσιν ἔστιν ὅτε, ἐφέροντο. οὐ μέντοι καὶ 
διὰ ταῦϑ᾽ οὕτως. ὅσον ὑπό τε τῶν ἐξελευϑέρων καὶ 
ὑπὸ τῶν γυναικῶν αἷς συνῆν, ἐκακύνετο. περιφανέ- 
σταταὰ γὰρ τῶν ὁμοίων ἐδουλοκρατήϑη τε ἅμα καὶ 


᾿ἐγυναικοκρατήϑη᾽ ἅτε γὰρ ἐκ παίδων ἔν τε νοση- 


λεία καὶ ἐν φόβῳ πολλῷ τραφείς. καὶ διὰ τοῦτο ἐπὶ 
πλεῖον τῆς ἀληϑείας εὐήϑειαν προσποιησάμενος, ὅπερ 
που καὶ αὐτὸς ἐν τῇ βουλῇ ὡμολόγησε. καὶ πολὺν 
μὲν χρόνον τῇ τήϑῃ τῇ Διουία πολὺν δὲ καὶ τῇ μητρὶ 
τῇ ᾿Αἀντωνίᾳ τοῖς τε ἀπελευϑέροις συνδιαιτηϑείς, καὶ 
προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμε- 
νος, οὐδὲν ἐλευϑεροπρεπὲς ἐκέχτητο, ἀλλὰ καίπερ 


.« ς ᾿ ε"»ἦ »Ἕν΄ ς , ᾽ 
καὶ τῶν Ῥωμαίων ἁπάντων καὶ τῶν ὑπηχοῶν αὖ- 


“ - 3 » 

τῶν κρατῶν ἐδεδούλωτο. ἐπετίϑεντο δ᾽ αὐτῷ ἔν τε 
»-ὦρἼ ’ ἷ “ 

τοῖς πότοις μάλιστα καὶ ἐν ταῖς μίξεσι᾽ πάνυ γὰρ 


ἃ. Ο. 41. ..1Χ. ΟΑῦρΡιῦΚ. 357 


ἀπλήστως ἀμφοτέροις σφίσι προσέκειτο, καὶ ἦν ἐν 
τῷ καιρῷ τούτῳ εὐαλωτότατος. πρὸς δὲ καὶ δειλίαν 
εἶχεν, ὑφ᾽ ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν 
προσηκόντων ἐξελογίξετο. καὶ αὐτοῦ καὶ τοῦτο προσ- 
λαμβάνοντες οὐκ ἐλάχιστα κατειργάξοντο᾽ ἐκεῖνόν τὲ 
γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις το- 
σοῦτον δέος ἐνέβαλλον ὥσϑ᾽, ἵνα συλλαβὼν εἴπω, 
πολλοὶ ἐπὶ δεῖπνον ἐν τῇ αὐτῇ ἡμέρα ὑπό τε τοῦ 
Κλαυδίου καὶ ὑπ᾽ αὐτῶν καλούμενοι τὸν μὲν ὡς καὶ 
κατ᾽ ἄλλο τι παρίεντο, πρὸς δὲ ἐκείνους ἐφοίτων. 

τοιοῦτος οὖν δή τις, ὥς γῥ συνελόντι εἰπεῖν, ὧν 
οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω τε τῶν 
προειρημένων παϑῶν ἐγίγνετο καὶ ἑαυτοῦ ἐκχράτει. 
λέξω δὲ καὶ καϑ᾽ ἕκαστον ὧν ἐποίησε. 

τὰ μὲν ψηφισϑέντα οἵ εὐθὺς πάντα, πλὴν τὴς 
τοῦ πατρὸς ἐπωνυμίας, ἐδέξατο, ταύτην γὰρ μετὰ 
ταῦτα προσέϑετο, οὐ μέντοι καὶ παραυτίκα ἀλλ᾽ ὀψὲ 
καὶ τριακοστῇ ἡμέρᾳ ἐς τὴν βουλὴν ἐσῆλϑε. τόν τε 
γὰρ Γάιον οὕτως ὁρῶν ἀπολωλότα, καὶ πυνϑανόμε- 
νός τινας ὡς καὶ βελτίονας ἑαυτοῦ πρὸς τὴν ἀρχὴν 
ὑπ᾽ αὐτῆς προβεβλῆσϑαι. οὐκ ἐθάρσει, ἀλλὰ τά τε 
ἄλλα ἀκριβῶς ἐφυλάττετο, καὶ πάντας τοὺς προσιόν- 
τας οἵ καὶ ἄνδρας καὶ γυναῖκας ἐρευνᾶσϑαι ἐποίει 
μή τι ξιφίδιον ἔχωσιν, ἔν τε τοῖς συμποσίοις πάντως 
τινὰς στρατιώτας συνόντας εἶχε. καὶ τοῦτο μὲν ἐξ ἐκεί- 
νου καταδειχϑὲν καὶ δεῦρο ἀεὶ γίγνεται. ἡ δὲ δὴ ἔρευνα 
ἡ διὰ πάντων ἐπὶ Οὐεσπασιανοῦ ἐπαύσατο. τὸν μὲν οὖν 
Χαιρέαν καί τινας ἄλλους, καίπερ πάνυ ἐπὶ τῷ τοῦ 
Γαΐου ϑανάτῳ ἡσϑείς, ὅμως ἀπέκτεινεν οὐ γὰρ ὅτι τὴν 
ἀρχὴν διὰ τὴν ἐκείνου πρᾶξιν εἰλήφει χάριν αὐτῷ ἤδει, 
ἀλλ᾽ ὅτι ἐτόλμησεν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέ- 
θαινξ, πόρρωϑεν τὸ καϑ᾽ ἑαυτὸν ἐς ἀσφάλειαν προορώ- 

ὍΙΟ ΘΑΒΒΙΌΒ, 11, μὴν, 


{ 


οι 


["»}] 


.} 


ἐῷ 


83 


3238 μι.Χ. ΟΑΌΙΒ, ἃ. Ὁ. 41. 
μενος. ἔπραξε δὲ τοῦτο οὐχ ὡς καὶ τῷ Γαΐῳ τιμωρῶν, 
ἀλλ᾽ ὡς ἑαυτῷ ἐπιβουλεύσαντα αὐτὸν λαβών. καί οἵ ὁ 
Σαβῖνος ἑκὼν ἐπαπέϑανε, μὴ ἀξιώσας κολασϑέντος αὐ- 
τοῦ περιεῖναι. τοῖς γε μὴν ἄλλοις, οἵ τὴν δημοκρατίαν 
ἐχφανῶς ἐσπούδασαν ἢ καὶ ἐπίδοξοι λήψεσθαι τὸ κρά- 
τος ἐγένοντο, οὐχ ὅσον οὐκ ἐμνησικάκησεν, ἀλλὰ καὶ 
τιμὰς καὶ ἀρχὰς ἔδωκεν ἐκδηλότατα γὰρ καὶ ἐν τοῖς 
πάντων πώποτε οὐ τῷ λόγῳ μόνον τὴν ἄδειάν σφισι, 
κατὰ τὸν τῶν ᾿4ϑηναίων ξγλον ὡς ἔλεγεν, ὑπέσχετο, 
ἀλλὰ καὶ τῷ ἔργῳ παρέσχε. τὸ τε ἔγκλημα τῆς ἀσε- 
βείας ὁμοέως οὐκ ἐν τοῖς γράμμασι μόνοις ἀλλὰ καὶ 
ἐν ταῖς πράξεσιν ἔπαυσε, καὶ οὐδένα διὰ τοιοῦτό τι 
οὔτ᾽ ἐπὶ τοῖς προτέροις οὔτ᾽ ἐπὶ τοῖς ἔπειτα ἐκόλασε. 
τούς γε μὴν ἀδικήσαντάς τι ἢ καὶ προπηλακίσαντας 
αὐτὸν ἰδιώτην ὄντα, πολλοὶ δὲ ταῦτα ἄλλως τε ὡς 
μηδενὸς λόγου ἄξιον, καὶ οἱ μὲν τῷ Τιβερίῳ οἵ δὲ 
τῷ Γαΐῳ χαριξόμενοι. ἐπεποιήκεσαν, πλαστῷ μὲν 
ἐγκλήματι οὐδενὶ μετήει, εἰ μέντοι τι ἄλλο κακουρ- 
γοῦντας εὐρισκὲ, καὶ δι᾿ ἐκεῖνα ἐτιμωρεῖτο. τά τε 
τέλη τὰ ἐπὶ τοῦ Γαΐου ἐσαχϑέντα, καὶ τἄλλα ὅσα 
ἐπηγορίαν τινὰ τῶν πραχϑέντων ὑπ᾽ αὐτοῦ εἶχε, κα-᾿ 
τέλυσε μέν, οὐκ ἀϑρόα δέ, ἀλλ᾽ ὡς ἑκάστῳ πῃ προσ- 
ἐτυχε. καὶ τοὺς ἐκπεσόντας ἀδίκως ὑπ᾽ αὐτοῦ, τούς 
τε ἄλλους καὶ τὰς ἀδελφάς, τήν τε ᾿4“γριππῖναν καὶ 
τὴν Ἰουλίαν, καταγαγὼν τὰς οὐσίας σφίσιν ἀπέδωκε. 
τῶν τε ἐκ τοῦ οἰκήματος, πλεῖστοι δὲ ἐδέδεντο,. τοὺς 
μὲν ἐπ᾽ ἀσεβείᾳ τοιούτοις τέ τισιν ἑτέροις ἐγκλήμασιν 
ἐμπεπτωκότας ἀπήλλαξε, τοὺς δ᾽ ὄντως ἀδικοῦντας 
ἐκόλασε᾽ σφόδρα γὰρ ἀκριβῶς σφας ἐξήτασεν. ὅπως 
μήϑ᾽ οἵ κακουργήσαντές τι διὰ τοὺς συκοφαντουμέ- 
νους ἀφεϑώσι, μήϑ᾽ οὗτοι δι᾿ ἐκείνους παραπόλων- 
ται. καὶ καϑ᾿ ἑκάστην γε ὡς εἰπεῖν ἡμέραν, ἤτοι 


8, Ὁ. 41. ιΐχ, ΟἸΑΌΏΙΌΒ, 999 


μετὰ πάσης τῆς γερουσίας ἢ καὶ ἰδέᾳ, τὸ μὲν πλεῖστον 
ἐν τῇ ἀγορᾷ, ἤδη δὲ καὶ ἄλλοϑι, ἐπὶ βήματος ἐδίκαξε" 
καὶ γὰρ τὸ κατὰ τοὺς συνέδρους, ἐκλειφϑὲν ἐξ οὗ ὁ 
Τιβέφιος ἐς τὴν νῆσον ἐξεχώρησεν, ἀνενεώσατο. 
πολλάκις δὲ καὶ τοῖς ὑπάτοις τοῖς τὲ στρατηγοῖς, καὶ 
μάλιστα τοῖς τὴν διοίκησιν ἔχουσι, συνεξητάξετο, καὶ 
ὀλίγα παντελῶς τοῖς ἄλλοις δικαστηρίοις ἐπέτρεπε. 
τά τὲ φάρμακα ἃ πολλὰ ἐν τοῦ Γαΐου εὐρέϑη, καὶ 
τὰ βιβλία τὰ τοῦ Πρωτογένους, ὃν καὶ ἀπέκτεινε, τά τε 
γράμματα ἃ ἐπλάσσετο μὲν ὁ Γάιος κεκαυκέναι, εὑρέϑη 
ὃὲ ἐν τῷ βασιλικῷ ὄντα, τοῖς τε βουλευταῖς ἐπέδειξε, 
καὶ ἔδωκε καὶ αὐτοῖς ἐκείνοις τοῖς τε γράψασιν αὐτὰ 
καὶ καϑ᾿ ὧν ἐγέγραπτο ἀναγνῶναι. καὶ μετὰ τοῦτο 
κατέφλεξε. τῆς τε “γερουσίας ἀτιμῶσαι τὸν Γάιον 
ἐθελησάσης ψηφισϑῆναι μὲν αὐτοὺς ἐκώλυσεν, ἰδίᾳ 
δὲ τὰς εἰκόνας αὐτοῦ νυκτὸς ἁπάσας ἠφάνισε. καὶ 
διὰ ταῦτα τὸ μὲν ὄνομα αὐτοῦ οὐκ ἔστιν ἐν τῷ κα- 
ταλόγῳ τῶν αὐτοκρατόρων ὧν μνήμην ἐπί τε τοῖς 
ὅρκοις καὶ ἐπὶ ταῖς εὐχαῖς ποιούμεϑα., ὥσπερ οὐδὲ 
τὸ τοῦ Τιβερίου, οὐ μέντοι καὶ ἐκ δόγματος ἀτιμίαν 
οὐδέτερός σφων ὦφλε. 

τὰ μὲν δὴ οὖν ὑπό τε τοῦ Γαΐου καὶ ὑφ᾽ ἑτέρων 
δι᾿ ἐκεῖνον οὐκ ὀρϑῶς γενόμενα ἀνέτρεψε, τῷ δὲ δὴ 
Ζρούσῳ τῷ πατρὶ τῇ τὲ ᾿Δἀντωνίᾳ τῇ μητρὶ ἱπποδρο- 
μέαν ἐς τὰ γενέσια ἔδωκε. τὰς πανηγύρεις τὰς ἐς 
ταὐτὸν αὐταῖς συμβαινούσας μεταϑεὶς ἐς ἑτέρας ἡμέ- 
ρας, ὅπως μὴ ἅμα ποιῶνται. τήν τὲ τήϑην τὴν 
Διουίαν οὐ μόνον ἵππων ἀγῶσιν ἐτίμησεν ἀλλὰ καὶ 
ἀπηϑανάτισεν, ἄγαλμά τέ τι αὐτῆς ἐν τῷ “ὐγουστείῳ 
ἱδρύσας καὶ τὰς ϑυσίας ταῖς ἀειπαρϑένοις ἱεροποιεῖν 
προστάξας, ταῖς τὲ γυναιξὶν ὅ ὄρχον τὸ ὄνομα αὐτῆς 
ποιεῖσϑαι κελεύσας. οὕτω δὲ δὴ τοὺς πατέρας ἀπο- 3 

ον δ 


ΓΝ 


Ὁ 


ΓΟ 


σι 


5 


"1 


ῶ» 


ὡ 


340 ΧΙΊΧ, ΟἸΑ ΒΙΌΣ, ἃ, Ὁ, 41. 


σεμνύνας αὐτὸς οὐδὲν ἔξω τῶν ὀνομάτων τῶν ἐς τὴν 
ἀρχὴν φερόντων ἐδέξατο ἐν γὰρ δὴ τῇ τοῦ Αὐγού- 
στου Ῥουμηνίέᾳ, ἐν ἡ ἐγεγέννητο, ἠγωνίζοντο μὲν 
ἵπποι, οὐ δι᾿ ἐκεῖνον δὲ ἀλλ᾽ ὅτι ὁ τοῦ "άρεος ναὸς 
ἐν ταύτῃ καϑιέρωτο καὶ διὰ τοῦτο ἐτησίοις ἀγῶσιν 
ἐτετίμητο. ἔν τε οὖν τούτοις ἐμετρέαξε καὶ προσα- 
πηγόρευσε μήτε προσκυνεῖν τινα αὐτὸν μήτε ϑυσίαν 
οὗ μηδεμίαν ποιεῖν. τά τε ἐπιβοήματα τὰ πολλὰ καὶ 
ὑπέρογκα ἔπαυσε᾽ καὶ εἰκόνα μίαν, καὶ ταύτην ἀργυ- 
ρᾶν, ἀνδριάντας τε δύο χαλκοῦ τε καὶ λίϑου ψηφι- 
ὀϑέντας αὐτῷ τὰ πρῶτα ἔλαβε. μάταια γὰρ πάντα 
τὰ τοιαῦτα ἀναλώματα εἶναι, καὶ προσέτι πολλὴν μὲν 
ξημίαν πολὺν δὲ καὶ ὄχλον τῇ γε πόλει παρέχειν 
ἔλεγε πάντες μὲν γὰρ οἱ ναοὶ πάντα δὲ καὶ τὰ ἄλλα 
ἔργα καὶ ἀνδριάντων καὶ ἀναϑημάτων ἐπεπλήρωτο, 
ὥστε καὶ περὶ ἐκείνων βουλεύσεσθαι ἔφη ἃ χρὴ 
πρᾶξαι. τοῖς τε στρατηγοῖς τοὺς ἀγῶνας τοὺς ὁπλο- 
μαχικοὺς ἀπηγόρευσε μὴ ποιεῖν. καὶ εἰ δή τις ἄλλος 
αὐτοὺς ὁπουδήποτε ἐπιτελοίη, ἀλλὰ μήτι γε ὡς καὶ 
ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας γιγνομένων σφῶν ἢ γρά- 
φεσϑαι ἢ καὶ λέγεσϑαι ἐκέλευσε. καὶ οὕτω γε πάντα 
ταῦτα κρίσει καὶ οὐκ ἐπιτηδεύσει ἔπραττεν ὥστε καὶ 
ἄλλα ὁμοίως ἔνεμε. τὰς γοῦν ϑυγατέρας ἐν τῷ ἔτει 
τούτῳ τὴν μὲν ἐγγυήσας Μουκίῳ Ἰουνέῳ Σιλανῷ, τὴν 
ὃὲ ἐκδοὺς Γναίῳ Πομπηίῳ Μάγνῳ, οὐδὲν ἐξαίρετον 
ἔπραξεν, ἀλλὰ καὶ αὐτὸς ἐν ταῖς ἡμέραις ἐκείναις 
ἐδίκασε καὶ ἡ βουλὴ ἠϑροίσϑη. τούς τε γαμβροὺς 
τότε τὲ ἐν τοῖς εἴκοσιν ἀνδράσιν ἄρξαι καὶ μετὰ τοῦτο 
πολιαρχῆσαι ἐν ταῖς ἀνοχαῖς ἐκέλευσε. ὀψέ τέ ποτε 
πέντε ἔτεσι ϑᾶσσον τὰς ἄλλας ἀρχὰς αἰτῆσαί σφισιν 
ἐπέτρεψε. τούτου δὲ δὴ τοῦ Πομπηίου ὁ Γάιος τὴν 
τοῦ Μάγνου ἐπίκλησιν περιέχοψεν. ὀλίγου μὲν γὰρ 


ἃ. Ὁ, 41. μ. 1Χ, ΟΑΌΡΙΌΣ, 941 


καὶ ἀπέσφαξεν αὐτὸν ὅτι, οὕτως ὠνομάξετο᾽ ἀλλὰ 
τοῦτο μὲν καταφρονήσας ὡς καὶ παιδίου ἔτ᾽ αὐτοῦ 
ῦντος οὐκ ἐποίησε, τὴν δὲ δὴ πρόσρησιν κατέλυσεν. 
εἰπὼν μὴ εἶναί οἱ ἀσφαλὲς Μάγνον τινὰ προσαγο- 
φεύεσϑαι. ὅ γὲ μὴν Κλαύδιος καὶ ἐκεῖνο αὐτῷ τὸ 
πρόσρημα ἀπέδωκε καὶ τὴν ϑυγατέρα προσσυνῴκισε. 

ταῦτά τε οὖν ἐπιεικῶς ἔπραττε, καὶ τῶν ὑπάτων 
ἐν τῷ συνεδρίῳ καταβάντων ποτὲ ἀπὸ τῶν δίφρων 
ἵνα διαλεχϑῶσιν αὐτῷ, προσεξανέστη τε καὶ ἀντι- 
προσῆλϑέ σφισιν, ἐπεὶ ἔν γε τῇ Νέα πόλει καὶ παν- 
τάπασιν ἰδιωτικῶς ἔξη᾽ τά τε γὰρ ἄλλα ἑλληνικῶς 
καὶ αὐτὸς καὶ οἵ συνόντες οἱ διῃτᾶτο, καὶ ἐν μὲν ταῖς 
τῆς μουσικῆς ϑεωρίαις ἱμάτιον καὶ κρηπῖδας, ἐν δὲ δὴ 
τῷ γυμνικῷ ἀγώνι πορφυρέδα καὶ στέφανον χρυσοῦν 
ἐλάμβανε. καὶ μέντοι καὶ περὶ τὰ χρήματα ϑαυμαστὸς 
ἐγένετο. ἀπηγόρευσε μὲν γὰρ ἀργύριον, ὅπερ ἐπί τε 
τοῦ “ὐγούστου καὶ ἐπὶ τοῦ Γαΐου ἐγίγνετο, προσφέ- 
ρειν, ἀπεῖπε δὲ μηδὲ κληρονόμον αὐτόν, ὅστις ἂν 
συγγενεῖς ὁποιουσδήποτε αὐτῷ, .... καταλείπειν, .... 
τῶν προδημευϑέντων ἐπί τὲ τοῦ Τιβερίου καὶ ἐπὶ 
τοῦ Γαΐου τὰ μὲν αὐτοῖς τοῖς ἔτι περιοῦσι τὰ δὲ τοῖς 
τέκνοις αὐτῶν ἀπέδωκεν. εἰθισμένου τε, εἰ καὶ ὁτιοῦν 
περὶ τὰς πανηγύρεις ἔξω τοῦ νενομισμένου πραχϑεέη, 
αὖϑις αὐτάς, καϑάπερ εἴρηταί μου; γίγνεσθαι, καὶ 
πολλάκις τούτου καὶ τρέτον καὶ τέταρτον πέμπτον τε, 
καὶ δέκατον ἔστιν ὅτε. τὸ μέν τι κατὰ τύχην, τὸ δὲ 
δὴ πλεῖστον ἐκ παρασκευῆς τῶν ὠφελουμένων ἀπ᾽ 
αὐτοῦ, συμβαίνοντος, νόμῳ μὲν ἔταξε μίαν ἡμέραν 
τοὺς ἀγῶνας τῶν ἵππων δεύτερον γίγνεσθαι, ἔργῳ 
δὲ καὶ τοῦτο ὡς πλήϑει ἐπέσχεν οὐδὲν γὰρ ἔτι ῥα- 
δίως, ἅ ἅτε μηδὲν μέγα ἀποκερδαίνοντες, οὗ τεχνώμενοι 


οι 


αὐτὸ ἐπλημμέλουν. τούς τε Ἰουδαίους πλεονάσαντας ς 


“. 


οῦ 


φ 


942 μι Χ, ΟΑΌΡΙΌΝ, ἃ, Ὁ.41. 


αὖϑις, ὥστε χαλεπῶς ἂν ἄνευ ταραχῆς ὑπὸ τοῦ ὄχλου 
σφῶν τῆς πόλεως εἰρχϑῆναι, οὐκ ἐξήλασε μέν, τῷ δὲ 
δὴ πατρίῳ βίῳ χρωμένους ἐκέλευσε μὴ συναϑροί- 
ξεσϑαι. τάς τε ἑταιρείας ἐπαναχϑείσας ὑπὸ τοῦ 
Γαΐου διέλυσε. καὶ ὁρῶν μηδὲν ὄφελος ὃν ἀπαγο- 
ρεύεσϑαί τινα τῷ πλήϑει μὴ ποιεῖν, ἂν μὴ καὶ ὁ 
καϑ' ἡμέραν αὐτῶν βίος μεταρρυϑμισϑῇ, τά τε κα- 
πηλεῖα ἐς ἃ συνιόντες ἔπινον κατέλυσε, καὶ προσ- 
ἕταξε μήτε κρέας που ἑφϑὸν μήϑ᾽ ὕδωρ ϑερμὸν πιπρά- 
σκεσϑαι, καί τινας ἐπὶ τούτῳ μὴ πειϑαρχήσαντας 
ἐκόλασεν. ἀπέδωκε μὲν οὖν καὶ ταῖς πόλεσι τοὺς 
ἀνδριάντας οὖς ὁ Γάιος ἐξ αὐτῶν μετεπέπεμπτο, ἀπέ- 
δωκε δὲ καὶ τοῖς Ζιοσκόροις τὸν νεὼν τῷ τε Πομ- 
πηίῳ τὴν τοῦ ϑεάτρου μνήμην καὶ αὐτῷ καὶ τὸ τοῦ 
Τιβερίου ὄνομα ἐν τῇ σκηνῇ προσϑεὶς ἔγραψεν. 
ἐπειδὴ καυϑεῖσαν αὐτὴν ἀπῳκοδομήκει. τὸ γὰρ 
ἑαυτοῦ ἐκείνῃ μέν, οὐχ ὅτι κατεσκεύασεν ἀλλ᾽ ὅτι 
καὶ καϑιέρωσεν αὐτήν, ἄλλῳ δὲ οὐδενὶ ἐνεκόλαψεν. 
οὐ μὴν οὐδὲ τῇ στολῇ τῇ ἐπινικίῳ παρὰ πᾶσαν τὴν 
πανήγυριν, καίτοι ψηφισϑέν, ἐχρήσατο, ἀλλ᾽ ἔϑυσεν 


3 3. » ; Ἁ Ἁ ἍΜἭ -" ἤ 
"ἔν αὑτῇ μόνον, τὰ δὲ ἀλλα ἐν τῷ περιπορφύρῳ 


[Ὡ] 


ϑ3 


ἱματίῳ διῴκησεν. ἐσήγαγε δὲ ἐς τὴν ὀρχήστραν ἄλ- 
λους τε καὶ ἱππέας καὶ γυναῖκας τῶν ὁμοίων, οἵπερ 
που καὶ ἐπὶ τοῦ Γαΐου τοῦτο ποιεῖν εἰώϑεσαν; οὐχ 
ὅτι καὶ ἔχαιρέ σφισιν, ἀλλ᾽ ἐς ἔλεγχον τῶν γεγονό- 
των᾽ αὖϑις γοῦν οὐδεὶς αὐτῶν ἐν τῇ σκηνῇ ἐπί γε 
τοῦ Κλαυδίου ἐξητάσϑη. τήν τὲ πυρρίχην ἣν οἱ παῖ- 
δὲς οἱ ὑπὸ τοῦ Γαΐου μεταπεμῳφϑέντες ἤσκουν, ἐκεῖ- 
νοι μὲν ἅπαξ ὠρχήσαντο, καὶ ἐπὶ τούτῳ πολιτείᾳ 
τιμηϑέντες ἀπεπέμφθησαν, ἄλλοι δὲ αὖϑις ἐκ τῆς 
ϑεραπείας ἐπεδείχϑησαν. ἐν μὲν δὴ τῷ ϑεάτρῳ ταῦτ᾽ 
ἐγένετο, ἐν δὲ τῷ ἱπποδρόμῳ χάμηλοί τὲ ἅπαξ καὶ 


ἃ, Ο, 41. . ΧΧ. ΘΑΠΡΠΙΒ. 343 


ἵπποι δωδεκάκις ἠγωνίσαντο, ἄρκτοι τὲ τριακόσιαι 
καὶ Διβυκὰ ϑηρία ἴσα αὐταῖς ἐσφάγη. καὶ ἑώρων 
μέν που πρότερον ἐν αὐτῷ ἰδέᾳ καὶ κατὰ σφᾶς ὡς 
ἕκαστοι, τό τὲ βουλεῦον καὶ τὸ ἱππεῦον καὶ ὁ ὅμι- 
λος, ἀφ᾽ οὕπερ τοῦτ᾽ ἐνομίσϑη. οὐ μέντοι καὶ τετα- 
γμένα σφίσι χωρία ἀπεδέδεικτο ἀλλὰ τότε ὁ Κλαύ- 
διος τήν τὲ ἕδραν τὴν νῦν οὖσαν τοῖς βουλευταῖς 
ἀπέκρινε, καὶ προσέτι τοῖς ἐϑέλουσί σφῶν ἑτέρωϑί 
που καὶ ἔν γε ἰδιωτικῇ ἐσϑῆτι ϑεάσασϑαι ἐπέτρεψε. 
ποιήσας δὲ ταῦτα τήν τὲ γερουσίαν μετὰ τῶν γυναι- 
κῶν. καὶ τοὺς ἱππέας τάς τε φυλὰς εἱστίασε. καὶ 
ὠετὰ τοῦτο τῷ τὲ ᾿Αντιόχῳ τὴν Κομμαγηνὴν ἀπέδω- 
κἂν, ὁ γὰρ Γάιος, καίπερ αὐτός οὗ δοὺς αὐτήν, ἀφή- 
ρητο, καὶ τὸν Μιϑριδάτην τὸν Ἴβηρα, ὃν ὁ Γάιος 
μεταπεμψάμενος ἐδεδέκει, οἴκαδε πρὸς ἀνάληψιν τῆς 
ἀρχῆς ἀπέπεμψεν. ἄλλῳ τέτινι Μιϑριδάτῃ, τὸ γένος 
ἀπ᾽ ἐκείνου τοῦ πάνυ ἔχοντι, τὸν Βόσπορον ἐχαρέ- 
σατο, καὶ τῷ Πολέμωνι χώραν τινὰ ἀντ᾽ αὐτοῦ Κιλι- 
κίας ἀντέδωκε. τῷ γὰρ ᾿4γρίππᾳ τῷ Παλαιστίνῳ 
συμπραξαντί οἵ τὴν ἡγεμονίαν. ἔτυχε γὰρ ἐν τῇ 
Ῥώμῃ ὦν, τήν τε ἀρχὴν προσεπηύξησε καὶ τιμὰς 
ὑπατικὰς ἔνειμε. τῷ τε ἀδελφῷ αὐτοῦ Ἡρώδῃ τό τε 
στρατηγικὸν ἀξίωμα καὶ δυναστείαν τινὰ ἔδωκε, καὶ 
ἔς τὲ τὸ συνέδριον ἐσελϑεῖν σφισι καὶ χάριν οἵ ἑλλη- 
νιστὶ γνῶναι ἐπέτρεψε. 
ταῦτα μὲν οὖν αὐτοῦ τε τοῦ Κλαυδίου ἔργα ἦν 
καὶ ὑφ᾽ ἁπάντων ἐπῃνεῖτο᾽ ἐπράχϑη δὲ καὶ ἄλλ᾽ 
ἄττα τότε, οὐχ ὁμοιότροπα, ὑπό τε τῶν ἐξελευϑέρων 
αὐτοῦ καὶ ὑπὸ τῆς γυναικὸς Οὐαλερίας Μεσσαλίνης. 
αὕτη μὲν γὰρ τὴν Ἰουλίαν τὴν ἀδελφιδὴν αὐτοῦ, 
ὀργισϑεῖσά τε ἅμα ὅτι μήτε ἐτιμᾶτο ὑπ᾽ αὐτῆς μήτε 
ἐκολακεύετο, καὶ ξηλοτυπήσασα ὅτι περικαλλής τὲ ἦν 


.--- 


τῷ 


Φ» 


᾿ 


σι 


Φ» 


.1 


Ἢ 
Ψ 


ἐϑ 


ω 


4 


344 1. ΠΧ. ΟΑΌΡΙΓ ΚΒ, ἃ. Ὁ. 48, 42. 


καὶ μόνη τῷ Κλαυδίῳ πολλάκις συνεγίγνετο. ἐξώ- 
ρισεν, ἐγκλήματα αὐτῇ ἄλλα τε καὶ μοιχείας παρα- 
σκευάσασα, ἐφ᾽ ἡ καὶ ὁ Σενέκας ὁ άννιος ἔφυγε, 
καὶ ὕστερόν γε οὐ πολλῷ καὶ ἀπέχτεινεν αὐτήν. 
ἐκεῖνοι δὲ καὶ τὰς τιμὰς αὐτὸν τὰς ἐπινικίους ἐπὶ 
τοῖς ἐν τῇ Μαυριτανίᾳ πραχϑεῖσι δέξασϑαι ἔπεισαν, 
οὐχ ὅτι τι κατορϑώσαντα, ἀλλ᾽ οὐδ᾽ ἐν τῇ ἀρχῇ πῶ 
ὄντα ὅτε διεπολεμήϑη. καίτοι καὶ τούτῳ τῷ ἔτει ὃ 
τε Γάλβας ὁ Σουλπίκιος Μαυρουσίους ἐκράτησε, καὶ 
Πούπλιος Γαβίνιος Χάττους νικήσας τά τὲ ἄλλα εὐδο- 
κίμησε, καὶ ἀετὸν στρατιωτικὸν ὃς μόνος ἔτι παρ᾿ 
αὐτοῖς ἐκ τῆς Οὐάρου συμφορᾶς ἦν ἐκομίσατο, ὡς 
καὶ ἀληϑὲς ὄνομα αὐτοκράτορος ἀπ᾿ ἀμφοτέρων σφῶν 
τὸν Κλαύδιον λαβεῖν. 

τῷ δὲ ἐχομένῳ οἵ αὐτοὶ αὖϑις Μαῦροι πολεμή- 
σαντες κατεστράφησαν. Σουητώνιος μὲν γὰρ Παυλῖ- 
νος, ἐκ τῶν ἐστρατηγηκότων ὦν, τὴν χώραν αὐτῶν 
μέχρι τοὐ Ἄτλαντος ἀντικατέδραμε, Γναῖος δὲ Ὁσέδιος 
Γέτας ἐκ τῶν ὁμοίων μετ᾽ ἐκεῖνον στρατεύσας ἐπὶ 
τὸν Σάλαβον τὸν στρατηγόν σφῶν εὐϑὺς ὥρμησε, 
καὶ ἐνίκησεν αὐτὸν καὶ ἅπαξ καὶ δεύτερον. ἐπειδή 
τε ἐκεῖνος, καταλιπών τινας πρὸς τοῖς μεϑορίοις εἴρ- 
γειν τοὺς ἐπιδιώξοντας., πρὸς τὰ ψαμμώδη ἀπέφυγεν, 
ἐτόλμησεν ἐπισπέσϑαι οἵ, καὶ ἀντικαταστήσας πρὸς 
τοὺς ἐφεδρεύοντας μέρος τοῦ στρατοῦ προΐει, συσκευ- 
ασάμενος ὕδωρ ὅσον ἐνεδέχετο. ὡς δὲ τοῦτό τε ἐπέ- 
λειπε καὶ ἄλλο οὐχ εὑρίσκετο, ἐν παντὶ κακοῦ ἐγένετο" 
οὗ μὲν γὰρ βάρβαροι ἄλλως. τε ἐπὶ μακρότατον πρὸς 
τὸ δίψος ὑπὸ τοῦ ἔϑους ἀντέχοντες, καὶ πάντως τι 
ὕδωρ ἐμπειρίᾳ τῶν χωρίων ποριξόμενοι, διεγίγνοντο, 
τοῖς δὲ δὴ Ρωμαίοις ἐκ τῶν ἐναντίων ἀδύνατον μὲν 
προχωρῆσαι, χαλεπὸν δὲ καὶ ὑποστρέψαι ἦν. ἀπο- 


ἃ. Ὁ. 42, μιχ. ΟΑΌΡΙΌΝ, 940 


ροῦντα οὖν αὐτὸν ὅ,τι χρὴ πρᾶξαι, ἀνέπεισέ τις τῶν 
ἐπιχωρίων τῶν ἐνσπόνδων ἐπῳδαῖς τέ τισι καὶ μαγ- 
γανξίαις χρήσασϑαι. λέγων πολλάκις σφίσιν ἐκ τοῦ 
τοιούτου πολὺ ὕδωρ δεδόσϑαι᾽ καὶ αὐτῷ παραχρῆμα 
τοσοῦτον ἐκ τοῦ οὐρανοῦ ἐρρύη ὥστε καὶ τὸ δίψος 
ἐξακέσασϑαι καὶ τοὺς πολεμίους προσκαταπλῆξαι, 
νομίσαντας τὸ ϑεῖόν οἵ ἐπικουρεῖν. καὶ οἵ μὲν ἐκ 
τούτου ἐθελονταί τε ὡμολόγησαν καὶ κατελύσαντο᾽ 
πραχϑέντων δὲ τούτων ὁ Κλαύδιος διχῇ τοὺς Μαύ- 
ρους τοὺς ὑπηκόους ἔνειμεν, ἔς τε τὰ περὶ Τέγγιν 
καὶ ἐς τὰ περὶ Καισάρειαν, ἀφ᾽ ὦὥνπερ καὶ ὀνομά- 
ξονται, καὶ δύο ἄρχουσιν ἱππεῦσι προσέταξε. κἀν 
τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ τῆς Νουμιδίας τινὰ ἐπο- 
λεμήϑη τε ὑπὸ τῶν προσοίκων βαρβάρων, καὶ ἔπειτα 
κρατηϑέντων αὐτῶν μάχαις κατέστη. 

ὑπάτευε δὲ ὁ Κλαύδιος μετὰ Γαΐου Δάργου. καὶ 


10 


ἐκείνω μὲν δι᾽ ἔτους ἄρξαι ἐφῆκεν, αὐτὸς δὲ δύο, 


μησὶ καὶ τότε τὴν ἀρχὴν ἔσχε. καὶ περί τε τῶν τοῦ 
Αὐγούστου πράξεων τούς τε ἄλλους ὥρκωσε καὶ αὖὐ- 
τὸς ἐπιστώϑη. περὶ γὰρ τῶν ἑαυτοῦ οὐδενὶ τὸ πα- 
ράπαν τοῦτο ποιῆσαι ἐπέτρεψε, καὶ ἐξιὼν ἐκ τῆς 
ἀρχῆς αὖϑις ὥμοσεν ὥσπερ οἱ ἄλλοι. καὶ ταῦτα μὲν 
ἀεὶ ὁσάκις ὑπάτευσεν ἐγένετο" τότε δὲ λόγους τινὰς 
ἐν τῇ νουμηνίᾳ τοῦ τὲ Αὐγούστου καὶ τοῦ Τιβερίου 
κατὰ δόγμα ἀναγιγνωσκομένους, ὥστε καὶ μέχρι τῆς 
ἑσπέρας τοὺς βουλευτὰς παρατείνεσϑαι. ἔπαυσεν, 
ἀρκοῦν εἶναι φήσας ἐν ταῖς στήλαις αὐτοὺς ἐγγεγρά- 

φϑαι. ἐπεί τέ τινες τῶν στρατηγῶν τῶν τὴν διοέκη- 
σιν ἐγκεχειρισμένων αἰτίαν ἔλαβον, οὐκ ἐπεξῆλϑε 
μέν σφισι, πιπράσκουσι δέ τινα καὶ μισϑοῦσιν ἐπι- 
φοιτήσας πάνϑ᾽ ὅσα ἐνόμιξε μὴ καλῶς γίγνεσϑαι 
διώρϑωσε᾽ καὶ τοῦτο καὶ αὖϑις πολλάκις ἐποίησεν. 


ε 


ὲφ 


ῳ» 


940 ἊΧ, ΟΑΌ ΒΙΌΣ. ἃ. Ο. 42, 


4 ἀνωμάλως δὲ δὴ οἵ στρατηγοὶ ἀπεδείκνυντο᾽ καὶ γὰρ 


11 


ἐφ 


ΠῚ 


ῶι 


τεσσαρεσκαίδεκα καὶ ὀχτωκαίδεκα, διὰ μέσου τε, ὡς 
που καὶ συνέπεσεν, ἐγίγνοντο. τοῦτό τε οὖν οι 
τὴν διοίκησιν ὄπραξε, καὶ τρεῖς ἄνδρας τῶν ἐστρα- 
τηγηκότων πράκτορας τῶν τῷ δημοσίῳ ὀφειλομένων 
κατέστησε, καὶ ῥαβδούχους καὶ τὴν ἄλλην ὑπηρεσίαν 
αὐτοῖς δούς. λιμοῦ τε ἰσχυροῦ γενομένου, οὐ μόνον 
τῆς ἐν τῷ τότε παρόντι ἀφϑονίας τῶν τροφῶν ἀλλὰ 
καὶ τῆς ἐς πάντα τὸν μετὰ ταῦτα αἰῶνα πρόνοιαν 
ἐποιήσατο. ἐπεσάκτου γὰρ παντὸς ὡς εἰπεῖν τοῦ 
σίτου τοῖς Ρωμαίοις ὄντος, ἡ χώρα ἡ πρὸς ταῖς τοῦ 
Τιβέριδος ἐκβολαῖς, οὔτε κατάρσεις ἀσφαλεῖς οὔτε 
λιμένας ἐπιτηδείους ἔχουσα, ἀνωφελές σφισι τὸ κρά- 
τος τῆς ϑαλάσσης ἐποίει᾽ ἔξω γὰρ τῶν τῇ τὲ ὥρᾳ 
ἐσχομισϑέντων καὶ ἐς τὰς ἀποϑήκας ἀναχϑέντων οὐ- 
δὲν τὴν χειμερινὴν ἐσεφοίτα, ἀλλ᾽ εἴ τις παρεκινδύ- 
νευσε, κακῶς ἀπήλλασσε. τοῦτ᾽ οὖν συνιδὼν λιμένα 
τε κατασκευάσαι ἐπεχείρησεν, οὐδ᾽ ἀπετράπη καίπερ 
τῶν ἀρχιτεκτόνων εἰπόντων αὐτῷ. πυϑομένῳ πόσον 
τὸ ἀνάλωμα ἔσοιτο, ὅτι οὐ δόλος αὐτὸν ποιῆσαι" 
οὕτως ὑπὸ τοῦ αὐ δον τοῦ δαπανήματος ἀναχαι- 
τισϑῆναι αὐτόν, εἰ προπύϑοιτο αὐτό, ἤλπισαν ἀλλὰ 
καὶ ἐνεϑυμήϑη πρᾶγμα καὶ τοῦ φρονήματος καὶ τοῦ 
μεγέϑους τοῦ τῆς. Ῥώμης ἄξιον καὶ ἐπετέλεσε. τοῦτο 
μὲν γὰρ ἐξορύξας τῆς ἠπείρου χωρίον οὐ σμικρόν, 
τὸ πέριξ πᾶν ἐκρηπίδωσε καὶ τὴν ϑάλασσαν ἐς αὐτὸ 
ἐσεδέξατο᾽ τοῦτο δὲ ἐν αὐτῷ τῷ πελάγει χώματα 
ἑκατέρωϑεν αὐτοῦ μεγάλα χώσας ϑάλασσαν ἐνταῦϑα 
πολλὴν περιέβαλε, καὶ νῆσον ἐν αὐτῇ πύργον. τε ἐπ᾿ 
ἐκείνῃ φρυχτωρίαν ἔχοντα κατεστήσατο. ὁ μὲν οὖν 
λιμὴν ὁ καὶ νῦν οὕτω κατά γε τὸ ἐπιχώριον ὀνομα- 
ξόμενος ὑπ᾽ ἐκείνου τότε ἐποιήϑη᾽ τὴν δὲ δὴ λίμνην 


ἃ. Ὁ. 42. ΠῸΊΧ,. ΟΝ. 947 


τὴν Φουκίνην τὴν τῶν Μαρσῶν ἠϑέλησε μὲν ἐς τὸν 
Αἴριν ἐξαγαγεῖν, ὅπως ἥ τὲ χώρα ἡ περὶ αὐτὴν γε- 
,ὠργῆται καὶ ὁ ποταμὸς ναυσίπορος μᾶλλον γένηται, 
μάτην δὲ δὴ ἐδαπανήϑη. 

ἐνομοϑέτησε μὲν οὖν καὶ ἄλλα τινά, ὧν οὐδεμία 
μοι [ἄλλη] ἀνάγκη μνημονεῦσαί ἐστι, κατέδειξε δὲ 
καὶ τάδε. τούς τε κληρωτοὺς ἄρχοντας πρὸ τῆς τοῦ 
᾿Δπριλίου νουμηνίας, ἐπειδήπερ ἐπὶ πολὺ ἐν τῷ ἄστει 
ἐνεχρόνιξον, ἀφορμᾶσϑαι, καὶ τοὺς αἱρετοὺς μηδε- 
μίαν οἵ χάριν ἐν τῷ συνεδρίῳ γιγνώσκειν, ὕπερ κατα Ἰ 
τι ἔϑος ἐποίουν, εἰπὼν ὅτι οὐχ οὗτοι ἐμοὶ χάριν 
ἔχειν ὀφείλουσιν ὥσπερ ἐσπουδαρχηχότες, ἀλλ᾽ ἐγὼ 
τούτοις ὅτι μοι τὴν ἡγεμονίαν προϑύμως συνδιαφέ- 
φουσι" καὶ ἄν γε καὶ καλῶς «ἄρξωσι, πολὺ μᾶλλον 
αὐτοὺς ἐπαινέσω. τοῖς μὲν οὖν ὑπ᾽ ἀσϑενείας βίου 
μὴ δυναμένοις βουλεύειν ἐφίει παρίεσϑαι, ἔκ τε τῶν 
ἱππέων τινὰς ἐς τὰς δημαρχίας ἐσεδέχετο᾽ τοὺς δ᾽ 
ἄλλους καὶ πάνυ πάντας ἐπηνάγκαξεν ἐς τὸ βουλευ- 
τήριον, ὁσάκις ἂν ἐπαγγελϑῇ σφισι, συμφοιτᾶν. καὶ 
ἐπὶ μὲν τούτῳ οὕτως ἰσχυρῶς τοῖς μὴ πειϑαρχοῦσιν 
ἐπετίμα ὥστε τινὰς ἑαυτοὺς ἀναχρήσασϑαι, ἐς δὲ δὴ 12 
τὰ ἄλλα κοινὸς καὶ ἐπιεικὴς πρὸς αὐτοὺς ἦν, κάμνον- 
τάς τε ἐπεσκέπτετο, καὶ ἑορτάξζουσί σφισι συνεγίγνετο. 
δημάρχου τέ τινος πληγὰς δούλῳ αὑτοῦ δόντος δημοσίᾳ . 
αὐτὸν μὲν οὐδὲν κακὸν εἰργάσατο, τοὺς δ᾽ ὑπηρέτας 
αὐτοῦ ἀφελόμενος ἔπειτα καὶ ἐκείνους οὐ πολλῷ ὕστε- 
ρον ἀπέδωκε. δοῦλόν τε ἕτερον αὑτοῦ, ὅτι τινὰ τῶν 
ἐπιφανῶν ὕβρισεν, ἐς τὴν ἀγορὰν πέμψας ἀπεμαστί- 
γωσε. κἀν τῷ συνεδρίῳ αὐτὸς μὲν ἐξανίστατο, εἴ ποτε 3 
ἐπὶ πολὺ οἵ ἄλλοι εἷἱστήκεσαν᾽ καϑήμενος γάρ, ὥσπερ 
εἷπον, ὑπὸ τῆς ἀρρωστίας πολλάκις ἀνεγίγνωσκέ τινα 
αἰτούμενος Μουκέῳ δὲ δὴ Σύλλᾳ καὶ ἐς τὸ τῶν 


Φ. 


ῳῃ 


- 


948 ι.1Χχ. ΟΙΑΌΒΙΙΒ. ἃ. 6. 42. 


στρατηγῶν βάϑρον, ὅτι μὴ δυνηϑείς ποτε ὑπὸ γήρως 
ἐκ τῆς ἑαυτοῦ ἕδρας ἐπακοῦσαί τινα ἀνέστη, καϑέ- 
ξεόϑαι ἐπέτρεψεν. ἔν τε τῇ ἡμέρᾳ ἐν ἢ αὐτοκράτωρ 
τῷ προτέρῳ ἔτει ἀπεδείχϑη. αὐτὸς μὲν οὐδὲν ἐξαί- 
ρέτον ἔπραξε, πλὴν ὅτι τοῖς δορυφόροις πέντε καὶ 
εἴκοσι δραχμὰς ἔδωκε, καὶ τοῦτο ἔπειτα κατ᾽ ἔτος 
ἐποίησε᾽ τῶν μέντοι στρατηγῶν τινες ἐϑελονταὶ 
καὶ ἀπ’ οὐδενὸς ψηφίσματος ἐκείνην τὲ τὴν ἡμέραν 
καὶ τὰ γενέϑλια τὰ τῆς Μεσσαλένης δημοσίᾳ ἐτίμων. 
οὐ γάρ που καὶ πάντες αὐτὰ ἐποίουν, ἀλλ᾽ ὅσοι ἐβού- 
λοντο᾽ τοσαύτην ἄδειαν εἶχον. οὕτω τὲ ὡς ἀληϑῶς 
ἐς πάντα τὰ τοιαῦτα ἐμετρίαξεν ὥστε γεννηϑέντος 
αὐτῷ υἱέος ; ὃς τότε μὲν Κλαύδιος Τιβέριος Γερμα- 
νικὸς ὕστερον δὲ καὶ Βρεττανικὸς ἐπωνομάσϑη, οὔτ᾽ 
ἄλλο τι ἐπιφανὲς ἔπραξεν οὔτ᾽ Αὔγουστον αὐτὸν ἢ 
τήν γε Μεσσαλῖναν Αὔγουσταν ἐπικληϑῆναι ἐφῆκεν. 
18 ἐτίϑει μὲν οὖν συνεχῶς μονομαχίας ἀγῶνας" 
πάνυ γάρ σφισιν ἔχαιρεν, ὥστξ καὶ αἰτίαν ἐπὶ τούτῳ 
σχεῖν᾽ ἀπώλλυντο δὲ ϑηρία μὲν ἐλάχιστα ἄνϑρωποι 
ὃξ πολλοί, οἱ μὲν ἀλλήλοις μαχόμενοι οἵ δὲ καὶ ὑπ᾽ 
2 ἐκείνων ἀναλούμενοι. τοὺς γὰρ δούλους τούς τε 
ἀπελευϑέρους τοὺς ἐπί τε τοῦ Τιβερίου καὶ ἐπὶ τοῦ 
Γαΐου τοῖς δεσπόταις σφῶν ἐπιβουλεύσαντας. τούς 
τὲ τὴν ἄλλως συκοφαντήσαντάας τινας ἢ καὶ καταψευ- 
δομαρτυρήσαντάς τινων, δεινῶς ἐμίσει, καὶ αὐτῶν 
τοὺς μὲν πλείους οὕτως ἀνήλισκε, τοὺς δὲ ἕτερόν 
τινα τρόπον ἐκόλαξε, πολλοὺς δὲ καὶ τοῖς δεσπόταις 
8 αὐτοῖς ἐπὶ τιμωρίᾳ παρεδέδου. τοσοῦτον δ᾽ οὖν τὸ 
πλῆϑος τῶν ἐν τῷ κοινῷ ϑνησκόντων ἐγίγνετο ὥστε 
καὶ τὸν τοῦ Αὐγούστου ἀνδριάντα τὸν ἐν τῷ χωρίῳ 
ἐκείνῳ ἱδρυμένον ἑτέρωσέ ποι μετενεχϑῆναι τοῦ δὴ 
μήτε ἐφορᾶν αὐτὸν τοὺς φόνους νομίξεσϑαι μήτε ἀεὶ 


"- 


2} 


ἃ. Ὁ. 43. .Χ. ΟΑὔρθΙῦ5. 949 


κατακαλύπτεσϑαι. καὶ ἐπὶ μὲν τούτῳ γέλωτα ὠφλί- 
σκανεν, εἰ δὴ ὅσα τὸν χαλκὸν τὸν ἀναίσϑητον δοκεῖν 
ὁρᾶν ἀπηξίου. τούτων αὐτὸς διεπίμπλατο᾽ τά τε 4 
γὰρ ἄλλα καὶ τοὺς διὰ μέσου τῆς ϑέας παρὰ τὸν τοῦ 
ἀρίστου καιρὸν κατακοπτομένους ἥδιστα ἐθεώρει, 
καίτοι λέοντα δεδιδαγμένον ἀνθρώπους ἐσϑίειν καὶ 
πάνυ γε διὰ τοῦτο τῷ πλήϑει ἀρέσκοντα ἀποκτείνας 
ὡς οὐ προσῆκον ὃν τοιοῦτό τι ϑέαμα ὁρᾶν Ῥωμαίους" 
ὅτι δὲ δή σφισι κοινῶς τε ἐν τῇ ϑέᾳ συνὴν καὶ πα- 5. 
ρεῖχεν ὅσα ἐβούλοντο, καὶ κήρυξι μὲν ἐλάχιστα ἐχρῆτο, 
τὰ δὲ δὴ πλείω ἐς σανέδας γράφων διεδήλου, σφό- 
δρα ἐπῃνεῖτο. 

ἐθισϑεὶς δ᾽ οὖν αἵματος καὶ φόνων ἀναπίμπλα- 14 
σϑαι προπετέστερον καὶ ταῖς ἄλλαις σφαγαῖς ἐχρή- 
σατο. αἴτιοι δὲ τούτου οἵ τε Καισάρειοι καὶ ἡ Μεσ- 
δαλῖνα ἐγένοντο ὁπότε γὰρ ἀποκτεῖναί τινα ἐϑε- 
λήσειαν, ἐξεφόβουν αὐτόν, κἀκ τούτου πάνϑ'᾽ ὅσα 
ἐβούλοντο ποιεῖν ἐπετρέποντο. καὶ πολλάκις γε ἐξα- Σ 
πιναίως ἐκπλαγεὶς καὶ κελεύσας τινὰ ἐκ τοῦ παρα- 
χρῆμα περιδεοῦς ἀπολέσϑαι, ἔπειτα ἀνενεγκὼν καὶ 
ἀναφρονήσας ἐπεζήτει τε αὐτόν, καὶ μαϑὼν τὸ γεγονὸς 
ἐλυπεῖτο τὲ καὶ μετεγίγνωσκεν. ἤρξατο δὲ τῶν φό- 
νῶν τούτων ἀπὸ Γαΐου ᾿Αππίου Σιλανοῦ. τοῦτον: 
γὰρ εὐγενέστατόν τε ὄντα καὶ τῆς Ἰβηρίας τότε 
ἄρχοντα μεταπεμψάμενος ὧς τι αὐτοῦ δεόμενος, καὶ 
τήν τὲ μητέρα οἵ τὴν τῆς Μεσσαλίνης συνοικίσας, 
καὶ αὐτὸν ἔν τε τοῖς φιλτάτοις καὶ ἐν τοῖς συγγενε-. 
στάτοις χρόνον τινὰ τιμήσας, ἔπειτ᾽ ἐξαίφνης ἔσφαξεν, 
ὅτε τῇ τε Μεσσαλίνῃ προσέχρουσεν οὐκ ἐϑελήσας 
αὐτῇ συγγενέσϑαι πορνικωτάτῃ τε καὶ ἀσελγεστάτῃ 
οὔσῃ, καὶ τῷ Ναρκίσσῳ τῷ ἀπελευϑέρῳ αὐτοῦ δι᾽ 
ἐκείνην. καὶ οὐ γὰρ εἶχον οὔτ᾽ ἀληϑὲς οὔτε πιϑα- τ΄ 


-- 


15 


350 μι Χ. ΘμΑυρΙῦϑ. ἃ. Ὁ, 42. 


’ ) 3 - - , » ς ἤ 
νὸν τί κατ αὐτοῦ εἰπεῖν, συνέπλασεν ὄναρ ὁ Ναὰρ- 
κιόσος ὡς σφαττόμενον τὸν Κλαύδιον ὑπὸ τοῦ Σιλα- 
νοῦ αὐτοχειρίᾳ ἰδών, καὶ αὐτός τε εὐθὺς ὑπὸ τὴν 
ἕω ἐν τῇ εὐνῇ οἱ ἔτ᾽ ὄντι ὑπότρομος διηγήσατο, καὶ 
ἡ Μεσσαλῖνα παραλαβοῦσα ἐδείνωσε. 

ς χὰ [ ν 
καὶ ὁ μὲν οὕτως ἐξ ἐνυπνίου παραπῶώλετο, τελευ- 
τήσαντος δ᾽ αὐτοῦ οὐκέτι χρηστὴν ἐλπίδα οἵ Ῥωμαῖοι 
τοῦ Κλαυδίου ἔσχον, ἀλλ᾽ εὐθὺς αὐτῷ ἄλλοι τε καὶ 
Ἄννιος Οὐινικιανὸς ἐπεβούλευσεν. οὗτός τε γὰρ ἐκ 
τῶν ἐς τὴν ἡγεμονίαν μετὰ τὸν τοῦ Γαΐου ϑάνατον 
᾽ . , ’ Ἀ ΠῚ 
προβληϑέντων ἡν. καί τι καὶ ἐκ τουτου δεδιὼς ἐνε- 


2 ὠτέρισεν᾽ ἐπειδή τε οὐδεμίαν ἰσχὺν ἐκέχτητο, ἔπεμψε 


8 


4 


πρὸς Φούριον Κάμιλλον Σκριβωνιανὸν τῆς τε Ζ1ελ- 
ματέας ἄρχοντα καὶ δύναμιν συχνὴν πολιτικὴν καὶ 
ξενικὴν ἔχοντα, καὶ προσανέπεισεν αὐτὸν καὶ καϑ' 
ἑαυτὸν διανοούμενον ἐπαναστῆναι, ἄλλως τε καὶ ὅτι 
ἐπίδοξος αὐταρχήσειν ἐγεγόνει. πράξαντος δὲ αὐτοῦ 
τοῦτο συχνοὶ μὲν καὶ βουλευταὶ καὶ ἱππεῖς πρὸς αὐτὸν 
ὥρμησαν .... οὗ γὰρ στρατιῶται, τοῦ Καμίλλου τό τε 
τοῦ δήμου σφίσιν ὄνομα προτείνοντος καὶ τὴν ἀρχαίαν 
ἐλευϑερίαν ἀποδώσειν ὑπισχνουμένου. ὑπώπτευσαν 
πράγματα αὖϑις καὶ στάσεις ἕξειν, καὶ οὐκέτ᾽ αὐτῷ 
ἐπείόσϑησαν. καὶ ὁ μὲν ἐκ τούτου φοβηϑείς σφας 
ἔφυγε, καὶ ἐς τὴν Ἴσσαν τὴν νῆσον ἐλϑὼν ἐνταῦϑα 
ἑχούσιος ἀπέϑανε᾽ Κλαύδιος δὲ τέως μὲν πάνυ κα- 
τέδεισεν, ὥστε καὶ ἐθελοντὴν ἑτοίμως ἔχειν τοῦ κρά- 
τους αὐτῷ ἐκστῆναι, τότε δὲ ἀναϑαρσήσας τοὺς μὲν 
στρατιώτας ἄλλοις τέ τισιν ἠμείψατο καὶ τῷ τὰ πο- 
λιτικὰ αὐτῶν στρατόπεδα, τό τε ἕβδομον καὶ τὸ ἕν- 
δέκατον, καὶ Κλαυδίεια καὶ πιστὰ καὶ εὐσεβῆ καὶ 
πρὸς τῆς βουλῆς ἐπονομασϑῆναι, τοὺς δὲ συνεπιβου-- 
λεύσαντας αὐτῷ ἀνεξήτησε, καὶ πολλοὺς ἐπὶ τούτῳ 


ἃ. Ὁ. 42. μ..1Χ. ΟΙΑΌΒΙΠΝ, 90] 


ἄλλους τε καὶ στρατηγόν τινα. προαπειπόντα τὴν 
ἀρχήν. ἀπέκτεινε. συχνοὶ δὲ καὶ ἑαυτούς, ἄλλοι τε 
καὶ ὁ Οὐινικιανός, κατεχρήσαντο. τῆς γὰρ ἀφορμῆς 
ταύτης ἥ τε Μεσσαλῖνα καὶ ὁ Νάρκισσος. ὅσοι τὲ 
συνεξελεύϑεροι αὐτοῦ, λαβόμενοι οὐδὲν ὅ,τι τῶν δει- 
νοτάτων οὐκ ἐποίησαν. τά τε γὰρ ἄλλα καὶ τοῖς δούλοις 
τοῖς τε ἀπελευϑέροις μηνυταῖς κατὰ τῶν δεσποτῶν 
αὐτῶν ἐχρῶντο. καὶ τούτους τε καὶ ἑτέρους καὶ πάνυ 
εὐγενεῖς, οὐχ ὅτι ξένους ἀλλὰ καὶ πολίτας. οὐχ ὅτι δη- 
μότας ἀλλὰ καὶ ἐκ τῶν ἱππέων τῶν τε βουλευτῶν 
τινας; ἐβασάνιξον, καίτοι τοῦ Κλαυδίου κατ᾽ ἀρχὰς 
εὐθὺς τῆς ἡγεμονίας ὀμόσαντος μηδένα βασανιεῖν 
ἐλεύϑερον. ἄνδρες τε οὖν ἐν τούτῳ πολλοὶ καὶ γυ- 
ναῖκες, καὶ ἐν αὐτῷ γε εἰσὶν αἱ τῷ δεσμωτηρίω, ἐκο- 
λάσϑησαν. μέλλουσαί τε ἀποϑνήσκειν ἐπὶ βῆμα καὶ 
αὐταὶ ἀνήγοντο δεδεμέναι ὥσπερ αἰχμάλωτοι, καὶ τὰ 
σώματα καὶ ἐκείνων ἐς τοὺς ἀναβασμοὺς ἐρριπτεῖτο᾽ 
τῶν γὰρ ἔξω που ϑανατωθϑέντων αἵ κεφαλαὶ μόναι 
ἐνταῦϑα προετέϑεντο. ἤδη δ᾽ οὖν τινες καὶ τῶν 
πάνυ ὑπαιτίων. οἵ μὲν χάρισιν οἵ δὲ καὶ χρήμασιν, 
ὑπό τε τῆς Μεσσαλίνης καὶ ὑπὸ τῶν περὶ τὸν Νάρ- 
κισσον Καισαρείων περιεγένοντο. καὶ οἵ γε παῖδες 
τῶν ἀπολλυμένων τὴν μὲν ἄδειαν πάντες, εἰσὶ δὲ 
οἱ καὶ χρήματα ἐλάμβανον. ἐκρίνοντο δὲ ἐν τῷ συν- 
ἑδρίῳ, τοῦ τε Κλαυδίου καὶ τῶν ἐπάρχων τῶν 
τε ἐξελευϑέρων αὐτοῦ παρόντων᾽ τὴν μὲν γὰρ ἐσύ- 
γησιν ἐν μέσῳ τῶν ὑπάτων ἐπὶ δίφρου ἀρχικοῦ ἢ 
καὶ ἐπὶ βάϑρου καϑήμενος ἐποιεῖτο, μετὰ δὲ τοῦτο 
αὐτός τε ἐπὶ τὴν συνήϑη ἕδραν μετήρχετο, καὶ ἐκεί- 
νοις οἱ δίφροι ἐτέϑεντο. καὶ ταῦτα μὲν καὶ ἐπὶ τῶν 
ἄλλων τῶν μεγίστων ὁμοίως ἐγίγνετο" τότε δὲ Γά- 
λαισός τις ἀπελεύϑερος τοῦ Καμίλλου πολλὰ μὲν καὶ 


θ 


ἐφ 


ϑ 


μ-- 


352 ..1χ. ΟΑῦΡ 5. ἃ: Ὁ. 45, 


ἄλλα ἐσαχϑεὶς ἐς τὸ βουλευτήριον ἐπαρρησιάσατο, 
ὃν δὲ δὴ καὶ τότε μνήμης ἄξιον. τοῦ γὰρ Ναρκίσσου 
παρελϑόντος ἐς τὸ μέσον καὶ εἰπόντος αὐτῷ “τί ἂν 
ἐποίησας, Γαάλαισε, εἰ Κάμιλλος ἐμεμοναρχήκει ;" 
ἀπεκρίνατο ὅτι εἱστήκειν ἂν ὄπισϑεν αὐτοῦ καὶ 
ἐσιώπων. αὐτός τε οὖν ἐπὶ τούτῳ καὶ ᾿“φρρία αὖ ἐφ᾽ 
ἑτέρῳ ὀνομαστοὶ ἐγένοντο. αὕτη γὰρ γυνὴ Καικένου 
Παίτου οὖσα οὔτ᾽ ἠϑέλησε ϑανατωϑέντος αὐτοῦ ξη- 
σαι, καίπερ καὶ ἐν τιμῇ τινι εἶναι δυναμένη, τῇ γὰρ 
Μεσσαλένῃ σφόδρα ὠκείωτο, καὶ προσέτι καὶ τὸν 
ἄνδρα ἀποδειλιῶντα ἐπέρρωσε᾽ τὸ γὰρ ξίφος λα- 
βοῦσα ἑαυτήν τε ἔτρωσε, καὶ ἐκείνῳ ὥρεξεν εἰποῦσα 
“ἐδού, Παῖτε, οὐκ ἀλγῶ. καὶ οἱ μὲν ἐπῃνοῦντο᾽ ἤδη 
γὰρ ὑπὸ τῆς συνεχείας τῶν κακῶν ἐς τοῦτο τὰ πρά- 
τς γματα προεληλύϑει ὥστ᾽ ἀρετὴν μηκέτ᾽ ἄλλο μηδὲν 
ἢ τὸ γενναίως ἀποθανεῖν νομίξεσϑαι᾽ Κλαύδιος δὲ 
οὕτω που πρὸς τὴν τιμωρίαν τήν τε ἐκείνων καὶ τὴν 
τῶν ἄλλων ἔσχεν ὥστε καὶ σύνθημα τοῖς στρατιώταις 
τὸ ἔπος τοῦτο συνεχῶς διδόναι, τὸ ὅτι χρὴ ἄνδρ᾽ 
ἀπαμύνασϑαι ὅτε τις πρότερος χαλεπήνῃ. καὶ ἄλλα 
δὲ πολλὰ καὶ πρὸς ἐκείνους καὶ πρὸς τὴν βουλὴν 
τοιουτότροπα ἑλληνιστὶ παρεφϑέγγετο., ὥστε καὶ γέ- 
λωτα παρὰ τοῖς δυναμένοις ἔστιν ἃ αὐτῶν συνεῖναι 
ὀφλισκάνειν. 
τότε μὲν δὴ ταῦτά τε ἐγένετο καὶ οἱ δήμαρχοι 
τελευτήσαντός σφων ἕνὸς αὐτοὶ τὴν γερουσίαν ἐς τὸ 
τὸν δημαρχήσοντα ἀντικαταστῆσαι, καίτοι τῶν ὑπά- 
ἡ τῶν παρόντων, ἤϑροισαν. μετὰ δὲ τοῦτο ὁ Κλαύδιος 
42 ὑπατεύσας αὖϑις τὸ τρίτον πολλὰς μὲν ϑυσίας πολ- 
λὰς δὲ καὶ ἱερομηνίας ἔπαυσε τὸ τε γὰρ πλεῖστον 
τοῦ ἔτους ἐς αὐτὰς ἀνηλίσκετο, καὶ τῷ δημοσίῳ 
2 ξημία οὐκ ἐλαχίστη ἐγίγνετο. ταύτας τε οὖν συνέτεμε, 


ἐκ 


Φ» 


.-. 


οΡ 


ἃ. Ὁ. 48. ΠΧ. ΟΑΌΒΙΌΝ, 8509 


καὶ τὰ ἄλλα ὅσα ἐνεδέχετο συνέστειλε. καὶ τὰ μὲν 
ὑπὸ τοῦ Γαΐου μήτε ἐν «δίκῃ μήτε ἐν λόγῳ τινὶ δο- 
ϑέντα τισὶν ἀπήτησε, τοῖς δὲ ὁδοποιοῖς ἀπέδωκεν 
ὅσα ἐπ᾽ αὐτοῦ διὰ τὸν Κορβούλωνα ἐξημέωντο. πρὸς 
δ᾽ ἔτι τοῖς ἄρχουσι τοῖς κληρωτοῖς, βραδέως ἔτι καὶ 
τότε ἐκ τῆς πόλεως ἐξορμωμένοις, προεῖπε πρὶν με- 
σοῦν τὸν ᾿Απρίλιον ἀπαίρειν. τούς τε Μυκίους στα- 
σιάσαντας. ὥστε καὶ Ῥωμαίους τινὰς ἀποκτεῖναι, ἐδου- 
λώσατό τε καὶ ἐς τὸν τῆς Παμφυλίας νομὸν ἐσέγραψεν. 
ἐν δὲ δὴ τῇ διαγνώσει ταύτῃ, ἐποιεῖτο δὲ αὐτὴν ἐν 
τῷ βουλευτηρίῳ, ἐπύϑετο τῇ Δατίνων γλώσσῃ τῶν 
πρεσβευτῶν τινος, Μυκίου μὲν τὸ ἀρχαῖον ὄντος, 
Ῥωμαίου δὲ γεγονότος" καὶ αὐτόν, ἐπειδὴ μὴ συνῆκε 
τὸ λεχϑέν. τὴν πολιτείαν ἀφείλετο, εἰπὼν μὴ δεῖν 
Ῥωμαῖον εἶναι τὸν μὴ καὶ τὴν διάλεξέν σφῶν ἐπι- 
στάμενον. συχνοὺς δὲ δὴ καὶ ἄλλους καὶ ἀναξίους 
τῆς πολιτείας ἀπήλασε καὶ ἕτέροις αὐτὴν καὶ πάνυ 
ἀνέδην, τοῖς μὲν κατ᾽ ἄνδρα τοῖς δὲ καὶ ἀϑρόοις. 
ἐδίδου. ἐπειδὴ γὰρ ἐν πᾶσιν ὡς εἰπεῖν οἵ Ῥωμαῖοι 
τῶν ξένων προετετέμηντο, πολλοὶ αὐτὴν παρά τε 
αὐτοῦ ἐκείνου ἡτοῦντο καὶ παρὰ τῆς Μεσσαλίνης 
τῶν τε Καισαρείων ἐωνοῦντο᾽ καὶ διὰ τοῦτο μεγά- 
λων τὸ πρῶτον χρημάτων πραϑεῖσα. ἔπειϑ'᾽ οὕτως 
ὑπὸ τῆς εὐχερείας ἐπευωνίσϑη ὥστε καὶ λογοποι- 
ηϑῆναι ὅτι κἂν ὑάλινά τις σκεύη συντετριμμένα δῷ 
τινι πολίτης ἔσται. ἐπὶ μὲν οὖν τούτῳ διεσκώπτετο, 
ἐπὶ δ᾽ ἐκείνῳ ἐπῃνεῖτο ὅτι πολλῶν συκοφαντουμένων, 
τῶν μὲν ὅτι τῇ τοῦ Κλαυδίου προσρήσει οὐκ ἐχρῶντο, 
τῶν δὲ ὅτι μηδὲν αὐτῷ τελευτῶντες κατέλειπον, ὡς 
καὶ ἀναγκαῖον ὃν τοῖς τῆς πολιτείας παρ᾽ αὐτοῦ 

11, 1, ὅ. ἑκάτερον --- 30, 3, 4, ποταμῷ οοτιρίοχαπι ζΟ] πππὶ 
ἀθοϑὲ ἱπ οοᾶϊοο γ᾽ ϑῃβίο, 

ΙῚῸ ΟΑΒΒΙΌΒ, 1Π1,| 923 


ΠΣ 


ἡ 


ψι 


. 


[..] 


[ 


18 


ἐφ 


[Ὁ] 


ΓΝ 


904 μΧ, ΟΑΌΗΌΝ, ἃ. Ὁ. 48, 


τυχοῦσιν ἑκάτερον ποιεῖν, ἀπηγόρευσε μηδένα ἐπ᾽ 
αὐτοῖς εὐθύνεσϑαι. ἡ δ᾽ οὖν Μεσσαλῖνα οἵ τε ἀπε- 
λεύϑεροι αὐτοῦ οὕτως οὐ τὴν πολιτείαν μόνον, οὐδὲ 
τὰς στρατείας καὶ τὰς ἐπιτροπείας τάς τε ἡγεμονίας, 
ἀλλὰ καὶ τἄλλα πάντα ἀφειδῶς ἐπώλουν καὶ ἐκαπή- 
λευον ὥστε σπανίσαι πάντα τὰ ὦνια, κἀκ τούτου 
καὶ τὸν Κλαύδιον ἀναγκασϑῆναι ἔς τε τὸ [ἄρειον πε- 
δίον συναγαγεῖν τὸ πλῆϑος, κἀνταῦϑα ἀπὸ βήματος 
τὰς τιμὰς αὐτῶν διατάξαι. αὐτὸς μὲν οὖν ὁπλομαχέας 
ἀγῶνα ἐν τῷ στρατοπέδῳ, χλαμύδα ἐνδύς, ἔϑηκε᾽ τὰ 
δὲ δὴ γενέθλια τὰ τοῦ υἱέος αὐτοῦ οἵ στρατηγοὶ ἐϑελον- 
ταὶ ϑέας τέ τινος ποιήσει καὶ δείπνων ἑώρτασαν. καὶ 
τοῦτο καὶ αὖϑις, ὅσοις γε καὶ ἔδοξεν αὐτῶν, ἐπράχϑη. 

Μεσσαλῖνα δὲ ἐν τούτῳ αὐτή τε ἠσέλγαινε καὶ 
τὰς ἄλλας γυναῖκας ἀκολασταίνειν ὁμοέως ἠνάγκαξε, 
καὶ πολλάς γε καὶ ἐν αὐτῷ τῷ παλατίῳ, τῶν ἀνδρῶν 
παρόντων καὶ ὁρώντων, μοιχεύεσϑαι ἐποίει. καὶ 
ἐκείνους μὲν καὶ ἐφέλει καὶ ἠγάπα, τιμαῖς τε καὶ 
ἀρχαῖς ἤγαλλε, τοὺς δ᾽ ἄλλους τοὺς μὴ συγκαϑιέντας 
σφᾶς ἐς τοῦτο καὶ ἐμίσει καὶ ἀπώλλυε. καὶ ταῦτα 
μέντοι τοιαῦτά τε ὄντα καὶ ἀναφανδὸν οὕτω γιγνό- 
μενα τὸν Κλαύδιον ἐπὶ πλεῖστον ἔλαϑεν᾽ ἐκείνῳ τε 
γὰρ ϑεραπαινίδιά τινα συμπαρακατέκλινε, καὶ τούς 
τι δυναμένους οἵ μηνῦσαι τοὺς μὲν εὐεργεσίαις τοὺς 
δὲ καὶ τιμωρίαις προκατελάμβανεν, ὥσπερ καὶ τότε 
καὶ Κατώνιον Ἰοῦστον τοῦ τε δορυφορικοῦ ἄρχοντα 
καὶ δηλῶσαί τι αὐτῷ περὶ τούτων ἐθελήσαντα προ- 
διέφϑειρε. τήν τὲ Ἰουλίαν τὴν τοῦ Ζρούσου μὲν 
τοῦ Τιβερίου παιδὸς ϑυγατέρα, τοῦ δὲ δὴ Νέρωνος 
τοῦ Γερμανικοῦ γυναῖκα γενομένην, ξηλοτυπήσασα 
ὥσπερ καὶ τὴν ἑτέραν ἀπέσφαξε. καί τις ἐν τούτῳ 
τῶν ἱππέων, ὡς καὶ ἐπιβουλεύσας τῷ Κλαυδίῳ, κατὰ 


ἃ, Ὁ. 43, .}1Χ. ΟΡ ΡΙΌΚ. 900 


τοῦ Καπιτωλίου ὑπό τε τῶν δημάρχων καὶ τῶν ὑπά- 
τῶν κατεκρημνίσϑη. 

ἐν μὲν δὴ τῇ πόλει ταῦτ᾽ ἐγίγνετο, κατὰ δὲ τὸν 19 
αὐτὸν τοῦτον χρόνον Αὐλος Πλαύτιος βουλευτὴς 
λογιμώτατος ἐς τὴν Βρεττανίαν ἐστράτευσε᾽ Βέρικος 
γάρ τις ἐκπεσὼν ἐκ τῆς νήσου κατὰ στάσιν ἔπεισε 
τὸν Κλαύδιον δύναμιν ἐς αὐτὴν πέμψαι. καὶ οὕτως 1 
ὁ Πλαύτιος στρατηγήσας τὸ μὲν στράτευμα χαλεπῶς 
ἐκ τῆς Γαλατίας ἐξήγαγεν ὡς γὰρ ἔξω τῆς οἰκου- 
μένης στρατεύσοντες ἠγανάκτουν. καὶ οὐ πρότερόν 
γε αὐτῷ ἐπείσθησαν πρὶν τὸν Νάρκισσον ὑπὸ τοῦ 
Κλαυδίου πεμφϑέντα ἀναβῆναί τε ἐπὶ τὸ τοῦ Πλαυ- 
τίου βῆμα καὶ δημηγορῆσαί τι ἐθελῆσαι" τότε γὰρ 
πολλῷ που μᾶλλον ἐπ᾽ αὐτῷ ἀχϑεσϑέντες οὔτε τι 
ἐκείνῳ εἰπεῖν ἐπέτρεψαν, συμβοήσαντες ἐξαίφνης 
τοῦτο δὴ τὸ ϑρυλούμενον “ἰὼ σατουρνάλια," ἐπειδή- 
πὲρ ἐν τοῖς Κρονίοις οἱ δούλοι τὸ τῶν δεσποτῶν 
σχῆμα μεταλαμβάνοντες ἑορτάξουσι; καὶ τῷ Πλαυτίῳ 
εὐϑὺς συνέσποντο ἑχούσιοι. τὴν μὲν οὖν ὁρμὴν χρο- 
νίαν διὰ ταῦτ᾿ ἐποιήσαντο, τριχῇ δὲ δὴ νεμηϑέντες 
ὅπως μὴ καϑ᾽ ἕν περαιούμενοι κωλυϑῶσέ ποι προ- 
σχεῖν, κἀν τῷ διάπλῳ τὸ μέν τι δυσφορήσαντες ἐπει- 
δὴ ἐπαλινδρόμησαν, τὸ δὲ ἀναϑαρρήσαντες ὅτι λαμ- 
πὰς ἀπὸ τῶν ἀνατολῶν ἀρϑεῖσα πρὸς τὰς δυσμὰς 
ἧπερ ἔπλεον διέδραμε, κατῆραν ἐς τὴν νῆσον μηδε- 
νός σφισιν ἐναντιωθέντος᾽ οἵ γὰρ Βρεττανοὶ μὴ 
προσδοκήσαντες αὐτοὺς δι᾽ ἅπερ ἐπυνθάνοντο ἥξειν, 
οὐ προσυνελέγησαν. οὐ μὴν οὐδὲ τότε ἐς χεῖρας αὐ- 
τοῖς ἦλϑον, ἀλλ᾽ ἔς τε τὰ ἕλη καὶ ἐς τὰς ὕλας κατέ- 
φυγον, ἐλπίσαντές σφας ἄλλως κατατρίψειν, ὥσϑ᾽, 
ὅπερ ἐπὶ τοῦ Καίσαρος τοῦ Ἰουλίου ἐγεγόνει; διὰ 
κενῆς αὐτοὺς ἀναπλεῦσαι. ὁ οὖν Πλαύτιος πολλὰ 520 

28" 


ῳ 


ΟΝ 


οι 


ἐφ 


[ 


μὰν 


σι 


900 μ|ῖνχΧ. ΟἸΑΌΒΙΝ, ἃ, Ὁ, 43, 


μὲν πράγματα ἀναξητῶν σφας ἔσχεν ἐπεὶ δὲ εὑρέ 
ποτε, ἦσαν δὲ οὐκ αὐτόνομοι ἀλλ᾽ ἄλλοι ἄλλοις βασι- 
λεῦσι προστεταγμένοι, πρῶτον μὲν Καταράτακον, ἔπει- 
τα Τογόδουμνον; Κυνοβελλίνου παῖδας, ἐνίκησεν᾽ 
αὐτὸς γὰρ ἐτεϑνήκει. φυγόντων δὲ ἐκείνων , προσέποι- 
ἥσατο ὁμολογίᾳ μέρος τι τῶν Βοδούνων, ὧν ἐπῆρχον 
Κατουελλανοὶ ὄντες. κἀνταῦϑα φρουρὰν καταλιπὼν 
πρόσω ἤει. ὡς δ᾽ ἐπὶ ποταμῷ τινι ἐγένοντο ὃν οὐκ 
ὥοντο οἵ βάρβαροι δυνήσεσϑαι τοὺς Ῥωμαίους ἄνευ 
γεφύρας διαβῆναι, καὶ διὰ τοῦτ᾽ ἀμελέστερόν πως ἐπὶ 
τῆς ὔὄχϑης αὐτοῦ τῆς κατ᾽ ἀντιπέρας ηὐλίξοντο, πέμπει 
Κελτούς, οἷς ἔϑος ἦν καὶ διὰ τῶν ῥοωδεστάτων ῥα- 
δέως αὐτοῖς ὅπλοις διανήχεσϑαι. καὶ ἐπειδὴ ἐκεῖνοι 
παρὰ δόξαν τοῖς ἐναντίοις προσπεσόντες τῶν μὲν 
ἀνδρῶν οὐδένα ἔβαλλον, τοὺς δ᾽ ἵππους τοὺς τὰ 
ἄρματα αὐτῶν ἄγοντας ἐτίτρωσκον. κἀκ τούτου τα- 
ραττομένων σφῶν οὐδ᾽ οἵ ἐπιβάται ἀσφαλεῖς εἶναι 
ἐδύναντο, ἐπιδιέπεμψε τόν τε Οὐεσπασιανὸν τὸν Φλα- 
οὕιον τὸν καὶ τὴν αὐτοκράτορα μετὰ ταῦτα ἀρχὴν 
λαβόντα. καὶ τὸν ἀδελφὸν αὐτοῦ Σαβῖνον ὑποστρα- 
τηγοῦντά οἷ᾽ καὶ οὕτω διελθόντες πῃ καὶ ἐκεῖνοι 
τὸν ποταμὸν συχνοὺς τῶν βαρβάρων μὴ προσδεχο- 
μένους ἀ ἀπέκχτειναν. οὐ μέντοι. οἵ λοιποὶ ἔφυγον, ἀλλὰ 
τῆς ὑστεραίας αὖϑις συμβαλόντες σφίσιν ἀγχώμαλα 
ἠγωνίσαντο. πρὶν δὴ Γναῖος Ὁσίδιος Γέτας κινδυνεύ- 
σας ἁλῶναι, ἔπειϑ᾽ οὕτως αὐτῶν ἐκράτησεν ὥστε καὶ 
τιμὰς ἐπινικίους, καίπερ οὐχ ὑπατευκώς. λαβεῖν. 
ἀναχωρησάντων δὲ ἐντεῦϑεν τῶν Βρεττανὼν ἐπὶ τὸν 
Ταμέσαν ποταμόν, καϑ᾽ ὃ ἔς τε τὸν ὠκεανὸν ἐκβάλλει 
πλημύροντός τε αὐτοῦ λιμνάξει, καὶ ῥαδίως αὐτὸν 
διαβάντων ἅτε καὶ τὰ στέριφα τά τε εὔπορα τοῦ χω- 
ρίου ἀκριβῶς εἰδότων, οἵ Ῥωμαῖοι ἐπακολουϑήσαντές 


ἃ. Ὁ. 49, 1. 1Χ, ΟΡΑΌΒΙΌΝ, 907 


ὄφισι ταύτῃ μὲν ἐσφάλησαν. διανηξαμένων δ᾽ αὖϑις 9 


τῶν Κελτών, καί τινων ἑτέρων διὰ γεφύρας ὀλίγον 
ἄνω διελϑόντων, πολλαχύϑεν τε ἅμα αὐτοῖς προσέμι- 
ξαν καὶ πολλοὺς αὐτῶν κατέκοψαν, τοὺς δὲ λοιποὺς 
ἀπερισκέπτως ἐπιδιώκοντες ἔς τε ἕλη δυσδιέξοδα 
ἐσέπεσον καὶ συχνοὺς ἀπέβαλον. 

διά τὲ οὖν τοῦτο καὶ ὅτι καὶ τοῦ Τογοδούμνου 
φϑαρέντος οἵ Βρεττανοὶ οὐχ ὅσον ἐνέδοσαν, ἀλλὰ καὶ 
μᾶλλον πρὸς τὴν τιμωρίαν αὐτοῦ ἐπισυνέστησαν, 
φοβηϑεὶς ὁ Πλαύτιος οὐκέτι περαιτέρω προεχώρησεν, 
ἀλλ᾽ αὐτός τε τὰ παρόντα διὰ φυλακῆς ἐποιήσατο 
καὶ τὸν Κλαύδιον μετεπέμψατο᾽ εἴρητο γὰρ αὐτῷ, 
εἴ τι βιαιότερον γίγνοιτο, τοῦτο ποιῆσαι. καὶ παρα- 
σκευή γε ἐπὶ τῇ στρατείᾳ πολλὴ τῶν τε ἄλλων καὶ 
ἐλεφάντων προσυνείλεκτο. ἐλϑούσης δὲ τῆς ἀγγελίας 
ὁ Κλαύδιος τὰ μὲν οἴκοι τῷ Οὐιτελλίῳ τῷ “Δουκίῳ 
τῷ συνάρχοντι τά τε ἄλλα καὶ τοὺς στρατιώτας ἐνε- 
χείρισε, καὶ γὰρ ἐξ ἴσου αὐτὸν ἑαυτῷ ἑξάμηνον ὅλον 
ὑπατεῦσαι ἐποίησεν. αὐτὸς δὲ ἐξεστρατεύσατο. καὶ 
καταπλεύσας ἐς τὰ Ὥστια ἐκεῖθεν ἐς Μασσαλίαν πα- 
ρεκομέσϑη, κἀντεῦϑεν τὰ μὲν πεζῇ τὰ δὲ καὶ διὰ 
τῶν ποταμῶν πορευόμενος πρός τε τὸν ὠκεανὸν ἀφί- 
κετο, καὶ περαιωϑεὶς ἐς τὴν Βρεττανίαν συνέμιξε 
τοῖς στρατοπέδοις πρὸς τῷ Ταμέσα ἀναμένουσιν αὐ- 
τόν. καὶ παραλαβών σφας ἐκεῖνόν τε ἐπιδιέβη, καὶ 
τοῖς βαρβάροις πρὸς τὴν ἔφοδον αὐτοῦ συνεστραμ- 
μένοις ἐς χεῖρας ἐλϑὼν μάχῃ τε ἐνίκησε καὶ τὸ Κα- 
μουλόδουνον τὸ τοῦ Κυνοβελλίνου βασίλειον εἷλε. 
κἀκ τούτου συχνοὺς τοὺς μὲν ὁμολογίᾳ τοὺς δὲ καὶ 
βίᾳ προσαγαγόμενος αὐτοκράτωρ πολλάκις ἐπῶνο- 
μάσϑη παρὰ τὰ πάτρια, οὐ γὰρ ἔστιν οὐδενὶ πλέον 
ἢ ἅπαξ ἐκ τοῦ αὐτοῦ πολέμου τὴν ἐπίκλησιν ταύτην 


21 


νῶν 


9098 .1Χ. ΟΡ ΡΙΟῦΚ. 8. Ὁ. 43, 


λαβεῖν, καὶ τὰ ὅπλα αὐτῶν ἀφελόμενος ἐκείνους μὲν 
τῷ Πλᾶυτίῳ προσέταξεν, ἐντειλάμενός οἵ καὶ τὰ λοιπὰ 
προσχαταστρέψασϑαι, αὐτὸς δὲ ἐς τὴν Ῥώμην ἠπείχϑη, 
τὴν ἀγγελίαν τῆς νίκης διὰ τῶν γαμβρῶν, τοῦ τε 
22 Μάγνου καὶ τοῦ Σιλανοῦ, προπέμψας. μαϑοῦσα δ᾽ 
ἡ γερουσία τὰ κατειργασμένα Βρεττανικόν τὸ αὐτὸν 
ἐπεκάλεσε καὶ τὰ ἐπινίκια αὐτῷ πέμψαι ἔδωκε. πα- 
νήγυρίν τε ἐτησίαν καὶ ἁψῖδας τροπαιοφόρους, τὴν 
μὲν ἐν τῇ πόλει τὴν δὲ ἐν τῇ Γαλατία, ὅϑεν ἐς τὴν 
Βρεττανίαν ἐξαναχϑεὶς ἐπεραιώϑη, γενέσϑαι ἐψηφί- 

2 σαντο᾽ τῷ τευϊεῖ αὐτοῦ τὴν αὐτὴν ἐπωνυμίαν ἐπέϑε- 
σαν, ὥστε καὶ κυρίως τρύπον τινὰ Βρεττανικὸν αὐτὸν 
ὀνομασϑῆναι, καὶ τῇ Μεσσαλίνῃ τὴν προεδρίαν ἣν καὶ 
ἡ Διουία ἐσχήκει καὶ τὸ καρπέντῳ χρῆσϑαι ἔδοσαν. 

8 ἐκείνους μὲν δὴ τούτοις ἐτίμησαν, τῇ δὲ δὴ τοῦ 
Γαΐου μνήμῃ ἀχϑόμενοι τὸ νόμισμα τὸ χαλκοῦν πᾶν, 
ὅσον τὴν εἰκόνα αὐτοῦ ἐντετυπωμένην εἶχε, συγχω- 
νευϑῆναι ἔγνωσαν. καὶ ἐπράχϑη μὲν τοῦτο, οὐ μέν- 
τοι καὶ ἐς βέλτιόν τι ὃ χαλκὸς ἐχώρησεν. ἀλλ᾽ ἀν- 
δριάντας ἀπ᾿ αὐτοῦ ἡ Μεσσαλῖνα τοῦ Μνηστῆρος 

4 τοῦ ὀρχηστοῦ ἐποιήσατο. ἐπεὶ γὰρ τῷ Γαΐῳ ποτὲ 
ἐκεῖνος ἐκέχρητο, χάριν τινὰ αὐτῷ ταύτην τῆς πρὸς 
ἑαυτὴν συνουσίας κατέϑετο. σφόδρα γὰρ ἤρα, καὶ 
ἐπεί γε μηδένα τρόπον μήϑ᾽ ὑπισχνουμένη τι μήτε 

ὃ ἐκφοβοῦσα αὐτὸν συγγενέσϑαι αὐτῇ ἀναπεῖσαι ἐδύ- 
νατο, διελέχϑη τῷ ἀνδρί, ἀξιοῦσα αὐτὸν πειϑαρχεῖν 
οὗ ἀναγκασϑῆναι ὡς καὶ ἐπ᾽ ἄλλο τι αὐτοῦ δεομένη᾽ 
καὶ οὕτως εἰπόντος αὐτῷ τοῦ Κλαυδίου πάνϑ᾽ ὅσα 
ἂν προστάττηται ὑπὸ τῆς Μεσσαλίνης ποιεῖν, συνὴν 
αὐτῇ ὡς καὶ τοῦϑ᾽ ὑπ᾽ ἐκείνου κεκελευσμένος. τὸ 
δ᾽ αὐτὸ τοῦτο καὶ πρὸς ἄλλους συχνοὺς ἔπραττεν" 

22, 2, ὅ, ἔδοσαν] Ῥοβίηϊξ οοἄ, οι. Εαγϑαβ ἱποὶρ τ 20, 2, Ὡ. 


ἃ. Ὁ, 44. ΠΧ, ΟΑὕρΡΙΌϑ, 909 


ὡς γὰρ εἰδότος τε τοῦ Κλαυδίου τὰ γιγνόμενα καὶ 
συγχωροῦντός οἵ ἀκολασταίνειν ἐμοιχεύετο. 

τῆς μὲν οὖν Βρεττανίας οὕτω τότε ἑάλω τινά" 28 
μετὰ δὲ ταῦτα, Γαΐου τε Κρίσπου τὸ δεύτερον καὶ ΨΩ 
Τίτου Ἐρυν λιοῦ ὑπατευόντων, ἦλϑέ τε ἐς τὴν Ῥώ- 
μην ὁ Κλαύδιος ἕξ μῆνας ἀποδημήσας, ἀφ᾽ ὧν ἑκκαί- 
δεκα μόνας ἐν τῇ Βρεττανίᾳ ἡμέρας ἐποίησε, καὶ τὰ 
νικητήρια ἔπεμψε, τά τε ἄλλα κατὰ τὸ νομιξόμενον 
πράξας καὶ τοὺς ἀναβασμοὺς τοὺς ἐν τῷ Καπιτωλίῳ 
τοῖς γόνασιν ἀναβάς, ἀναφερόντων αὐτὸν τῶν γαμ- 
βρῶν ἑἕκατέρωθεν. ἔνειμε δὲ τοῖς μὲν βουλευταῖς 
τοῖς συνεξετασϑεῖσίν οἱ τὰς ἐπινικίους τιμάς, οὐχ 
ὅτι τοῖς ὑπατευχόσιν, ὅπερ καὶ ἄλλως ἀφϑονώτατα 
καὶ ἐπὶ τοῖς ἐλαχίστοις ἐποίει, Ῥουφρίῳ δὲ δὴ Πολ- 
λέωνι τῷ ἐπάρχῳ εἰκόνα καὶ ἕδραν ἐν τῷ βουλευ- 
τικῷῇ, ὁσάκις ἂν ἐς τὸ συνέδριον αὐτῷ συνεσίῃ᾽ καὶ 
ἵνα γε μὴ καινοτομεῖν τι δόξῃ. ἔφη καὶ τὸν «ὔγου- 
στον ἐπὶ Οὐαλερίου τινὸς Δίγυος τοῦτο πεποιηκέναι. 
τόν τὲ Λάκωνα τὸν πρότερον ᾿μὲν τῶν νυκτοφυλά- 
κῶν ἄρξαντα, τότε δὲ τῶν Γαλατῶν ἐπιτροπεύοντα, 
τῷ τε αὐτῷ τούτῳ καὶ προσέτι ταῖς τῶν ὑπατευκό- 
τῶν τιμαῖς ἐσέμνυνε. διατελέσας δὲ ταῦτα τὴν πα- 
νήγυριν τὴν τῶν νικητηρίων ἐποίησεν, ὑπάτου τινὰ 
ἐξουσίαν ἐς αὐτὴν λαβών. ἐγίγνετο δὲ ἐν τοῖς δύο 
ἅμα ϑεάτροις᾽ καὶ πολλάκις αὐτὸς μὲν ἀπελείπετο 
τῆς ϑέας, ἕτεροι δὲ ἀντ᾽ αὐτοῦ ἐπετέλουν αὐτήν. 
τῶν δὲ δὴ ἵππων ἐπήγγειλε μὲν ἁμίλλας ὅσας ἂν 
ἡμέρα ἐνδέξηται, οὐ μέντοι καὶ πλείους τῶν δέκα 
ἐγένοντο ἄρκτοι τε γὰρ μεταξὺ τοῦ δρόμου αὐτῶν 
ἐσφάγησαν καὶ ἀϑληταὶ ἠγωνίσαντο, πυρρίχην τε 
᾿Ασιανοὶ παῖδες μετάπεμπτοι ὠρχήσαντο. καὶ ἄλλην ς 
δέ τινα πανήγυριν, ἐπὶ τῇ νίκῃ καὶ αὐτήν, οἱ περὶ 


ι᾽ 


ζο 


ψι 


24 


ἐϑ 


95 


ὃ» 


υ 


900 ,Χ, ΟΑΌΒΡΙΌΣ, ἃ. Ὁ. 44, 


τὴν σκηνὴν τεχνῖται, συγχωρηϑέν σφισιν ὑπὸ τῆς 
βουλῆς, ἐποίησαν. 

ταῦτα μὲν δὴ διὰ τὰ Βρεττανικὰ ἐπράχϑη, καὶ 
ἵνα γὲ ἄλλοι ῥᾷον ἐς ὁμολογίαν ἴωσιν, ἐψηφίσϑη τὰς 
συμβάσεις ἁπάσας, ὅσας ἂν ὁ Κλαύδιος ἢ καὶ οἵ ἀν- 
τιστράτηγοι αὐτοῦ πρὸς τινας ποιήσωνται, κυρίας 
ὡς καὶ πρὸς τὴν βουλὴν τόν τε δῆμον εἶναι. τὴν δὲ 


᾿Αἀχαΐαν καὶ τὴν Μακεδονίαν αἱρετοῖς ἄρχουσιν. ἐξ 


οὗπερ ὁ Τιβέριος ἦρξε, διδομένας ἀπέδωκεν ὁ Κλαύ- 
διος τότε τῷ χλήρῳ᾽ καὶ τοὺς στρατηγοὺς τοὺς ἐπὶ 
τῆς διοικήσεως καταλύσας ταμίαις αὐτὴν κατὰ τὸ 
ἀρχαῖον ἐπέτρεψεν, οὐχ ὥστε καὶ ἐτησίους σφᾶς, ὅπερ 
ἐπί τὲ ἐκείνων πρότερον καὶ ἐπὶ τῶν στρατηγῶν 
μετὰ ταῦτα ἐγίγνετο, ἄρχειν, ἀλλ᾽ οἵ δύο οἵ αὐτοὶ 
τρία ὅλα ἔτη αὐτὴν διῴκουν, καὶ οἱ μὲν στρατηγίας 
εὐθὺς ἐλάμβανον. οἱ δὲ καὶ μισϑὸν «ἔφερον, ὅπως 
ποτὲ καὶ ἔδοξαν ἄρξαι. τοῖς μὲν οὖν ταμίαις τὴν 
διοίκησιν ἀντὶ τῶν ἀρχῶν τῶν ἐν τῇ Ἰταλίᾳ ἔξω τῆς 
πόλεως ἀντέδωκε, πάσας γὰρ αὐτὰς ἔπαυσε, τοῖς δὲ 
δὴ στρατηγοῖς δίκας τινάς. ἃς πρότερον οἵ ὕπατοι 
διεδίκαξζον, ἀντενεχείρισε. τοῖς τε στρατευομένοις, 
ἐπειδὴ γυναῖκας οὐκ ἐδύναντο ἔκ γε τῶν νόμων ἔχειν, 
τὰ τῶν γεγαμηκότων δικαιώματα ἔδωκε. καὶ Μάρκῳ 


Ἰουλίῳ Κοττίῳ τὴν πατρῴαν ἀρχήν, ἣν ἐπὶ τῶν ΄41- 


πεῶν τῶν ὁμωνύμων εἶχε, προσεπηύξησε, βασιλέα 
αὐτὸν τότε πρῶτον ὀνομάσας. τῶν τὲ Ῥοδίων τὴν 
ἐλευϑερίαν ἀφείλετο. ὅτι Ρωμαίους τινὰς ἀνεσκολό- 
πισαν. καὶ Οὐμβώνιον Σιλίωνα ἄρχοντα Βαιτικῆς 
μεταπέμψας ἐξέωσεν ἐκ τοῦ συνεδρίου ὡς καὶ σῖτον 
ὀλίγον τοῖς ἐν τῇ Μαυριτανίᾳ στρατευομένοις ἀπο- 
στείλαντα᾽ τοῦτο γὰρ κατηγορήϑη, ἐπεὶ τό γε ἀληϑὲς 
οὐχ οὕτως εἶχεν, ἀλλ᾽ ὅτι τισὶ τῶν ἀπελευϑέρων 


ἃ. Ὁ. 44. 45. ..1Χ. ΘΟ ΓΡΙῦ5. 361 


προσέκρουσε. καὶ ὃς συνήνεγκε μὲν ἐς τὸ πρατήριον 
πάντα τὰ ἑαυτοῦ ἔπιπλα. πολλά τε καὶ περικαλλὴ 
ὄντι, ὡς καὶ πάντα αὐτὰ ἀποκηρύξων, μόνην δὲ δὴ 
τὴν βουλευτικὴν ἐσθῆτα ἐπώλησεν. ἐνδεικνυμενός 
σφισι διὰ τούτου ὅτι οὔτε τι δεινὸν πεπονθὼς εἴη 
καὶ δύναιτο ἰδιωτεύων ἡδέως βιοτεύειν. 

τότε μὲν δὴ ταῦτα ἐπράχϑη, καὶ τὴν ἀγορὰν τὴν 
διὰ τῶν ἐννέα ἡμερῶν ἀγομένην ἐς ἑτέραν ἡμέραν 
ἱερῶν τινων ἕνεκα μετέϑεσαν᾽ καὶ τοῦτο καὶ ἄλλοτε 
πολλάκις ἐγένετο. τῷ δ᾽ ἐπιόντι ἔτει ὕπατοι μὲν 


Μάρκος τε Οὐινίκιος δεύτερον καὶ Στατίλιος Κο- ἡ 


'ρουῖνος ἦρξαν, Κλαύδιος δὲ ᾿αὐτὸς μὲν πάντα τὰ 
εἰθισμένα διώμοσε, τοὺς δ᾽ ἄλλους ἐκώλυσε κατ᾽ 
ἄνδρα ὀμόσαι καὶ οὕτως εἷς τις τῶν στρατηγούντων, 
ὥσπερ ποτέ, καὶ ἕτερος τῶν δημαρχούντων, ἀπό τε 
τῶν ἄλλων ὡς ἕκαάστων εἷς, ἐξῆρξε τῶν ὅρκων τοῖς 
ὁμοίοις. καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐπράχϑη. ἐπειδή 
τε ἡ πόλις πολλῶν εἰκόνων ἐπληροῦτο, ἐξὴν γὰρ 
ἀνέδην τοῖς βουλομένοις ἐν γραφῇ καὶ ἐν χαλκῷ λίϑῳ 
τε δημοσιεύεσϑαι, τάς τε πλείους αὐτῶν ἑτέρωσέ ποι 
μετέϑηκε, καὶ ἐς τὸ ἔπειτα ἀπηγόρευσε μηδενὶ ἰδιώτῃ, 
ᾧ ἂν μὴ ἡ βουλὴ ἐπιτρέψῃ. τοῦτο ποιεῖν ἐξεῖναι, 
πλὴν εἴ τις ἔργον τι φκοδομηκὼς εἴη ἢ καὶ κατασκευ- 
ἄσαιτο᾽ τούτοις γὰρ δή, τοῖς τε συγγενέσιν αὐτῶν, 
ἴστασϑαι ἐν τοῖς χωρίοις ἐκείνοις ἐφῆκε. καί τινὰ 
ἐπὶ δώροις τῶν ἀρξάντων τινὸς ἔϑνους φυγαδεύ- 
σας, πάνϑ᾽ ὅσα ἐν τῇ ἀρχῇ ἐπεκτήσατο ἐδήμευσεν. 
ὅπως τὲ μὴ διακρούοιντο οἱ τοιοῦτοι τοὺς ἐθέλοντάς 


.2 


σφισι δικάξεσϑαι; οὐδενὶ ἀρχὴν ἐπ᾽ ἀρχῇ παραχρῆμα 


ἐδίδου. τοῦτο γὰρ ἐνενόμιστο μὲν καὶ πρότερον, ἵνα 
ἀπροφασίστως τις αὐτοῖς ἐν τῷ μεταξὺ χρόνῳ λαγ- 
χάνῃ, οὐδὲ γὰρ οὐδὲ τοῖς παριεμένοις τὰς ἐκδημίας 


902 .Χ, ΟἸΑΥΡΙῦϑ. ἃ. Ὁ, 45. 


οἷς ποι ἐπετρέπετο ἐπαλλήλους ποιεῖσϑαι., ὅπως εἰ 
δή τι ΄πλημμελήσειαν, μὴ προσλαμβάνοιεν, οἵ μὲν ἐκ 
τῶν ἀρχῶν οἱ δὲ ἐκ τῶν ἀποδημιῶν, τὸ ἀνεύϑυνον, 
ἐξελελοίπει δέ. καὶ οὕτω γε ἀκριβῶς ἕκαάτερον αὖὐ- 
τῶν ἐφύλαττεν ὥστε μηδὲ παρεδρεύσαντά τινι ἐπι- 
τρέψαι ἐς ἡγεμονίαν εὐϑὺς ἔϑνους ἐπιβάλλουσάν οὗ 
κληροῦσϑαι, καίτοι καὶ ἐπὶ δύο ἔτη τινὰς ἐὼν αὐτῶν 
ἄρχειν, αἱρετούς τε ἔστιν οὗς πέμπων. τοῖς δ᾽ οὖν 
αἰτουμένοις ὥστε ἔξω τῆς Ἰταλίας ἀποδημῆσαι ἐφέξει 
μὲν καὶ καϑ᾿ ἑαυτὸν ἄνευ τῆς βουλῆς, τοῦ γε μὴν 
καὶ νόμῳ τινὶ αὐτὸ δοκεῖν ποιεῖν δόγμα γενέσϑαι 
ἐκέλευσε. καὶ τοῦτο μὲν καὶ τῷ ὑστέρῳ ἔτει ἐψη- 
φίσϑη᾽ τότε δὲ τήν τε πανήγυριν τὴν εὐκταίαν, ἣν 
τῆς στρατείας αὑτοῦ ἕνεκα προὐπέσχητο, διέϑηκε καὶ 
τῷ δήμῳ τῷ σιτοδοτουμένῳ πέντε μὲν καὶ ἑβδομή- 
κοντα δραχμὰς ἅπασι διέδωκεν, ἔστι δ᾽ οἷς καὺ πλέον, 
ὥστε καὶ ἐς τριακοσίας καὶ δώδεκα καὶ ἡμίσειάν τισι 
γενέσϑαι. οὐ μέντοι καὶ πάντα αὐτὸς διένειμεν, ἀλλὰ 
καὶ οἵ γαμβροὶ αὐτοῦ, ἐπειδήπερ ἐπὶ πλείους ἡμέρας 

ἡ διάδοσις ἐγένετο καὶ ἠϑέλησε καὶ δικάσαι ἐν ταύ- 

ταις. τοῖς τε Κρονίοις τὴν πέμπτην ἡμέραν τὴν κα- 

ταδειχϑεῖσαν τε ὑπὸ τοῦ Γαΐου καὶ μετὰ τοῦτο κατα- 
λυϑεῖσαν ἀπέδωκε. 

28 καὶ ἐπειδὴ ὁ ἥλιος ἐν τοῖς γενεϑλίοις αὐτοῦ 
ἐκλείψειν ἔμελλεν, ἐφοβήϑη τε μή τις ἐκ τούτου τα- 
ραχὴ γένηται, ἐπεὶ ἄλλα ἄττα τέρατα συνεβεβήκει, 
καὶ προέγραψεν οὐ μόνον ὅτι τε ἐκλείψεν καὶ ὁπότε 
καὶ ἐφ᾽ ὁπόσον, ἀλλὰ καὶ τὰς αἰτίας δι᾿ ἃς ἀναγκαίως 

2 γενήσεσϑαι τοῦτο ἔμελλεν. εἰσὶ δὲ αἴδε. ἡ σελήνη 
τὴν κάτω τοῦ ἡλίου περιφοράν, ὥσπερ που πεπίστευ- 
ται, εἴτ᾽ οὖν ἐφεξῆς αὐτοῦ εἴτε καὶ μετὰ τὸν Ἑρμῆν 


26, 3, 3. αὐτοῦ] Ηος τυγϑιιβ ἱποῖρὶθ οοᾶοχ γοπρίυϑ. 


φὉ 


«1 


[“.] 


τ ἃ. Γ΄, 45. 46. ι ΙΧ, ΟἸΑΌΡΙΌΒ. 90 


τήν τε ᾿Αφροδίτην ἔχει, κινεῖται μὲν κατὰ μῆκος, 
ὥσπερ καὶ ἐκεῖνος, κινεῖται δὲ καὶ κατὰ βάϑος, 
ὥσπερ ἴσως καὶ ἐκεῖνος, κινεῖται δὲ καὶ ἐν πλάτει, 
ὅπερ οὐδαμῇ οὐδαμῶς τῷ ἡλίῳ ὑπάρχει. ὅταν οὖν 
κατά τὲ τὴν αὐτὴν αὐτῷ εὐθυωρίαν ὑπὲρ τὴν ἡμετέ- 
ραν ὄψιν γένηται καὶ ὑπὸ τὴν φλόγα αὐτοῦ  ὑποδράμῃ, 
τότε τὴν αὐγὴν αὐτοῦ τὴν ἐς τὴν γῆν καϑήκουσαν 
τοῖς μὲν ἐπὶ πλεῖον τοῖς δὲ ἐπ᾽ ἔλαττον διεσκέπασεν, 
ἔστι δ᾽ οἷς οὐδὲ ἐπὶ βραχύτατον ἀποκρύπτει᾽ ἴδιον 
γὰρ ἀεὶ φῶς ὁ ἥλιος ἔχων οὐκ ἔστιν ὅτε αὐτοῦ ἀπαλ- 
λάττεται, καὶ διὰ τοῦϑ᾽ οἷς ἂν ἡ σελήνη μὴ ἐπί- 
προσϑεν, ὥστ᾽ αὐτὸν συσκιάξεσϑαι, γένηται, ὁλόκλη- 
ρος ἀεὶ φαίνεται. περὶ μὲν δὴ τὸν ἥλιον ταῦτ᾽ ἀεί 
τε συμβαίνει καὶ τότε ὑπὸ τοῦ Κλαυδίου ἐδημοσιεύ- 
θη" ἡ δὲ σελήνη, οὐ γάρ ἐστιν ἀπὸ τρόπου καὶ τὸ 
κατ᾽ ἐκείνην εἰπεῖν, ἐπειδήπερ ἅπαξ τοῦ λόγου τού- 
του προσηψάμην, ὁσάκις ἂν κατ᾽ ἀντικρὺ τῷ ἡλίῳ 
γενομένη, ἐν γὰρ ταῖς πανσελήνοις μόνως αὐτῇ τοῦτο, 
ὥσπερ καὶ ἐκείνῳ ἐν ταῖς νουμηνίαις, συμβαίνει, ἐς 
τὸ τῆς γῆς σκίασμα κωνοειδὲς ὃν ἐμπέσῃ. γίγνεται 
ὃξ τοῦτο ὅταν διὰ τῶν μέσων ἐν τῇ τοῦ πλάτους κι- 
νήσει περιφέρηται, στέρεται τοῦ ἡλιοειδοῦς φωτὸς 
καὶ αὐτὴ καϑ' ἑαυτὴν ὁποίαπερ ἐστὶ φαντάζξεται. 
ταῦτα μὲν δὴ τοιαῦτά ἐστι, τοῦ δ᾽ ἐνιαυτοῦ 
ἐκείνου ἐξελϑόντος Οὐαλέριός τε ᾿Ασιατικὸς τὸ δεύ- 
τερον καὶ Μάρκος Σιλανὸς ὑπάτευσαν. καὶ οὗτος 
μὲν ἐφ᾽ ὅσον ἡρέϑη ἦρξεν, “Δσιατικὸς δὲ ἀπεδείχϑη 
μὲν ὡς καὶ δι᾿ ἔτους ὑπατεύσων. ὃ καὶ ἐπ᾽ ἄλλων 
ἐγίγνετο, οὐ μέντοι καὶ ἐποίησε τοῦτο, ἀλλ᾽ ἀφῆκε 
τὴν ἀρχὴν ἐϑελούσιος, καὶ αὐτὸ καὶ ἕτεροί τινες 
ἔπραξαν. ἀλλ᾽ ἐκεῖνοι μὲν ὑπὸ πενίας, τὰ γὰρ ἀνα- 
λώματα τὰ ἐν ταῖς ἱπποδρομίαις γιγνόμενα ἐπὶ πολὺ 


ω 


μ᾿ 


ψι 


ἘΦ 
-ἢ 


ἐϑ 


364 ΠΧΜΎΧ, Θμαῦριῦς. ἃ. Ὁ. 48. 


ἐκεχωρήκει᾽ τετράκις γὰρ καὶ εἰκοσάκις ὡς πλήϑει 
ἡμιλλώντο, ὃ δ᾽ ᾿Ασιατικὸς ὑπ᾽ αὐτοῦ τοῦ πλούτου 
ὑφ᾽ οὗπερ καὶ ἀπέϑανεν᾽ ἐπεὶ γὰρ ἔν τε πολλῇ πε- 
φιουσίᾳ ἦν καὶ ἐκ τοῦ δεύτερον ὑπατεύειν καὶ ἐπαχ- 
ϑὴς καὶ ἐπίφϑονος πολλοῖς ἐγεγόνει, καταλῦσαι τρό- 
πον τινὰ αὐτὸς ἑαυτὸν ἠϑέλησεν ὡς καὶ ἧττόν τι 
παρὰ τοῦτο κινδυνεύσων. καὶ ὁ μὲν ἐξηπατήϑη, ὁ 
δὲ Οὐινίκιος ὑπὸ μὲν τοῦ Κλαυδίου οὐδὲν ἔπαϑεν, 
ἦν μὲν γὰρ διαπρεπὴς ἀνήρ, τὴν δὲ δὴ ἡσυχίαν ἄγων 
καὶ τὰ ἑαυτοῦ πράττων ἐσώξετο, ὑπὸ δὲ τῆς Μεσσα- 
λίνης, ὑποψέα τε ὅτι τὴν γυναῖκα αὐτοῦ τὴν Ἰουλίαν 
ἀπεκτόνει, καὶ ὀργῇ ὅτι οὐκ ἠἡϑέλησέν οἵ συγγενέσϑαι, 
φαρμάκῳ διεφϑάρη. καὶ οὕτω ταφῆς τε δημοσίας 
καὶ ἐπαίνων ἠξιώϑη᾽ πολλοῖς γὰρ δὴ καὶ ταῦτ᾽ ἐδί- 
δυτο. ᾿Δσίνιος δὲ δὴ Γάλλος ὁ τοῦ Δρούσου πρὸς 
μητρὸς ἀδελφὸς ἐπεβούλευσε μὲν τῷ Κλαυδίῳ, οὐκ 
ἀπέϑανε δὲ ἀλλ᾽ ὑπερωρίσϑη. αἴτιον δὲ ἴσως μὲν 
καὶ ἐκεῖνο ὅτι μήτε στράτευμα προπαρασκευάσας μήτε 
χρήματα προαϑροίσας, ἀλλ᾽ ὑπ᾽ ἀνοίας πολλῆς, ὡς 
καὶ ἑκουσίων τῶν Ῥωμαίων διὰ τὸ γένος ἄρξων, 
ἐθρασύνετο᾽ τὸ δὲ δὴ πλεῖστον ὅτε καὶ σμικρότατος 
καὶ δυσειδέστατος ὦν, κἀκ τούτου καταφρονηϑείς, 
γέλωτα μᾶλλον ἢ κίνδυνον ὠφλεν. 

28 οὐ μὴν ἀλλὰ ταῦτα μὲν καὶ πάνυ τοῦ Κλαυδίου 
ἐπήνουν, καὶ νὴ Δία καὶ ἐκεῖνο ὅτι ἐντυχόντος τινὸς 
τοῖς δημάρχοις κατὰ τοῦ ἐξελευϑερώσαντος αὐτόν, καὶ 
ὑπηρέτην ἐπ᾽ αὐτὸν αἰτήσαντος καὶ λαβόντος, ἠγα- 
νάκτησε, καὶ ἐκεῖνόν τὲ καὶ τοὺς συνεξετασϑέντας 
αὐτῷ ἐκόλασε, καὶ προσέτι καὶ ἀπηγόρευσε μηδὲ τοῖς 
οὕτω κατὰ τῶν δεσποτευσάντων αὐτῶν βοηϑεῖν. εἰ 
δὲ μή, στέρεσϑαι τοῦ δίκην αὐτοὺς ἑτέροις λαγχάνειν. 

2 δουλεύοντα μέντοι αὐτὸν τῇ τὲ γυναικὶ καὶ τοῖς 


.ὡ: 


π 


σι 


Εν 


8, Ο, 46, 47. εχ, ΟΑΌΡΙΌΒ. 9θῦ 


ἀπελευϑέροις ὁρῶντες ἤσχαλλον, ἄλλως τε καὶ ἐπειδὴ 
σπουδασάντων ποτὲ τῶν τε ἄλλων καὶ αὐτοῦ τοῦ 
Κλαυδίου τὸν Σαβῖνον τὸν τῶν Κελτῶν ἐπὶ τοῦ Γαΐου 
ἄρξαντα ἐν μονομαχίᾳ τινὶ ἀποκτεῖναι, ἡ Μεσσαλῖνα 
ἔσωσε᾽ καὶ γὰρ ἐκείνῳ ἐπλησίαξε. τοῦτό τε οὖν αὐτοὺς 
ἷ,,, “ Α Μ᾿ ᾽ , "Ἂν - ᾿ 

ἠνία, καὶ ὅτι τὸν Μνηστῆρα ἀποσπάσασα ἀπὸ τοῦ ϑεά- 
τρου εἶχε καὶ ὁπότε γε λόγος τις ἐν τῷ δήμῳ περὶ αὐτοῦ 
Ν ιν: 2 “Ὁ , »-» ἤ ς 7 

ὁτι μὴ ὀρχοῖτο γίγνοιτο ϑαῦμα τεὸὺ Κλαύδιος ἐποιεῖτο 
καὶ ἀπελογεῖτο τά τε ἄλλα καὶ ὀμνὺς ὅτι μὴ συνείη 
αὐτῷ. πιστεύοντες γὰρ ὕντως ἀγνοεῖν αὐτὸν τὰ γιγνό- 


φ- 


4 


- Α Ω' ’ 3 2,» Ἁ “ιἌἀᾳΓ, 
μενα, ἐλυποῦντο μὲν οὁτι μόνος οὐκ ἠπίστατο τὰ ἐν τῷ 


βασιλείῳ δρώμενα, ὅσα καὶ ἐς τοὺς πολεμίους ἤδη διε- 
πεφοιτήκει, οὐ μὴν καὶ ἐξελέγχειν αὐτὰ ἤϑελον, τὸ μέν 
τι τὴν Μεσσαλῖναν αἰδούμενοι, τὸ δὲ καὶ τοῦ Μνηστῆ- 
ρος φειδόμενοι᾽ ὅσον γὰρ ἐκείνῃ διὰ τὸ κάλλος. το- 
σοῦτον τῷ δήμῳ διὰ τὴν τέχνην ἤρεσκεν. οὕτω γάρ 
που δεινὸς σοφιστὴς ἐν τῇ ὀρχήσει ἦν ὥστε τοῦ ὁμί- 
λου μεγάλῃ ποτὲ σπουδῇ δρᾶμά τι αὐτὸν ἐπιβόητον 
ὀρχήσασϑαι δεομένου, παρακῦψαί τε ἐκ τῆς σκηνῆς 
καὶ εἰπεῖν ὅτι οὐ δύναμαι τοῦτο ποιῆσαι᾽ τῷ γὰρ 
Ὀρέστῃ συγκεκοίμημαι. ὃ δ᾽ οὖν Κλαύδιος ταῦτά τε 
οὕτως ἔπραττε, καὶ ἐπειδὴ πλῆϑός τε δικῶν ἀμύϑητον 
ἦν καὶ οὐκ ἀπήντων ἐπ᾽ αὐτὰς οἵ τι προσδοκῶντες 
ἐλαττωϑήσεσϑαι. προεῖπε διὰ προγράμματος ὅτι καὶ 
κατὰ ἀπόντων αὐτῶν ἐντὸς ῥητῆς τινος ἡμέρας δικά- 
σει. καὶ ἐνεπέδωσε τοῦτο. 

ἐν δὲ τῷ ἑξῆς ἔτει ὅ τε Κλαύδιος τὸ τέταρτον 


καὶ Οὐιτέλλιος Δούκιος τὸ τρέτον, ὀκτακοσιοστοῦ τῇ ἢ 


Ῥώμῃ ἔτους ὄντος, ὑπάτευσαν. καὶ ἐξήλασε μὲν ὃ 
Κλαύδιός τινας ἐκ τῆς βουλῆς, ὧν οἵ πλείονες οὐκ 


28, 8, 1. δή] Τοβίμϊθ οοάοχ γομποίιθ, βϑαποηίία, ἀϑαπὸ 
δα ἤποπι ΠΟΤῚ ΡΙοσδαῖθ δαπὶ ΧΙΡΒΙ]ηΐ, 


σι 


ΦΞ 


47 


τ᾿ 


ω 


ἕ- 


σι 


Φ9» 


ε 


9606 [01Χ. ΟΑ ΡΙΒ. ἃ. Ὁ, 47, 


ἄκοντες ἐξέπεσον ἀλλ᾽ ἐθελονταὶ διὰ πενίαν παρέ- 
μενοι, ἀντεσήγαγε δὲ ὁμοέως πολλούς. ἐπειδή τὲ 
Σουρδίνιός τις Γάλλος βουλεῦσαι δυνάμενος ἐς τὴν 
Καρχηδόνα ἐξῴκησε, σπουδῇ τε αὐτὸν μετεπέμψατο, 
καὶ ἔφη ὅτι χρυσαῖς σὲ πέδαις δήσω. καὶ ὁ μὲν οὕτω 
τῷ ἀξιώματι πεδηϑεὶς κατὰ χώραν ἔμεινε τοὺς 
μέντοι ἀλλοτρίους ἀπελευϑέρους ὁ Κλαύδιος, εἴ που 
κακουργοῦντας λάβοι. δεινῶς τιμωρῶν, τοῖς ἰδίοις 
οὕτω προσέκειτο ὥσϑ᾽ ὑποκριτοῦ τινος ἐν τῷ ϑεάτρῳ 
ποτὲ τοῦτο δὴ τὸ θρυλούμενον εἰπόντος ὅτι ἀφόρη- 
τὸς ἐστιν εὐτυχῶν μαστιγίας, καὶ τοῦ τε δήμου παν- 
τὸς ἐς Πολύβιον τὸν ἀπελεύϑερον αὐτοῦ ἀποβλέψαν- 
τος, καὶ ἐκείνου ἐκβοήσαντος ὅτι ὁ αὐτὸς μέντοι ποι- 
ητὴς εἶπεν ὅτι βασιλεῖς ἐγένοντο χοὶ πρὶν ὄντες 
αἰπόλοι, οὐδὲν δεινὸν αὐτὸν εἰργάσατο. μηνυϑέντων 
δέ τινων ὡς ἐπιβουλεύοιεν αὐτῷ. τοὺς μὲν ἄλλους 
ἐν οὐδενὶ λόγῳ ἐποιήσατο, εἰπὼν ὅτι οὐ τὸν αὐτὸν 
χρὴ τρόπον ψύλλαν τε καὶ ϑηρίον ἀμύνεσθαι. ὁ δὲ 
᾿Ασιατικὸς ἐκρίϑη μὲν παρ᾽ αὐτῷ, ὀλίγου δὲ δεῖν 
ἀπέφυγεν. ἀρνουμένου γὰρ αὐτοῦ καὶ λέγοντος ὅτι 
οὐκ οἶδα οὐδὲ γνωρίξω τῶν καταμαρτυρούντων μου 
τούτων οὐδένα, ἐρωτηϑεὶς ὁ στρατιώτης ὁ φάσκων 
αὐτῷ συγγεγονέναι ὅστις ὁ ᾿4σιατικὸς εἴη, φαλακρόν 
τινα προσεστῶτα κατὰ τύχην ἔδειξε᾽ τοῦτο γὰρ αὖ- 
τοῦ τὸ σύμβολον μόνον ἠπίστατο. γέλωτος οὖν ἐπὶ 
τούτῳ πολλοῦ γενομένου, καὶ τοῦ Κλαυδίου ἀπολύειν 
αὐτὸν μέλλοντος. ὁ Οὐιτέλλιος. τῇ Μεσδαλίνῃ χαρι- 
ξόμενος παρακεκλῆσϑαι ἔφη ὑπ᾽ αὐτοῦ ἵν᾽ ὅπως ἂν 
βουληϑῇ ἀποϑάνῃ. ἀκούσας δὲ τοῦτο ἐκεῖνος ἐπέ- 
δστευδέ τε αὐτὸν ὄντως ἑαυτοῦ διὰ τὸ συνειδὸς κα- 
τεγνωκέναι, καὶ κατεχρήσατο. 

ἀνεφάνη δὲ καὶ νησίδιόν τι ἐν τῷ ἔτει τούτῳ 


ἃ. Ὁ. 47. .ἸΧ, ΟΑΡΙῦΚ. 907 


παρὰ τῇ Θήρᾳ τῇ νήσῳ, οὐκ ὃν πρότερον. ἐπειδή τε 
πολλοὶ δούλους ἀρρωστοῦντας οὐδεμιᾶς ϑεραπείας 
ἠξίουν ἀλλὰ καὶ ἐκ τῶν οἰκιῶν ἐξέβαλλον, ἐνομοϑέ- 
τηῦε πάντας τοὺς ἐκ τοῦ τοιούτου περιγενομένους 
ἐλευϑέρους εἶναι. 
ἐν δὲ τῇ Βρεττανίᾳ τ να ϑίυτες τοῦ Οὐεσ- 
πασδιανοῦ ὑπὸ τῶν , βαρβάρων καὶ κινδυνεύοντος 
φϑαρῆναι, ὁ Τίτος ὁ υἱὸς αὐτοῦ περὶ τῷ πατρὶ δεί- 
δας τήν τε περίσχεσιν αὐτῶν παραλόγῳ τόλμῃ διέρ- 
ρηξε, κἀκ τούτου φεύγοντάς σφας ἐπιδιώξας διέφϑει- 
ρεν. ὁ δὲ Πλαύτιος ἀπὸ τοῦ Βρεττανικοῦ πολέμου, 
ὡς καὶ καλῶς αὐτὸν χειρίσας καὶ κατορϑώσας. καὶ 
ἐπῃνέϑη ὑπὸ τοῦ Κλαυδίου καὶ ἐθριάμβευσε. 
ὅτι κατὰ τὴν ὁπλομαχίαν πολλοὶ καὶ τῶν ξένων 
ἀπελευϑέρων καὶ οἵ αἰχμάλωτοι οἱ Βρεττανοὶ ἐμαχέ- 
σαντο᾽ καὶ πολλοὺς ὅσους καὶ ἐν τούτῳ τῷ εἴδει τῆς 
ϑέας ἀνήλισκε, καὶ ἐπὶ τούτῳ ἐσεμνύνετο.  Ρ. 674. 
Γναῖος δὲ ΖΔομίτιος Κορβούλων ἐν τῇ Κελτικῇ 
στρατηγῶν τά τε στρατεύματα συνεκρότησε, καὶ τῶν 
βαρβάρων ἄλλους τε καὶ οὖς ἐκάλουν Καύχους ἐκά- 
κῶσε. καὶ αὐτὸν ἐν τῇ πολεμίᾳ ὄντα ὁ Κλαύδιος 
ἀνεκάλεσε᾽ τήν τε γὰρ ἀρετὴν αὐτοῦ καὶ τὴν ἄσκη- 
σιν μαϑὼν οὐκ ἐπέτρεψεν αὐτῷ ἐπὶ πλέον αὐξηϑῆναι. 
πυϑόμενος δὲ τοῦτο ὁ Κορβούλων ἐπανῆλϑε,. τοσοῦτον 
μόνον ἀναβοήσας “ὦ μακάριοι οἵ πάλαι ποτὲ στρα- 
τηγήσαντες᾽ ἐς δήλωσιν ὅτι τοῖς μὲν ἀκινδύνως ἀν- 
δραγαϑίξεσϑαι ἐξῆν, αὐτὸς δ᾽ ὑπὸ τοῦ αὐτοκράτορος 
διὰ τὸν φϑόνον ἐνεποδίσϑη. τῶν μέντοι ἐπινικίων 
καὶ ὡς ἔτυχε. πιστευϑεὶς ὃὲ πάλιν τὸ στράτευμα 
καὶ οὐδὲν ἡ ἥττον ἤσκει αὐτό, καὶ ἐπειδή γε εἰρήνουν, 
διετάφρευσε δι᾿ αὐτῶν πᾶν τὸ μεταξὺ τοῦ τε Ῥήνου 
καὶ τοῦ Μόσου, σταδίους ἑβδομήκοντα καὶ ἑκατὸν 


[᾿] 


τὸ 


"πὶ 


οι 


91 


ἐΦ 


Ω ὦ 


45 


«ἰ 


σι 


368 χ.1Χ. ΟΑυριῦϑ, ἃ. ΓΟ. 47. 48. 


μάλιστα, ἵνα μὴ οἵ ποταμοὶ ἐν τῇ τοῦ ὠκεανοῦ πλη- 
μυρίδι ἀναρρέοντες πελαγίξωδιν. 

ἡ Μεσσαλῖνα δέ, ὥσπερ οὐκ ἐξαρκοῦν οἵ ὅτι καὶ 
ἐμοιχεύετο καὶ ἐπορνεύετο, τά τε γὰρ ἄλλα αἰσχρῶς 
ἔπραττε, καὶ ἐπ᾽ οἰκήματος ἔστιν ὅτε ἐν τῷ παλατίῳ 
αὐτή τε ἐκαϑέξετο καὶ τὰς ἄλλας τὰς πρώτας ἐκά- 
ϑιξε, καὶ ἐπεθύμησε καὶ ἄνδρας, τοῦτο δὴ τὸ τοῦ 
λόγου, πολλοὺς ἔχειν. καὶ σύμπασιν ἂν τοῖς χρωμέ- 
νοῖς αὕτῃ κατὰ συμβολαια συνῴκησεν, εἰ μήπερ 
εὐϑὺς ἐν τῷ πρώτῳ φωραϑεῖσα ἀπώλετο. τέως μὲν 
γὰρ οἵ Καισάρειοι πάντες ὡμονόουν αὐτῇ, καὶ οὐδὲν 
ὅ,τι οὐκ ἀπὸ κοινῆς γνώμης ἐποίουν᾽ ἐπεὶ δὲ τὸν 
Πολύβιον, καίτοι καὶ ἐκείνῳ πλησιάξουσα, καὶ διέβαλε 
καὶ ἀπέκτεινεν, οὐκέτι αὐτῇ ἐπίστευον, κἀκ τούτου 
ἐρημωϑεῖσα τῆς παρ᾽ αὐτῶν εὐνοίας ἐφϑάρη. τόν 
τε γὰρ Σίλιον τὸν Γάιον, τὸν τοῦ Σιλίου τοῦ ὑπὸ 
Τιβερίου σφαγέντος υἷόν, ἄνδρα ἐπεγράψατο, καὶ 
τούς τε γάμους πολυτελῶς εἴστίασε καὶ οἰκίαν αὐτῷ 
βασιλικὴν ἐχαρίσατο, πάντα τὰ τιμιώτατα τῶν τοῦ 
Κλαυδίου κειμηλίων συμφορήσασα ἐς αὐτήν, καὶ τέ- 
λος ὕπατον αὐτὸν ἀπέφηνε. ταῦτ᾽ οὖν πρότερον 
μὲν καὶ ὑπὸ πάντων τῶν ἄλλων ἀκουόμενα καὶ ὁρώ- 
μενα τὸν γοῦν Κλαύδιον ἐλάνϑανεν᾽ ὡς ὁ᾽ οὗτός 
τὲ ἐς τὰ Ὥστια πρὸς ἐπίσκεψιν σίτου κατέβη. καὶ 
ἐκείνη ἐν τῇ Ῥώμῃ, πρόφασιν ὡς καὶ νοσοῦσα, ὑπε- 
λείφϑη, συμπόσιόν τέ τι περιβόητον συνεχρότησε καὶ 
κῶμον ἀσελγέστατον ἐκώμασεν, ἐνταῦϑα ὁ Νάρκισσος. 
μονωϑέντι τῷ Κλαυδίῳ μηνύει διὰ τῶν παλλακῶν 
αὐτοῦ πάντα τὰ γιγνόμενα. καὶ ἐκφοβήσας αὐτὸν 


81, 2, 1, καὶ σύμπασιν --- 8, ἐφϑάρη οἱ 8, 2, τὸν τοῦ -“-- 
8, υἱὸν οἵ 4, 1, πρότερον μὲν εὐ ὅ, 1, καὶ ἐκφοβήσας --- 
4, βασανίσαι ἰηδοτία οχ Υ̓ ν᾿. 6174. 


ἃ. Ὁ. 48. 49. μΧ, ΟΡ. 8609. 


ὡς καὶ τῆς Μεσσαλίνης ἐκεῖνόν τε ἀποκτενεῖν καὶ 
τὸν Σίέλιον ἐς τὴν ἀρχὴν ἀντικαϑιστάναι μελλούσης, 
ἀνέπεισε συλλαβεῖν τινας καὶ βασανίσαι. ἅμα τὲ 
τοῦτ᾽ ἐγίψνετο καὶ αὐτὸς ἠπείχϑη ἐς τὴν πόλιν, καὶ 
ὥσπερ εἶχεν ἐσελϑὼν ἄλλους τε πολλοὺς καὶ τὸν 
Μνηστῆρα ἐθανάτωσεν, αὐτήν τε τὴν Μεσσαλῖ- 
ναν ἐς τοὺς τοῦ ᾿Ασιατικοῦ κήπους, δι᾿ οὔσπερ 


οὐχ ἥκιστα ἀπωλώλει, ἀναχωρήσασαν ἀπέσφαξε. καὶ ὁ 


μετ᾽ ὀλίγον τὴν ἀδελφιδῆν ᾿“γριππῖναν ἔγημε. τὴν 
τοῦ “ομιτίου τοῦ Νέρωνος ἐπονομασϑέντος μητέρα" 
καὶ γὰρ καλὴ ἦν καὶ συνεχῶς αὐτῷ προσεφοίτα, 
μόνη τε ὡς καὶ ϑείῳ συνεγίγνετο, καὶ τρυφερώτερον 
ἢ καὶ ἀδελφιδὴ προσεφέρετο. 

ὅτι ὁ Σιλανὸς ἀνὴρ ἀγαϑὸς ἐνομέξετο, καὶ ὑπὸ 
τοὺ Κλαυδίου οὕτως ἐτιμᾶτο ὥστε καὶ ἐπινικίους 


τιμὰς ἐν παισὶ λαβεῖν, τήν τε ϑυγατέρα αὐτοῦ 


Ὀκταουίαν ἐγγυήσασϑαι, καὶ πολὺ πρὸ τοῦ καϑή- 
κοντος χρόνου στρατηγήῆσαι, τήν τὲ πανήγυριν τὴν 
προσήκουσαν αὐτῷ τοῖς ἐκείνου τέλεσι ποιῆσαι, καὶ 
ἐν αὐτῇ τὸν Κλαύδιον καὶ αἰτῆσαί τινὰ παρ᾽ αὐτοῦ 
ὥσπερ τινὰ στασιάρχην, καὶ ἐκβοῆσαι πάνϑ' ὅσα τοὺς 
ἄλλους βουλομένους ἑώρα. οὐ μὴν ἀλλ᾽ οὕτω ταῖς 
γυναιξὶν ὁ Κλαύδιος ἐδεδούλωτο ὥστ᾽ ἀμφοτέρους 
τοὺς γαμβροὺς δι᾽ αὐτὰς ἀποκτεῖναι. Ν᾽ Ῥ. 677. 
ὡς δ᾽ ἅπαξ ἐν τῇ βασιλείᾳ ἡ ᾿ἀγριππῖνα ἐγένετο, 
τόν τε Κλαύδιον ἐσφετερίσατο, δεινοτάτη που οὖσα 
πράγμασι χρήσασϑαι. καὶ τούς τινα αὐτοῦ εὔνοιαν 
ἔχοντας τὰ μὲν φόβῳ τὰ δὲ εὐεργεσίαις φκειώσατο. 
καὶ τὸν Βρεττανικὸν τὸν παῖδα αὐτοῦ ὡς καὶ τῶν 


81, ὅ, 8. ἐς τοὺς --- 9, ἀναχωρήσασαν ἰπβοτία οχ Υ' Ρ. 614. 
32, 1, ὅ, καὶ τὸν δρεττανικὸν --- 2, 6, παρασκευάσασα 
ἰηβουία οχ Υ' ρ. 677. 
ὯΙΟ ΟΑΒΒΊΙΒ. 111, 24 


"2 


32 


970 .Χ, ΟΚΑΌΘΡΕΙΝ, 8, Ὁ, 49, 


τυχόντων τινὰ τρέφεσϑαι ἐποίει᾽ ὁ γὰρ ἕτερος, ὁ καὶ 
τὴν ΣΙηιανοῦ ϑυγατέρα ἐγγυησάμενος, ἐτεϑνήκει. τόν 
τε Δομίτιον τότε μὲν γαμβρὸν τῷ Κλαυδίῳ ἀπέδειξεν, 
ὕστερον δὲ καὶ ἐσεποίησεν. ἔπραξε δὲ ταῦτα τὸ μέν 
τι διὰ τῶν ἀπελευϑέρων ἀναπείσασα τὸν Κλαύδιον, 
τὸ δὲ καὶ τὴν γερουσίαν καὶ τὸν δῆμον τούς τε στρα- 
τιώτας ἐπιτήδειόν τι ἀεί ποτε ἐς αὐτὰ συμβοᾶν πα- 
ρασκευάσασα. 
Ν ς 2 ΕΝ ᾿ ν ) ι ͵ , 

8 τι ἡ “γριππῖνα τὸν υἷον ἐς τὸ κράτος ἐξήσκει 
Α ᾿ - " “ἦ ,» Ἂν 
καὶ παρὰ τῷ Σενέκᾳ ἐξεπαίδευε, πλοῦτὸν τε ἀμυϑη- 
τον αὐτῷ συνέλεγεν, οὐδὲν οὔτε τῶν σμικροτάτων 
οὔτε τῶν ἀτιμοτάτων ἐπ᾽ ἀργυρισμῷ παραλείπουσα, 
ἀλλὰ πάντα μὲν καὶ τὸν ὁπωσοῦν εὐποροῦντα ϑερα- 
πεύουσα, πολλοὺς δὲ καὶ δι᾿ αὐτὸ τοῦτο φονεύουσα. 
ἤδη δέ τινας καὶ τῶν ἐπιφανῶν γυναικῶν ξηλοτυπή- 
σασα ἔφϑειρε. καὶ τήν γε Παυλῖναν τὴν Δολλίαν, 
ἐπειδὴ ἐλπέδα τινὰ ἐς τὴν τοῦ Κλαυδίου συνοίκησιν 
ἐσχήκει, ἀπέκτεινεν. τήν τὲ κεραλὴν αὐτῆς κομισϑεῖ- 
σαν αὐτῇ μὴ γνωρίσασα τό τε στόμα αὐτῆς αὐτοχει- 
ρίᾳ ἀνέῳξε καὶ τοὺς ὀδόντας ἐσκέψατο ἰδίως πως 

ἔχοντας. 
Ο’ δ Ἀ Π ω ᾿ .Ά » 
δ οτι ὁ μὲν Νέρων ηὔξετο, Βρεττανικὸς δὲ οὔτε 
᾿ ι » ᾽ 3,4} Ὁ) ον 
τινὰ τιμὴν οὔτε ἐπιμέλειαν εἶχεν, ἀλλ᾽ ἡ ᾿ἀγριππῖνα 
τούς τὲ ἄλλους τοὺς περιέποντας αὐτὸν τοὺς μὲν 
 " ᾿ Ἁ 3 " ᾿ " 
ἐξέβαλε τοὺς δὲ καὶ ἀπέκτεινε, καὶ τὸν Σωσίβιον, 
ᾧ ἥ τε τροφὴ καὶ ἡ παιδεία αὐτοῦ προσετέτακτυ, κα- 
ὁ τέσφαξεν ὡς καὶ τῷ Νέρωνι ἐπιβουλεύοντα. κἀκ 
τούτου παραδοῦσα αὐτὸν οἷς ἤϑελεν, ἐκάκου ὅσον 
ἐδύνατο, καὶ οὔτε τῷ πατρὶ συνεῖναι οὔτε ἐς τὸ δη- 
μόσιον προϊέναι εἴα, ἀλλ᾽ ἐν ἀδέσμῳ τρόπον τινὰ 
φυλακῇ εἶχεν. Ν Ῥ. 678. 
8. ὀ  ῴὍδτι ᾿Δγριππίνης οὐδεὶς τὸ παράπαν ἥπτετο, ἀλλὰ 


Ὁ 


μ᾿ 


ἃ, Ὁ. 49, ὅ0, ΠΧ. ΟΡ ΑΌΒΙΌΒ. 571 


τά τε ἄλλα καὶ ὑπὲρ αὐτὸν τὸν Κλαύδιον ἐδύνατο, καὶ 
ἐν κοινῷ τοὺς βουλομένους ἠσπάξετο᾽ καὶ τοῦτο καὶ 
ἐς τὰ ὑπομνήματα ἐσεγράφετο. ἸὈ. 

καὶ ἡ μὲν ταχὺ καὶ αὐτὴ Μεσσᾳλῖνα ἐγένετο, 2 
καὶ μάλιστα ὅτι καὶ τιμὰς ἄλλας τε καὶ τὸ καρπεντίῳ 
ἐν ταῖς πανηγύρεσι χρῆσϑαι παρὰ τῆς βουλῆς ἔλαβεν. 
ὁπότε δὲ ὁ Κλαύδιος τὸν Νέφωνα τὸν υἱὸν αὐτῆς 
ἐσεποιήσατό τε καὶ γαμβρὸν ἐποιήσατο, τὴν ϑυγατέρα τὴν 
ἐς ἕτερόν τι γένος ἐκποιήσας ἵ ἵνα μὴ ἀδελφοὺς συνοι- 
κίξειν δοκῇ. τέρας οὐ μικρὸν ἐγένετο᾽ κάεσϑαι γὰρ 
ὁ οὐρανὸς τὴν ἡμέραν ἐκείνην ἔδοξεν. ἔν τινι δὲ 3 
λέμνῃ ναυμαχίαν ὁ Κλαύδιος ἐπεϑύμησε ποιῆσαι, 
τεῖχος τὲ περὶ αὐτὴν ξύλινον κατεσκεύασε καὶ κρέα 
ἔπηξε, πλῆϑός τε ἀναρίϑμητον ἤϑροισε. καὶ οἵ μὲν 
ἄλλοι ὥς που καὶ ἔδοξεν αὐτοῖς, ὁ δὲ δὴ Κλαύδιος 
τε Νέρων στρατιωτικῶς ἐστάλησαν. ἢ τε ᾿4γριπ- 
πῖνα χλαμύδι διαχρύσῳ ἐκοσμήϑη. οἱ δὲ δὴ ναυμα- 
χήσοντες ϑανάτῳ τε καταδεδικασμένοι ἦσαν καὶ πεν- 
τήκοντα ναῦς ἑκάτεροι εἶχον, οἵ μὲν Ῥόδιοι οἵ δὲ 
Σικελοὶ ὀνομασϑέντες. καὶ τὸ μὲν πρῶτον συστρα- 4 
φέντες καὶ καϑ᾽ ἕν γενόμενοι Κλαύδιον ἅμα προσ- 
ηγόρευσαν οὕτω “χαῖρε, αὐτοκράτορ᾽ οἱ ἀπολούμενοί 
σε ἀσπαξόμεϑα᾽" ἐπεὶ δὲ οὐδὲν σωτήριον εὕροντο, 
ἀλλὰ ναυμαχεῖν καὶ ὡς ἐκελεύσϑησαν. διέκπλοις τὲ 
ἁπλοῖς ἐχρήσαντο καὶ ἥκιστα ἀλλήλων ἥψαντο, μέχρις 
οὗ καὶ ἀνάγκῃ κατεκόπησαν. 

ὁ δὲ δὴ Νάρκισσος οὕτως ἐνετρύφα τῷ Κλαυδίῳ " 
ὥστε λέγεται. ἐπειδή ποτε οἵ Βιϑυνοί, δικάξοντος 
τοῦ Κλαυδίου, Ἰουνίου Κίλωνος τοῦ ἄρξαντός σφῶν 
πολλὰ κατεβόησαν ὡς οὐ μετρίως δωροδοκήσαντος, 
καὶ ἤρετο ἐκεῖνος τοὺς παρεστηκότας ὅ,τι καὶ λέγου- 
σιν, οὐ γὰρ συνίει διὰ τὸν ϑόρυβον αὐτῶν. εἶπέ τε 

24 


ζοὶ 


5 


"1 


54 


2 


9572 ᾺΌΧ, ΟΡ ΡΙΌΝ, 8. Ὁ. 58. 54, 


ὁ Νάρκισσος ψευσάμενος ὅτι χάριν τῷ Ἰουνίῳ γιγνώ- 
σκουόσιν, πιστεῦσαί τε αὐτῷ καὶ εἰπεῖν “οὐκοῦν ἐπὶ 
διετὲς ἔτι ἐπιτροπεύσει" 

ὅτι ὁ Νάρκισσος τῆς λίμνης τῆς Φουκίνης συμπε- 
σούσης αἰτίαν ἐπ᾿ αὐτῇ μεγάλην ἔλαβεν ἐπεστάτει 
γὰρ τοῦ ἔργου, καὶ ἔδοξε πολὺ ἐλάττω ὧν ἤλπιξε δα- 
πανήσας εἶτα ἐξεπίτηδες τὸ σύμπτωμα. ὅπως ἀνεξέ- 
λεγκτον τὸ κακούργημα αὐτοῦ γένηται, μηχανήσα- 
όσϑαι. Κ᾽ Η. 678. 

ἡ δὲ ᾿ζγριππῖνα καὶ δημοσίᾳ πολλάκις αὐτῷ καὶ 
χρηματίζοντι καὶ πρεσβείας ἀκροωμένῳ παρῆν, ἐπὶ 
βήματος ἰδίου καϑημένη. καὶ ἦν καὶ τοῦτο οὐδενὸς 
ἔλαττον ϑέαμα. 

Ἰουλίῳ δέ τινι Γαλλίκῳ ῥήτορι δίκην ποτὲ λέ- 
γοντι ὁ Κλαύδιος ἀχϑεσϑεὶς ἐκέλευσεν αὐτὸν ἐς τὸν 
Τίβεριν ἐμβληϑῆναι᾽ ἔτυχε γὰρ πλησίον αὐτοῦ δι- 
κάξων. ἐφ᾽ ᾧ δὴ ὁ Δομίτιος ὁ ζφρος, πλεῖστον τῶν 
καϑ᾽ ἑαυτὸν ἐν τῷ συναγορεύειν τισὶν ἰσχύσας, καλ- 
λιστα ἀπέσκωψε᾽ δεηϑέντος γάρ τινος ἀνθρώπου 
τῆς παρ᾽ αὐτοῦ βοηϑείας, ἐπειδὴ ὑπὸ τοῦ Γαλλέκου 
ἐγκατελείφϑη, ἔφη πρὸς αὐτὸν ὅτι καὶ τίς σοι εἶπεν 
ὅτι κρεῖττον ἐκείνου νήχομαι; 

ὁ δὲ Κλαύδιος τοῖς ὑπὸ τῆς ᾿“γριππίνης δρω- 
μένοις, ὧν γε καὶ ἠσθάνετο ἤδη, ἀχϑόμενος, καὶ τὸν 
υἱὸν αὑτοῦ τὸν Βρεττανικὸν ἐπιξητῶν, ἐξ ὀφθαλμῶν 
αὐτῷ ἐπίτηδες ὑπ᾽ ἐκείνης τὰ πολλὰ γιγνόμενον, 
Νέρωνι, οἷα τῷ ἑαυτῆς παιδὶ ἐκ τοῦ προτέρου ἀνδρὸς 
αὐτῆς Δομιτίου, πάντα τρόπον περιποιουμένης τὸ 
κράτος, οὐκ ἤνεγκε τὸ γιγνόμενον, ἀλλ᾽ ἐκείνην τε 
καταλῦσαι καὶ τὸν υἱὸν διάδοχον τῆς ἀρχῆς ἀποδεῖξαι 
παρεσκευάξετο. μαϑοῦσα δὲ ταῦτα ἡ ᾿“γριππῖνα ἐφο- 
βήϑη, καὶ αὐτὸν προκαταλαβεῖν φαρμάκῳ ἠϑέλησεν. 


ἃ. Ὁ. 54. μιχ, ΟΑΌΡΙΌΣ, 979 


ὡς δὲ ἐκεῖνος οὐδὲν ὑπὸ τοῦ οἴνου. ὃν πολὺν ἀεί 
ποτε ἔπινε, καὶ ὑπὸ τῆς ἄλλης διαίτης, ἡ πρὸς φυ- 
λακήν σφῶν οἵ αὐτοκράτορες χρῶνται, κακοῦσϑαι 
ἠδύνατο, Λουκοῦσταν τινα φαρμακέδα περιβόητον 
μετεπέμψατο, καὶ φαρμακόν τι ἄφυκτον προκατασκευ- 
ἄσασα ἔς τινα τῶν καλουμένων μυκήτων ἐνέβαλε. 
καὶ αὐτὴ μὲν ἐκ τῶν ἄλλων ἤσϑιεν, ἐκεῖνον δὲ ἐκ 
τοῦ τὸ φάρμακον ἔχοντος, καὶ γὰρ μέγιστος καὶ καλ- 
λιστος ἦν, φαγεῖν ἐποίησε. καὶ ὃ μὲν οὕτως ἐπιβου- 
λευϑεὶς ἐκ μὲν τοῦ συμποσίου ὡς καὶ ὑπερκορὴς 
μέϑης σφόδρα ὧν ἐξεκομίσϑη., ὅπερ που καὶ ἄλλοτε 
πολλάκις ἐγεγόνει, τῆς δὲ νυκτὸς οὐδὲν οὔτ᾽ εἰπεῖν 
οὔτ᾽ ἀκοῦσαι δυνηϑεὶς μετήλλαξε, τῇ τρίτῃ καὶ δε- 
κάτῃ τοῦ Ὀκτωβρίου. ξήσας ἑξήκοντα καὶ τρία ἔτη, 
αὐταρχήσας δὲ ἔτη δέκα καὶ τρία καὶ μῆνας ὀκτὼ καὶ 
ἡμέρας εἴκοσιν. ἡ δὲ δὴ ᾿Δγριππῖνα ταῦτα ποιήσασα 
ἔφϑασεν, ὅτι τὸν Νάρκισσον ἐς Καμπανίαν, προ- 
φάσει ὡς καὶ τοῖς ὕδασι τοῖς ἐκεῖ πρὸς τὴν ποδάγραν 
χρησομένου, προαπέπεμψεν,. ἐπεὶ παρόντος γε αὐτοῦ 
οὐκ ἄν ποτε αὐτὸ ἐδεδράκει᾽ τοιοῦτός τις φύλαξ τοῦ 
δεσπότου ἦν. ἐπαπώλετο δὲ καὶ αὐτὸς τῷ Κλαυδέῳ, 
μέγιστον τῶν τότε ἀνθρώπων δυνηϑείς μυριάδας 


ῷ 


ὡ»- 


τὲ γὰρ πλείους μυρίων εἶχε, καὶ προσεῖχον αὐτῷ καὶ ᾿ 


πόλεις καὶ βασιλεῖς. καὶ δῆτα καὶ τότε ἀποσῳαγή- 
σεσϑαι μέλλων λαμπρὸν ἔργον διεπράξατο᾽ τὰ γὰρ 
γράμματα τοῦ Κλαυδίου. ὅσα ἀπόρρητα κατά τε τῆς 
᾿ἀγριππίνης καὶ κατ᾽ ἄλλων τινῶν, οἷα τὰς ἐπιστο- 
λὰς αὐτοῦ διοικῶν, εἶχε, πάντα προκατέκαυσεν. 


οὕτω μὲν ὁ Κλαύδιος μετήλλαξεν, ἐς τοῦτό τε ὃ 3: 


τε ἀστὴρ ὁ κομήτης ἐπὶ πλεῖστον ὀφϑείς, καὶ ἡ ψεκὰς 
ἡ αἱματώδης, ὃ τε σκηπτὸς ὁ ἐς τὰ δορυφορικὰ ση- 
μεῖα ἐμπεσών, καὶ ἡ αὐτόματος τοῦ ναοῦ τοῦ Διὸς 


ὧν 


Ψ- 


[ 


ῳΦ» 


374 ι. 1ΧχΧ., ΟμΑῦριῦϑ. ἃ. Ὁ. 54, 


τοῦ Νικαίου ἄνοιξις, τό τε σμῆνος τὸ ἐν τῷ στρατο- 
πέδῳ συστραφέν, καὶ ὅτι ἐξ ἁπασῶν τῶν ἀρχῶν εἷς 
ἀφ᾽ ἑκάστης ἐτελεύτησεν, ἐδοξε σημῆναι. ἔτυχε δὲ 
καὶ τῆς ταφῆς καὶ τῶν ἄλλων ὅσων ὁ Αὔγουστος. 
᾿Δγριππῖνα δὲ καὶ ὁ Νέρων πενϑεῖν “προσεποιοῦντο 
ὃν ἀπεκτόνεσαν, ἔς τε τὸν οὐῤανὸν ἀνήγαγον ὃν ἐκ 
τοῦ συμποσίου φοράδην ἐξενηνόχεσαν. ὄϑενπερ “ού- 
κιος Ἰούνιος Γαλλίων ὁ τοῦ Σενέκα ἀδελφὸς ἀστει- 
ὁτατόν τι ἀπεφϑέγξατο. συνέϑηκε μὲν γὰρ καὶ ὁ Σε- 
νέκας σύγγραμμα, ἀποκολοκύντωσιν αὐτὸ ὥσπερ τινὰ 
ἀπαϑανάτισιν ὀνομάσας ἐκεῖνος δὲ ἐν βραχυτάτῳ 
πολλὰ εἰπὼν ἀπομνημονεύεται. ἐπειδὴ γὰρ τοὺς ἐν τῷ 
δεσμωτηρίῳ ϑανατουμένους ἀγκίστροις τισὶ μεγάλοις ᾿ 
οἱ δήμιοι ἔς τε τὴν ἀγορὰν ἀνεῖλκον κἀντεῦϑεν ἐς 
τὸν ποταμὸν ἔσυρον, ἔφη τὸν Κλαύδιον ἀγκίστρῳ 
ἐς τὸν οὐρανὸν ἀνενεχϑῆναι. καὶ ὁ Νέρων δὲ οὐκ 
ἁπάξιον μνήμης ἔπος κατέλιπε. τοὺς γὰρ μύκητας 
ϑεῶν βρῶμα ἔλεγεν εἶναι. ὅτι καὶ ἐκεῖνος διὰ τοῦ 
ὔκητος ϑεὸς ἐγεγόνει. 


Ῥ, 826 δηποί. 2, 3, ἀεὶ] 1. 6, ἀλλὰ ἀεί. 


Ὀἰοίσθα ὃν (σοοσίςε 


. τ 
Οἰαϊίζθα ογ (σοοαῖς